Catecheses to the Illuminandi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem">
—
⋯
Original / primary: Textus receptus
10.1
[ 10] ΚΑΤΗΧΗΣΙΣ Ιʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τό: ΚΑΙ ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κορινθίους Αʹ[ ἐπιστολῆς]: Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς: ἀλλ' ἡμῖν εἷς Θεὸς, ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν: καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ, καὶ τὰ ἑξῆς. Οἳ πιστεύειν ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ ΠΑΝΤΟΚΡΑΤΟΡΑ δεδιδαγμένοι, καὶ ΕΙΣ ὙΙΟΝ ΜΟΝΟΓΕΝΗ πιστεύειν ὀφείλουσιν. Ὁ γὰρ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει. Ἐγώ εἰμι ἡ θύρα, φησὶν ὁ Ἰησοῦς: οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Ἐὰν[ γὰρ] ἀρνήσῃ τὴν θύραν, ἀποκέκλεισταί σοι ἡ πρὸς τὸν Πατέρα γνῶσις. Οὐδεὶς ἐπιγινώσκει Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν Υἱὸς ἀποκαλύψῃ: ἐὰν[ γὰρ] ἀρνήσῃ τὸν ἀποκαλύπτοντα, μένεις ἐν ἀγνωσίᾳ. Ἀπόφασίς ἐστιν ἐν εὐαγγελίοις λέγουσα: Ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν, οὐκ ὄψεται ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν: ἀγανακτεῖ γὰρ Πατὴρ, Υἱοῦ τοῦ μονογενοῦς ἀθετουμένου. Δεινὸν μὲν γὰρ βασιλεῖ, καὶ τὸν στρατιώτην ἁπλῶς ἀτιμασθῆναι: ὅταν δὲ τῶν ἐνδοξοτέρων τις ὑπασπιστῶν ἢ φίλων ἀτιμασθῇ, τότε προστίθεται μείζων ἡ ὀργή: ἐὰν δὲ καὶ αὐτόν τις τὸν μονογενῆ υἱὸν τοῦ βασιλέως ὑβρίσῃ, τίς παρακαλέσει πατέρα ὑπὲρ υἱοῦ μονογενοῦς ἀγανακτοῦντα; Εἴ τις οὖν εὐσεβεῖν εἰς Θεὸν βούλεται, προσκυνείτω τὸν Υἱὸν, ἐπεὶ οὐ παραδέχεται τὴν λατρείαν ὁ Πατήρ. Πατὴρ οὐρανόθεν ἐπεφώνησε λέγων: Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν Ἐγὼ ηὐδόκησα. Εὐδόκησεν ὁ Πατὴρ ἐν τῷ Υἱῷ: ἐὰν μὴ καὶ σὺ εὐδοκήσῃς, ζωὴν οὐκ ἔχεις. Μὴ συμπαραφέρου τοῖς Ἰουδαίοις πανούργως λέγουσι τὸ, Εἷς Θεὸς μόνος: ἀλλὰ μετὰ τοῦ εἰδέναι ὅτι εἷς Θεὸς, γίνωσκε ὅτι καὶ Υἱός ἐστι Θεοῦ μονογενής. Ἐγὼ τοῦτο πρῶτος οὐκ εἶπον, ἀλλ' ὁ ψαλμῳδὸς ἐκ προσώπου τοῦ Υἱοῦ λέγει: Κύριος εἶπε πρός με, Υἱός μου εἶ σύ. Μὴ οὖν τί λέγουσιν οἱ Ἰουδαῖοι πρόσεχε, ἀλλὰ τί λέγουσιν οἱ προφῆται. Θαυμάζεις εἰ ἀθετοῦσι τῶν προφητῶν τὰ ῥήματα, οἱ τοὺς προφήτας λιθάσαντες[ καὶ ἀποκτείναντες]; Σὺ πίστευε ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ, ΤΟΝ ὙΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ. Ἕνα δὲ λέγομεν Κύριον Ἰησοῦν Χριστὸν, ἵνα μονογενὴς ᾖ ἡ υἱότης. Ἕνα λέγομεν, ἵνα μὴ ὑπονοήσῃς ἄλλον. Ἕνα λέγομεν, ἵνα μὴ τὸ πολυώνυμον τῆς ἐνεργείας εἰς πολλοὺς υἱοὺς ἐκχέῃς δυσσεβῶς. Λέγεται γὰρ θύρα: ἀλλὰ μὴ ξυλίνην νόμιζε τὴν προσηγορίαν, ἀλλὰ θύραν λογικὴν, ζῶσαν, διακριτικὴν τῶν εἰσερχομένων. Ὁδὸς καλεῖται: οὐ ποσὶν πατουμένη, ἀλλ' ὁδηγοῦσα πρὸς τὸν ἐν οὐρανοῖς πατέρα. Πρόβατον καλεῖται: οὐκ ἄλογον, ἀλλὰ τὸ διὰ τοῦ τιμίου αἵματος[ αὐτοῦ] καθαρίζον τὴν οἰκουμένην τῶν ἁμαρτιῶν, τὸ ἀγόμενον ἐνώπιον τοῦ κείροντος, καὶ γινῶσκον, πότε δεῖ σιωπᾷν. Τοῦτο τὸ πρόβατον πάλιν καλεῖται ποιμὴν, ὁ λέγων: Ἐγώ εἰμι ὁ ποιμὴν[ ὁ καλός]: πρόβατον διὰ τὴν ἀνθρωπότητα, ποιμὴν διὰ τὴν φιλανθρωπίαν τῆς θεότητος. Καὶ θέλεις γνῶναι, ὅτι καὶ πρόβατά ἐστι λογικά; Λέγει τοῖς ἀποστόλοις[ ὁ Σωτήρ]: Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Λέων πάλιν καλεῖται: οὐκ ἀνθρωποβόρος, ἀλλὰ τὸ βασιλικὸν καὶ στεῤῥὸν καὶ πεποιθὸς τῆς ὑποστάσεως διὰ τῆς προσηγορίας ὥσπερ ἐνδεικνύμενος. Λέων δὲ καλεῖται ἀπεναντίας τῷ λέοντι τῷ ἀντιδίκῳ, τῷ ὠρυομένῳ καὶ τοὺς ἠπατημένους καταπίνοντι. Ἦλθε γὰρ ὁ Σωτὴρ, οὐ μεταβαλὼν τὸ πρᾶον τῆς ἑαυτοῦ φύσεως, ἀλλ' ὡς λέων δυνατὸς ἐκ φυλῆς Ἰούδα, σώζων μὲν τοὺς πιστεύοντας, καταπατῶν δὲ τὸν ἀντίδικον. Λίθος καλεῖται: οὐκ ἄψυχος ὑπὸ χειρῶν ἀνθρώπων λατομούμενος, ἀλλὰ λίθος ἀκρογωνιαῖος, εἰς ὃν ὁ πιστεύσας οὐ καταισχυνθήσεται. Χριστὸς καλεῖται: οὐ χερσὶν ἀνθρωπίναις κεχρισμένος, ἀλλ' ὑπὸ τοῦ Πατρὸς ἀϊδίως εἰς τὴν ὑπὲρ ἄνθρωπον ἀρχιερωσύνην χρισθείς. Νεκρὸς καλεῖται: οὐκ ἀπομείνας ἐν νεκροῖς, ὡς πάντες ἐν ᾅδῃ, ἀλλὰ μόνος ἐν νεκροῖς ἐλεύθερος. Υἱὸς ἀνθρώπου καλεῖται: οὐχ ὡς ἕκαστος ἡμῶν ἐκ γῆς τὴν γέννησιν ἐσχηκὼς, ἀλλ' ἐρχόμενος ἐπὶ τῶν νεφελῶν κρῖναι ζῶντας καὶ νεκρούς. Κύριος καλεῖται: οὐ καταχρηστικῶς, ὡς οἱ ἐν ἀνθρώποις,[ ἀλλὰ ὡς φυσικὴν καὶ ἀΐδιον ἔχων κυριείαν]. Ἰησοῦς καλεῖται φερωνύμως, ἐκ τῆς σωτηριώδους ἰάσεως ἔχων τὴν προσηγορίαν. Υἱὸς καλεῖται: οὐ θετικῶς προαχθεὶς, ἀλλὰ φυσικῶς γεννηθείς. Καὶ πολλαὶ τοῦ Σωτῆρος ἡμῶν εἰσιν αἱ προσηγορίαι. Ἵνα τοίνυν μὴ τὸ πολυώνυμον τῆς προσηγορίας πολλοὺς υἱοὺς ποιήσῃ σε νομίζειν: καὶ διὰ τὰς πλάνας τῶν αἱρετικῶν, τῶν λεγόντων, ἄλλον μὲν εἶναι τὸν Χριστὸν, ἄλλον δὲ τὸν Ἰησοῦν, ἄλλον δὲ τὴν θύραν, καὶ τὰ λοιπά: προασφαλίζεταί σε ἡ Πίστις, λέγουσα καλῶς, ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ: εἰ γὰρ καὶ πολλαὶ αἱ προσηγορίαι, ἀλλ' ἓν τὸ ὑποκείμενον. Ἑκάστῳ δὲ ποικίλως ὁ Σωτὴρ γίνεται πρὸς τὸ συμφέρον. Τοῖς μὲν γὰρ εὐφροσύνης χρείαν ἔχουσιν, ἄμπελος γίνεται: τοῖς δὲ χρείαν ἔχουσιν εἰσελθεῖν, ἕστηκε θύρα: καὶ τοῖς χρείαν ἔχουσι προσενέγκαι τὰς εὐχὰς, ἕστηκε μεσίτης ἀρχιερεύς. Πάλιν τοῖς ἔχουσιν ἁμαρτίας, γίνεται πρόβατον, ἵνα ὑπὲρ αὐτῶν σφαγιασθῇ: τοῖς πᾶσι γίνεται πάντα, μένων αὐτὸς κατὰ φύσιν ὅπερ ἐστίν. Μένων γὰρ καὶ ἔχων τὸ τῆς υἱότητος ἀληθῶς ἀπαράτρεπτον ἀξίωμα, κάλλιστος οἷά τις ἰατρὸς καὶ διδάσκαλος συμπαθὴς, συμπεριφέρεται ταῖς ἡμετέραις ἀσθενείαις: Κύριος ὢν κατὰ ἀλήθειαν, οὐκ ἐκ προκοπῆς τὸ κυριεύειν λαβὼν, ἀλλ' ἐκ φύσεως τὸ τῆς κυριότητος ἔχων ἀξίωμα. Καὶ οὐ καταχρηστικῶς ὡς ἡμεῖς κύριος καλούμενος, ἀλλὰ τῇ ἀληθείᾳ κύριος ὤν: ἐπειδὴ νεύματι Πατρὸς κυριεύει τῶν οἰκείων δημιουργημάτων. Ἡμεῖς μὲν γὰρ ἔχομεν τὸ κυριεύειν ἀνθρώπων ἰσοτίμων καὶ ὁμοιοπαθῶν, πολλάκις δὲ καὶ προγενεστέρων: καὶ νέος πολλάκις δεσπότης οἰκετῶν ἄρχει πρεσβυτέρων. Ἐπὶ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ κυριεύειν οὐχ οὕτως: ἀλλὰ πρῶτον ποιητὴς, εἶτα Κύριος. Πρῶτον ἐποίησε θελήματι Πατρὸς τὰ πάντα, εἶτα κυριεύει τῶν ὑπ' αὐτοῦ γενομένων. Χριστὸς Κύριός ἐστιν, ὁ τεχθεὶς ἐν πόλει Δαβίδ. Καὶ θέλεις γνῶναι, ὅτι σὺν τῷ Πατρὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεώς ἐστι Χριστὸς Κύριος: ἵνα μὴ μόνον τῇ πίστει παραδέξῃ τὸ λεγόμενον, ἀλλὰ καὶ ἀπόδειξιν ἔχῃς ἀπὸ τῆς παλαιᾶς γραφῆς; ἐλθὲ ἐπὶ τὴν πρώτην βίβλον, τὴν Γένεσιν. Λέγει ὁ Θεός: Ποιήσωμεν ἄνθρωπον, οὐ κατ' εἰκόνα ἐμὴν, ἀλλὰ, κατ' εἰκόνα ἡμετέραν. Καὶ μετὰ τὸ γενέσθαι τὸν Ἀδάμ, φησι: Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον: κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Οὐ γὰρ περιώρισεν εἰς τὸν Πατέρα μόνον τὸ τῆς θεότητος ἀξίωμα, ἀλλὰ συμπεριέλαβε καὶ τὸν Υἱόν: ἵνα δειχθῇ, ὅτι ὁ ἄνθρωπος οὐ μόνον Θεοῦ ποίημα, ἀλλὰ καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,[ ὄντος καὶ αὐτοῦ Θεοῦ ἀληθινοῦ]. Οὗτος ὁ Κύριος ὁ τῷ Πατρὶ συνεργαζόμενος, συνήργησε καὶ ἐπὶ Σοδόμων κατὰ τὴν λέγουσαν γραφήν: Καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα πῦρ καὶ θεῖον, παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ. Οὗτος ὁ Κύριος ὤφθη τῷ Μωϋσεῖ πάλιν, ὡς ἐδύνατο ἰδεῖν. Φιλάνθρωπος γὰρ ὁ Κύριος, ἀεὶ συμπεριφερόμενος ταῖς ἡμετέραις ἀσθενείαις. Καὶ ἵνα γνῷς, ὅτι οὗτός ἐστιν ὁ τῷ Μωϋσεῖ ὀφθεὶς, δέξαι μαρτυρίαν τοῦ Παύλου λέγοντος: Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας: ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Καὶ πάλιν: Πίστει Μωϋσῆς κατέλιπεν Αἴγυπτον. Καὶ μετ' ὀλίγα φησίν: Κρείττονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Οὗτος ὁ Μωϋσῆς φησι πρὸς αὐτόν: Ἐμφάνισόν μοι σεαυτόν. Βλέπεις, ὅτι καὶ οἱ προφῆται τότε ἔβλεπον τὸν Χριστὸν, ἀλλὰ καθὸ ἐχώρουν ἕκαστος. Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε. Ὁ δέ φησι: Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται. Διὰ τοῦτο τοίνυν, ἐπειδὴ τὸ τῆς θεότητος πρόσωπον οὐδεὶς ἠδύνατο ἰδεῖν ζῶν, ἀνέλαβε τὸ τῆς ἀνθρωπότητος πρόσωπον, ἵνα τοῦτο ἰδόντες ζήσωμεν. Καὶ ὅτε ἠθέλησε καὶ αὐτὸ τοῦτο δεῖξαι μετ' ὀλίγης ἀξίας, ὅτε τὸ πρόσωπον αὐτοῦ ἔλαμψεν ὡς ὁ ἥλιος, οἱ μαθηταὶ πίπτουσι φοβηθέντες. Εἰ δὲ τὸ τοῦ σώματος πρόσωπον λάμψαν, οὐ καθὸ ἠδύνατο ὁ ἐνεργῶν, ἀλλὰ καθὸ ἐχώρουν οἱ μαθηταὶ, ἐφόβησεν αὐτοὺς, καὶ ὅμως ἐνέγκαι οὐκ ἐδυνήθησαν: πῶς εἰς τὸ τῆς θεότητος ἀξίωμα ἀτενίσαι τις ἠδύνατο; Μέγα, φησὶν ὁ Κύριος, ἐπιθυμεῖς, ὦ Μωϋσῆ: καὶ ἀποδέχομαί σου τὴν ἄπληστον ἐπιθυμίαν, καὶ τοῦτόν σοι τὸν λόγον ποιήσω: ἀλλὰ καθὸ χωρεῖς. Ἰδοὺ τίθημί σε εἰς τὴν ὀπὴν τῆς πέτρας: ὡς γὰρ μικρὸς, μενεῖς ἐν μικρᾷ περιγραφῇ. Ὧδε μοι λοιπὸν ἀσφάλισαι, διὰ τοὺς Ἰουδαίους, τὸ λεχθησόμενον. Ὁ γὰρ σκοπὸς ἡμῖν ἀποδεῖξαι, ὅτι ἦν παρὰ τῷ Πατρὶ ὁ Κύριος Ἰησοῦς Χριστός. Λέγει τοίνυν ὁ Κύριος πρὸς τὸν Μωϋσῆν: Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου. Κύριος ὢν, ποῖον κύριον καλεῖ; Βλέπεις, ὅπως ἐπικεκαλυμμένως ἐδίδασκε τὸ εὐσεβὲς περὶ Πατρὸς καὶ Υἱοῦ δίδαγμα. Καὶ πάλιν ἐν τοῖς ἑξῆς αὐτολεξεὶ γέγραπται: Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ: καὶ ἐκάλεσε τῷ ὀνόματι Κυρίου. Καὶ παρῆλθε Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσεν: Κύριος, Κύριος οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ δικαιοσύνην διατηρῶν[ καὶ] ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας. Εἶτα ἑξῆς, κύψας Μωϋσῆς καὶ προσκυνήσας ἐνώπιον τοῦ Κυρίου τοῦ καλοῦντος τὸν Πατέρα, λέγει: Συμπορεύθητι δὴ, Κύριε, μεθ' ἡμῶν. Ἔχεις ταύτην πρώτην ἀπόδειξιν: δέξαι καὶ δευτέραν φανεράν. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐξ δεξιῶν μου. Κύριος κυρίῳ ταῦτα λέγει, οὐ δούλῳ: ἀλλὰ Κυρίῳ μὲν τῶν πάντων, Υἱῷ δὲ αὐτοῦ, ᾧ πάντα ὑπέταξεν. Ὅταν δὲ εἴπῃ, ὅτι ὑποτέτακται αὐτῷ τὰ πάντα: δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα,[ καὶ τὰ ἑξῆς]: ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Κύριός ἐστι τῶν πάντων ὁ μονογενὴς Υἱός: Υἱὸς δὲ τοῦ Πατρὸς εὐπειθὴς, οὐχ ἁρπάσας τὸ κυριεύειν, ἀλλὰ παρ' αὐτοπροαιρέτου λαβὼν φυσικῶς. Οὔτε γὰρ ὁ Υἱὸς ἥρπασεν, οὔτε Πατὴρ ἐφθόνησε τῆς μεταδόσεως. Αὐτός ἐστιν ὁ λέγων: Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Παρεδόθη μοι, οὐχ ὡς πρότερον μὴ ἔχοντι: καὶ τηρῶ καλῶς, οὐκ ἀποστερῶν τὸν παραδεδωκότα. Κύριος τοίνυν ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ: Κύριος ὁ τεχθεὶς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, κατὰ τὸν εἰρηκότα τοῖς ποιμέσιν ἄγγελον: Εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ὅτι ἐτέχθη ὑμῖν Χριστὸς Κύριος σήμερον ἐν πόλει Δαβίδ. Περὶ οὗ φησιν ἀλλαχοῦ τῶν ἀποστόλων τις: Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ: οὗτός ἐστι πάντων Κύριος. Ὅταν δὲ εἴπῃ τὸ, πάντων, μηδὲν ὑπεξέλῃς τῆς κυριότητος. Εἴτε γὰρ ἄγγελοι, εἴτε ἀρχάγγελοι: εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι: εἴτε τι ὑπὸ τῶν ἀποστόλων ὀνομαζόμενον γενητὸν, πάντα ὑπὸ τὴν κυριότητα τοῦ Υἱοῦ τυγχάνει. Ἀγγέλων ἐστὶ Κύριος, καθὼς ἔχεις ἐν εὐαγγελίοις: ὅτι Τότε ἀπέστη ὁ διάβολος ἀπ' αὐτοῦ, καὶ οἱ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῶ. Οὐ γὰρ εἶπεν, ὅτι ἐβοήθουν αὐτῷ, ἀλλὰ, διηκόνουν αὐτῷ: ὅπερ ἐστὶ δουλικῶς. Μέλλοντος αὐτοῦ γεννᾶσθαι ἐκ παρθένου, ὑπηρέτει τότε ὁ Γαβριὴλ, οἰκεῖον ἀξίωμα λαβὼν τὴν ὑπηρεσίαν αὐτοῦ. Μέλλοντος αὐτοῦ πορεύεσθαι εἰς Αἴγυπτον, ἵνα καταλύσῃ τὰ χειροποίητα τῆς Αἰγύπτου: πάλιν ἄγγελος κατ' ὄναρ φαίνεται τῷ Ἰωσήφ. Σταυρωθέντος αὐτοῦ καὶ ἀναστάντος, ὁ ἄγγελος εὐηγγελίσατο, καὶ λέγει ταῖς γυναιξὶν ὡς καλὸς οἰκέτης: Πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἀνέστη, καὶ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἰδοὺ εἶπον ὑμῖν. Μονονουχὶ τοῦτο λέγων: οὐ παρέβην τὸ πρόσταγμα, μαρτύρομαι τὸ εἰρηκέναι ὑμῖν: ἵν' ἐὰν ἀμελήσητε, μὴ κατ' ἐμοῦ ᾖ τὰ τῆς μέμψεως, ἀλλὰ κατὰ τῶν ἀμελησάντων. Οὗτος τοίνυν ἐστὶν ὁ εἷς Κύριος Ἰησοῦς Χριστὸς, περὶ οὗ καὶ νῦν τὸ ἀνάγνωσμα λέγει: Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ[ πολλοὶ], εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, καὶ ἑξῆς: ἡμῖν δὲ εἷς ὁ Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν: καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ. Ἰησοῦς δὲ Χριστὸς καλεῖται διώνυμος: Ἰησοῦς διὰ τὸ σώζειν, Χριστὸς διὰ τὸ ἱερατεύειν. Καὶ τοῦτο γινώσκων ὁ θεσπέσιος τῶν προφητῶν Μωϋσῆς, ἀνδράσι δυσὶ τοῖς πάντων ἐγκρίτοις τὰς δύο ταύτας προσηγορίας ἐχαρίσατο: τὸν μὲν οἰκεῖον τῆς ἀρχῆς διάδοχον Αὐσὴν, Ἰησοῦν μετονομάσας: τὸν δὲ οἰκεῖον ἀδελφὸν τὸν Ἀαρὼν, ἐπονομάσας Χριστὸν, ἵνα διὰ δύο ἀνθρώπων ἐγκρίτων, τὸ ἀρχιερατικὸν ἅμα καὶ βασιλικὸν τοῦ μέλλοντος ἑνὸς Ἰησοῦ Χριστοῦ παραστήσῃ. Ἀρχιερεὺς μὲν γάρ ἐστιν ὁ Χριστὸς κατὰ τὸν Ἀαρών: ἐπειδὴ οὐχ ἑαυτὸν ἐδόξασε γενέσθαι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτόν: Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Τύπον δὲ ἔφερεν αὐτοῦ ὁ τοῦ Ναυῆ Ἰησοῦς κατὰ πολλά. Ἀρξάμενος γὰρ ἄρχειν τοῦ λαοῦ, ἤρξατο ἀπὸ τοῦ Ἰορδάνου: ὅθεν καὶ ὁ Χριστὸς βαπτισθεὶς ἤρξατο εὐαγγελίζεσθαι. Δώδεκα δὲ διαιροῦντας τὴν κληρονομίαν καθίστησιν ὁ τοῦ Ναυῆ υἱός: καὶ δώδεκα τοὺς ἀποστόλους, κήρυκας τῆς ἀληθείας, εἰς πᾶσαν τὴν οἰκουμένην ἀποστέλλει ὁ Ἰησοῦς. Πιστεύσασαν Ῥαὰβ τὴν πόρνην ἔσωσεν ὁ τυπικός: ὁ δὲ ἀληθής φησιν: Ἰδοὺ οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἀλαλαγμῷ μόνον ἐπὶ τοῦ τυπικοῦ κατέπεσε τὰ τείχη τῆς Ἱεριχώ: καὶ διὰ τὸ εἰπεῖν τὸν Ἰησοῦν, Οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, πέπτωκεν ὁ ἀντικρὺς ἡμῶν τῶν Ἰουδαίων ναός: οὐχ ὅτι ἡ ἀπόφασις τοῦ πεσεῖν αἰτία, ἀλλ' ὅτι ἡ ἁμαρτία τῶν παρανόμων γέγονε τοῦ πεσεῖν αἰτία. Εἷς ἐστι Κύριος Ἰησοῦς Χριστὸς, ὄνομα θαυμαστὸν ὑπὸ τῶν προφητῶν πλαγίως προαναφωνούμενον. Λέγει γὰρ Ἡσαΐας ὁ προφήτης: Ἰδοὺ ὁ Σωτήρ σοι παραγίνεται, ἔχων τὸν ἑαυτοῦ μισθόν. Σωτὴρ δὲ παρὰ Ἑβραίοις ὁ Ἰησοῦς ἑρμηνεύεται. Τὸ γὰρ κυριοκτόνον τῶν Ἰουδαίων προβλέπουσα ἡ προφητικὴ χάρις ἐκάλυψε τὴν προσηγορίαν, ἵνα μὴ ἐκ τοῦ προειδέναι σαφῶς, ἑτοίμως ἐπιβουλεύσωσιν. Ἰησοῦς δὲ ἐκλήθη, οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ' ὑπὸ ἀγγέλου φανερῶς, οὐκ ἰδίᾳ ἐξουσίᾳ ἐλθόντος, ἀλλὰ δυνάμει Θεοῦ ἀποσταλέντος, τοῦ λέγοντος πρὸς τὸν Ἰωσήφ: Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου: τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματος ἁγίου ἐστί. Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Καὶ τὴν αἰτίαν τῆς προσηγορίας ἀποδιδοὺς εὐθέως λέγει, Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Ὁ μηδέπω γεννηθεὶς πῶς λαὸν ἔχει, νόησον, εἰ μὴ καὶ πρὸ τοῦ γεννηθῆναι ἦν. Καὶ τοῦτο ὁ προφήτης ἐκ προσώπου αὐτοῦ φησιν: Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου: διὰ τὸ προλέγειν τὸν ἄγγελον, ὅτι Ἰησοῦς κληθήσεται. Καὶ πάλιν περὶ τῆς ὑπὸ Ἡρώδου ἐπιβουλῆς λέγει: Καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἰησοῦς τοίνυν ἐστὶ κατὰ μὲν Ἑβραίους σωτὴρ, κατὰ δὲ τὴν Ἑλλάδα γλῶσσαν, ὁ ἰώμενος. Ἐπειδὴ ἰατρός ἐστι[ ψυχῶν] καὶ σωμάτων καὶ θεραπευτὴς πνευμάτων: τυφλῶν μὲν αἰσθητῶν θεραπευτὴς, φωταγωγῶν δὲ τὰς διανοίας: χωλῶν φαινομένων ἰατρὸς, καὶ ποδηγῶν τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, λέγων τῷ παραλυτικῷ: Μηκέτι ἁμάρτανε: καὶ, Ἆρον τὸν κράββατον σὸν καὶ περιπάτει. Ἐπειδὴ γὰρ διὰ τὴν τῆς ψυχῆς ἁμαρτίαν παρελύθη τὸ σῶμα, προεθεράπευσε τὴν ψυχὴν, ἵνα ἐπαγάγῃ καὶ τῷ σώματι τὴν ἴασιν. Εἴ τις τοίνυν πάσχει τὴν ψυχὴν ἐν ἁμαρτίαις, ἔχει τὸν ἰατρόν. Καὶ εἴ τις ὀλιγόπιστος ἐνταῦθα, λεγέτω πρὸς αὐτόν: Βοήθει μου τῇ ἀπιστίᾳ. Εἴ τις καὶ σωματικοῖς περιβέβληται πάθεσι, μὴ ἀπιστείτω, ἀλλὰ προσερχέσθω,( θεραπεύει γὰρ καὶ ταῦτα) καὶ γινωσκέτω ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστός. Ἰουδαῖοι γὰρ καταδέχονται τὸ εἶναι αὐτὸν Ἰησοῦν, τὸ δὲ καὶ Χριστὸν εἶναι τοῦτον, οὐκέτι. Διὰ τοῦτο λέγει ὁ Ἀπόστολος: Τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; Χριστὸς δέ ἐστιν ἀρχιερεὺς, ἀπαράβατον ἔχων τὴν ἱερωσύνην: οὔτε ἀπὸ χρόνων ἀρξάμενος τῆς ἱερατείας, οὔτε διάδοχον ἕτερον ἔχων τῆς ἀρχιερατείας: καθὼς ἤκουσας ἐν τῇ Κυριακῇ διαλεγομένων ἡμῶν ἐπὶ τῆς Συνάξεως, εἰς τό, Κατὰ τῂ τάξιν Μελχισεδέκ. Οὐκ ἐκ διαδοχῆς σωμάτων λαβὼν τὴν ἀρχιερωσύνην, οὐδὲ ἐλαίῳ σκευαστῷ χρισθεὶς, ἀλλὰ πρὸ τῶν αἰώνων ὑπὸ τοῦ Πατρός: καὶ τοσούτῳ διαφέρων τῶν ἄλλων, ὅσῳ μεθ' ὁρκωμοσίας ἐστὶν ἱερεύς. Οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς, ὁ δὲ μεθ' ὁρκωμοσίας διὰ τοῦ λέγοντος: Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Αὔταρκες μὲν ἦν εἰς ἀσφάλειαν καὶ τὸ βούλεσθαι μόνον Πατέρα: διπλασίων δὲ τῆς ἀσφαλείας ὁ τρόπος, τὸ, μετὰ τῆς βουλήσεως καὶ ὅρκον παρακολουθῆσαι: ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν τῆς πίστεως, οἱ Χριστὸν Ἰησοῦν Υἱὸν Θεοῦ καταδεχόμενοι. Τοῦτον τὸν Χριστὸν παραγενόμενον ἠρνήσαντο μὲν οἱ Ἰουδαῖοι, δαίμονες δὲ ὡμολόγησαν. Ἀλλ' οὐκ ἠγνόει τοῦτον ὁ προπάτωρ Δαβὶδ, λέγων: Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Καὶ οἱ μὲν λύχνον εἶναι τὸ λαμπρὸν τῆς προφητείας ἡρμήνευσαν: οἱ δὲ τὸν λύχνον τὴν ἀναληφθεῖσαν ἐκ παρθένου σάρκα, κατὰ τὸ ἐν τῷ Ἀποστόλῳ: Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν. Οὐκ ἠγνόει τοῦτον ὁ προφήτης, ὁ λέγων: Καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ. Ἤιδει τοῦτον καὶ Μωσῆς, ᾔδει τοῦτον καὶ Ἡσαΐας, ᾔδει τοῦτον καὶ Ἱερεμίας: οὐδεὶς τῶν προφητῶν ἠγνόει τοῦτον. Ἐπέγνωσαν τοῦτον καὶ δαίμονες: ἐπετίμα γὰρ αὐτοῖς, καί φησιν: Ὅτι ᾔδεισαν αὐτὸν Χριστὸν εἶναι. Ἀρχιερεῖς ἠγνόησαν, καὶ δαίμονες ὡμολόγησαν. Ἀρχιερεῖς ἠγνόησαν, καὶ γυνὴ Σαμαρεῖτις ἐκήρυσσε, λέγουσα: Δεῦτε, ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα: μήτι οὗτός ἐστιν ὁ Χριστός; Οὗτος Ἰησοῦς Χριστός ἐστιν, ὁ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν: ὁ διὰ τὸ ἄφθονον τῆς θεότητος πᾶσιν ἡμῖν μεταδοὺς τῆς ἑαυτοῦ προσηγορίας. Βασιλεῖς μὲν γὰρ ἄνθρωποι, ἀκοινώνητον πρὸς ἀνθρώπους ἔχουσι τῆς βασιλείας τὴν προσηγορίαν: Ἰησοῦς δὲ Χριστὸς Θεοῦ Υἱὸς ὢν, Χριστιανοὺς καλεῖσθαι ἡμᾶς κατηξίωσεν. Ἀλλ' ἐρεῖ τις, καινὸν τὸ ὄνομα τῶν χριστιανῶν, καὶ πρὸ τούτου οὐκ ἐπολιτεύετο, καὶ τὰ καινοποιούμενα πολλάκις ἀντιλέγεται διὰ τὸ ξένον. Προησφαλίσατο τοῦτο ὁ προφήτης, λέγων: Τοῖς δὲ δουλεύουσί μοι ἐπικληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Ἐξετάσωμεν τοὺς Ἰουδαίους: δουλεύετε τῷ Κυρίῳ ἢ οὐ; δείξατε οὖν τὸ ὄνομα ὑμῶν τὸ καινόν. Ἰουδαῖοι γὰρ καὶ Ἰσραηλῖται ἐπὶ Μωσέως καὶ τῶν ἄλλων προφητῶν ἐκαλεῖσθε, καὶ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καὶ μεχρὶ τοῦ παρόντος. Ποῦ οὖν τὸ ὄνομα τὸ καινόν; Ἡμεῖς δέ, ἐπειδὴ δουλεύομεν τῷ Κυρίῳ, ἔχομεν τὸ ὄνομα τὸ καινόν: καινὸν μὲν, ἀλλ' ὄνομα τὸ καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Περιεδράξατο τῆς οἰκουμένης τοῦτο τὸ ὄνομα. Ἰουδαῖοι μὲν γὰρ μέχρι χώρας τινὸς, χριστιανοὶ δὲ μεχρὶ περάτων τῆς οἰκουμένης: τὸ γὰρ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ καταγγέλλεται ὄνομα. Θέλεις δὲ γνῶναι ὅτι τοῦ Χριστοῦ ὄνομα ᾔδεισαν οἱ ἀπόστολοι καὶ ἐκήρυξαν, μᾶλλον δὲ καὶ Χριστὸν αὐτὸν εἶχον ἐν ἑαυτοῖς; Παῦλός φησι πρὸς τοὺς ἀκούοντας: Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Παῦλος καταγγέλλει τὸν Χριστὸν,[ λέγων: Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν]: τίς ἆρα οὗτος; Ὁ τὸ πρότερον διώξας. Ὢ μεγάλου θαύματος! ὁ πρότερον διώξας, αὐτὸς Χριστὸν καταγγέλλει. Διὰ τί; χρήμασιν ἆρα πεισθείς; ἀλλ' οὐδεὶς ἦν ὁ πείθων οὕτως. Ἀλλ' ἆρα βλέπων αὐτὸν παρόντα, καὶ δυσωπούμενος; ἤδη ἦν ἀναληφθεὶς εἰς οὐρανόν. Ἐξῆλθεν ἐπὶ τὸ διώκειν: καὶ μετὰ τρεῖς ἡμέρας ἐν Δαμασκῷ κήρυξ ὁ διώκτης. Ποίᾳ δυνάμει; Ἄλλοι μὲν οὖν οἰκείους ὑπὲρ οἰκείων καλοῦσι μάρτυρας: ἐγὼ δέ σοι μάρτυρα τὸν πρότερον ἐχθρὸν παρέστησα. Ἔτι ἀμφιβάλλεις; Μεγάλη μὲν γὰρ Πέτρου καὶ Ἰωάννου μαρτυρία: ἀλλ' ὕποπτός τις ἦν: οἰκεῖοι γὰρ ἦσαν. Τοῦ δὲ πρότερον ἐχθροῦ, ὕστερον δὲ ὑπεραποθνήσκοντος, τίς ἔτι ἀμφιβάλλει πρὸς τὴν ἀλήθειαν; Ἐνταῦθα γενόμενος τοῦ λόγου, τεθαύμακα ἀληθῶς τὴν τοῦ ἁγίου Πνεύματος οἰκονομίαν: πῶς τὰς μὲν τῶν ἄλλων ἐπιστολὰς εἰς ὀλίγον περιέγραψεν ἀριθμὸν, Παύλῳ δὲ τῷ πρότερον διώκτῃ γράψαι δεκατέσσαρας ἐπιστολὰς ἐχαρίσατο. Οὐ γὰρ ὅτι ἥττων ἦν Πέτρος ἢ Ἰωάννης, ἐνέκοψε τὴν χάριν: μὴ γένοιτο: ἀλλ' ὑπὲρ τοῦ ἀναμφίβολον εἶναι τὴν διδασκαλίαν, τῷ πρότερον ὄντι ἐχθρῷ καὶ διώκτῃ πλεῖον ἐχαρίσατο γράφειν, ἵνα πάντες οὕτω πιστοποιηθῶμεν. Ἐξίσταντο δὲ πάντες περὶ τοῦ Παύλου καὶ ἔλεγον: Οὐχ οὗτός ἐστιν ὁ πρότερον διώκων; οὐχ ὧδε ἦλθεν, ἵνα δεδεμένους ἡμᾶς ἀπαγάγῃ εἰς Ἱερουσαλήμ; Μὴ ἐξίστασθέ, φησιν ὁ Παῦλος, Ἐγὼ οἶδα ὅτι σκληρόν μοί ἐστι πρὸς κέντρα λακτίζειν. Οἶδα ὅτι οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ, ἀλλ' ἀγνοῶν. Ἐνόμιζον γὰρ κατάλυσιν εἶναι τοῦ νόμου τὸ περὶ Χριστοῦ κήρυγμα. Οὐκ ᾔδειν δὲ ὅτι αὐτὸς ἦλθε πληρῶσαι τὸν νόμον, καὶ οὐ καταλῦσαι. Ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Θεοῦ ἐν ἐμοί. Πολλαὶ τυγχάνουσιν ἀληθεῖς, ἀγαπητοὶ, περὶ Χριστοῦ μαρτυρίαι. Μαρτυρεῖ Πατὴρ οὐρανόθεν περὶ τοῦ Υἱοῦ. Μαρτυρεῖ τὸ Πνεῦμα τὸ ἅγιον καταβαῖνον σωματικῶς ἐν εἴδει περιστερᾶς. Μαρτυρεῖ Γαβριὴλ ὁ ἀρχάγγελος τὴν Μαριὰμ εὐαγγελιζόμενος. Μαρτυρεῖ παρθένος ἡ θεοτόκος: μαρτυρεῖ ὁ μακάριος τῆς φάτνης τόπος. Αἴγυπτος μαρτυρεῖ, ἡ ἔτι νέον ὄντα τῷ σώματι τὸν δεσπότην δεξαμένη. Μαρτυρεῖ Συμεὼν ὁ δεξάμενος αὐτὸν ἐν ἀγκάλαις, καὶ εἰπών: Νῦν ἀπολύεις τὸν δοῦλόν σου δέσποτα: κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ: ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,[ ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν]. Καὶ Ἄννα προφῆτις, ἐγκρατὴς εὐλαβεστάτη καὶ ἀσκήτρια, μαρτυρεῖ περὶ αὐτοῦ. Μαρτυρεῖ Ἰωάννης ὁ βαπτιστὴς, ὁ μέγιστος μὲν ἐν προφήταις, ἀρχηγὸς δὲ τῆς καινῆς διαθήκης, καὶ τρόπον τινὰ συνάπτων ἀμφοτέρας ἐν αὐτῷ τὰς διαθήκας, παλαιάν τε καὶ καινήν. Μαρτυρεῖ ὁ Ἰορδάνης ἐν ποταμοῖς. Μαρτυρεῖ θάλασσα Τιβεριάδος ἐν θαλάσσαις. Μαρτυροῦσι τυφλοὶ, μαρτυροῦσι χωλοὶ, μαρτυροῦσι νεκροὶ ἐγειρόμενοι. Δαίμονες μαρτυροῦσι λέγοντες: Τί ἡμῖν καί σοι Ἰησοῦ: οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Μαρτυροῦσιν ἄνεμοι προστασσόμενοι καὶ φιμούμενοι. Πέντε ἄρτοι μαρτυροῦσιν εἰς πεντακισχιλίους πληθυνθέντες. Τὸ ξύλον τὸ ἅγιον τοῦ σταυροῦ μαρτυρεῖ, μέχρι σήμερον παρ' ἡμῖν φαινόμενον, καὶ διὰ τῶν κατὰ πίστιν ἐξ αὐτοῦ λαμβανόντων, ἐντεῦθεν τὴν οἰκουμένην πᾶσαν σχεδὸν ἤδη πληρῶσαν. Ὁ φοῖνιξ ὁ ἐπὶ τῆς φάραγγος μαρτυρεῖ, τὰ βάϊα παρασχὼν παισὶ τοῖς τότε εὐφημοῦσι. Τὸ Γεθσημανῆ μαρτυρεῖ, τὸν Ἰούδαν μονονουχὶ δεικνύον ἔτι τοῖς νοοῦσιν. Ὁ Γολγοθᾶς ὁ ἅγιος οὗτος ὁ ὑπερανεστηκὼς, μαρτυρεῖ φαινόμενος. Τὸ μνῆμα τῆς ἁγιότητος μαρτυρεῖ, καὶ ὁ λίθος ὁ μέχρι σήμερον κείμενος. Ἥλιος νῦν λάμπων μαρτυρεῖ, ὁ τότε κατὰ τὸν καιρὸν τοῦ σωτηριώδους πάθους ἐκλιπών. Τὸ σκότος μαρτυρεῖ, τὸ τότε γενόμενον ἀπὸ ἕκτης μέχρις ἐννάτης ὥρας. Τὸ φῶς μαρτυρεῖ, τὸ ἀπὸ ἐννάτης ἕως ἑσπέρας ἐκλάμψαν. Τὸ ὄρος τῶν Ἐλαιῶν μαρτυρεῖ τὸ ἅγιον, ἀφ' οὗπερ ἀνῆλθε πρὸς τὸν Πατέρα: καὶ ὀμβροτόκοι νεφέλαι μαρτυροῦσι, δεξάμεναι τὸν δεσπότην. Καὶ οὐράνιοι δὲ πύλαι μαρτυροῦσι[ δεξάμεναι τὸν δεσπότην], περὶ ὧν εἶπεν ὁ ψαλμῳδός: Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Οἱ ποτὲ ἐχθροὶ μαρτυροῦσιν, ὧν εἷς ὁ μακάριος Παῦλός ἐστιν, πρὸς ὀλίγον μὲν ἐχθράνας, πολυχρονίως δὲ δουλεύσας. Ἀπόστολοι δώδεκα μαρτυροῦσιν οὐ λόγοις μόνον, ἀλλὰ καὶ βασάνοις καὶ θανάτοις ἰδίοις κηρύξαντες τὴν ἀλήθειαν. Ἡ σκιὰ Πέτρου μαρτυρεῖ, θεραπεύσασα ἐν ὀνόματι Χριστοῦ τοὺς ἀῤῥωστοῦντας. Τὰ σουδάρια καὶ τὰ σημικίνθια μαρτυρεῖ: θεραπεύοντα παραπλησίως τῇ δυνάμει τοῦ Χριστοῦ τότε διὰ Παύλου. Πέρσαι καὶ Γότθοι καὶ πάντες οἱ ἐξ ἐθνῶν μαρτυροῦσιν, ὑπεραποθνήσκοντες τούτου, ὃν σαρκὸς ὀφθαλμοῖς οὐκ ἐθεώρησαν. Οἱ διὰ τῶν πιστῶν μέχρι σήμερον ἀπελαυνόμενοι δαίμονες μαρτυροῦσι. Τοσοῦτοι, καὶ διάφοροι, καὶ πλείους εἰσὶ μάρτυρες: ἆρα ἀπιστεῖται λοιπὸν Χριστὸς ὁ μαρτυρούμενος; Εἰ μὲν οὖν ἐστί τις πρότερον ἀπιστῶν, πιστευέτω νῦν: εἰ δὲ πρότερον ἦν πιστὸς, προσθήκην πίστεως λαμβανέτω μείζονα, πιστεύων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν: καὶ γινωσκέτω τίνος ἔχει τὴν προσηγορίαν. Χριστιανὸς ἐκλήθης: φεῖσαι τοῦ ὀνόματος. Μὴ διὰ σὲ βλασφημείσθω ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ: Ἀλλὰ λαμψάτω τὰ καλὰ ἔργα σου μᾶλλον ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα οἱ βλέποντες ἄνθρωποι δοξάζωσιν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς: ᾧ ἡ δόξα καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.