Catecheses to the Illuminandi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem">
—
⋯
Original / primary: Textus receptus
11.1
[ 11] ΚΑΤΗΧΗΣΙΣ ΙΑʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα εἰς τό: ΤΟΝ ὙΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ, ΤΟΝ ΕΚ ΤΟΥ ΠΑΤΡΟΣ ΓΕΝΝΗΘΕΝΤΑ ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ ΠΡΟ ΠΑΝΤΩΝ ΤΩΝ ΑΙΩΝΩΝ, ΔΙ' ὉΥ ΤΑ ΠΑΝΤΑ ΕΓΕΝΕΤΟ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ἑβραίους: Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, καὶ τὰ ἑξῆς. Ὅτι μὲν εἰς Ἰησοῦν Χριστὸν ἐλπίζομεν, αὐτάρκως κατὰ δύναμιν ἡμῖν εἴρηται, διὰ τῶν χθὲς ὑμῖν παραδεδομένων. Οὐχ ἁπλῶς δὲ εἰς Χριστὸν Ἰησοῦν πιστευτέον, οὐδὲ ὡς ἕνα τῶν πολλῶν καταχρηστικῶς καλουμένων χριστῶν παραδεκτέον. Ἐκεῖνοι μὲν γὰρ ἦσαν χριστοὶ τυπικοί: οὗτος δὲ Χριστὸς ἀληθής: οὐκ ἐξ ἀνθρώπων ἐκ προκοπῆς εἰς ἱερωσύνην ἀνελθὼν, ἀλλ' ἀεὶ τὸ τῆς ἱερωσύνης πατρόθεν ἔχων ἀξίωμα. Καὶ διὰ τοῦτο προασφαλιζομένη ἡ Πίστις, ἵνα μὴ τῶν ψιλῶν χριστῶν ὑποπτεύσωμεν ἕνα, προστίθησι τῇ τῆς Πίστεως ἐπαγγελίᾳ, ὅτι πιστεύομεν ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ, ΤΟΝ ὙΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ. Υἱὸν δὲ πάλιν ἀκούων, μὴ νομίσῃς θετὸν, ἀλλὰ φυσικὸν Υἱὸν, Υἱὸν μονογενῆ, ἀδελφὸν ἕτερον οὐκ ἔχοντα. Διὰ τοῦτο γὰρ καλεῖται μονογενὴς, ὅτι εἰς τὸ τῆς θεότητος ἀξίωμα καὶ τὴν ἐκ Πατρὸς γέννησιν ἀδελφὸν οὐκ ἔχει. Υἱὸν δὲ τοῦ Θεοῦ καλοῦμεν αὐτὸν οὐκ ἀφ' ἑαυτῶν, ἀλλὰ γὰρ αὐτοῦ τοῦ Πατρὸς αὐτὸν Χριστὸν Υἱὸν ὀνομάσαντος. Ἀληθὴς δὲ προσηγορία, ἡ ἐκ πατέρων τοῖς τέκνοις ἐπιτιθεμένη. Ἐνηνθρώπησε τότε ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀλλ' ὑπὸ τῶν πολλῶν ἠγνοεῖτο. Διδάξαι δὲ βουλόμενος τὸ ἀγνοούμενον, συναγαγὼν τοὺς μαθητὰς, ἠρώτα: Τίνα με λέγουσιν εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; οὐ κενοδοξῶν, ἀλλὰ τὴν ἀλήθειαν αὐτοῖς δεῖξαι βουλόμενος: ἵνα μὴ Θεῷ Θεοῦ μονογενεῖ συνοικοῦντες, ὡς ἀνθρώπου τινὸς ψιλοῦ καταφρονήσωσιν. Εἰπόντων δὲ ἐκείνων ὅτι οἱ μὲν Ἡλίαν, οἱ δὲ Ἱερεμίαν, ἔφη πρὸς αὐτούς: ἐκεῖνοι μὲν μὴ εἰδότες, συγγνωστοί: ὑμεῖς δὲ οἱ Ἀπόστολοι, οἱ ἐπὶ τῷ ὀνόματί μου λεπροὺς καθαρίζοντες καὶ δαιμόνια ἐκβάλλοντες καὶ νεκροὺς ἐγείροντες, οὐκ ὀφείλετε τοῦτον ἀγνοεῖν, δι' ὃν ποιεῖτε τὰ θαυμάσια. Πάντων δὲ ἀποσιωπησάντων,( ὑπὲρ ἄνθρωπον γὰρ ἦν τὸ μάθημα) Πέτρος ὁ πρωτοστάτης τῶν ἀποστόλων καὶ τῆς Ἐκκλησίας κορυφαῖος κήρυξ, οὐχ εὑρεσιλογίᾳ χρησάμενος, οὐδ' ἀνθρωπίνῳ λογισμῷ πεισθεὶς, ἀλλὰ πατρόθεν φωτισθεὶς τὴν διάνοιάν φησι πρὸς αὐτόν: Σὺ εἶ ὁ Χριστός: οὐχ ἀπλῶς, ἀλλ', ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ μακαρισμὸς ἐπακολουθεῖ τῷ ῥήματι:( ἦν γὰρ καὶ ἀληθῶς ὑπὲρ ἄνθρωπον,) καὶ σφραγὶς ἐπὶ τῷ ῥηθέντι, ὅτι Πατὴρ ἦν ὁ ἀποκαλύψας. Λέγει γὰρ ὁ Σωτήρ: Μακάριος εἶ Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Ὁ τοίνυν γνωρίζων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τῆς μακαριότητος μετέχει: ὁ δὲ ἀρνούμενος τὸν Υἱὸν τοῦ Θεοῦ, δείλαιός ἐστι καὶ ἄθλιος. Υἱὸν δὲ πάλιν ἀκούων, μὴ καταχρηστικῶς ἄκουε μόνον: ἀλλὰ υἱὸν ἀληθῶς, υἱὸν φυσικὸν, ἄναρχον: οὐκ ἐκ δουλείας εἰς προκοπὴν υἱοθεσίας ἀνελθόντα, ἀλλὰ Υἱὸν ἀεὶ γεννηθέντα ἀπεριεργάστῳ καὶ ἀκαταλήπτῳ τῇ γεννήσει. Καὶ πρωτότοκον ὁμοίως ἀκούων, μὴ νομίσῃς εἶναι κατὰ τοὺς ἀνθρώπους. Οἱ μὲν γὰρ ἐν ἀνθρώποις πρωτότοκοι, καὶ ἄλλους ἔχουσιν ἀδελφούς: καί που γέγραπται: Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Ἀλλ', ὡς ὁ Ῥουβὴν, πρωτότοκος ἦν ἐκπεπτωκὼς ὁ Ἰσραήλ. Ἐκεῖνος μὲν γὰρ ἀνέβη ἐπὶ τὴν κοίτην τοῦ πατρός: ὁ δὲ Ἰσραὴλ τὸν Υἱὸν τοῦ Πατρὸς ἐκβαλὼν ἐκ τοῦ ἀμπελῶνος, ἐσταύρωσεν. Καὶ πρὸς ἄλλους δέ φησιν ἡ γραφή: Υἱοί ἐστε Κυρίου τοῦ Θεοῦ ὑμῶν. Καὶ ἀλλαχοῦ: Ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. Εἶπα, οὐκ ἐγέννησα. Ἐκεῖνοι ἐν τῷ εἰπεῖν τὸν Θεὸν τὴν υἱοθεσίαν προσέλαβον, ἣν οὐκ εἶχον: οὗτος δὲ οὐκ ἄλλο τι ὢν, ἄλλο τι ἐγεννήθη: ἀλλὰ Υἱὸς[ τοῦ Πατρὸς] ἐξ ἀρχῆς ἐγεννήθη,[ ὑπεράνω πάσης ἀρχῆς καὶ αἰώνων τυγχάνων,] Υἱὸς τοῦ Πατρὸς ἐν πᾶσιν ὅμοιος τῷ γεγεννηκότι:[ ἀΐδιος ἐξ ἀϊδίου Πατρὸς,] ζωὴ ἐκ ζωῆς γεγεννημένος, καὶ φῶς ἐκ φωτὸς, καὶ ἀλήθεια ἐξ ἀληθείας, καὶ σοφία ἐκ σοφοῦ καὶ βασιλεὺς ἐκ βασιλέως, καὶ Θεὸς ἐκ Θεοῦ, καὶ δύναμις ἐκ δυνάμεως. Ἐὰν τοίνυν ἀκούσῃς τοῦ εὐαγγελίου λέγοντος: Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ: τὸ κατὰ σάρκα νόησον. Υἱὸς μὲν γὰρ Δαβὶδ ἐπὶ συντελείᾳ τῶν αἰώνων: Υἱὸς δὲ Θεοῦ πρὸ πάντων τῶν αἰώνων[ ἀνάρχως]. Κἀκεῖνο μὲν προσέλαβεν, ὅπερ οὐκ εἶχε: τοῦτο δὲ ὃ ἔχει, ἀϊδίως ἔχει γεννηθεὶς ἐκ Πατρός. Δύο ἔχει πατέρας: ἕνα τὸν Δαβὶδ κατὰ σάρκα, καὶ ἕνα τὸν Θεὸν Πατέρα θεϊκῶς. Ἀλλὰ τὸ μὲν κατὰ τὸν Δαβὶδ, καὶ χρόνῳ ὑποβάλλεται καὶ ψηλαφᾶται καὶ γενεαλογεῖται: τὸ δὲ κατὰ τὴν θεότητα, οὔτε χρόνῳ ὑποβάλλεται οὔτε τόπῳ, οὔτε γενεαλογεῖται: τὴν γὰρ γενεὰν αὐτοῦ τίς διηγήσεται; Πνεῦμα ὁ Θεός. Ὁ Πνεῦμα ὢν, πνευματικῶς ἐγέννησεν ὡς ἀσώματος, ἀπεριέργαστον καὶ ἀκατάληπτον γέννησιν. Ὁ Υἱὸς αὐτὸς λέγει περὶ τοῦ Πατρός: Κύριος εἶπε πρός με, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Τὸ δὲ σήμερον, οὐ πρόσφατον, ἀλλ' ἀΐδιον: τὸ σήμερον ἄχρονον, πρὸ πάντων τῶν αἰώνων. Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Πίστευσον τοίνυν εἰς ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ ὙΙΟΝ ΘΕΟΥ ζῶντος: Υἱὸν δὲ ΜΟΝΟΓΕΝΗ, κατὰ τὸ εὐαγγέλιον τὸ λέγον: Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Καὶ πάλιν: Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν: ὅτι οὐκ ἐπίστευσεν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ. Περὶ οὗ μαρτυρῶν ὁ Ἰωάννης ἔλεγε: Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός: πλήρης χάριτος καὶ ἀληθείας. Ὃν τρέμοντες οἱ δαίμονες, ἔλεγον: Ἔα, τί ἡμῖν καί σοι, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ, τοῦ ζῶντος. Υἱὸς τοίνυν τοῦ Θεοῦ ἐστι φύσει καὶ οὐ θέσει, γεννηθεὶς ἐκ Πατρός. Καὶ ὁ μὲν ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ: ὁ δὲ ἀθετῶν τὸν γεγεννημένον, ἀναπέμπει τὴν ὕβριν εἰς τὸν γεγεννηκότα. Γεννῶντα δὲ Θεὸν ὅταν ἀκούσῃς, μὴ καταπέσῃς εἰς σώματα, μηδὲ φθαρτὴν γέννησιν ὑπολάβῃς, ἵνα μὴ ἀσεβήσῃς. Πνεῦμα ὁ Θεὸς, πνευματικὴ ἡ γέννησις: τὰ μὲν γὰρ σώματα γεννᾷ σώματα, καὶ χρεία τοῖς σώμασι γεννωμένοις χρόνον μεσιτεύειν. Μεσίτης δὲ τῆς ἐκ Πατρὸς Υἱοῦ γεννήσεως χρόνος οὐκ ἔστιν. Καὶ ὧδε μὲν γεννᾶται τὸ γεννώμενον ἀτελὲς, ὁ Υἱὸς δὲ τοῦ Θεοῦ τέλειος ἐγεννήθη. Ὅπερ γὰρ νῦν ἐστι, τοῦτο καὶ ἐξ ἀρχῆς ἐστι γεγεννημένος,[ ἀνάρχως]. Ἡμεῖς γεννώμεθα, ἐξ ἀμαθείας νηπιώδους εἰς λογιότητα μεταβαίνοντες: ἀτελὴς, ἄνθρωπε, ἡ σὴ γέννησις, ἐκ προκοπῆς γὰρ ἡ πρόσληψις. Ἐκεῖ δὲ οὕτω μὴ νόμιζε, μηδὲ ἀσθένειαν κατηγόρει τοῦ γεγεννηκότος. Εἰ γὰρ ἀτελὲς μὲν ἐγέννησε, χρόνῳ δὲ τοῦτο προσέλαβε τὸ τέλειον, ἀσθένειαν κατηγορεῖς τοῦ γεγεννηκότος: εἴγε ὃ χρόνοις ὕστερον ἐχαρίσατο κατὰ σὲ, τοῦτο ἐξ ἀρχῆς ὁ γεννήτωρ οὐκ ἐχαρίσατο. Μὴ τοίνυν ἀνθρωπίνην εἶναι νομίσῃς τὴν γέννησιν: μηδὲ ὥσπερ ἐγέννησεν Ἀβραὰμ τὸν Ἰσαάκ. Ἀβραὰμ γὰρ τὸν Ἰσαὰκ ἐγέννησεν ἀλλ' οὐχ ὅπερ ἐβούλετο ἐγέννα, ἀλλ' ὅπερ ἄλλος ἐχαρίζετο. Τοῦ δὲ Θεοῦ καὶ Πατρὸς γεννῶντος, οὔτε ἄγνοιά ἐστιν οὔτε σκέψις ἐν μέσῳ. Τό τε γὰρ εἰπεῖν, ὅτι ἠγνόει τὸ γεννώμενον, ἀσέβεια μεγίστη. Καὶ τὸ εἰπεῖν, ὅτι χρόνοις σκεψάμενος, ὕστερον Πατὴρ ἐγένετο, τῆς αὐτῆς ἐστιν ἀσεβείας. Οὐ γὰρ πρότερον ὢν Θεὸς ἄπαις, ὕστερον ἐν χρόνοις ἐγένετο Πατήρ: ἀλλ' ἀεὶ ἔχει τὸν Υἱὸν, γεννήσας αὐτὸν οὐχ ὡς ἄνθρωποι ἀνθρώπους, ἀλλ' ὡς αὐτὸς οἶδεν μόνος, ὁ γεννήσας αὐτὸν πρὸ πάντων τῶν αἰώνων ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ. Θεὸς γὰρ ἀληθινὸς ὢν ὁ Πατὴρ, ὅμοιον ἑαυτῷ ἐγέννα τὸν Υἱὸν, Θεὸν ἀληθινόν: οὐχ ὡς διδάσκαλοι γεννῶσι μαθητὰς, οὐχ ὡς Παῦλος φησί τισιν: Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ὧδε μὲν γὰρ ὁ μὴ κατὰ φύσιν υἱὸς ὢν, διὰ τῆς μαθητείας υἱὸς ἐγένετο: ἐκεῖ δὲ φυσικὸς υἱὸς, ἀληθὴς υἱός. Οὐχ ὡς ὑμεῖς, οἱ Φωτιζόμενοι, νῦν γίνεσθε υἱοὶ τοῦ Θεοῦ. Γίνεσθε γὰρ καὶ ὑμεῖς υἱοὶ, ἀλλὰ θέσει κατὰ χάριν, ὡς γέγραπται: Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ: οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ἡμεῖς μὲν γεννώμεθα ἐξ ὕδατος καὶ πνεύματος: οὐχ οὕτω δὲ ἐγεννήθη Χριστὸς ἐκ Πατρός. Κατὰ τὸν καιρὸν γὰρ τοῦ βαπτίσματος προσφωνῶν καὶ λέγων, Οὗτός ἐστιν ὁ Υἱός μου: οὐκ εἶπεν, οὗτος νῦν γέγονεν Υἱός μου: ἀλλ', οὗτός ΕΣΤΙΝ ὁ Υἱός μου: ἵνα δηλώσῃ, ὅτι καὶ πρὸ τῆς τοῦ βαπτίσματος ἐνεργείας Υἱὸς ἦν. Ἐγέννησεν ὁ Πατὴρ τὸν Υἱὸν, οὐχ ὡς ἐν ἀνθρώποις γεννᾷ νοῦς λόγον. Ὁ μὲν γὰρ νοῦς ἐν ἡμῖν ἐνυπόστατός ἐστιν ὁ δὲ λόγος, λαληθεὶς καὶ εἰς ἀέρα διαχυθεὶς ἀπόλλυται. Ἡμεῖς δὲ οἴδαμεν τὸν Χριστὸν γεννηθέντα λόγον οὐ προφορικὸν, ἀλλὰ Λόγον ἐνυπόστατον, ζῶντα, οὐ χείλεσι λαληθέντα καὶ διαχυθέντα, ἀλλ' ἐκ Πατρὸς ἀϊδίως καὶ ἀνεκφράστως, καὶ ἐν ὑποστάσει γεννηθέντα. Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος,[ καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος] ἐν δεξιᾷ καθεζόμενος, Λόγος νοῶν τοῦ Πατρὸς τὸ βούλημα καὶ δημιουργῶν τὰ πάντα τῷ ἐκείνου νεύματι. Λόγος ὁ καταβὰς καὶ ἀναβάς: ὁ γὰρ προφορικὸς, λαλούμενος οὐ καταβαίνει οὐδὲ ἀναβαίνει. Λόγος λαλῶν, καὶ λέγων: Ἁ ἑώρακα παρὰ τῷ Πατρί μου, ταῦτα λαλῶ. Λόγος ἐξουσιαστικὸς καὶ βασιλεύων τῶν πάντων: πάντα γὰρ τῷ Υἱῷ παραδέδωκεν ὁ Πατήρ. Ἐγέννησε τοίνυν αὐτὸν, οὐχ οὕτως ὁ Πατὴρ ὡς ἄν τις νοήσειεν ἀνθρώπων, ἀλλ' ὡς οἶδεν αὐτὸς μόνος. Οὐ γὰρ τό, πῶς ἐγέννησεν, εἰπεῖν ἐπαγγελλόμεθα, ἀλλὰ τό, οὐχ οὕτως, διαβεβαιούμεθα. Καὶ οὐχ ἡμεῖς ἀγνοοῦμεν μόνον τὴν ἐκ Πατρὸς τοῦ Υἱοῦ γέννησιν, ἀλλὰ καὶ πᾶσα γεννητὴ φύσις. Ἐκδιήγησαι γῇ, ἐάν σοι φράσῃ: καὶ ἐὰν ἐξετάσῃς πάντα τὰ ὄντα ἐπὶ τῆς γῆς, οὐ δυνήσεται εἰπεῖν. Ἡ γὰρ γῆ τοῦ οἰκείου κεραμέως καὶ πλάστου τὴν ὑπόστασιν λέγειν οὐ δύναται. Οὐ μόνον δὲ γῆ οὐκ οἶδεν, ἀλλ' οὐδὲ ἥλιος. Τετάρτῃ γὰρ ἡμέρᾳ ὁ ἥλιος ἐκτίσθη, τὰ ἐν ταῖς πρὸ αὐτοῦ τρισὶ μὴ γινώσκων. Ὁ δὲ τὰ ἐν τρισὶν ἡμέραις, ταῖς πρὸ αὐτοῦ, μὴ εἰδὼς, αὐτὸν τὸν ποιητὴν ἐξειπεῖν οὐ δυνήσεται. Οὐρανὸς τοῦτο οὐ διηγήσεται: νεύματι γὰρ Πατρὸς ὑπὸ τοῦ Χριστοῦ καὶ ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη. Οὐδὲ οἱ οὐρανοὶ τῶν οὐρανῶν διηγήσονται, οὐδὲ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν τοῦτο διηγήσεται. Τί τοίνυν ἀθυμεῖς ἀγνοῶν ἄνθρωπε, ὅπερ ἀγνοοῦσι καὶ οἱ οὐρανοί; Οὐ μόνον δὲ οἱ οὐρανοὶ τὴν γέννησιν ἀγνοοῦσιν, ἀλλὰ καὶ πᾶσα ἀγγελικὴ φύσις. Εἰ γάρ τις( εἴγε ἦν δυνατὸν) ἀναβὰς εἰς πρῶτον οὐρανὸν, καὶ τῶν ἐκεῖ ἀγγέλων κατανοήσας τὴν κατάστασιν, προσελθὼν ἐρωτήσειε, πῶς ὁ Θεὸς ἐγέννησε τὸν ἑαυτοῦ Υἱὸν, ἐροῦσιν ἴσως ἔχομεν ὑπὲρ ἡμᾶς μείζονας ἀνωτέρους, ἐκείνους ἐρώτησον. Ἀνάβηθι πρὸς δεύτερον οὐρανὸν καὶ τρίτον: φθάσον, εἰ δύνῃ, πρὸς θρόνους καὶ κυριότητας, ἀρχάς τε καὶ ἐξουσίας: κἂν πρὸς ἐκείνους δέ τις φθάσειεν, ὅπερ ἀδύνατον, κἀκεῖνοι παραιτήσονται τὴν διήγησιν, οὐδὲ γὰρ οἴδασι. Καὶ ἐγὼ τεθαύμακα ἀεὶ τῶν τολμηρῶν τὴν φιλοπραγμοσύνην, τῶν διὰ τῆς νομιζομένης εὐλαβείας εἰς ἀσέβειαν ἐκπιπτόντων. Θρόνους γὰρ καὶ κυριότητας, τὰ Χριστοῦ ποιήματα, καὶ ἀρχὰς καὶ ἐξουσίας ἀγνοοῦντες, αὐτὸν τὸν ποιητὴν φιλοπραγμονεῖν ἐπιχειροῦσιν. Εἰπέ μοι πρῶτον, ὦ τολμηρότατε, τί διαφέρει θρόνος κυριότητος, καὶ τότε πολυπραγμόνει τὰ κατὰ Χριστόν. Εἰπέ μοι, τί μέν ἐστιν ἀρχὴ, τί δὲ ἐξουσία, τί δὲ δύναμις, τί δὲ ἄγγελος: καὶ τότε τὸν ποιητὴν πολυπραγμόνει: πάντα γὰρ δι' αὐτοῦ ἐγένετο. Ἀλλ' οὐ θέλεις ἐρωτῆσαι θρόνους ἢ κυριότητας, ἢ οὐ δύνασαι. Τί ἐστιν ἕτερον γινῶσκον τὰ βάθη τοῦ Θεοῦ, εἰ μὴ μόνον τὸ Πνεῦμα τὸ ἅγιον, τὸ λαλῆσαν τὰς θείας γραφάς; Ἀλλ' οὐδ' αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον, περὶ τῆς ἐκ Πατρὸς τοῦ Υἱοῦ γεννήσεως ἐν ταῖς γραφαῖς ἐλάλησεν. Τί τοίνυν πολυπραγμονεῖς, ἃ μηδὲ τὸ Πνεῦμα τὸ ἅγιον ἔγραψεν ἐν ταῖς γραφαῖς; Ὁ τὰ γεγραμμένα μὴ γινώσκων, τὰ μὴ γεγραμμένα πολυπραγμονεῖς; Πολλὰ ζητήματά ἐστιν ἐν ταῖς θείαις γραφαῖς: τὸ γεγραμμένον οὐ καταλαμβάνομεν, τί τὸ μὴ γεγραμμένον πολυπραγμονοῦμεν; Αὔταρκες ἡμῖν εἰδέναι, ὅτι Θεὸς ἐγέννησεν Υἱὸν ἕνα μόνον. Μὴ ἐπαισχυνθῇς ὁμολογῆσαι τὴν ἄγνοιαν, ἐπειδὴ μετ' ἀγγέλων ἀγνοεῖς. Ὁ γεννήσας οἶδε μόνος τὸν γεννηθέντα, καὶ ὁ ἐξ αὐτοῦ γεγεννημένος οἶδε τὸν γεννήσαντα. Ὁ γεννήσας οἶδε, τί ἐγέννησε: καὶ αἱ γραφαὶ δὲ μαρτυροῦσιν, ὅτι Θεὸς ὁ γεννηθείς:[ ἄναρχος. Τίς γὰρ ἔγνω ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω δὲ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα τοῦ Θεοῦ.] Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ. Καὶ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Καὶ, ὥσπερ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει, ζωοποιεῖ. Οὔτε ὁ γεννήσας ἐζημιώθη τι, οὔτε λείπει τι τῷ γεννηθέντι:( οἶδα πολλάκις ταῦτα εἰρηκὼς, ἀλλὰ πολλάκις ταῦτα εἴρηται ὑπὲρ τῆς ὑμῶν ἀσφαλείας:) οὔτε ὁ γεννήσας ἔχει πατέρα, οὔτε ὁ γεννηθεὶς ἀδελφὸν ἔχει. Οὔτε ὁ γεννήσας εἰς υἱὸν μετεβλήθη, οὔτε ὁ γεννηθεὶς πατὴρ ἐγένετο. Ἐξ ἑνὸς μόνου Πατρὸς, εἷς μονογενὴς Υἱός. Οὔτε δύο ἀγέννητοι, οὔτε δύο μονογενεῖς: ἀλλ' εἷς ἐστι Πατὴρ ἀγέννητος,( ἀγέννητος γάρ ἐστιν ὁ πατέρα μὴ ἔχων): καὶ εἷς ἐστιν Υἱὸς, ἀϊδίως ἐκ Πατρὸς γεγεννημένος: οὐ χρόνοις γεγεννημένος, ἀλλὰ πρὸ αἰώνων γεννηθείς: οὐκ ἐκ προκοπῆς αὐξηθεὶς, ἀλλὰ τοῦτο γεννηθεὶς ὅπερ ἐστὶ νῦν. Πιστεύομεν τοίνυν ΕΙΣ ΤΟΝ ὙΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ, ΤΟΝ ΕΚ ΤΟΥ ΠΑΤΡΟΣ ΓΕΝΝΗΘΕΝΤΑ ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ. Ὁ γὰρ ἀληθὴς Θεὸς οὐ γεννᾷ ψευδῆ, καθὼς εἴρηται, οὐδὲ σκεψάμενος ὕστερον ἐγέννησεν: ἀλλ' ἀϊδίως ἐγέννησε, καὶ πολὺ μᾶλλον τάχειον τῶν ἡμετέρων ῥημάτων ἢ νοημάτων, ἐγέννησεν. Ἡμεῖς μὲν γὰρ, ἐν χρόνοις λαλοῦντες χρόνους ἀναλίσκομεν: ἐπὶ δὲ τῆς θείας δυνάμεως, ἄχρονος ἡ γέννησις. Καὶ καθὼς εἴρηται πολλάκις, οὐκ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸν Υἱὸν παρήγαγεν, οὐδὲ τὸν, μὴ ὄντα εἰς υἱοθεσίαν ἤγαγεν: ἀλλ' ἀΐδιος ὢν ὁ Πατὴρ, ἀϊδίως ἐγέννησε καὶ ἀνεκφράστως Υἱὸν, ἕνα μόνον, ἀδελφὸν οὐκ ἔχοντα. Οὔτε δύο εἰσὶν ἀρχαί: ἀλλὰ κεφαλὴ τοῦ Υἱοῦ ὁ Πατὴρ, μία ἡ ἀρχή. Πατὴρ γὰρ Υἱὸν ἐγέννησε ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ, Ἐμμανουὴλ προσαγορευόμενον: ὁ δὲ Ἐμμανουὴλ μεθ' ἡμῶν ὁ Θεὸς ἑρμηνεύεται. Καὶ θέλεις γνῶναι ὅτι Θεός ἐστιν, ὁ ἐκ Πατρὸς γεννηθεὶς καὶ ὕστερον ἐνανθρωπήσας; Ἄκουε τοῦ προφήτου λέγοντος: Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Βλέπεις Θεὸν μετὰ τὴν Μωσέως νομοθεσίαν ἐνανθρωπήσαντα; Δέξαι καὶ δευτέραν μαρτυρίαν τῆς Χριστοῦ θεότητος, τὴν ἀρτίως ἀνεγνωσμένην. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἵνα γὰρ μὴ, διὰ τὴν ἔνσαρκον τὴν ἐνταῦθα γενομένην παρουσίαν, νομισθῇ μετὰ ταῦτα εἰς προκοπὴν ἐλθεῖν θεότητος, λέγει σαφῶς: Διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Βλέπεις Χριστὸν Θεὸν ὑπὸ Πατρὸς Θεοῦ χριόμενον; Θέλεις δέξασθαι καὶ τρίτην μαρτυρίαν τῆς Χριστοῦ θεότητος; Ἄκουε Ἡσαΐου λέγοντος: Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων. Καὶ μετ' ὀλίγα: Καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι θεὸς πλήν σου. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Βλέπεις Θεὸν τὸν Υἱὸν, ἔχοντα ἐν ἑαυτῷ Θεὸν τὸν Πατέρα: μονονουχὶ τὸ αὐτὸ λέγοντα, ὅπερ ἐν εὐαγγελίοις εἴρηκεν: Ὁ Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν τῷ Πατρί. Οὐκ εἴρηκεν, ὁ Πατήρ εἰμι ἐγώ: ἀλλ', ὁ Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν τῷ Πατρί. Καὶ πάλιν οὐκ εἶπεν: Ἐγὼ καὶ ὁ Πατὴρ ἕν εἰμι: ἀλλ', Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν: ἵνα μήτε ἀπαλλοτριώσωμεν, μήτε συναλοιφὴν υἱοπατορίας ἐργασώμεθα. Ἕν, διὰ τὸ κατὰ τὴν θεότητα ἀξίωμα: ἐπειδὴ Θεὸς Θεὸν ἐγέννησεν. Ἕν, διὰ τὸ κατὰ τὴν βασιλείαν: οὐ γὰρ ἄλλων βασιλεύει Πατὴρ, ἄλλων δὲ Υἱὸς, κατὰ τὸν Ἀβεσαλὼν ἀνταίρων τῷ Πατρί: ἀλλ' ὧν βασιλεύει ὁ Πατὴρ, τούτων βασιλεύει καὶ ὁ Υἱός. Ἕν, διὰ τὸ μηδεμίαν εἶναι διαφωνίαν ἢ διάστασιν: οὐ γὰρ ἄλλα βουλήματα Πατρὸς, ἄλλα δὲ Υἱοῦ. Ἕν, διὰ τὸ μὴ εἶναι ἄλλα Χριστοῦ δημιουργήματα, καὶ ἄλλα Πατρός: μία γὰρ ἡ πάντων δημιουργία, τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ πεποιηκότος: ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν: αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησάν, φησιν ὁ ψαλμῳδός. Ὁ γὰρ λέγων, λέγει τῷ ἀκούοντι: καὶ ὁ ἐντελλόμενος, ἐντέλλεται τῷ συμπαρόντι. Θεὸς τοίνυν ἀληθινὸς ὁ Υἱὸς, ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, οὐκ εἰς Πατέρα μεταβληθείς: οὐ γὰρ Πατὴρ ἐνηνθρώπησεν, ἀλλὰ Υἱός: λεγέσθω γὰρ ἐλευθερίως ἡ ἀλήθεια. Οὐ Πατὴρ ἔπαθεν ὑπὲρ ἡμῶν, ἀλλὰ Πατὴρ ἀπέστειλε τὸν ὑπὲρ ἡμῶν παθόντα. Μήτε λέγωμεν τό, Ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱός: μήτε υἱοπατορίαν καταδεξώμεθα: ἀλλ' ὁδῷ βασιλικῇ πορευθῶμεν, μὴ ἐκκλίνωμεν μήτε ἀριστερᾷ μήτε δεξιᾷ. Μήτε, διὰ τὸ νομίζειν τιμᾷν τὸν Υἱὸν, Πατέρα αὐτὸν ἀναγορεύσωμεν: μήτε, διὰ τὸ τιμᾷν τὸν Πατέρα νομίζειν, ἕν τι τῶν δημιουργημάτων τὸν Υἱὸν ὑποπτεύσωμεν. Ἀλλ' εἷς Πατὴρ, δι' ἑνὸς Υἱοῦ προσκυνείσθω, καὶ μὴ μεριζέσθω ἡ προσκύνησις. Εἷς Υἱὸς καταγγελλέσθω, πρὸ τῶν αἰώνων ἐν δεξιᾷ τοῦ Πατρὸς καθεζόμενος: τὸ συγκαθέζεσθαι οὐ χρόνοις μετὰ τὸ πάθος λαβὼν ἐκ προκοπῆς, ἀλλ' ἀϊδίως κεκτημένος. Ὁ ἑωρακὼς τὸν Υἱὸν, ἑώρακε τὸν Πατέρα. Ὅμοιος γὰρ ἐν πᾶσιν ὁ Υἱὸς τῷ γεγεννηκότι. Ζωὴ ἐκ ζωῆς γεννηθεὶς, καὶ φῶς ἐκ φωτὸς, δύναμις ἐκ δυνάμεως, Θεὸς ἐκ Θεοῦ, καὶ ἀπαράλλακτοι τῆς θεότητος οἱ χαρακτῆρές εἰσιν ἐν τῷ Υἱῷ: καὶ ὁ καταξιωθεὶς ἰδεῖν Υἱοῦ θεότητα, ἔρχεται εἰς ἀπόλαυσιν τοῦ γεγεννηκότος. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ τοῦ μονογενοῦς[ Υἱοῦ]. Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Καὶ ἵνα εἴπω συντομώτερον, μήτε χωρίζωμεν, μήτε συναλοιφὴν ἐργαζώμεθα. Καὶ μήτε ἀλλότριόν ποτε τοῦ Πατρὸς εἴπῃς τὸν Υἱόν: μήτε καταδέξῃ τοὺς λέγοντας, τὸν Πατέρα ποτὲ μὲν πατέρα, ποτὲ δὲ υἱὸν εἶναι: ἀλλότρια γὰρ καὶ ἀσεβῆ ταῦτα, καὶ οὐκ Ἐκκλησίας τὰ διδάγματα. Ἀλλ' ὁ Πατὴρ γεννήσας τὸν Υἱὸν, ἔμεινε Πατὴρ καὶ οὐκ ἠλλοίωται. Σοφίαν ἐγέννησεν, ἀλλ' οὐκ αὐτὸς ἄσοφος ἐγένετο: καὶ δύναμιν γεννήσας, οὐκ ἠσθένησε. Θεὸν γεννήσας, οὐκ αὐτὸς τῆς θεότητος ἐστερήθη: καὶ οὔτε τι αὐτὸς ἀπώλεσε μειωθεὶς ἢ ἀλλοιωθείς: οὔτε ὁ γεννηθεὶς ἔχει τι λεῖπον. Τέλειος ὁ γεννήσας, τέλειον τὸ γεννηθέν: Θεὸς ὁ γεννήσας, Θεὸς καὶ ὁ γεννηθείς: Θεὸς μὲν τῶν πάντων, Θεὸν δὲ ἑαυτοῦ, τὸν Πατέρα ἐπιγραφόμενος. Οὐ γὰρ ἐπαισχύνεται λέγων: Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἀλλ' ἵνα μὴ νομίσῃς ὅτι ὁμοίως τοῦ Υἱοῦ καὶ τῶν κτισμάτων ἐστὶ Πατὴρ, ὑποδιέστειλεν ἐν τοῖς ἑξῆς. Οὐ γὰρ εἶπεν, ἀναβαίνω πρὸς τὸν Πατέρα ἡμῶν, ἵνα μὴ κοινωνία γένηται τῶν ποιημάτων πρὸς τὸν μονογενῆ: ἀλλὰ, Πατέρα μου καὶ πατέρα ὑμῶν, εἶπεν. Ἄλλως ἐμοῦ, κατὰ φύσιν: καὶ ἄλλως ὑμῶν, κατὰ θέσιν. Καὶ πάλιν: πρὸς τὸν Θεόν μου, καὶ Θεὸν ὑμῶν. Ἄλλως ἐμοῦ, ὡς Υἱοῦ γνησίου καὶ μονογενοῦς: καὶ ἄλλως ὑμῶν, ὡς δημιουργημάτων. Θεὸς τοίνυν ἀληθινός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, πρὸ πάντων τῶν αἰώνων ἀνεκδιηγήτως γεννηθείς. Πολλάκις γὰρ λέγω τὸ αὐτὸ πρὸς ὑμᾶς, ἵνα ἐντυπωθῇ ὑμῶν τοῦτο τῇ διανοίᾳ. Καὶ ὅτι μὲν ὁ Θεὸς Υἱὸν ἔχει, τοῦτο πίστευε: τὸ δὲ πῶς, μὴ πολυπραγμόνει: ζητῶν γὰρ οὐχ εὑρήσεις. Μὴ ἐξυψοῦ σεαυτὸν, ἵνα μὴ πέσῃς. Ἃ προσετάγη σοι, ταῦτα διανοοῦ μόνα. Εἰπέ μοι πρῶτον, τίς ἐστιν ὁ γεννήσας, καὶ τότε μάνθανε ὃ ἐγέννησεν. Εἰ δὲ φύσιν οὐ δύνασαι νοῆσαι τοῦ γεγεννηκότος, τοῦ γεγεννημένου τὸν τρόπον μὴ πολυπραγμόνει. Αὔταρκές σοι πρὸς εὐσέβειαν εἰδέναι, καθὼς εἴπαμεν, ὅτι ἕνα Υἱὸν ὁ Θεὸς ἔχει μόνον, ἕνα φυσικῶς γεγεννημένον: οὐχ ὅτε ἐγεννήθη ἐν Βηθλεὲμ τοῦ εἶναι ἀρξάμενον, ἀλλὰ ΠΡΟ ΠΑΝΤΩΝ ΤΩΝ ΑΙΩΝΩΝ. Ἄκουε γὰρ Μιχαίου τοῦ προφήτου λέγοντος: Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθᾶ,[ μὴ] ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. Ἐκ σοῦ[ γάρ] μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς, ἐξ ἡμερῶν αἰῶνος. Μὴ οὖν πρόσεχε τῷ νῦν ἐκ τῆς Βηθλεέμ: ἀλλὰ προσκύνει τὸν ἀϊδίως ἐκ Πατρὸς γεννηθέντα. Μὴ χρονικὴν ἀρχὴν τοῦ Υἱοῦ καταδέξῃ τινὸς λέγοντος, ἀλλὰ ἄχρονον ἀρχὴν γίνωσκε τὸν Πατέρα. Ἀρχὴ γὰρ Υἱοῦ ἄχρονος, ἀκατάληπτος, ἄναρχος, ὁ Πατήρ. Πηγὴ τοῦ τῆς δικαιοσύνης ποταμοῦ, τοῦ μονογενοῦς, ὁ Πατὴρ, ὁ γεννήσας αὐτὸν καθὼς οἶδεν αὐτὸς μόνος. Καὶ θέλεις γνῶναι, ὅτι αἰώνιός ἐστι βασιλεὺς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; ἄκουε πάλιν αὐτοῦ λέγοντος: Ἀβραὰμ[ ὁ πατὴρ ὑμῶν] ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν: καὶ εἶδε, καὶ ἐχάρη. Εἶτα, σκληρῶς τοῦτο καταδεξαμένων τῶν Ἰουδαίων, τὸ ἐκείνοις ἔτι σκληρότερον λέγει: Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Καὶ πάλιν πρὸς τὸν Πατέρα λέγει: Καὶ νῦν δόξασόν με σὺ Πάτερ παρὰ σεαυτῷ, τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Σαφῶς γὰρ εἴρηκεν, ὅτι πρὶν τὸν κόσμον γενέσθαι, ἐγὼ εἶχον τὴν παρὰ σοὶ δόξαν. Καὶ πάλιν, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου, λέγων: σαφῶς φησιν, ὅτι ἀΐδιον ἔχω τὴν παρὰ σοὶ δόξαν. Πιστεύωμεν τοίνυν ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ, ΤΟΝ ὙΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ: ΤΟΝ ΕΚ ΤΟΥ ΠΑΤΡΟΣ ΓΕΝΝΗΘΕΝΤΑ, ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ ΠΡΟ ΠΑΝΤΩΝ ΤΩΝ ΑΙΩΝΩΝ: ΔΙ' ὉΥ ΤΑ ΠΑΝΤΑ ΕΓΕΝΕΤΟ. Εἴτε γὰρ θρόνοι εἴτε κυριότητες, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι: τὰ πάντα δι' αὐτοῦ ἐγένετο, καὶ οὐδὲν τῶν γεννητῶν ὑπεξῄρηται τῆς ἐξουσίας αὐτοῦ. Φιμούσθω πᾶσα αἵρεσις διαφόρους ποιητὰς καὶ κοσμοποιοὺς εἰσάγουσα: φιμούσθω βλασφημοῦσα[ γλῶσσα] τὸν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ. Φιμούσθωσαν οἱ λέγοντες τὸν ἥλιον εἶναι τὸν Χριστόν: ἡλίου γάρ ἐστι δημιουργὸς, οὐχ ὁ ἥλιος ὁ φαινόμενος. Φιμούσθωσαν οἱ λέγοντες ἀγγέλων δημιούργημα τὸν κόσμον, οἱ τὸ τοῦ μονογενοῦς ἀξίωμα παραρπάζειν βουλόμενοι. Εἴτε γὰρ ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε τι ὀνομαζόμενον, πάντα διὰ τοῦ Χριστοῦ ἐγένετο. Βασιλεύει τῶν ὑπ' αὐτοῦ πεποιημένων: οὐκ ἀλλοτρίαν αἰχμαλωσίαν ἁρπάσας, ἀλλὰ ἰδίων δημιουργημάτων βασιλεύων, καθὼς ὁ εὐαγγελιστὴς εἴρηκεν Ἰωάννης: Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Πάντα δι' αὐτοῦ ἐγένετο, τοῦ Πατρὸς δι' Υἱοῦ ἐργαζομένου. Καὶ βούλομαι μέν τι εἰπεῖν καὶ ὑπόδειγμα τῶν λεγομένων, ἀλλ' οἶδα αὐτὸ ἀσθενές: ποῖον γὰρ ἔσται τῶν ὁρατῶν ἀκριβὲς ὑπόδειγμα τῆς θείας[ καὶ ἀοράτου] δυνάμεως; ἀλλ' ὅμως λεγέσθω ὡς ἀσθενὲς παρὰ ἀσθενῶν πρὸς ἀσθενεῖς. Ὥσπερ γὰρ ἄν τις βασιλεὺς βασιλέα υἱὸν ἔχων, βουλόμενος κατασκευάσαι πόλιν, ὑπόθοιτο τῷ υἱῷ συμβασιλεύοντι τὴν κατασκευὴν τῆς πόλεως: ὁ δὲ τὸ παράδειγμα λαβὼν, εἰς τέλος ἄγει τὸ νοηθέν: οὕτω Πατρὸς βουληθέντος τὰ πάντα κατασκευάσαι, τῷ τοῦ Πατρὸς νεύματι ὁ Υἱὸς τὰ πάντα ἐδημιούργησεν: ἵνα τὸ μὲν νεῦμα τηρῇ τῷ Πατρὶ τὴν αὐθεντικὴν ἐξουσίαν, καὶ ὁ Υἱὸς δὲ πάλιν ἔχῃ ἐξουσίαν τῶν ἰδίων δημιουργημάτων: καὶ μήτε Πατὴρ ἀπαλλοτριωθῇ τῆς δεσποτείας τῶν ἰδίων δημιουργημάτων, μήτε ὁ Υἱὸς τῶν ὑπ' ἄλλου δημιουργηθέντων βασιλεύῃ, ἀλλὰ τῶν ὑπ' αὐτοῦ. Οὐ γὰρ ἄγγελοι, καθὼς εἴρηται, τὸν κόσμον ἐδημιούργησαν: ἀλλὰ Υἱὸς μονογενὴς, πρὸ πάντων τῶν αἰώνων γεγεννημένος, καθὼς εἴρηται: δι' οὗ τὰ πάντα ἐγένετο, μηδενὸς ὑπεξῃρημένου τῆς ὑπ' αὐτοῦ ποιήσεως. Καὶ ταῦτα μὲν ἡμῖν τέως τῇ τοῦ Χριστοῦ χάριτι λελέχθω. Ἀναδραμόντες δὲ ἐπὶ τὴν τῆς Πίστεως ἐπαγγελίαν, καταπαύσωμεν ἐν τῷ παρόντι τὸν λόγον. Πάντα ἐποίησεν ὁ Χριστὸς, κἂν ἀγγέλους λέγῃς κἂν ἀρχαγγέλους, κἂν κυριότητας κἂν θρόνους. Οὐχ ὅτι ὁ Πατὴρ ἠτόνει περὶ τὴν τῶν δημιουργημάτων αὐτουργίαν, ἀλλ' ὅτι βασιλεύειν τῶν ὑπ' αὐτοῦ πεποιημένων τὸν Υἱὸν ἠβουλήθη, αὐτὸς αὐτῷ παρέχων τῶν κατασκευαζομένων τὴν ὑφήγησιν. Τιμῶν γὰρ τὸν ἑαυτοῦ Πατέρα ὁ Μονογενής φησιν: Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα: ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ: καὶ πάλιν: Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται: κἀγὼ ἐργάζομαι: οὐδεμιᾶς οὔσης ἐν τοῖς ἐργαζομένοις ἐναντιότητος. Τὰ γὰρ ἐμὰ πάντα, σά ἐστι: καὶ τὰ σὰ, ἐμά, φησιν ἐν εὐαγγελίοις ὁ Κύριος. Καὶ τοῦτό ἐστιν ἐπιγνῶναι σαφῶς ἐκ τῆς παλαιᾶς καὶ καινῆς διαθήκης. Ὁ γὰρ λέγων: Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, πάντως ὅτι τινὶ παρόντι προσδιελέγετο. Σαφέστατα δὲ μᾶλλον ὁ ψαλμῳδὸς εἴρηκεν: Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν: αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν: ὡς μὲν τοῦ Πατρὸς ἐντελλομένου καὶ λέγοντος, τοῦ δὲ Υἱοῦ νεύματι Πατρὸς τὰ πάντα δημιουργοῦντος. Καὶ τοῦτο μυστικῶς ὁ Ἰὼβ ἔλεγεν: Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπ' ἐδάφους ἐπὶ θαλάσσης: δηλῶν τοῖς νοοῦσιν, ὅτι ὁ διὰ τῆς παρουσίας περιπατῶν ἐπὶ τῆς θαλάσσης, οὗτος ἦν ὁ πρὸ τούτου τῶν οὐρανῶν ποιητής. Καὶ πάλιν ὁ Κύριός φησιν: Ἢ σὺ λαβὼν γῆν πηλὸν, ἔπλασας ζῶον;[ καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ τῆς γῆς;] Εἶτα ἑξῆς: Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου;[ πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;] δηλῶν, ὅτι ὁ εἰς ᾅδου κατελθὼν διὰ φιλανθρωπίαν, οὗτος ἐξ ἀρχῆς ἐκ πηλοῦ κατεσκεύασε τὸν ἄνθρωπον. Ἔστι τοίνυν ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενὴς, καὶ τοῦ κόσμου ποιητής. Ἐν γὰρ τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο: καὶ, εἰς τὰ ἴδια ἦλθε, καθὼς ἡμᾶς διδάσκει τὸ εὐαγγέλιον. Οὐ μόνον δὲ τῶν φαινομένων, ἀλλὰ καὶ τῶν μὴ φαινομένων νεύματι Πατρὸς ποιητής ἐστιν ὁ Χριστός. Ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα, κατὰ τὸν Ἀπόστολον, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα: εἴτε θρόνοι εἴτε κυριότητες, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι: τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Κἂν τοὺς αἰῶνας αὐτοὺς εἴπῃς, καὶ τούτων νεύματι τοῦ Πατρός ἐστι ποιητὴς Ἰησοῦς ὁ Χριστός. Ἐπ' ἐσχάτων γὰρ τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν: ᾧ ἡ δόξα, τιμὴ, κράτος,[ σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι,] νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.