Catecheses to the Illuminandi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem">
—
⋯
Original / primary: Textus receptus
12.1
[ 12] Κατήχησις δωδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τὸ τὸν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα: καὶ ἀνάγνωσις ἐκ τοῦ Ἡσαΐου: καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων: αἴτησαι σεαυτῷ σημεῖον. καὶ ἑξῆς: ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ: καὶ τὰ ἑξῆς. Ἁγνείας σύντροφοι καὶ σωφροσύνης μαθηταί, τὸν ἐκ παρθένου γεννηθέντα θεὸν ἁγνείας μεστοῖς χείλεσιν ἀνυμνήσωμεν. οἱ τοῦ νοητοῦ προβάτου τῶν κρεῶν μεταλαβεῖν καταξιούμενοι κεφαλὴν μετὰ τῶν ποδῶν μεταλάβωμεν, κεφαλῆς μὲν τῆς θεότητος νοουμένης, ποδῶν δὲ τῆς ἀνθρωπότητος ἐκλαμβανομένης. οἱ τῶν ἁγίων εὐαγγελίων ἀκροαταὶ Ἰωάννῃ τῷ θεολόγῳ πεισθῶμεν. ὁ γὰρ εἰπών, Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος, ἐπήγαγε λέγων, Καὶ ὁ λόγος σὰρξ ἐγένετο. οὔτε γὰρ τὸν ψιλὸν ἄνθρωπον προσκυνεῖν ὅσιον, οὔτε θεὸν μόνον λέγειν χωρὶς τῆς ἀνθρωπότητος εὐσεβές. εἰ γὰρ θεὸς ὁ Χριστός, ὥσπερ οὖν καὶ ἔστι, μὴ ἀνέλαβε δὲ τὴν ἀνθρωπότητα, τῆς σωτηρίας ἀλλότριοι καθεστήκαμεν. προσκυνείσθω μὲν ὡς θεός, πιστευέσθω δὲ ὅτι καὶ ἐνηνθρώπησεν. οὔτε γὰρ τὸ λέγειν ἄνθρωπον ἄνευ θεότητος ἐπωφελές, οὔτε τὴν ἀνθρωπότητα μὴ συνομολογεῖν τῇ θεότητι σωτήριον. ὁμολογήσωμεν τοῦ βασιλέως καὶ ἰατροῦ τὴν παρουσίαν. ὁ γὰρ βασιλεὺς Ἰησοῦς ἰατρεύειν μέλλων λέντιον ἀνθρωπότητος περιζωσάμενος ἐθεράπευσε τὸ νοσοῦν. ὁ τέλειος τῶν νηπίων διδάσκαλος συνενηπίασε τοῖς νηπίοις, ἵνα σοφίσῃ τοὺς ἄφρονας. ὁ ἐπουράνιος ἄρτος κατῆλθεν ἐπὶ τῆς γῆς, ἵνα θρέψῃ τοὺς λιμώσσοντας. Ἰουδαίων δὲ παῖδες, τὸν μὲν ἐλθόντα ἀθετοῦντες, τὸν δὲ κακῶς ἐρχόμενον προσδοκῶντες, τὸν μὲν ἀληθῆ Χριστὸν παρῃτήσαντο, τὸν δὲ πλάνον οἱ πλανηθέντες ἐκδέχονται, ἀληθοῦς καὶ ἐν τούτῳ τοῦ σωτῆρος εὑρισκομένου τοῦ εἰπόντος: Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με, ἐὰν δὲ ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Καλὸν δὲ καὶ ἐπερώτησιν προσενέγκαι τοῖς ἰουδαίοις: ἀληθὴς ὁ προφήτης Ἡσαΐας ὁ λέγων ὅτι Ἐμμανουὴλ ἐκ παρθένου γεννηθήσεται, ἢ ψευδής; εἰ μὲν γὰρ ὡς ψευδοῦς κατηγοροῦσιν, οὐδὲν θαυμαστόν. ἔθος γὰρ αὐτοῖς οὐ μόνον ὡς ψευδεῖς κατηγορεῖν, ἀλλὰ καὶ λιθάζειν τοὺς προφήτας. εἰ δὲ ἀληθὴς ὁ προφήτης, δείξατε τὸν Ἐμμανουήλ. καὶ πότερον ὁ ἔρχεσθαι μέλλων, ὁ ὑφ' ὑμῶν προσδοκώμενος, ἐκ παρθένου τίκτεται, ἢ οὔ; εἰ μὲν γὰρ ἐκ παρθένου μὴ γεννᾶται, ψεῦδος κατηγορεῖτε τοῦ προφήτου. εἰ δὲ ἐπὶ τοῦ μέλλοντος τοῦτο προσδοκᾶτε, τί τὸ ἤδη γενόμενον παραιτεῖσθε; Ἰουδαῖοι μὲν οὖν πλανάσθωσαν, ἐπειδὴ θέλουσιν, ἡ δὲ ἐκκλησία τοῦ θεοῦ δοξαζέσθω. ἡμεῖς γὰρ παραδεχόμεθα θεὸν λόγον ἐνανθρωπήσαντα κατὰ ἀλήθειαν, οὐκ ἐκ θελήματος ἀνδρὸς καὶ γυναικός, ὡς αἱρετικοὶ λέγουσιν, ἀλλ' ἐκ παρθένου καὶ πνεύματος ἁγίου κατὰ τὸ εὐαγγέλιον ἐνανθρωπήσαντα, οὐ φαντασίᾳ, ἀλλὰ ἀληθείᾳ. καὶ ὅτι ἀληθῶς ἐκ παρθένου ἐνηνθρώπησε, περίμενε τὸν καιρὸν τῆς διδασκαλίας νῦν, καὶ λήψῃ τὰς ἀποδείξεις. πολύπλοκος γάρ ἐστιν ἡ τῶν αἱρετικῶν πλάνη, καὶ οἱ μὲν μηδόλως αὐτὸν ἐκ παρθένου γεγεννῆσθαι εἰρήκασιν, οἱ δὲ γεγεννῆσθαι μέν, οὐκ ἐκ παρθένου δέ, ἀλλ' ἐκ γυναικὸς ἀνδρὶ συνοικούσης. οἱ δὲ λέγουσιν οὐ θεὸν ἐνηνθρωπηκέναι τὸν Χριστόν, ἀλλ' ἄνθρωπόν τινα τεθεοποιῆσθαι. ἐτόλμησαν γὰρ εἰπεῖν, ὅτι οὐχ ὁ προὼν λόγος οὗτος ἐνηνθρώπησεν, ἀλλὰ ἄνθρωπός τις προκόψας οὗτος ἐστεφανώθη. Σὺ δὲ μνημόνευσον τῶν χθὲς περὶ τῆς θεότητος εἰρημένων. πίστευσον ὅτι αὐτὸς ἐκεῖνος ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς οὗτος ἐκ παρθένου πάλιν ἐγεννήθη. Ἰωάννῃ τῷ εὐαγγελιστῇ πείσθητι λέγοντι: καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. ὁ μὲν γὰρ λόγος αἰώνιος πρὸ πάντων τῶν αἰώνων ἐκ πατρὸς γεννηθείς, τὴν δὲ σάρκα προσφάτως ἀνέλαβε δι' ἡμᾶς. Ἀλλὰ ἀντιλέγουσι πολλοὶ καὶ λέγουσι: τί τοσοῦτον οὖν αἴτιον ὥστε θεὸν εἰς ἀνθρωπότητα καταβῆναι; καὶ εἰ ὅλως θεοῦ φύσις ἐστὶν ἀνθρώποις συναναστρέφειν, καὶ εἰ δυνατόν ἐστιν παρθένον τεκεῖν ἄνευ ἀνδρός; πολλῆς δὲ ἀντιλογίας οὔσης καὶ πολυειδοῦς τῆς μάχης φέρε τῇ τοῦ Χριστοῦ χάριτι καὶ ταῖς τῶν παρόντων εὐχαῖς ἕκαστον διαλύσωμεν. Καὶ πρῶτον μὲν ἡμῖν ζητείσθω, τίνος ἕνεκεν κατέβη ὁ Ἰησοῦς. καὶ μὴ ταῖς ἐμαῖς εὑρεσιλογίαις πρόσεχε, δυνατὸν γάρ σε ἴσως κατασοφισθῆναι. ἀλλ' ἐὰν μὴ προφητῶν περὶ ἑκάστου πράγματος δέξῃ μαρτυρίαν, μὴ πίστευε τοῖς λεγομένοις. ἐὰν μὴ καὶ περὶ τῆς παρθένου καὶ τοῦ τόπου καὶ τοῦ χρόνου καὶ τοῦ τρόπου μάθῃς ἐκ τῶν θείων γραφῶν, μὴ παραδέξῃ παρὰ ἀνθρώπου μαρτυρίαν. τὸν μὲν γὰρ παρόντα καὶ διδάσκοντα δυνατόν ἐστιν καὶ ὑποπτεῦσαι, τὸν δὲ πρὸ χιλίων καὶ πλειόνων ἐτῶν προφητεύσαντα τίς ὑποπτεύσει νοῦν ἔχων; Εἰ τοίνυν ζητεῖς τῆς Χριστοῦ παρουσίας τὸ αἴτιον, ἀνάδραμε ἐπὶ τὸ πρῶτον τῶν γραφῶν βιβλίον. ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ θεὸς τὸν κόσμον. ἀλλ' ὁ κόσμος διὰ τὸν ἄνθρωπον. ἥλιος μὲν γὰρ λαμπροτάταις αὐγαῖς ἀποστίλβων. ἀλλὰ διὰ τὸ ἀνθρώπῳ φαίνειν ἐγένετο. καὶ πάντα δὲ τὰ ζῶα διὰ τὸ δουλεύειν ἡμῖν κατέστη. βοτάναι καὶ δένδρα διὰ τὴν ἡμετέραν ἀπόλαυσιν ἐκτίσθη. πάντα καλὰ τὰ δημιουργήματα, ἀλλὰ τούτων οὐδὲν εἰκὼν θεοῦ, μόνος δὲ ἄνθρωπος. ἥλιος προστάγματι μόνῳ, ἄνθρωπος δὲ χερσὶ θείαις ἐπλάσθη. ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. εἰκὼν ξυλίνη ἐπιγείου βασιλέως τιμᾶται. πόσῳ γε μᾶλλον εἰκὼν λογικὴ θεοῦ; ἀλλὰ τοῦτο τὸ μέγιστον τῶν δημιουργημάτων ἐν παραδείσῳ χορεῦον φθόνος ἐξέβαλε διαβολικός. ἐπέχαιρεν ὁ ἐχθρὸς πεπτωκότι τῷ φθονηθέντι. ἆρα ἐβούλου μένειν χαίροντα τὸν ἐχθρόν; οὗτος μὴ τολμήσας διὰ τὸ ἰσχυρὸν προσελθεῖν τῷ ἀνδρὶ προσῆλθεν ὡς ἀσθενεστέρᾳ τῇ γυναικὶ ἔτι παρθένῳ οὔσῃ. μετὰ γὰρ τὴν ἀπόπτωσιν ἐκ τοῦ παραδείσου τότε ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ. Δεύτεροι γεγόνασι διάδοχοι τῆς ἀνθρώπων γενεᾶς Κάιν καὶ Ἄβελ, καὶ Κάιν ἀνθρωποκτόνος πρῶτος. κατακλυσμὸς ὕστερον ἐπεχύθη διὰ τὴν τῶν ἀνθρώπων πολλὴν πονηρίαν. πῦρ οὐρανόθεν κατῆλθεν ἐπὶ σοδομιτῶν διὰ τὴν παρανομίαν. ἐξελέξατο μετὰ χρόνους ὁ θεὸς τὸν Ἰσραήλ. ἀλλὰ καὶ οὗτος διεστράφη καὶ ἐτραυματίσθη τὸ γένος τὸ ἐκλεκτόν. Μωσῆς. γὰρ ἐν ὄρει θεῷ παρειστήκει, καὶ ἀντὶ θεοῦ μόσχος ὑπὸ τοῦ λαοῦ προσεκυνεῖτο. ἐπὶ τοῦ νομοθέτου Μωσέως τοῦ εἰπόντος Μὴ μοιχεύσῃς, ἀνὴρ εἰς κάμινον εἰσελθὼν ἀκολασταίνειν ἐτόλμησεν. ἀπεστάλησαν προφῆται μετὰ Μωσέα θεραπεῦσαι τὸν Ἰσραήλ. ἀλλ' ἰατρεύοντες ἀπεκλαίοντο μὴ περιγενόμενοι τοῦ πάθους, ὡς λέγειν αὐτῶν τινα: οἴμοι ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. καὶ πάλιν: πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. καὶ πάλιν: ἀρὰ καὶ κλοπὴ καὶ μοιχεία καὶ φόνος ἐκκέχυται ἐπὶ τῆς γῆς. τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἔθυσαν δαιμονίοις. οἰωνίζοντο καὶ ἐφαρμακεύοντο καὶ ἐκλῃδονίζοντο. καὶ πάλιν: τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου. Μέγιστον οὖν τὸ τραῦμα τῆς ἀνθρωπότητος. ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἦν ἐν αὐτῷ ὁλοκληρία. οὐκ ἦν μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους. εἶτα οἱ προφῆται ἀποκλαιόμενοι καὶ κάμνοντες ἔλεγον: τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον; καὶ πάλιν: γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ. καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ. καὶ ἄλλος τῶν προφητῶν παρεκάλει λέγων: κύριε κλῖνον οὐρανοὺς καὶ κατάβηθι. ὑπερβαίνει τὴν ἡμετέραν ἰατρείαν τὰ τῆς ἀνθρωπότητος τραύματα. τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. ἀδιόρθωτον ἡμῖν τὸ κακόν, σοῦ δεῖται διορθωτοῦ. Ἐπήκουσε τῆς δεήσεως τῶν προφητῶν ὁ κύριος. ὁ πατὴρ οὐχ ὑπερεῖδεν ἡμῶν τὸ γένος ἀπολλύμενον. ἐξαπέστειλε τὸν υἱὸν αὐτοῦ τὸν κύριον οὐρανόθεν ἰατρόν. καὶ λέγει τις τῶν προφητῶν« κύριος ὃν ὑμεῖς ζητεῖτε ἔρχεται, καὶ ἐξαίφνης ἥξει,» ποῦ;« εἰς τὸν ναὸν ἑαυτοῦ ὁ κύριος,» ἔνθα αὐτὸν ἐλιθάσατε. εἶτα τοῦτο ἀκούσας ἄλλος τῶν προφητῶν λέγει πρὸς αὐτόν: θεοῦ σωτηρίαν λέγων ἡσυχίᾳ λαλεῖς; θεοῦ παρουσίαν πρὸς σωτηρίαν εὐαγγελιζόμενος ἐν κρυπτῷ λαλεῖς;« ἐπ' ὄρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών: εἶπον ταῖς πόλεσιν Ἰούδα.» τί εἴπω;« ἰδοὺ ὁ θεὸς ἡμῶν,» ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται. Αὐτὸς πάλιν ὁ κύριος εἴρηκεν: ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον. Ἰσραηλῖται τὴν δι' ἐμοῦ σωτηρίαν παρῃτήσαντο. ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας. εἰς γὰρ τὰ ἴδια ἦλθε καὶ τὰ ἴδια αὐτὸν οὐ παρέλαβον. ἔρχῃ, καὶ τί χαρίζῃ τοῖς ἔθνεσιν; ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον. ἐκ τοῦ ἐμοῦ γὰρ ἀγῶνος τοῦ ἐν τῷ σταυρῷ σφραγίδα βασιλικὴν ἑκάστῳ δίδωμι τῶν ἐμῶν στρατιωτῶν ἔχειν ἐπὶ μετώπου. καὶ ἄλλος τῶν προφητῶν ἔλεγε: καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. ἠγνοεῖτο γὰρ ἀνθρώποις ἡ ἐξ οὐρανῶν κατάβασις. Εἶτα Σολομῶν ἀκούων τοῦ πατρὸς αὐτοῦ Δαβὶδ ταῦτα λέγοντος καὶ θαυμαστὸν οἶκον οἰκοδομήσας καὶ προβλέπων τὸν εἰς αὐτὸν ἐρχόμενον ἀποθαυμάζων λέγει: εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; Ναί, φησὶ προλαβὼν ὁ Δαβὶδ ἐν τῷ ἐπιγεγραμμένῳ εἰς Σολομῶντα ψαλμῷ ἐν ᾧ ἔστιν: καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. ὑετὸς μὲν διὰ τὸ ἐπουράνιον, ἐπὶ πόκον δὲ διὰ τὴν ἀνθρωπότητα. ὑετὸς μὲν γὰρ ἐπὶ πόκον καταβαίνων ἀψοφητὶ καταβαίνει, ὡς ἀγνοουμένου τοῦ μυστηρίου τῆς γεννήσεως τοὺς μάγους λέγειν: ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ἰουδαίων; καὶ τὸν Ἡρώδην ταρασσόμενον ἐξετάζειν περὶ τοῦ γεγεννημένου καὶ λέγειν: ποῦ ὁ Χριστὸς γεννᾶται; Τίς δέ ἐστιν οὗτος ὁ καταβαίνων; φησὶν ἑξῆς: καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης, γενεὰς γενεῶν. καὶ πάλιν ἄλλος τῶν προφητῶν λέγει: χαῖρε σφόδρα θύγατερ σιών, κήρυσσε θύγατερ ἱερουσαλήμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων. πολλοὶ βασιλεῖς: ἑρμήνευσον ἡμῖν περὶ τίνος λέγεις, ὦ προφῆτα. δὸς ἡμῖν σημεῖον ὃ μὴ ἔχουσιν ἄλλοι βασιλεῖς. ἐὰν εἴπῃς πορφυροφόρον βασιλέα, προείληπται τὸ ἀξίωμα τοῦ σχήματος. ἐὰν εἴπῃς ὑπὸ στρατιωτῶν δορυφορούμενον, καὶ ἐφ' ἅρμασι χρυσοκολλήτοις καθεζόμενον, προείληπται παρὰ ἄλλοις καὶ τοῦτο. δὸς ἡμῖν σημεῖον ἰδιάζον τοῦ βασιλέως οὗ τὴν παρουσίαν καταγγέλλεις. Ὁ δὲ προφήτης ἀποκρίνεται καὶ λέγει: ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων. αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, οὐκ ἐπὶ ἅρμασιν. ἔχεις μονογενὲς σημεῖον τοῦ παραγενομένου βασιλέως. μόνος βασιλέων Ἰησοῦς ἐπὶ πῶλον ἐκάθισεν ἀσαγῆ μετ' εὐφημιῶν ὡς βασιλεὺς εἰς τὴν Ἱερουσαλὴμ εἰσερχόμενος. καὶ τί ποιεῖ οὗτος ἐλθὼν ὁ βασιλεύς; καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. Ἀλλ' ἐνεχώρει μὲν καὶ ἐπὶ πῶλον καθεσθῆναι. δὸς δὲ ἡμῖν σημεῖον μᾶλλον, ποῦ στήσεται ὁ εἰσερχόμενος βασιλεύς. καὶ τὸ σημεῖον μὴ μακρὰν δῷς τῆς πόλεως, ἵνα μὴ ἀγνοήσωμεν. ἐγγὺς δὲ ἡμῖν δὸς τὸ σημεῖον ὀφθαλμοφανές, ἵνα καὶ ἐν τῇ πόλει ὄντες τὸν τόπον θεωρήσωμεν. ὁ δὲ προφήτης πάλιν ἀποκρίνεται λέγων: καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν. ἆρ' οὐκ ἔνδον ἑστώς τις ἐπὶ τῆς πόλεως θεωρεῖ τὸν τόπον; Ἔχομεν δύο σημεῖα, καὶ τρίτον ἐπιθυμοῦμεν μαθεῖν. εἰπὲ τί ποιεῖ παραγενόμενος ὁ κύριος. φησὶν ἄλλος προφήτης: ἰδοὺ ὁ θεὸς ἡμῶν. καὶ ἑξῆς: αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται, τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. λεγέσθω δὲ ἡμῖν καὶ ἄλλη μαρτυρία. κύριον λέγεις ἐρχόμενον, ὦ προφῆτα, σημεῖα δὲ ὅσα μηδέποτε γεγένηται ποιοῦντα. ποῖον σαφὲς καὶ ἕτερον λέγεις; Αὐτὸς κύριος εἰς κρίσιν ἔρχεται μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. σημεῖον ἐξαίρετον, δεσπότης ὑπὸ δούλων πρεσβυτέρων κρινόμενος καὶ ἀνεχόμενος. Ταῦτα ἀναγινώσκοντες ἰουδαῖοι οὐκ ἀκούουσιν. ἔβυσαν γὰρ τὰ ὦτα τῆς καρδίας, ἵνα μὴ ἀκούσωσιν. ἀλλ' ἡμεῖς πιστεύωμεν εἰς Ἰησοῦν Χριστὸν ἐν σαρκὶ παραγενόμενον καὶ ἐνανθρωπήσαντα, ἐπειδὴ ἄλλως οὐκ ἐχωροῦμεν. ἐπειδὴ γὰρ ἡμεῖς καθ' ὃ ἦν ἐκεῖνος ἐμβλέπειν ἢ ἀπολαῦσαι οὐκ ἠδυνάμεθα, ἐγένετο ἐκεῖνος ὅπερ ἡμεῖς, ἵνα οὕτως ἀπολαῦσαι καταξιωθῶμεν. εἰ γὰρ ἥλιον τὸν ἐν τετάρτῃ ἡμέρᾳ γενόμενον ἐντελῶς ἰδεῖν οὐ δυνάμεθα, θεὸν ἄρα τὸν ἐκείνου ποιητὴν ἰδεῖν ἐδυνάμεθα; ἐν πυρὶ κατέβη ὁ κύριος ἐπὶ ὄρους Σινᾶ, καὶ οὐκ ἤνεγκεν ὁ λαός, ἀλλ' εἶπαν πρὸς Μωϋσῆν: λάλησον σὺ ἡμῖν καὶ ἀκουσόμεθα, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μήποτε ἀποθάνωμεν. καὶ πάλιν: τίς γὰρ πᾶσα σάρξ, ἥτις ἤκουσε φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρὸς καὶ ζήσεται; εἰ τὸ ἀκοῦσαι φωνὴν θεοῦ λαλοῦντος θανάτου παραίτιον, τὸ αὐτὸν ἰδεῖν πῶς οὐ θανάτου πρόξενον; καὶ τί θαυμάζεις; καὶ Μωϋσῆς αὐτός φησιν: ἔκφοβός εἰμι καὶ ἔντρομος. Τί οὖν; ἤθελες τὸν ἐλθόντα ἐπὶ σωτηρίᾳ πρόξενον ἀπωλείας γενέσθαι, διὰ τὸ μὴ φέρειν τοὺς ἀνθρώπους, ἢ συμμετρῆσαι τὴν χάριν; Δανιὴλ οὐκ ἤνεγκεν ὀπτασίαν ἀγγέλου, καὶ σὺ δεσπότου τῶν ἀγγέλων θέαν ἐχώρεις; Γαβριὴλ ἐφάνη καὶ πέπτωκε Δανιήλ. καὶ ποταπὸς ἦν ὁ φαινόμενος ἢ ποίῳ σχήματι; τὸ πρόσωπον αὐτοῦ ὡς ἀστραπὴ ἦν, οὐχ ὡς ὁ ἥλιος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, οὐχ ὡς κάμινος πυρός, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου, οὐχ ὡς δώδεκα λεγεώνων ἀγγέλων. καὶ ὅμως ἔπεσεν ὁ προφήτης. καὶ προσέρχεται ὁ ἄγγελος λέγων: μὴ φοβοῦ, Δανιήλ. ἀνάστηθι, ἔνθυμος γενοῦ: εἰσηκούσθησαν οἱ λόγοι σου. καί φησιν ὁ Δανιήλ: ἀνέστην ἔντρομος. καὶ οὐδὲ οὕτως ἀπεκρίνατο, ἕως ὅτε ἥψατο αὐτοῦ ὁμοίωσις χειρὸς ἀνθρώπου. καὶ ὅτε μετεβλήθη εἰς ὀπτασίαν ἀνθρώπου ὁ φανείς, τότε λαλεῖ ὁ Δανιήλ. καὶ τί φησι; κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. εἰ ἄγγελος φαινόμενος ἐξεῖλε τὴν φωνὴν τοῦ προφήτου καὶ τὴν ἰσχύν, τὸ τὸν θεὸν φανῆναι συνεχώρει τὴν πνοήν; καὶ ἕως ὅτου, λέγει ἡ γραφή, ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, οὐκ ἐθάρσησε Δανιήλ. πείρας τοίνυν τῆς ἀσθενείας τῆς ἡμετέρας δειχθείσης ἀνέλαβεν ὁ κύριος τοῦτο ὅπερ ἐπεζήτει ὁ ἄνθρωπος. ἐπειδὴ γὰρ παρ' ὁμοιοπροσώπου ἐζήτει ἀκούειν ὁ ἄνθρωπος, ἀνέλαβε τὸ ὁμοιοπαθὲς ὁ σωτήρ, ἵν' εὐμαρέστερον παιδευθῶσιν οἱ ἄνθρωποι. Δέξαι δὲ καὶ ἄλλην αἰτίαν. παρεγένετο ὁ Χριστός, ἵνα βαπτισθῇ καὶ ἁγιάσῃ τὸ βάπτισμα. παρεγένετο ἵνα θαυματουργήσῃ περιπατῶν ἐπὶ τὼν ὑδάτων τῆς θαλάσσης. ἐπεὶ οὖν πρὸ τῆς ἐνσάρκου παρουσίας ἡ θάλασσα εἶδε καὶ ἔφυγεν καὶ ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ἀνέλαβε τὸ σῶμα ὁ κύριος, ἵνα ἰδοῦσα ἡ θάλασσα ἀνάσχηται καὶ ὁ Ἰορδάνης ἀφόβως αὐτὸν ὑποδέξηται. μία μὲν δὴ αὕτη αἰτία, ἔστι δὲ καὶ δευτέρα. Διὰ παρθένου τῆς Εὔας ἦλθεν ὁ θάνατος. ἔδει διὰ παρθένου, μᾶλλον δὲ ἐκ παρθένου, φανῆναι τὴν ζωήν, ἵνα ὥσπερ ἐκείνην ὄφις ἠπάτησεν, οὕτως καὶ ταύτην Γαβριὴλ εὐαγγελίσηται. Καταλιπόντες ἄνθρωποι θεὸν ἐδημιούργησαν ἀνθρωπόμορφα ξόανα. ἀνθρωπομόρφου τοίνυν ὡς θεοῦ ψευδῶς προσκυνουμένου θεὸς ἀληθῶς ἄνθρωπος ἐγένετο, ἵνα λυθῇ τὸ ψεῦδος. Ὀργάνῳ τῇ σαρκὶ καθ' ἡμῶν ἐκέχρητο ὁ διάβολος. καὶ τοῦτο γινώσκων ὁ Παῦλος λέγει: βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζωντά με, καὶ τὰ ἑξῆς. δι' ὧν οὖν ὅπλων ὁ διάβολος ἡμᾶς κατηγωνίζετο, διὰ τούτων αὐτῶν ἐσώθημεν. ἀνέλαβε τὸ ὅμοιον ἡμῶν ἐξ ἡμῶν ὁ κύριος, ἵνα δι' ἀνθρωπότητος σωθῶμεν. ἀνέλαβε τὸ ὅμοιον ἡμῶν, ἵνα τῷ λείποντι μείζονα δῷ τὴν χάριν, ἵνα ἡ ἀνθρωπότης ἡ ἁμαρτωλὸς θεοῦ γένηται κοινωνός. ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ἔδει παθεῖν ὑπὲρ ἡμῶν τὸν κύριον. ἀλλ' οὐκ ἂν ἐτόλμησε προσελθεῖν ὁ διάβολος, εἰ ᾔδει τοῦτον. εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. δέλεαρ τοίνυν τοῦ θανάτου γέγονε τὸ σῶμα, ἵνα ἐλπίσας καταπιεῖν ὁ δράκων ἐξεμέσῃ καὶ τοὺς ἤδη καταποθέντας. κατέπιε γὰρ ὁ θάνατος ἰσχύσας. καὶ πάλιν: ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ προσώπου παντός. Μήτι μάτην Χριστὸς ἐνηνθρώπησεν; μήτι εὑρεσιλογίαι εἰσὶν αἱ διδασκαλίαι καὶ ἀνθρώπινα σοφίσματα; οὐχ αἱ θεῖαι γραφαί εἰσιν ἡμῶν ἡ σωτηρία; οὐχὶ προφητῶν αἱ προῤῥήσεις; τήρει τοίνυν ταύτην μοι τὴν παρακαταθήκην ἄσειστον, καὶ μηδείς σε μετακινησάτω. πίστευε θεὸν ἄνθρωπον γενόμενον. Ἀλλ' ὅτι μὲν ἐνανθρωπῆσαι δυνατὸν ἦν, ἀποδέδεικται. εἰ δὲ μᾶλλον ἀπιστοῦσιν ἰουδαῖοι, προτείνωμεν αὐτοῖς: τί ξένον καταγγέλλομεν θεὸν ἐνανθρωπῆσαι λέγοντες, ὑμῶν λεγόντων ὅτι Ἀβραὰμ τὸν κύριον ὑπεδέξατο; τί ξένον καταγγέλλομεν, τοῦ Ἰακὼβ λέγοντος: εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ ἐσώθη μου ἡ ψυχή; ὁ παρὰ τῷ Ἀβραὰμ φαγὼν κύριος καὶ παρ' ἡμῖν ἔφαγεν. τί οὖν ξένον καταγγέλλομεν; Ἀλλὰ καὶ μάρτυρας δύο παρέχομεν τοὺς ἐν ὄρει Σινᾶ τῷ κυρίῳ παραστάντας. Μωσῆς ἦν ἐν ὀπῇ τῆς πέτρας καὶ Ἠλίας ἐν ὀπῇ τότε τῆς πέτρας. ἐκεῖνοι μεταμορφουμένῳ συμπαρόντες ἐν ὄρει Θαβὼρ ἔλεγον τοῖς μαθηταῖς τὴν ἔξοδον ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. Ἀλλ' ὅτι μὲν ἐνανθρωπῆσαι δυνατὸν ἦν, ἀποδέδεικται καθὼς προεῖπον. καὶ καταλελείφθω τὸ λοιπὸν τῶν ἀποδείξεων τοῖς σπουδαίοις εἰς ἀνάλεξιν. Ἐπηγγείλατο δὲ ἡμῖν ὁ λόγος ἐρεῖν καὶ τὸν χρόνον τῆς ἐπιδημίας τοῦ σωτῆρος καὶ τὸν τόπον. καὶ δεῖ μὴ ψεύδους καταγνωσθέντας ἀναχωρεῖν, μᾶλλον δὲ τοὺς τῆς ἐκκλησίας νεήλυδας ἠσφαλισμένους ἀποπέμψαι. ζητήσωμεν τοίνυν τὸν χρόνον, πότε ὁ κύριος παρεγένετο: ἐπειδὴ πρόσφατος ἡ παρουσία καὶ ἀντιλέγεται, καὶ ἐπειδὴ Χριστὸς Ἰησοῦς χθὲς καὶ σήμερον ὁ αὐτὸς ὢν καὶ εἰς τοὺς αἰῶνας. Μωσῆς τοίνυν λέγει ὁ προφήτης: προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. τετηρήσθω δὲ τέως τὸ ὡς ἐμέ, ἐν οἰκείοις τόποις ἐξεταζόμενον. ἀλλὰ πότε ὁ προφήτης οὗτος ἔρχεται ὁ προσδοκώμενος; ἀνάδραμε, φησίν, ἐπὶ τὰ ὑπ' ἐμοῦ γεγραμμένα, πολυπραγμόνησον τὴν τοῦ Ἰακὼβ τῷ Ἰούδᾳ ῥηθεῖσαν προφητείαν: Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου καὶ τὰ ἑξῆς, ἵνα μὴ ἅπαντα λέγωμεν. οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία οὐκ Ἰουδαίων, ἀλλὰ ἐθνῶν. σημεῖον οὖν ἔδωκε τῆς Χριστοῦ παρουσίας τὸ παύσασθαι τὴν ἀρχὴν τῶν Ἰουδαίων. εἰ μὴ νῦν ὑπὸ Ῥωμαίους εἰσίν, οὔπω ἦλθεν ὁ Χριστός. εἰ ἔχουσι τὸν ἐκ γένους Ἰούδα καὶ τοῦ Δαβίδ, οὔπω ἦλθεν ὁ προσδοκώμενος. αἰσχύνομαι γὰρ λέγειν αὐτῶν τὰ πρόσφατα περὶ τῶν καλουμένων παρ' αὐτοῖς νῦν πατριαρχῶν πράγματα, καὶ τί τὸ τούτων γένος, καὶ τίς ἡ μήτηρ. καταλιμπάνω δὲ τοῖς εἰδόσιν. ἀλλ' οὗτος ὁ ἐρχόμενος, προσδοκία ἐθνῶν, ποῖον πάλιν ἄρα σημεῖον ἔχει; φησὶν ἑξῆς: δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ. βλέπεις ἐκεῖνον τὸν πῶλον τὸν ὑπὸ τοῦ Ζαχαρίου καταγγελθέντα σαφῶς. Ἀλλὰ ζητεῖς πάλιν καὶ ἄλλην τοῦ χρόνου μαρτυρίαν; κύριος εἶπε πρός με: υἱός μου εἶ σύ. ἐγὼ σήμερον γεγέννηκά σε. καὶ μετ' ὀλίγα φησί: ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ. εἴρηταί μοι καὶ πρότερον ὅτι ῥάβδος σιδηρᾶ καλεῖται σαφῶς ἡ Ῥωμαίων βασιλεία. περὶ δὲ ταύτης ἔτι τὸ λεῖπον ἀπὸ τοῦ Δανιὴλ ὑπομνήσωμεν. διηγούμενος γὰρ καὶ συγκρίνων τῷ Ναβουχοδονόσορ τὴν εἰκόνα τοῦ ἀνδριάντος λέγει καὶ τὴν περὶ αὐτοῦ πᾶσαν ὀπτασίαν, καὶ λίθον ἄνευ χειρῶν ἐξ ὄρους τμηθέντα, οὐκ ἐξ ἀνθρωπίνης κατασκευῆς συστάντα, περικρατήσειν τῆς οἰκουμένης ἁπάσης. καὶ λευκότατά φησιν οὕτως: καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλειῶν ἐκείνων ἀναστήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἥτις εἰς τὸν αἰῶνα οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. Ἀλλ' ἔτι λευκότερον ζητοῦμεν τῆς παρουσίας τῶν χρόνων τὴν ἀπόδειξιν. δύσπιστος γὰρ ὢν ὁ ἄνθρωπος, ἐὰν μὴ καὶ αὐτὰ τὰ ἔτη εἰς ψῆφον λάβῃ, τοῖς λεγομένοις οὐ πιστεύει. τίς οὖν ὁ καιρὸς καὶ ποῖός ἐστιν ὁ χρόνος; ὅτε ἐκλιπόντων τῶν ἐξ Ἰούδα βασιλέων λοιπὸν ἀλλόφυλος ὁ Ἡρώδης βασιλεύει. λέγει τοίνυν ὁ πρὸς τὸν Δανιὴλ ὁμιλῶν ἄγγελος: σὺ δέ μοι νῦν σημείωσαι τὰ λεγόμενα: Καὶ γνώσῃ καὶ συνήσεις: ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομηθῆναι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο. ἑξήκοντα τοίνυν καὶ ἐννέα ἑβδομάδες ἐτῶν συνάγουσιν ἔτη τετρακόσια ὀγδοήκοντα τρία. εἶπεν οὖν, ὅτι μετὰ τὸ οἰκοδομηθῆναι Ἱερουσαλὴμ τετρακοσίων ὀγδοήκοντα τριῶν ἐτῶν διελθόντων καὶ τῶν ἀρχόντων ἐκλιπόντων τότε ἔρχεταί τις ἀλλόφυλος βασιλεύς, ἐφ' οὗ γεννᾶται ὁ Χριστός. Δαρεῖος τοίνυν ὁ Μῆδος ᾠκοδόμησεν ἕκτῳ μὲν ἔτει τῆς ἑαυτοῦ βασιλείας, πρώτῳ δὲ ἔτει τῆς καθ' Ἕλληνας ἑξηκοστῆς καὶ ἕκτης ὀλυμπιάδος. ὀλυμπιὰς δὲ παρ' Ἕλλησι καλεῖται ὁ κατὰ τέσσαρα ἔτη συντελούμενος ἀγὼν διὰ τὴν κατὰ τετραετίαν τῶν τοῦ ἡλίου δρόμων ἐκ τῶν κατ' ἔτος τριῶν ὡρῶν συντελουμένην ἡμέραν. Ἡρώδης δὲ βασιλεύει ἐν τῇ ἑκατοστῇ ὀγδοηκοστῇ ἕκτῃ ὀλυμπιάδι, τετάρτῳ ἔτει ταύτης. ἀπὸ τοίνυν τῆς ἑξηκοστῆς ἕκτης εἰς τὴν ἑκατοστὴν ὀγδοηκοστὴν ἕκτην γίνονται μεταξὺ ἑκατὸν εἴκοσι ὀλυμπιάδες καὶ ὀλίγον τι. συνάγονται τοίνυν τῶν ἑκατὸν εἴκοσι ὀλυμπιάδων τετρακόσια ὀγδοήκοντα. τὰ γὰρ ἕτερα τρία ἔτη λοιπὸν ἴσως ἐν τῷ μεταξὺ τοῦ πρώτου καὶ τοῦ τετάρτου ἀναλαμβάνεται. καὶ ἔχεις τὴν ἀπόδειξιν κατὰ τὴν γραφὴν τὴν λέγουσαν: ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομηθῆναι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο. τῶν μὲν οὖν χρόνων ταύτην τέως ἔχεις τὴν ἀπόδειξιν καὶ ἄλλων οὐσῶν ἑρμηνειῶν διαφόρων περὶ τῶν προειρημένων ἐν τῷ Δανιὴλ ἑβδομάδων τῶν ἐτῶν. Ἐπαγγελίας δὲ τὸν τόπον λοιπὸν ἄκουε Μιχαίου λέγοντος: καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα: ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. οὐ μὴν ἀλλὰ περὶ τῶν τόπων ἱεροσολυμίτης ὢν προλαβὼν οἶδας καὶ τὸ ἐν ἑκατοστῷ τριακοστῷ πρώτῳ ψαλμῷ γεγραμμένον: ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. πρὸ ὀλίγων γὰρ ἐτῶν δρυμώδης ἦν ὁ τόπος. Ἤκουσας πάλιν τοῦ Ἀββακοὺμ λέγοντος πρὸς τὸν κύριον: ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. καὶ τί τὸ σημεῖόν ἐστιν ὦ προφῆτα τοῦ ἐρχομένου κυρίου; ὁ δέ φησιν ἑξῆς: ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ. τοῦτο πρὸς τὸν κύριον λέγων σαφῶς, ὅτι παραγενόμενος ἔνσαρκος ζῇς καὶ τελευτᾷς καὶ ἀναστὰς ἐκ νεκρῶν ζῇς πάλιν. Καὶ ἐκ ποίου μέρους τοῦ περὶ τὴν Ἱερουσαλὴμ ἔρχεται; ἐξ ἀνατολῶν ἢ δυσμῶν ἢ βοῤῥᾶ ἢ νότου; εἰπὲ ἡμῖν ἀκριβῶς. ὁ δὲ ἀποκρίνεται σαφέστατα καί φησιν: ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει( Θαιμὰν δὲ ἑρμηνεύεται νότος) καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρὰν κατασκίου δασέος. ὅπερ συμφώνως εἶπεν ὁ ψαλμῳδός: εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Λοιπὸν ζητοῦμεν, ἐκ τίνος ἔρχεται, καὶ πῶς ἔρχεται. τοῦτο δὲ ἡμῖν Ἡσαΐας λέγει: ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. καὶ ἀντιλέγουσιν Ἰουδαῖοι τούτοις( ἔθος γὰρ αὐτοῖς ἐστιν ἄνωθεν τῇ ἀληθείᾳ κακῶς ἀντιπίπτειν) καὶ λέγουσιν, ὅτι οὐ γέγραπται ἡ παρθένος, ἀλλ' ἡ νεᾶνις. ἐγὼ δὲ τῷ λεχθέντι συμπεριφερόμενος καὶ οὕτως εὑρίσκω τὴν ἀλήθειαν. ἐρωτητέον γὰρ αὐτούς: παρθένος βιαζομένη πότε βοᾷ; μετὰ τὴν φθορὰν ἢ πρὸ τῆς φθορᾶς ἐκκαλουμένη τοὺς βοηθούς; ἐὰν τοίνυν ἀλλαχοῦ λέγῃ ἡ γραφή: ἐβόησεν ἡ νεᾶνις καὶ οὐκ ἦν ὁ βοηθῶν αὐτῇ: ἆρα οὐ περὶ παρθένου λέγει; ἵνα δὲ σαφέστερον μάθῃς, ὅτι καὶ ἡ παρθένος ἐν τῇ θείᾳ γραφῇ νεᾶνις καλεῖται, ἄκουε τοῦ βιβλίου τῶν βασιλειῶν περὶ τῆς Ἀβισὰκ τῆς σουναμίτιδος λέγοντος: καὶ ἦν ἡ νεᾶνις καλὴ σφόδρα: τὸ γὰρ παρθένον αὐτὴν ἐκλεχθεῖσαν ἐνηνέχθαι πρὸς Δαβὶδ ὡμολόγηται. Ἀλλὰ λέγουσιν οἱ Ἰουδαῖοι πάλιν: τῷ Ἄχαζ ἐρρέθη τοῦτο περὶ Ἐζεχίου οὐκοῦν ἀνάγνωμεν τὴν γραφήν. αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. καὶ μάλιστα μὲν τὸ σημεῖον παράδοξον εἶναι ὀφείλει. σημεῖον γὰρ τὸ ὕδωρ τὸ ἐκ πέτρας, τὸ ῥαγῆναι θάλασσαν, τὸ ἥλιον ὑποστρέψαι, καὶ τὰ τοιαῦτα. τὰ δὲ λεχθησόμενα φανερώτερον ἔχει τὸν πρὸς Ἰουδαίους ἔλεγχον. Οἶδα πολλὰ λέγων καὶ κεκμηκότας τοὺς ἀκροωμένους. ἀλλὰ ἀνέχεσθε τῶν λόγων τοῦ πλήθους, ἐπειδὴ διὰ Χριστὸν ταῦτα κινεῖται, καὶ οὐκ ἔστι περὶ τῶν τυχόντων ὁ λόγος. Βασιλεύοντος τοίνυν τοῦ Ἄχαζ τοῦ Ἡσαΐου τοῦτο εἰρηκότος, ἓξ καὶ δέκα ἔτη τοῦ Ἄχαζ βασιλεύσαντος μόνα καὶ τῆς πρὸς αὐτὸν προφητείας ἐν τούτοις ῥηθείσης, ἐλέγχει τὴν ἀντίῤῥησιν ἰουδαίων ὁ διαδεξάμενος βασιλεὺς Ἐζεχίας ὁ τοῦ Ἄχαζ υἱὸς ἐν τῷ βασιλεύειν ὢν ἐτῶν εἴκοσι πέντε. τῆς προφητείας γὰρ ἐν ἑκκαίδεκα ἔτεσι περιληφθείσης προγεννηθεὶς ἦν[ ὑπὸ τοῦ Ἄχαζ] πρὸ τῆς προφητείας ἐννέα ἔτη. τί τοίνυν περὶ τοῦ ἤδη γεννηθέντος[ καὶ πρὸ αὐτῆς βασιλείας τοῦ Ἄχαζ πατρὸς] ἀναγκαῖον ἦν λέγειν τὴν προφητείαν; οὐ γὰρ εἶπεν, ὅτι ἔλαβεν, ἀλλ' ὅτι λήψεται ἡ παρθένος, προγνωστικῶς εἰπών. Ἀλλ' ὅτι μὲν ἐκ παρθένου γεννᾶται ὁ κύριος, σαφῶς ἔγνωμεν. ἐκ ποίου δὲ γένους ἦν ἡ παρθένος δεικτέον. Ὤμοσε κύριος τῷ Δαβὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου. καὶ πάλιν: θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. καὶ ἑξῆς: ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου: εἰ τῷ Δαβὶδ ψεύσομαι: τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα. Ὁρᾷς ὅτι περὶ Χριστοῦ, καὶ οὐ περὶ Σολομῶντος ὁ λόγος. οὐ γὰρ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἔμεινεν. Εἰ δέ τις ἀντιλέγει διὰ τὸ μὴ κεκαθικέναι τὸν Χριστὸν ἐπὶ τὸν ξύλινον θρόνον τοῦ Δαβίδ, προσοίσωμεν ἐκεῖνο τὸ ῥητόν: ἐπὶ τῆς καθέδρας Μωσέως ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι. οὐ γὰρ τὴν ξυλίνην καθέδραν, ἀλλὰ τῆς διδασκαλίας σημαίνει τὴν ἐξουσίαν. οὕτως οὖν καὶ θρόνον Δαβίδ μοι ζήτει, μὴ τὸν ξύλινον θρόνον, ἀλλὰ τὴν βασιλείαν αὐτήν. Καί μοι μάρτυρας λάβε τοὺς παῖδας τοὺς ἐπιφωνήσαντας: ὡσαννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ὁ βασιλεὺς τοῦ Ἰσραήλ. καὶ οἱ τυφλοὶ δὲ λέγουσιν: υἱὲ Δαβίδ, ἐλέησον ἡμᾶς. καὶ ὁ Γαβριὴλ μαρτυρεῖ σαφῶς πρὸς τὴν Μαριὰμ λέγων: καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ὁ Παῦλός φησι: μνημονεύετε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαβὶδ κατὰ τὸ εὐαγγέλιόν μου. καὶ ἐν ἀρχῇ τῆς πρὸς Ῥωμαίους φησίν: τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα. καταδέχου τοίνυν τὸν ἐκ Δαβὶδ γεγεννημένον πειθόμενος τῇ προφητείᾳ τῇ λεγούσῃ: καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν: ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ἀλλὰ διαπονοῦνται οἱ Ἰουδαῖοι διὰ ταῦτα. προῄδει καὶ τοῦτο Ἡσαΐας λέγων: καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι, ὅτι παιδίον ἐγεννήθη ἡμῖν: οὐ γὰρ αὐτοῖς: υἱὸς καὶ ἐδόθη ἡμῖν. σημείωσαι δὲ ὅτι πρῶτον ἦν υἱὸς θεοῦ, εἶτα ἐδόθη ἡμῖν. Καὶ μετ' ὀλίγα φησίν: καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. ὅρια Ῥωμαίων ἔστι, τῆς τοῦ υἱοῦ τοῦ θεοῦ βασιλείας ὅριον οὐκ ἔστιν. ὅρια Περσῶν καὶ Μήδων ἔστιν, τοῦ δὲ υἱοῦ ὅριον οὐκ ἔστιν. εἶτα ἑξῆς: ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν. ἐκ τοῦ Δαβὶδ τοίνυν ἦν ἡ ἁγία παρθένος. Ἔπρεπε γὰρ τῷ ἁγνοτάτῳ καὶ διδασκάλῳ τῆς ἁγνείας ἐξ ἁγνῶν ἐξεληλυθέναι παστάδων. εἰ γὰρ ὁ τῷ Ἰησοῦ καλῶς ἱερατεύων ἀπέχεται γυναικός, αὐτὸς ὁ Ἰησοῦς πῶς ἔμελλεν ἐξ ἀνδρὸς καὶ γυναικὸς ἔρχεσθαι; ὅτι σὺ εἶ, φησὶν ἐν ψαλμοῖς, ὁ ἐκσπάσας με ἐκ γαστρός. πρόσεχε ἀκριβῶς τῷ ὁ ἐκσπάσας με ἐκ γαστρὸς σημαίνοντι τὸ χωρὶς ἀνδρὸς ἐκ παρθένου γαστρὸς καὶ σαρκὸς αὐτὸν ἐκσπασθέντα γεγεννῆσθαι. τῶν γὰρ ἀπὸ γαμικῆς ἀκολουθίας γεννωμένων ἕτερος ὁ τρόπος. Οὐκ ἐπαισχύνεται δὲ ἐκ μελῶν τοιούτων ἀναλαμβάνειν σάρκα ὁ τῶν μελῶν αὐτῶν πλάστης. καὶ τίς ἄρα τοῦτο ἡμῖν φησιν; λέγει πρὸς Ἱερεμίαν ὁ κύριος: πρὸ τοῦ με πλάσαι σε ἐκ κοιλίας ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίασά σε. ὁ οὖν ἐν τῷ πλάττειν ἀνθρώπους ἐφαπτόμενος καὶ μὴ ἐπαισχυνόμενος, ἆρα ἐν τῷ πλάττεσθαι τὴν ἁγίαν σάρκα, τὸ καταπέτασμα τῆς θεότητος, δι' ἑαυτόν, ἐπῃσχύνετο; θεός ἐστιν ὁ ἐν γαστρὶ καὶ μέχρι νῦν δημιουργῶν τὰ βρέφη, καθὼς ἐν τῷ Ἰὼβ γέγραπται: ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἶσα τυρῷ; δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δέ με καὶ νεύροις ἐνεῖρας. Οὐδὲν μιαρόν ἐστιν ἐν ἀνθρωπίνῃ κατασκευῇ, ἐὰν μὴ μολύνῃ μοιχείαις καὶ ἀκολασίᾳ ταύτην. ὁ πλάσας τὸν Ἀδὰμ ἔπλασε καὶ τὴν Εὔαν, καὶ χερσὶ θείαις τὸ ἄρσεν καὶ τὸ θῆλυ πέπλασται. οὐδὲν τῶν ἐν σώματι μελῶν ἐστι μιαρὸν ἐξ ἀρχῆς πλασθέν. φιμούσθωσαν γὰρ οἱ αἱρετικοὶ πάντες οἱ κατηγοροῦντες τῶν σωμάτων, μᾶλλον δὲ αὐτοῦ τοῦ πλάσαντος. ἡμεῖς δὲ μνημονεύωμεν Παύλου λέγοντος: οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν; καὶ πάλιν ὁ προφήτης προείρηκεν ἐκ προσώπου Ἰησοῦ: σάρξ μου ἐξ αὐτῶν. καὶ ἀλλαχοῦ γέγραπται: διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης: καὶ τί τὸ σημεῖον; ἑξῆς φησι: τέξεται καὶ οἱ λοιποὶ τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσι. καὶ τίνα τὰ μνῆστρα τῆς παρθένου, τῆς ἁγίας νύμφης; καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει. καὶ Ἐλισάβετ λαλοῦσα πρὸς αὐτὴν ὁμοίως λέγει: καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λεγομένοις αὐτῇ παρὰ κυρίου. Ἀλλὰ διασύρουσιν ἡμᾶς Ἕλληνές τε καὶ Ἰουδαῖοι, καί φασιν, ὅτι ἀδύνατον ἦν τὸν Χριστὸν ἐκ παρθένου γεννηθῆναι. Ἕλληνας μὲν οὖν ἐκ τῶν παρ' αὐτοῖς μύθων ἐπιστομίσωμεν. οἱ γὰρ λέγοντες λίθους ῥιπτομένους εἰς ἀνθρώπους μεταβάλλεσθαι πῶς τὸ παρθένον τεκεῖν λέγετε ἀδύνατον εἶναι; οἱ ἐξ ἐγκεφάλου θυγατέρα τετέχθαι μυθολογοῦντες πῶς ἐκ παρθενικῆς γαστρὸς τετέχθαι υἱὸν λέγετε εἶναι ἀδύνατον; οἱ ἐκ μηροῦ τοῦ παρ' ὑμῖν Διὸς κυοφορηθῆναι ψευδῶς λέγοντες Διόνυσον πῶς ἀθετεῖτε τὸ ἡμέτερον ἀληθές; οἶδα λέγων ἀνάξια τῆς παρούσης ἀκροάσεως. ἀλλ' ἵνα εὐκαίρως σὺ τοὺς Ἕλληνας ὀνειδίσῃς, ταῦτα προσηνέγκαμεν ἐκ τῶν παρ' αὐτοῖς μύθων τὰ πρὸς αὐτοὺς λέγοντες. Πρὸς δὲ τοὺς ἐκ περιτομῆς οὕτως ἀπάντησον ἐρωτήσας, ποῖόν ἐστι δύσκολον, στεῖραν πρεσβῦτιν τῶν ἐθίμων ἐκλιπόντων τεκεῖν, ἢ παρθένον νεάζουσαν γεννῆσαι; στεῖρα ἦν Σάῤῥα καὶ ἐκλιπόντων τῶν γυναικείων τέτοκε παρὰ φύσιν. οὐκοῦν τὸ στεῖραν γεννῆσαι παρὰ φύσιν, καὶ τὸ παρθένον γεννῆσαι. ἢ τὰ δύο τοίνυν ἀθέτησον, ἢ τὰ δύο κατάδεξαι. ὁ γὰρ αὐτὸς θεός ἐστιν ὁ κἀκεῖνο ποιήσας καὶ τοῦτο κατασκευάσας. οὐ γὰρ τολμήσεις εἰπεῖν, ὅτι ἐκεῖ δυνατόν ἐστι θεῷ καὶ ὧδε ἀδύνατον. Καὶ πάλιν, ποία φύσις χεῖρα ἀνθρώπου μεταβληθῆναι ἐν μιᾷ ὥρᾳ πρὸς ἕτερον εἶδος καὶ πάλιν ἀποκαταστῆναι; πῶς τοίνυν ἡ Μωσέως χεὶρ ὡς χιὼν ἐλευκάνθη καὶ ἅμα πάλιν ἀποκατεστάθη; ἀλλὰ λέγεις ὅτι θεὸς θελήσας μετέβαλεν. ἐκεῖ θεὸς θελήσας δύναται καὶ ὧδε ἄρα οὐ δύναται; κἀκεῖνο μὲν σημεῖον ἦν πρὸς αἰγυπτίους μόνον, τοῦτο δὲ σημεῖον ἦν τῇ οἰκουμένῃ δωρούμενον. ὦ Ἰουδαῖοι, ποῖον δέ ἐστι μᾶλλον δυσκολώτερον, παρθένον γεννῆσαι ἢ ῥάβδον εἰς ζῶον ψυχωθῆναι; ὁμολογεῖτε ὅτι ἐπὶ Μωσέως εὐθυτάτη ῥάβδος ὀφιοειδὴς γενομένη φοβερὰ ἦν τῷ ῥίψαντι, καὶ ὁ πρὸ τούτου κατέχων τὴν ῥάβδον ἔφυγε ταύτην ὡς δράκοντα. δράκων γὰρ ἦν τῇ ἀληθείᾳ. ἔφυγε δὲ οὐ φοβηθεὶς ὃ κατεῖχεν, ἀλλὰ ἀγωνιάσας τὸν μεταβεβληκότα. ὀδόντας εἶχεν ἡ ῥάβδος καὶ δρακοντικοὺς ὀφθαλμούς. ἐκ ῥάβδου τοίνυν ὀφθαλμοὶ βλέποντες ἐκφύονται, καὶ ἐκ παρθενικῆς γαστρὸς παιδίον οὐ γεννᾶται θεοῦ θέλοντος; Σιωπῶ γὰρ ὅτι καὶ ἡ ῥάβδος ἡ Ἀαρών, ὅπερ τὰ λοιπὰ δένδρα δι' ἐνιαυτῶν ποιεῖ πλειόνων, τοῦτο διὰ μιᾶς νυκτὸς ἐποίησεν. τίς γὰρ οὐκ οἶδεν, ὅτι ῥάβδος ἀπολέσασα τὸν φλοιὸν οὐδ' ἂν μεταξὺ ποταμῶν τεθῇ φύσει ποτέ; ἀλλ' ἐπειδὴ θεὸς οὐ φύσεσιν ἀκολουθεῖ δένδρων, ἀλλὰ φύσεών ἐστι ποιητής, ἡ ἄκαρπος καὶ ξηρὰ καὶ ἄφλοιος ῥάβδος ἤνθησε καὶ ἐβλάστησε καὶ κάρυα ἐκαρποφόρησεν. ὁ οὖν τῇ ῥάβδῳ διὰ τὸν τυπικὸν ἀρχιερέα καρπὸν ὑπὲρ φύσιν χαρισάμενος ἄρα τῇ παρθένῳ διὰ τὸν ἀληθινὸν ἀρχιερέα τὸ τεκεῖν οὐκ ἐχαρίζετο; Καλὰ ταῦτα ὑπομνηστικὰ τῶν λόγων. ἀλλ' ἔτι ἀντιλέγουσιν Ἰουδαῖοι, καὶ οὐ πείθονται τοῖς περὶ ῥάβδου λόγοις, ἐὰν μὴ ὁμοίοις παραδόξοις καὶ παρὰ φύσιν πεισθῶσι τοκετοῖς. ἐξέτασον τοίνυν αὐτοὺς οὕτως. ἡ Εὔα ἐξ ἀρχῆς ἐκ τίνος ἐγεννήθη; ποία μήτηρ συνείληφεν ἐκείνην τὴν ἀμήτορα; λέγει δὲ ἡ γραφή, ὅτι ἐκ πλευρᾶς γέγονε τοῦ Ἀδὰμ ἆρα οὖν ἡ μὲν Εὔα ἐκ πλευρᾶς ἄρσενος χωρὶς μητρὸς γεννᾶται, ἐκ δὲ παρθενικῆς γαστρὸς χωρὶς ἀνδρὸς παιδίον οὐ γεννᾶται; ἐχρεωστεῖτο τοῖς ἀνδράσι παρὰ τοῦ θήλεος γένους ἡ χάρις. ἡ γὰρ Εὔα ἐκ τοῦ Ἀδὰμ ἐγεννήθη, καὶ οὐκ ἐκ μητρὸς συλληφθεῖσα, ἀλλ' ἐκ μόνου ἀνδρὸς ὥσπερ ἀποτεχθεῖσα. ἀπέδωκεν οὖν ἡ Μαρία τῆς χάριτος τὸ χρέος, οὐκ ἐξ ἀνδρός, ἀλλ' ἐξ ἑαυτῆς μόνης ἀχράντως ἐκ πνεύματος ἁγίου δυνάμει θεοῦ γεννήσασα. Λάβωμεν δὲ ἔτι τὸ τούτου μεῖζον. τὸ μὲν γὰρ ἐκ σωμάτων σώματα γεννεθῆναι εἰ καὶ παράδοξον, ἀλλ' ὅμως δυνατόν. τὸ δὲ τὸν χοῦν τῆς γῆς ἄνθρωπον γενέσθαι τοῦτο θαυμαστότερον. τὸ πηλὸν συγκεχυμένον ὀφθαλμῶν χιτῶνας λαβεῖν καὶ λαμπηδόνας τοῦτο θαυμαστότερον. τὸ ἐκ μονοειδοῦς χοὸς γεννᾶσθαι καὶ ὀστέων καρτερότητα καὶ πνεύμονος ἁπαλότητα καὶ λοιπὰς διαφόρους ἰδέας μελῶν τοῦτο θαυμαστόν. τὸ πηλὸν ψυχωθέντα περιέρχεσθαι τὴν οἰκουμένην αὐτοκινήτως καὶ οἰκοδομεῖν τοῦτο θαυμαστόν. τὸ πηλὸν διδάσκειν καὶ λαλεῖν καὶ τεκτονεύειν καὶ βασιλεύειν τοῦτο θαυμαστόν. ὦ τοίνυν ἀμαθέστατοι Ἰουδαῖοι, πόθεν Ἀδὰμ ἐγένετο; οὐχ ὁ θεὸς χοῦν λαβὼν ἀπὸ τῆς γῆς ἔπλασε τὸ πλάσμα τοῦτο τὸ θαυμάσιον; εἶτα πηλὸς μὲν εἰς ὀφθαλμὸν μεταβάλλεται, καὶ παρθένος υἱὸν οὐ γεννᾷ; τὸ ὡς ἐν ἀνθρώποις ἀδύνατον μᾶλλον γίνεται, καὶ τὸ ἐγχωροῦν ἄρα οὐ γίνεται; Τούτων μνημονεύωμεν, ἀδελφοί. τοῖς ὀργάνοις τούτοις ἀμυντηρίοις χρησώμεθα. μὴ ἀνεχώμεθα τῶν αἱρετικῶν τῶν κατὰ φαντασίαν τὴν παρουσίαν διδασκόντων. καταπτύσωμεν καὶ τῶν λεγόντων ἐξ ἀνδρὸς καὶ γυναικὸς εἶναι τὴν γέννησιν τοῦ σωτῆρος, τῶν τολμησάντων εἰπεῖν ὅτι ἦν ἐκ τοῦ Ἰωσὴφ καὶ τῆς Μαρίας διὰ τὸ γεγράφθαι: καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ. μνημονεύσωμεν γὰρ τοῦ Ἰακὼβ τοῦ πρὶν λαβεῖν τὴν Ῥαχὴλ λέγοντος τῷ Λάβαν: ἀπόδος τὴν γυναῖκά μου. ὥσπερ γὰρ ἐκείνη πρὸ τῆς γαμικῆς καταστάσεως τῷ μόνον ἐπαγγελίαν εἶναι γυνὴ τοῦ Ἰακὼβ ὠνομάζετο, οὕτω καὶ ἡ Μαρία τῷ μνηστευθῆναι γυνὴ τοῦ Ἰωσὴφ ὠνομάζετο. καὶ βλέπε τοῦ εὐαγγελίου τὴν ἀκρίβειαν λέγοντος: ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, καὶ ἑξῆς. Καὶ πάλιν, ὅτε ἡ ἀπογραφὴ ἦν καὶ ἀνέβη Ἰωσὴφ ἀπογράψασθαι, τί λέγει ἡ γραφή; ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ οὔσῃ ἐγκύῳ. ἔγκυος μὲν γὰρ ἦν. οὐκ εἶπε δὲ ὅτι τῇ γυναικὶ αὐτοῦ, ἀλλὰ τῇ μεμνηστευμένῃ αὐτῷ. ἐξαπέστειλε γὰρ ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, φησὶν ὁ Παῦλος, οὐ γενόμενον ἐξ ἀνδρὸς καὶ γυναικός, ἀλλὰ γενόμενον ἐκ γυναικὸς μόνον, τοῦτ' ἔστιν ἐκ παρθένου. τὸ γὰρ γυναῖκα καὶ τὴν παρθένον καλεῖσθαι, προαπεδείξαμεν. ἐκ παρθένου γὰρ ἐγεννήθη ὁ παρθενοποιὸς τῶν ψυχῶν. Ἀλλὰ θαυμάζεις τὸ γενόμενον; ἐθαύμαζε τοῦτο καὶ αὐτὴ ἡ γεννήσασα. λέγει γὰρ πρὸς τὸν Γαβριήλ: πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ὁ δέ φησι: πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ. ἄχραντος καὶ ἀῤῥύπαρος ἡ γέννησις. ὅπου γὰρ[ πνεῖ] πνεῦμα ἅγιον, ἐκεῖ περιῄρηται πᾶς μολυσμός. ἀῤῥύπαρος ἡ ἔνσαρκος γέννησις τοῦ