Catecheses to the Illuminandi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem">
—
⋯
Original / primary: Textus receptus
13.1
[ 13] Κατήχησις τρισκαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τὸ τὸν σταυρωθέντα καὶ ταφέντα. καὶ ἀνάγνωσις ἐκ τοῦ Ἡσαΐου: κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; καὶ ἑξῆς: ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. καὶ τὰ ἑξῆς. Καύχημα μὲν τῆς καθολικῆς ἐκκλησίας καὶ πᾶσα πρᾶξις Ἰησοῦ, καύχημα δὲ καυχημάτων ὁ σταυρός. καὶ τοῦτο γινώσκων ὁ Παῦλός φησιν: ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. θαυμαστὸν μὲν γὰρ ἦν τὸ καὶ τυφλὸν ἐκ γενετῆς ἐν τῷ Σιλωὰμ ἀναβλέψαι: ἀλλὰ τί πρὸς τοὺς τυφλοὺς τῆς οἰκουμένης; μέγα μὲν καὶ ὑπὲρ φύσιν τὸ τὸν Λάζαρον τετραήμερον ἀναστῆναι: ἀλλὰ μέχρις ἐκείνου μόνου ἦν ἡ χάρις. τί δὲ πρὸς τοὺς ἐν τῇ οἰκουμένῃ ταῖς ἁμαρτίαις νενεκρωμένους; θαυμαστὸν τὸ πηγάσαι τροφὴν πέντε ἄρτους εἰς τοὺς πεντακισχιλίους: ἀλλὰ τί πρὸς τοὺς λιμώσσοντας ἐν ἀγνωσίᾳ κατὰ πᾶσαν τὴν οἰκουμένην; θαυμαστὸν τὸ λυθῆναι τὴν δέκα καὶ ὀκτὼ ἔτη δεδεμένην ὑπὸ τοῦ σατανᾶ: ἀλλὰ τί πρὸς ἡμᾶς πάντας τοὺς ταῖς σειραῖς τῶν ἁμαρτιῶν ἡμῶν καταδεδεμένους; ὁ δὲ τοῦ σταυροῦ στέφανος ἐφωταγώγησε μὲν τοὺς ἐν ἀγνωσίᾳ τυφλούς, ἔλυσε δὲ πάντας τοὺς ὑπὸ τῆς ἁμαρτίας κατεχομένους καὶ κόσμον ὅλον ἀνθρώπων ἐλυτρώσατο. Καὶ μὴ θαυμάσῃς εἰ κόσμος ὅλος ἐλυτρώθη. οὐ γὰρ ἦν ἄνθρωπος ψιλός, ἀλλὰ υἱὸς θεοῦ μονογενής, ὁ ὑπεραποθνήσκων. καίτοιγε ἴσχυσεν ἑνὸς ἀνδρὸς τοῦ Ἀδὰμ ἡ ἁμαρτία θάνατον ἐνέγκαι τῷ κόσμῳ. εἰ δὲ τῷ παραπτώματι τοῦ ἑνὸς θάνατος ἐβασίλευσεν εἰς τὸν κόσμον, πῶς οὐχὶ μᾶλλον τῇ δικαιοσύνῃ τοῦ ἑνὸς ἡ ζωὴ βασιλεύσει; καὶ εἰ τότε διὰ τὸ ξύλον τῆς βρώσεως ἐξεβλήθησαν ἐκ παραδείσου, ἆρα διὰ τὸ ξύλον Ἰησοῦ νῦν εὐκοπώτερον οἱ πιστεύοντες εἰς παράδεισον οὐκ εἰσελεύσονται; εἰ ὁ πρωτόπλαστος ἀπὸ γῆς ἤνεγκεν οἰκουμενικὸν θάνατον, ὁ πλάσας αὐτὸν ἀπὸ γῆς ἄρα οὐ φέρει ζωὴν αἰώνιον αὐτὸς ὢν ἡ ζωή; εἰ Φινεὲς ζηλώσας καὶ ἀνελὼν τὸν αἰσχροποιὸν κατέπαυσε τοῦ θεοῦ τὴν ὀργήν, Ἰησοῦς οὐκ ἄλλον ἀνελών, ἀλλ' ἑαυτὸν ἀντίλυτρον παραδούς, ἆρα τὴν ὀργὴν οὐ λύει τὴν κατὰ τῶν ἀνθρώπων; Μὴ τοίνυν ἐπαισχυνώμεθα τῷ σταυρῷ τοῦ σωτῆρος, ἀλλὰ μᾶλλον ἐγκαυχώμεθα. ὁ γὰρ λόγος τοῦ σταυροῦ Ἰουδαίοις μέν ἐστι σκάνδαλον, ἔθνεσι δὲ μωρία, ἡμῖν δὲ σωτηρία. καὶ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. οὐ γὰρ ἦν ψιλὸς ἄνθρωπος, καθὼς εἴρηται, ὁ ὑπεραποθνήσκων, ἀλλὰ υἱὸς θεοῦ, θεὸς ἐνανθρωπήσας. εἶτα τὸ μὲν ἐπὶ Μωσέως πρόβατον μακρὰν ἀπήλασε τὸν ὀλεθρεύοντα, τὸ δὲ τοῦ θεοῦ πρόβατον τὸ αἶρον τὴν ἁμαρτίαν τοῦ κόσμου πολὺ μᾶλλον οὐκ ἠλευθέρου τῶν ἁμαρτιῶν; ἀλλὰ τὸ μὲν αἷμα τοῦ ἀλόγου προβάτου τὴν σωτηρίαν παρεῖχε, τὸ δὲ τοῦ μονογενοῦς πολὺ μᾶλλον οὐ σώζει; εἴ τις ἀπιστεῖ τῇ δυνάμει τοῦ σταυρωθέντος, ἐξεταζέτω τοὺς δαίμονας. εἴ τις οὐ πιστεύει τοῖς λόγοις, πιστευέτω τοῖς φαινομένοις. πολλοὶ κατὰ τὴν οἰκουμένην ἐσταυρώθησαν, ἀλλ' οὐδένα πτήσσουσιν οἱ δαίμονες.[ τοῦ δὲ ὑπὲρ ἡμῶν σταυρωθέντος Χριστοῦ καὶ τὸ σημεῖον ἰδόντες μόνον τοῦ σταυροῦ πτήσσουσιν οἱ δαίμονες,] ἐπειδὴ οἱ μὲν δι' οἰκείας ἁμαρτίας ἀπέθανον, ὁ δὲ ὑπὲρ ἁμαρτιῶν ἀλλοτρίων. ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. οὐ Πέτρος ἦν ὁ τοῦτο λέγων, ἐπεὶ ἂν ὑπωπτεύθη χαρίζεσθαι τῷ διδασκάλῳ, ἀλλ' Ἡσαΐας ἐστὶν ὁ λέγων, ὁ σαρκὶ μὲν μὴ συμπαρών, πνεύματι δὲ τὴν ἔνσαρκον ἐπιδημίαν προθεωρήσας. καὶ τί μοι μάρτυρα νῦν φέρειν μόνον προφήτην; λάμβανε μάρτυρα Πιλάτον αὐτὸν τὸν καταδικάσαντα λέγοντα: οὐδὲν αἴτιον εὑρίσκω ἐν τῷ ἀνθρώπῳ τούτῳ. διδοὺς δὲ τοῦτον ἔκδοτον ἀπονιψάμενός τε τὰς χεῖρας, ἀθῶος, φησίν, εἰμὶ ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου. ἔστι καὶ ἄλλος μάρτυς τῆς ἀναμαρτησίας τοῦ Ἰησοῦ, ὁ πρωτοστάτης τοῦ παραδείσου λῃστής, ἐπιτιμῶν τῷ πλησίον καὶ λέγων: ἡμεῖς ἄξια ὧν ἐπράξαμεν ἀπολαμβάνομεν, οὗτος δὲ οὐδὲν κακὸν ἐποίησε: παρῆμεν γὰρ ἐγώ τε καὶ σὺ τῇ κρίσει. Ἔπαθεν οὖν Ἰησοῦς κατὰ ἀλήθειαν ὑπὲρ πάντων ἀνθρώπων. οὐ γὰρ δόκησις ὁ σταυρός, ἐπεὶ δόκησις καὶ ἡ λύτρωσις. οὐ φαντασιώδης ὁ θάνατος, ἐπεὶ καὶ μυθώδης ἡ σωτηρία. εἰ φαντασιώδης ὁ θάνατος, ἀληθεῖς οἱ λέγοντες: ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος ἔλεγεν ἔτι ζῶν: μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. τὸ μὲν οὖν πάθος ἀληθές, ἀληθῶς γὰρ ἐσταυρώθη, καὶ οὐκ ἐπαισχυνόμεθα. ἐσταυρώθη, καὶ οὐκ ἀρνούμεθα, ἀλλὰ μᾶλλον καυχῶμαι λέγων. κἂν γὰρ ἀρνήσωμαι νῦν, ἐλέγχει με οὗτος ὁ Γολγοθᾶς, οὗ πλησίον νῦν πάντες πάρεσμεν. ἐλέγχει με τοῦ σταυροῦ τὸ ξύλον τὸ κατὰ μικρὸν ἐντεῦθεν πάσῃ τῇ οἰκουμένῃ λοιπὸν διαδοθέν. Ὁμολογῶ τὸν σταυρόν, ἐπειδὴ οἶδα τὴν ἀνάστασιν. εἰ γὰρ σταυρωθεὶς ἀπέμεινεν, οὐκ ἂν ἴσως ὡμολόγησα, συνέκρυψα γὰρ ἂν τάχα τῷ ἐμῷ διδασκάλῳ. ἀναστάσεως δὲ τὸν σταυρὸν διαδεξαμένης οὐκ ἐπαισχύνομαι διηγούμενος. Πᾶσι μὲν οὖν ὁμοίως ἔνσαρκος ὢν ἐσταυρώθη, ἀλλ' οὐ διὰ τὰς ὁμοίας ἁμαρτίας. οὐ γὰρ διὰ φιλοχρηματίαν ἤχθη εἰς θάνατον: ἀκτημοσύνης γὰρ ἦν διδάσκαλος: οὐδὲ δι' ἐπιθυμίαν κατεδικάσθη: αὐτὸς γὰρ λέγει σαφῶς: ὃς ἐὰν ἐμβλέψῃ γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν. οὐ κατὰ προπέτειαν πλήξας ἢ τύψας: ἔστρεφε γὰρ καὶ τὴν ἄλλην σιαγόνα τῷ τύπτοντι. οὐ τοῦ νόμου καταφρονήσας: ἦν γὰρ τοῦ νόμου πληρωτής. οὐ προφήτην λοιδορήσας: αὐτὸς γὰρ ἦν ὁ ὑπὸ τῶν προφητῶν κηρυσσόμενος. οὐκ ἀποστερήσας μισθόν: ἀμισθὶ γὰρ καὶ δωρεὰν ἐθεράπευεν. οὐ λόγοις ἁμαρτών, οὐ πράξεσιν, οὐκ ἐνθυμήσεσιν: ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, ὁ ἐλθὼν ἐπὶ τὸ πάθος οὐκ ἄκων, ἀλλ' ἑκών. κἄν τις παραιτούμενος εἴπῃ καὶ νῦν: ἵλεώς σοι, κύριε: λέξει πάλιν: ὕπαγε ὀπίσω μου, σατανᾶ. Καὶ θέλεις γε πεισθῆναι, ὅτι ἑκὼν ἦλθεν ἐπὶ τὸ πάθος; οἱ λοιποὶ μὲν ἄκοντες ἀποθνήσκουσιν οἱ ἀγνοοῦντες, οὗτος δὲ προέλεγε περὶ τοῦ πάθους: ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὸ σταυρωθῆναι. οἶδας δὲ διὰ τί τὸν θάνατον οὐκ ἔφυγεν ὁ φιλάνθρωπος; ἵνα μὴ ὅλος ταῖς ἁμαρτίαις ἀπόληται ὁ κόσμος. ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ σταυρωθήσεται. καὶ πάλιν: ἐστήριξε τὸ πρόσωπον αὐτοῦ εἰς Ἱερουσαλὴμ πορεύεσθαι. Καὶ θέλεις γνῶναι σαφῶς, ὅτι δόξα ἐστὶ τῷ Ἰησοῦ ὁ σταυρός; αὐτοῦ ἄκουε λέγοντος καὶ μὴ ἐμοῦ. προεδίδου ὁ Ἰούδας ἀγνώμων γενόμενος πρὸς τὸν οἰκοδεσπότην. ἀρτίως ἐξελθὼν ἀπὸ τραπέζης καὶ ποτήριον εὐλογίας πιὼν ἀντὶ πόματος σωτηρίας αἷμα δίκαιον ἐκχέαι ἤθελεν. ὁ ἐσθίων ἄρτους αὐτοῦ ἐμεγάλυνεν ἐπ' αὐτὸν πτερνισμόν. ἀρτίως αἱ χεῖρες τὰς εὐλογίας ἐδέχοντο καὶ ἀρτίως διὰ τὸ ἀργύριον τῆς προδοσίας τὸν θάνατον κατεσκεύαζε. καὶ ἐλεγχθεὶς καὶ ἀκούσας τὸ σὺ εἶπας, πάλιν ἐξῆλθεν. εἶτα ἔλεγεν ὁ Ἰησοῦς: ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. βλέπεις πῶς δόξαν οἰκείαν οἶδε τὸν σταυρόν; εἶτα Ἡσαΐας μὲν πρισθεὶς οὐκ αἰσχύνεται, Χριστὸς δὲ ὑπὲρ κόσμου τελευτῶν αἰσχυνθήσεται;« νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου.» οὐχ ὅτι πρότερον οὐκ εἶχε τὴν δόξαν: δεδοξασμένος γὰρ ἦν τῇ δόξῃ τῇ πρὸ καταβολῆς κόσμου: ἀλλ' ἐδοξάζετο μὲν ὡς θεὸς ἀεί, νῦν δὲ ἐδοξάζετο τῆς ὑπομονῆς φορέσας τὸν στέφανον. οὐκ ἀναγκαστῶς ἀφῆκε τὴν ζωήν, οὐδὲ βιοσφαγῶς ἀνῃρέθη, ἀλλ' ἑκουσίως. ἄκουε τί λέγει: ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. βουλόμενος συγχωρῶ τοῖς ἐχθροῖς. εἰ γὰρ μὴ ἐβουλόμην, οὐκ ἐγίνετο. ἦλθε τοίνυν ἐκ προαιρέσεως ἐπὶ τὸ πάθος, χαίρων ἐπὶ τῷ κατορθώματι, μειδιῶν ἐπὶ τῷ στεφάνῳ, εὐφραινόμενος ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ, οὐκ ἐπαισχυνόμενος τὸν σταυρόν: ἔσωζε γὰρ τὴν οἰκουμένην. οὐ γὰρ ἦν ἄνθρωπος εὐτελὴς ὁ πάσχων, ἀλλὰ θεὸς ἐνανθρωπήσας καὶ τὸν τῆς ὑπομονῆς ἀγωνιζόμενος ἆθλον. Ἀλλ' ἀντιλέγουσιν οἱ Ἰουδαῖοι οἱ πάντοτε εἰς ἀντίῤῥησιν ἕτοιμοι καὶ ὀκνηροὶ πρὸς πίστιν, ὡς διὰ τοῦτο λέγειν νῦν τὸν ἀναγνωσθέντα προφήτην: κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Πέρσαι πιστεύουσι, καὶ Ἑβραῖοι οὐ πιστεύουσιν. ὄψονται οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι, καὶ οἱ μελετῶντες ἀθετήσουσιν ἃ μελετῶσιν. ἀντιφθέγγονται πρὸς ἡμᾶς, καὶ ταῦτα λέγουσι: κύριος ἄρα πάσχει; κατίσχυον γὰρ ἀνθρώπιναι χεῖρες τῆς κυριότητος; ἀνάγνωτε τοὺς θρήνους. θρηνῶν γὰρ ὑμᾶς ἐν θρήνοις τὰ ἄξια θρήνων ἔγραψεν Ἱερεμίας. εἶδεν ὑμῶν τὴν ἀπώλειαν, ἐθεώρησε τὴν ἀπόπτωσιν. ἐθρήνει τὴν Ἱερουσαλὴμ τὴν τότε: ἡ νῦν γὰρ οὐ θρηνηθήσεται. ἡ μὲν γὰρ ἐσταύρωσεν, ἡ δὲ νῦν προσκυνεῖ τὸν Χριστόν. θρηνῶν τοίνυν λέγει: πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν. μὴ τοίνυν ἐγὼ εὑρεσιλογῶ; ἰδοὺ μαρτυρεῖ Χριστὸν κύριον ὑπὸ ἀνθρώπων συλλαμβανόμενον. καὶ τί τὸ ἀπὸ τούτου ἀποβησόμενον; εἰπέ μοι, ὦ προφῆτα. ὁ δέ φησιν: οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. οὐκέτι γὰρ ἐν τῷ Ἰσραήλ, ἀλλ' ἐν τοῖς ἔθνεσιν ἐμπολιτεύεσθαι τῆς ζωῆς αἰνίσσεται τὴν χάριν. Πολλῆς δὲ τῆς ἀντιῤῥήσεως ὑπ' αὐτῶν γινομένης, φέρε, ταῖς ὑμετέραις εὐχαῖς, καθὼς ἂν ἐνδιδῷ τὸ βραχὺ τῆς ὥρας, τῇ τοῦ κυρίου χάριτι περὶ τοῦ πάθους μαρτυρίας ὀλίγας παραθώμεθα. πάντα γάρ ἐστι τὰ περὶ Χριστοῦ ἔγγραφα, καὶ οὐδὲν ἀμφίβολον, οὐδὲν γὰρ ἀμάρτυρον. πάντα ἐν στήλαις προφητικαῖς ἀναγέγραπται, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐκ πνεύματος ἁγίου γεγραμμένα σαφῶς. Ἐπεὶ οὖν ἤκουσας τοῦ εὐαγγελίου τὰ περὶ τοῦ Ἰούδα λέγοντος, ἆρα οὐκ ὀφείλεις δέξασθαι τὴν μαρτυρίαν; ἤκουσας ὅτι ἐνύγη λόγχῃ τὴν πλευράν: οὐκ ὀφείλεις ἰδεῖν, εἰ καὶ τοῦτο γέγραπται; ἤκουσας ὅτι ἐν κήπῳ ἐσταυρώθη: οὐκ ὀφείλεις ἰδεῖν, εἰ καὶ τοῦτο γέγραπται; ἤκουσας ὅτι τριάκοντα ἀργυρίοις ἐπράθη: οὐκ ὀφείλεις μαθεῖν τὸν εἰπόντα τοῦτο προφήτην; ἤκουσας ὅτι ἐποτίσθη ὄξος: μάθε καὶ τοῦτο ποῦ γέγραπται. ἤκουσας ὅτι ἐν πέτρᾳ ἀπετέθη τὸ σῶμα καὶ λίθος ἐπετέθη: οὐκ ὀφείλεις λαβεῖν καὶ ταύτην ἐκ τοῦ προφήτου τὴν μαρτυρίαν; ἤκουσας ὅτι λῃσταῖς συνεσταυρώθη: οὐκ ὀφείλεις ἰδεῖν, εἰ καὶ τοῦτο γέγραπται; ἤκουσας ὅτι ἐτάφη: οὐκ ὀφείλεις ἰδεῖν, εἰ ἀσφαλῶς που τὰ περὶ ταφῆς ἀναγέγραπται; ἤκουσας ὅτι ἀνέστη: οὐκ ὀφείλεις ἰδεῖν μὴ παίζομέν σε ταῦτα διδάσκοντες; ὁ γὰρ λόγος ἡμῶν καὶ τὸ κήρυγμα ἡμῶν οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις. οὐ σοφιστικαὶ κατασκευαὶ κινοῦνται νῦν: ἐπεὶ διαλύονται. οὐ λόγοι λόγους νικῶσιν: ἐπεὶ παραλύονται. ἀλλὰ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, ἐκ προφητῶν ἤδη τούτου προκηρυχθέντος. σὺ δέ μοι δεξάμενος τὰς μαρτυρίας ἐνσφράγισαι τῇ καρδίᾳ ταύτας. Πολλῶν δὲ οὐσῶν καὶ τοῦ χρόνου λοιπὸν τῆς ὥρας εἰς ὀλίγον περιγραφομένου ὀλίγας, ὡς ἐγχωρεῖ, τὰς κυριωτέρας ἄκουσον νῦν. λαβὼν δὲ τὰς ἀφορμὰς γενοῦ φιλόπονος καὶ ἐκζήτησον τὰς λειπούσας. μὴ γὰρ ἔστω σοι ἡ χεὶρ μόνον ἐκτεταμένη εἰς τὸ λαβεῖν, ἀλλὰ καὶ εἰς τὸ ἐργάζεσθαι ἕτοιμος. πάντα θεὸς χαρίζεται. εἰ γάρ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ καὶ λήψεται. ὃς ταῖς ὑμετέραις εὐχαῖς καὶ ἡμῖν παράσχοιτο τοῖς λέγουσι τὸ εἰπεῖν, καὶ ὑμῖν τοῖς ἀκούουσι τὸ πιστεῦσαι. Ζητείσθωσαν τοίνυν ἡμῖν αἱ περὶ τοῦ πάθους τοῦ Χριστοῦ μαρτυρίαι. συνεληλύθαμεν γὰρ οὐ γραφῶν ἐξήγησιν θεωρητικὴν ποιήσασθαι νῦν, ἀλλὰ πιστοποιηθῆναι μᾶλλον περὶ ὧν πεπιστεύκαμεν. τῆς μὲν οὖν παρουσίας Ἰησοῦ πρῶτον ἐδέξω τὰς μαρτυρίας. καὶ ὅτι ἐπὶ θαλάσσης περιεπάτησεν( ἐν γὰρ θαλάσσῃ ἡ ὁδός σου, γέγραπται), καὶ περὶ διαφόρων ἰάσεων μαρτυρίαν ἔλαβες ἄλλοτε. ἄρχομαι τοίνυν ὅθεν τὸ πάθος ἤρξατο. Ἰούδας ἦν ὁ προδότης, καὶ ἐλθὼν ἐξ ἐναντίας καὶ στάς, εἰρηνικὰ λέγων καὶ πολεμικὰ κατασκευάζων. λέγει οὖν περὶ τούτου ὁ ψαλμῳδός: οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. καὶ πάλιν: ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον καὶ αὐτοί εἰσι βολίδες. Χαῖρε ῥαββί, καὶ παρεδίδου τὸν διδάσκαλον εἰς θάνατον. οὐκ ᾐδέσθη τοῦ λέγοντος τὴν ὑπόμνησιν: Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; σχεδὸν γὰρ τοῦτο πρὸς αὐτὸν ἔλεγεν: ὑπομνήσθητι τῆς σεαυτοῦ προσηγορίας. ἰούδας καλεῖται ἐξομολόγησις. συνέθου, ἔλαβες τὸ ἀργύριον, ἐξομολόγησαι ταχέως. ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ καὶ λόγοις μίσους ἐκύκλωσάν με. ὅτι δέ τινες καὶ ἀπὸ ἀρχιερέων παρῆσαν, καὶ ὅτι πρὸ τῶν πυλῶν τῆς πόλεως ἦν τὰ δεσμά, ἤκουσας πρώην, εἴγε μνημονεύεις τῆς ἐξηγήσεως τὸν καιρὸν καὶ τὸν τόπον τοῦ ψαλμοῦ εἰρηκότος, ὅπως ἐπέστρεψαν εἰς ἑσπέραν καὶ ἐλίμωξαν ὡς κύνες καὶ ἐκύκλωσαν πόλιν. Ἄκουε καὶ διὰ τὰ τριάκοντα ἀργύρια. καὶ ἐρῶ πρὸς αὐτούς: εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε, καὶ τὰ ἑξῆς. ἄλλος μισθός μοι παρ' ὑμῶν χρεωστεῖται θεραπείας τυφλῶν καὶ χωλῶν, καὶ ἄλλον λαμβάνω, ἀντὶ μὲν εὐχαριστίας ἀτιμίαν, ἀντὶ δὲ προσκυνήσεως ὕβριν. βλέπεις πῶς προεῖδεν ἡ γραφὴ τὰ πράγματα; καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. ὦ προφητικῆς ἀκριβείας, ὦ πολλῆς συνέσεως ἀπλανοῦς πνεύματος ἁγίου. οὐ γὰρ δέκα εἶπεν οὐδὲ εἴκοσιν, ἀλλὰ τριάκοντα ἀκριβῶς καὶ ὅσα ἦν. Εἰπὲ καὶ ποῦ προχωρεῖ τοῦτο τὸ τίμημα, ὦ προφῆτα. ἆρα ὁ λαμβάνων κατέχει, ἢ ἀποδίδωσι; καὶ μετὰ τὸ ἀποδοθῆναι ποῦ προχωρεῖ; λέγει τοίνυν ὁ προφήτης: καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον. σύγκρινον τῇ προφητείᾳ τὸ εὐαγγέλιον. μεταμεληθεὶς γάρ φησιν Ἰούδας καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησεν. Ἀλλ' ὧδέ μοι λοιπὸν τῆς δοκούσης ἀμφιβολίας ἡ ἀκρίβεια ζητεῖται. οἱ γὰρ ἀθετοῦντες τοὺς προφήτας λέγουσιν, ὅτι ὁ μὲν προφήτης λέγει: καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον: τὸ δὲ εὐαγγέλιον: καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως. πῶς οἱ δύο τοίνυν ἀληθεύουσιν, ἄκουσον. οἱ γὰρ δῆθεν εὐλαβεῖς Ἰουδαῖοι οἱ τότε ἀρχιερεῖς ἰδόντες τὸν Ἰούδαν μετανοήσαντα καὶ εἰπόντα: ἥμαρτον παραδοὺς αἷμα ἀθῶον: φασί: τί πρὸς ἡμᾶς; σὺ ὄψῃ. ἆρα οὐδὲν πρὸς ὑμᾶς τοὺς σταυροῦντας; ἀλλ' ὁ μὲν τοῦ φόνου τὸν μισθὸν λαβὼν καὶ ἀποδοὺς ὄψεται, ὑμεῖς δὲ οἱ φονεύοντες οὐκ ὄψεσθε; εἶτά φασι πρὸς ἑαυτούς: οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβωνᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν. ἐκ τοῦ στόματος ὑμῶν ἡ κατάκρισις. εἰ μιαρὸς ὁ μισθός, μιαρὰ καὶ ἡ πρᾶξις: εἰ δὲ δικαιοσύνην πληροῖς σταυρῶν τὸν Χριστόν, τί οὐ παραδέχῃ τὸν μισθόν; Ἀλλὰ τὸ ζητούμενον τοῦτό ἐστι, πῶς οὐ διαφωνοῦσι τὸ μὲν εὐαγγέλιον λέγον ἀγρὸν τοῦ κεραμέως, ὁ δὲ προφήτης τὸ χωνευτήριον. Ἀλλ' οὐ μόνον χρυσοχόων παῖδες ἔχουσι χωνευτήριον, οὐδὲ χαλκουργοὶ μόνον ἔχουσι χωνευτήριον, ἀλλὰ καὶ κεραμεῖς ἔχουσι πηλοῦ χωνευτήρια. τὸ γὰρ λεπτὸν καὶ λιπαρὸν καὶ χρήσιμον τῆς γῆς ἐκ τῶν χαλίκων ἀποδιυλίζοντες καὶ τὸ πολὺ τῆς συρφετώδους ὕλης ἀποχωρίζοντες προχωνεύουσιν ὕδατι τὸν πηλὸν εἰς ἀνεμπόδιστον ἐργασίαν τῶν κατασκευασθησομένων. τί τοίνυν θαυμάζεις, εἰ τὸ μὲν εὐαγγέλιον φανερῶς τὸν ἀγρὸν τοῦ κεραμέως, ὁ δὲ προφήτης αἰνιγματωδῶς εἶπε τὴν προφητείαν, αἰνιγματώδους οὔσης πολλαχοῦ τῆς προφητείας; Ἔδησαν τὸν Ἰησοῦν καὶ εἰσήνεγκαν εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως. θέλεις δὲ γνῶναι καὶ εἰδέναι ὅτι καὶ τοῦτο γέγραπται; φησὶν Ἡσαΐας: οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες: δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. καὶ ἀληθῶς οὐαὶ τῇ ψυχῇ αὐτῶν, καὶ βλέπωμεν. Ἡσαΐας μὲν ἐπρίσθη καὶ ἐθεραπεύθη μετὰ ταῦτα ὁ λαός. Ἱερεμίας εἰς βόρβορον λάκκου ἐνεβλήθη, ἀλλ' ἰάθη τῶν Ἰουδαίων τὸ τραῦμα. μικρότερον γὰρ ἦν, ἐπειδὴ εἰς ἄνθρωπον. ἐπειδὴ δὲ οὐκ εἰς ἄνθρωπον, ἀλλ' εἰς θεὸν ἐνανθρωπήσαντα ἥμαρτον Ἰουδαῖοι, οὐαὶ τῇ ψυχῇ αὐτῶν. Δήσωμεν τὸν δίκαιον. ἆρα οὐκ ἐδύνατο λῦσαι ἑαυτόν, ἐρεῖ τις, ὁ λύσας ἐκ δεσμῶν θανάτου τετραήμερον Λάζαρον καὶ Πέτρον ἐκ δεσμῶν σιδηρέων[ φυλακῆς] λύσας; ἕτοιμοι παρειστήκεισαν ἄγγελοι λέγοντες: διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν. ἀλλὰ ἀνέχονται διὰ τὸ θέλειν ὑπομεῖναι τοῦτο τὸν δεσπότην. πάλιν ἤχθη ἐπὶ πρεσβυτέρων εἰς κριτήριον. ἔχεις ἤδη τὴν μαρτυρίαν: αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Ἀλλὰ ἐρωτήσας ὁ ἀρχιερεὺς καὶ ἀκούσας τὴν ἀλήθειαν ἀγανακτεῖ. καὶ ὁ κακὸς κακῶν ὑπηρέτης δίδωσι ῥάπισμα. καὶ τὸ πρόσωπον τὸ λάμψαν ὡς ὁ ἥλιος χερσὶν ἀνόμοις ῥαπιζόμενον ἠνείχετο. καὶ ἄλλοι ἐλθόντες ἐμπτύουσι τῷ προσώπῳ τοῦ διὰ πτυέλου τὸν ἐκ γενετῆς τυφλὸν θεραπεύσαντος. Ταῦτα τῷ κυρίῳ ἀνταποδίδοτε; οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός. καὶ ὁ προφήτης ἀποθαυμάζων φησί: κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; ἄπιστον γὰρ τὸ πρᾶγμα, εἰ θεός, θεοῦ υἱὸς καὶ βραχίων κυρίου, ταῦτα ὑπομένει. ἀλλ' ἵνα μὴ ἀπιστήσωσιν οἱ σωζόμενοι, προγράφει τὸ πνεῦμα τὸ ἅγιον ἐκ προσώπου Χριστοῦ λέγοντος( αὐτὸς γὰρ ὁ τότε ταῦτα λαλῶν ὕστερον παρῆν): τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας( Πιλάτος γὰρ αὐτὸν φραγελλώσας παρέδωκεν εἰς τὸ σταυρωθῆναι), τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων: μονονουχὶ λέγων: προειδὼς ὅτι μέλλουσι τύπτειν οὐδὲ ἐπλαγίασα τὴν σιαγόνα μου. Πῶς γὰρ ἔμελλον νευροῦν τοὺς μαθητὰς εἰς τὸν ὑπὲρ ἀληθείας θάνατον, εἰ αὐτὸς ἠγωνίων τοῦτο; ἐγὼ ἔλεγον: ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν. εἰ ἐφιλοζώησα, πῶς ἐδίδασκον, μὴ πράττων ὃ ἐδίδασκον; πρῶτον οὖν αὐτὸς θεὸς ὢν ὑπὸ ἀνθρώπων ταῦτα πάσχων ἠνείχετο, ἵνα ἄνθρωποι ὑπὸ ἀνθρώπων μετὰ ταῦτα δι' αὐτὸν τοιαῦτα πάσχοντες μὴ αἰσχυνθῶμεν. βλέπεις ὅτι καὶ ταῦτα σαφῶς προέγραψαν οἱ προφῆται. πολλὰς δὲ τῶν γραφῶν μαρτυρίας διὰ τὸ τοῦ χρόνου στενὸν παρατρέχομεν, ὡς προεῖπον. εἰ γὰρ πάντα ζητήσειέ τις ἀκριβῶς, οὐδὲν τῶν τοῦ Χριστοῦ πραγμάτων ἀμάρτυρον καταλειφθήσεται. Δεθεὶς ἦλθεν ἀπὸ τοῦ Καϊάφα πρὸς Πιλάτον. ἆρα καὶ τοῦτο γέγραπται;« καὶ δήσαντες αὐτὸν ἀπήγαγον ξένια τῷ βασιλεῖ Ἰαρείμ.» Ἀλλ' ὑποκρούει τις τῶν ὀξέως ἀκροωμένων: Πιλάτος οὐκ ἦν βασιλεύς, ἵνα τέως παραλίπωμεν τὰ πολλὰ τοῦ ζητήματος: πῶς τοίνυν δήσαντες αὐτὸν ἀπήγαγον ξένια τῷ βασιλεῖ; ἀλλὰ ἀνάγνωθι τὸ εὐαγγέλιον: ἀκούσας Πιλάτος αὐτὸν εἶναι ἀπὸ τῆς Γαλιλαίας ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρώδην. Ἡρώδης δὲ ἦν τότε βασιλεὺς καὶ παρῆν ἐν Ἱεροσολύμοις. Καὶ βλέπε τοῦ προφήτου τὴν ἀκρίβειαν. ξένια γάρ φησιν αὐτὸν ἀπεστάλθαι. ἐγένοντο γὰρ φίλοι ὅ τε Πιλάτος καὶ ὁ Ἡρώδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ' ἀλλήλων. προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες. ἔπρεπε γὰρ τῷ μέλλοντι εἰρηνοποιεῖν τὴν γῆν καὶ τὸν οὐρανὸν πρώτους αὐτοὺς τοὺς καταδικάζοντας αὐτὸν εἰρηνοποιῆσαι. καὶ γὰρ παρῆν ὁ κύριος αὐτὸς ὁ διαλλάσσων καρδίας ἀρχόντων τῆς γῆς. ἔχε τῶν προφητῶν τὴν ἀκρίβειαν καὶ ἀληθῆ μαρτυρίαν. Θαύμασον τὸν κρινόμενον κύριον. ἠνέσχετο ὑπὸ στρατιωτῶν ἀγόμενος καὶ φερόμενος. Πιλάτος ἐκαθέζετο κρίνων καὶ ὁ ἐν δεξιᾷ τοῦ πατρὸς καθεζόμενος ἑστὼς ἐκρίνετο. ὁ λαὸς ὁ λυτρωθεὶς ὑπ' αὐτοῦ ἐκ γῆς Αἰγύπτου καὶ ἀλλαχόθεν πολλάκις κατ' αὐτοῦ ἐβόα: αἶρε αἶρε σταύρωσον αὐτόν. διὰ τί, ὦ Ἰουδαῖοι; ὅτι τοὺς τυφλοὺς ὑμῶν ἐθεράπευσεν; ἀλλ' ὅτι τοὺς χωλοὺς ὑμῶν περιπατεῖν ἐποίησε καὶ τὰ λοιπὰ τῶν εὐεργεσιῶν παρέσχεν; ὡς ἐκπλησσόμενον τὸν προφήτην καὶ περὶ τούτου λέγειν: ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; καὶ αὐτὸν τὸν κύριον ἐν προφήταις λέγειν: ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς. διὰ τοῦτο ἐμίσησα αὐτήν. οὐκ ἐγὼ παρῃτησάμην, ἀλλ' αὐτοί με παρῃτήσαντο. διὰ τοῦτο ἀκολούθως λέγω: ἐγκαταλέλοιπα τὸν οἶκόν μου. Κρινόμενος ἐσιώπα, ὡς ὑπερπάσχειν τὸν Πιλάτον καὶ λέγειν: οὐκ ἀκούεις, τί οὗτοί σου καταμαρτυροῦσιν; οὐχ ὅτι ᾔδει τὸν κρινόμενον, ἀλλ' ἐφοβήθη τὸ τῆς ἑαυτοῦ γυναικὸς ἐνύπνιον τὸ ἀποσταλέν. καὶ ὁ Ἰησοῦς ἐσιώπα. λέγει ὁ ψαλμῳδός: καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. καὶ πάλιν: ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. ἤκουσας τὰ περὶ τούτου καὶ πρότερον, εἴγε μνημονεύεις. Ἀλλ' οἱ στρατιῶται περιχυθέντες αὐτῷ καταπαίζουσιν. καὶ γίγνεται παίγνιον αὐτοῖς ὁ κύριος καὶ καταπαίζεται ὁ δεσπότης. εἴδοσάν με καὶ ἐσάλευσαν κεφαλὰς αὐτῶν. καὶ ὁ τύπος γίγνεται τῆς βασιλείας. καταπαίζουσι μὲν γάρ, γονυπετοῦσι δέ. καὶ σταυροῦσι προενδύσαντες αὐτὸν πορφύραν στρατιῶται καὶ στέφανον ἐπιτιθέασιν αὐτοῦ τῇ κεφαλῇ. τί γὰρ εἰ καὶ ἀκάνθινον; πᾶς βασιλεὺς ὑπὸ στρατιωτῶν ἀναγορεύεται. ἔδει καὶ Ἰησοῦν τυπικῶς ὑπὸ στρατιωτῶν στεφανωθῆναι. ὡς διὰ τοῦτο τὴν γραφὴν ἐν ᾄσμασι λέγειν: ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Ἱερουσαλήμ, ἐν τῷ βασιλεῖ Σολομών, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ. μυστήριον δὲ ἦν καὶ ὁ στέφανος. λύσις γὰρ ἦν τῶν ἁμαρτιῶν, ἀπόλυσις τῆς ἀποφάσεως. Ἔλαβε καταδίκην ὁ Ἀδάμ: ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. διὰ τοῦτο Ἰησοῦς λαμβάνει τὰς ἀκάνθας, ἵνα λύσῃ τὴν καταδίκην. καὶ διὰ τοῦτο ἐτάφη ἐν τῇ γῇ, ἵνα ἡ κατηραμένη γῆ ἀντὶ κατάρας δέξηται τὴν εὐλογίαν. κατὰ τὸν καιρὸν τῆς ἁμαρτίας συκῆς φύλλα περιεβάλλοντο. διὰ τοῦτο καὶ Ἰησοῦς τέλος σημείων τὴν συκῆν ἔδωκεν. Μέλλων γὰρ εἰς τὸ πάθος χωρεῖν καταρᾶται τὴν συκῆν, οὐ πᾶσαν συκῆν, ἀλλ' ἐκείνην μόνην διὰ τὸν τύπον, λέγων: μηκέτι ἐκ σοῦ καρπόν τις φάγῃ. λελύσθω ἡ καταδίκη. καὶ ἐπειδὴ τότε συκῆς φύλλα περιεβάλλοντο, ἦλθεν ἐν καιρῷ ἐν ᾧ βρῶσις οὐχ εὑρίσκετο. τίς οὐκ οἶδεν ὅτι ἐν καιρῷ χειμῶνος συκῆ οὐ καρποφορεῖ, ἀλλὰ φύλλα περίκειται μόνον; ὅπερ πάντες ᾔδεισαν, τοῦτο Ἰησοῦς ἄρα οὐκ ᾔδει; ἀλλ' εἰδὼς ἤρχετο ὡς ζητήσων, οὐκ ἀγνοῶν ὅτι οὐχ εὑρίσκει, ἀλλὰ τὸν τύπον τῆς κατάρας μέχρι τῶν φύλλων μόνον ποιούμενος. Καὶ ἐπειδὴ τῶν κατὰ παράδεισον ἡψάμεθα πραγμάτων, τεθαύμακα ἀληθῶς τὴν ἀλήθειαν τῶν τύπων. ἐν παραδείσῳ ἡ ἀπόπτωσις, καὶ ἐν κήπῳ ἡ σωτηρία. ἀπὸ ξύλου ἡ ἁμαρτία, καὶ μέχρι ξύλου ἡ ἁμαρτία. δειλινὸν τοῦ κυρίου περιπατοῦντος ἐκρύβησαν, καὶ δειλινὸν ὑπὸ τοῦ κυρίου εἰς παράδεισον ὁ λῃστὴς εἰσάγεται. Ἀλλ' ἐρεῖ μοί τις: εὑρεσιλογεῖς, δεῖξόν μοι ἀπὸ προφήτου τοῦ σταυροῦ τὸ ξύλον. ἐὰν μὴ μαρτυρίαν ἀπὸ προφήτου παράσχῃς, οὐ πείθομαι. Ἄκουε τοίνυν ἀπὸ Ἱερεμίου καὶ πιστοποιοῦ:« ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τὸ θύεσθαι οὐκ ἔγνων;» οὕτω γὰρ ἀνάγνωθι ἐπερωτηματικῶς ὡς εἶπον. ὁ γὰρ λέγων: οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι, ἆρ' οὐκ ᾔδει; ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων; ποῖον ἀρνίον; Ἰωάννης ὁ βαπτιστὴς ἑρμηνευέτω λέγων: ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.« ἐπ' ἐμὲ ἐλογίσαντο πονηρὸν λογισμόν, λέγοντες.» ὁ τοὺς λογισμοὺς εἰδὼς τὸ ἀποβησόμενον ἄρα οὐκ ᾔδει; καὶ τί ἔλεγον;« δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ.» καὶ ἐάν σε ὁ κύριος καταξιώσῃ, εἰς τὸ ἔμπροσθεν γνώσῃ ὅτι τὸ σῶμα αὐτοῦ κατὰ τὸ εὐαγγέλιον τύπον ἔφερεν ἄρτου. δεῦτε τοίνυν, ξύλον ἐμβάλωμεν εἰς τὸν ἄρτον αὐτοῦ« καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων.» ζωὴ οὐκ ἐκτρίβεται. τί κάμνετε μάτην;« καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι.» ματαία ἡ βουλὴ ὑμῶν. πρὸ γὰρ ἡλίου τὸ ὄνομα αὐτοῦ ἐν τῇ ἐκκλησίᾳ μένει. καὶ ὅτι ἡ ζωὴ ἦν ἡ ἐπὶ τοῦ ξύλου κρεμασθεῖσα, Μωσῆς ἀποκλαιόμενός φησι: καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου. καὶ τὸ ἀναγνωσθὲν ἀρτίως: κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Τοῦτον τὸν τύπον ἐπετέλει Μωσῆς σταυρῶν τὸν ὄφιν, ἵν' ὁ δακνόμενος ὑπὸ τοῦ ζῶντος ὄφεως καὶ βλέπων τὸν χαλκοῦν ὄφιν σωθῇ πιστεύσας. εἶτα χαλκοῦς μὲν ὄφις ἐσταυρωμένος σώζει, υἱὸς δὲ θεοῦ σαρκωθεὶς ἐσταυρωμένος οὐ σώζει; πάντοτε διὰ ξύλου ἡ ζωή. ἐπὶ τοῦ Νῶε μὲν γὰρ διὰ κιβωτοῦ ξυλίνης ἡ ζωοποίησις. ἡ δὲ θάλασσα ἐπὶ Μωσέως τὸν τύπον τῆς ῥάβδου θεασαμένη ἐδυσωπήθη τὸν κρούσαντα. εἶτα ἡ Μωσέως ῥάβδος ἰσχύει καὶ ὁ τοῦ σωτῆρος σταυρὸς ἀδυνατεῖ; παρίημι δὲ τὰ πολλὰ τῶν τύπων συμμετρίας ἕνεκεν. τὸ ξύλον ἐπὶ Μωσέως ἐγλύκανε τὸ ὕδωρ καὶ ἐκ πλευρᾶς Ἰησοῦ τὸ ὕδωρ ἔῤῥευσεν ἐπὶ ξύλου. Ἀρχὴ σημείων ἐπὶ Μωσέως αἷμα καὶ ὕδωρ, καὶ τὸ τελευταῖον πάντων τῶν σημείων Ἰησοῦ τὸ αὐτό. πρῶτον Μωσῆς τὸν ποταμὸν μετέβαλεν εἰς αἷμα, καὶ ὁ Ἰησοῦς τὸ τέλος ὕδωρ ἐξήνεγκεν ἐκ πλευρᾶς μετὰ αἵματος. διὰ τὰς δύο φωνὰς ἴσως, τοῦ τε κρίνοντος καὶ τῶν ἐπιβοώντων, ἢ διὰ τοὺς πιστεύοντας καὶ τοὺς ἀπιστοῦντας. ὁ μὲν γὰρ Πιλάτος ἔλεγεν: ἀθῶός εἰμι, καὶ ὕδατι ἀπενίπτετο τὰς χεῖρας: οἱ δὲ ἐπιβοῶντες ἔλεγον: τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς. ἦν οὖν τὰ δύο ἐκ τῆς πλευρᾶς, τὸ ὕδωρ ἴσως τῷ κρίνοντι, τοῖς δὲ ἐπιβοῶσι τὸ αἷμα. Καὶ πάλιν ἄλλως νοητέον. Ἰουδαίοις μὲν τὸ αἷμα, χριστιανοῖς δὲ τὸ ὕδωρ. ἐκείνοις μὲν γὰρ ὡς ἐπιβούλοις ἡ ἐκ τοῦ αἵματος καταδίκη, σοὶ δὲ τῷ πιστεύοντι νῦν ἡ διὰ ὕδατος σωτηρία. οὐδὲν γὰρ εἰκῆ γέγονεν. Ἀπέδωκαν οἱ ἐξηγηταὶ πατέρες ἡμῶν καὶ ἄλλην τοῦ πράγματος αἰτίαν. ἐπειδὴ γὰρ διπλῆ τίς ἐστι τοῦ σωτηρίου βαπτίσματος ἐν εὐαγγελίοις ἡ δύναμις, μία μὲν ἡ τοῖς φωτιζομένοις δωρουμένη δι' ὕδατος, δευτέρα δὲ ἡ ἐπὶ τῶν ἁγίων μαρτύρων ἐν διωγμοῖς δι' οἰκείου αἵματος, ἐξῆλθεν ἐκ τῆς σωτηρίου πλευρᾶς αἷμα καὶ ὕδωρ τῆς ὑπὲρ Χριστοῦ γινομένης ὁμολογίας ἔν τε φωτίσματι καὶ μαρτυρίου καιροῖς βεβαιοῦσα τὴν χάριν. Ἔστι καὶ ἄλλη τῆς πλευρᾶς αἰτία. γυνὴ γέγονεν ἀρχηγὸς ἁμαρτίας ἡ πλασθεῖσα ἐκ πλευρᾶς. ἀλλ' ὁ ἐλθὼν Ἰησοῦς ἀνδράσιν ὁμοῦ καὶ γυναιξὶ χαρίσασθαι τὴν ἀμνηστίαν ἐνύγη τὴν πλευρὰν ὑπὲρ γυναικῶν, ἵνα λύσῃ τὴν ἁμαρτίαν. Καὶ εἴ τις ἐρευνήσειεν, εὑρήσει καὶ ἄλλας αἰτίας. ἀλλ' αὐτάρκη καὶ ταῦτα λέγεσθαι διὰ τὸ καιροῦ στενὸν καὶ διὰ τὸ μὴ προσκορῆ γενέσθαι τὴν ἀκρόασιν τοῖς ἀκούουσιν. καίτοιγε οὐκ ἔστι ποτὲ καμεῖν ἀκούοντας τὰ περὶ τοῦ δεσπότου στεφανουμένου, καὶ μάλιστα ἐν τῷ παναγίῳ τούτῳ Γολγοθᾷ. ἄλλοι μὲν γὰρ ἀκούουσι μόνον, ἡμεῖς δὲ καὶ βλέπομεν καὶ ψηλαφῶμεν. μηδεὶς καμνέτω. λάβε τὰ ὅπλα κατὰ τῶν ἐναντίων ὑπὲρ αὐτοῦ τοῦ σταυροῦ. τρόπαιον στῆσον τὴν πίστιν τοῦ σταυροῦ κατὰ τῶν ἀντιλεγόντων. ὅταν γὰρ μέλλῃς περὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ συζητεῖν πρὸς ἀπίστους, προαπόστειλον τῇ χειρὶ τὸ σημεῖον τοῦ σταυροῦ τοῦ Χριστοῦ καὶ φιμοῦται ὁ ἀντιλέγων. μὴ ἐπαισχυνθῇς τὸν σταυρὸν ὁμολογεῖν. ἄγγελοι γὰρ ἐγκαυχῶνται λέγοντες: οἴδαμεν, τίνα ζητεῖτε, Ἰησοῦν τὸν ἐσταυρωμένον. ἆρ' οὐ δύνασαι εἰπεῖν, ὦ ἄγγελε, οἶδα ὃν ζητεῖτε, τὸν ἐμὸν δεσπότην; ἀλλ' ἐγώ, φησὶ μετὰ παῤῥησίας, οἶδα τὸν ἐσταυρωμένον. στέφανος γάρ ἐστιν ὁ σταυρός, οὐκ ἀτιμία. Ἡμεῖς δὲ λοιπὸν ἀναδράμωμεν ἐπὶ τὴν εἰρημένην ἐκ τῶν προφητῶν ἀπόδειξιν. ἐσταυρώθη ὁ κύριος, εἴληφας τὰς μαρτυρίας. ὁρᾷς τοῦ Γολγοθᾶ τὸν τόπον. ἐπιβοᾷς ἐπαίνῳ ὡς συντιθέμενος. βλέπε μή ποτε ἐν καιρῷ διωγμοῦ ἀρνήσῃ. μὴ ἐν καιρῷ εἰρήνης ἐπευφραίνου τῷ σταυρῷ μόνον, ἀλλὰ καὶ ἐν καιρῷ διωγμοῦ τὴν αὐτὴν ἔχε πίστιν. μὴ ἐν καιρῷ εἰρήνης Ἰησοῦ φίλος καὶ ἐν καιρῷ πολέμων ἐχθρός. Λαμβάνεις νῦν ἄφεσιν τῶν σῶν ἁμαρτημάτων καὶ πνευματικῆς δωρεᾶς τοῦ βασιλέως τὰ χαρίσματα. ὅταν ἔλθῃ πόλεμος, ὑπεραγώνισαι γενναίως τοῦ σοῦ βασιλέως. Ἰησοῦς ἐσταυρώθη ὑπὲρ σοῦ ὁ ἀναμάρτητος, καὶ σὺ ὑπὲρ τοῦ σταυρωθέντος ὑπὲρ σοῦ οὐ σταυροῦσαι; οὐ χάριν δίδως: προείληφας γάρ. ἀλλὰ χάριν ἀποδίδως ἀποδιδοὺς τὸ χρέος τῷ ἐν τῷ Γολγοθᾷ σταυρωθέντι διὰ σέ. Γολγοθᾶς δὲ ἑρμηνεύεται κρανίου τόπος. τίνες ἄρα οἱ προφητικῶς τὸν τόπον τοῦ Γολγοθᾶ τοῦτον ὀνομάσαντες, ἐν ᾧ ἡ ἀληθὴς κεφαλὴ Χριστὸς τὸν σταυρὸν ὑπέμεινεν; καθὼς ὁ ἀπόστολός φησιν: ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου: καὶ μετ' ὀλίγα: καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας. καὶ πάλιν: παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι. καὶ πάλιν: ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. ἡ κεφαλὴ ἐν τῷ τοῦ κρανίου τόπῳ πέπονθεν. ὦ μεγάλης προφητικῆς ὀνομασίας. μονονουχὶ γὰρ καὶ τὸ ὄνομα ὑπομιμνήσκει σε λέγον: μὴ προσσχῇς ὡς ψιλῷ ἀνθρώπῳ τῷ σταυρωθέντι. ἡ κεφαλὴ πάσης ἀρχῆς ἐστι καὶ ἐξουσίας. κεφαλὴ μὲν πάσης ἐξουσίας ἡ σταυρωθεῖσα, κεφαλὴν δὲ ἔχουσα τὸν πατέρα. κεφαλὴ γὰρ τοῦ ἀνδρὸς ὁ Χριστός, κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεός. Χριστὸς τοίνυν ὑπὲρ ἡμῶν ἐσταυρώθη, ὁ κριθεὶς ἐν νυκτὶ ψύχους ὄντος καὶ ἀνθρακιᾶς διὰ τοῦτο παρακειμένης. ἐσταυρώθη τρίτην ὥραν, ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἕως ἐννάτης, ἀπὸ δὲ ἐννάτης πάλιν φῶς. ἆρα καὶ ταῦτα γέγραπται; ζητήσωμεν. λέγει τοίνυν ὁ Ζαχαρίας:« καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν:» τὸ ψῦχος δι' ὃ Πέτρος ἐθερμαίνετο:« καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ.» τί γάρ; τὰς ἄλλας οὐκ οἶδε; πολλαὶ αἱ ἡμέραι, ἀλλ' αὕτη ἡ ἡμέρα τῆς ὑπομονῆς τοῦ κυρίου, ἣν ἐποίησεν ὁ κύριος. καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ,« καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ.» τί τὸ αἴνιγμα ὃ λέγει ὁ προφήτης; ἡ ἡμέρα ἐκείνη οὔτε ἡμέρα ἐστὶν οὔτε νύξ. τί οὖν αὐτὴν ὀνομάσομεν; ἑρμηνεύει τὸ εὐαγγέλιον τὸ πρᾶγμα διηγούμενον. οὐκ ἦν ἡμέρα. οὐ γὰρ ἐξ ἀνατολῆς ἐπὶ δύσιν ὁμοίως ἔλαμψεν ὁ ἥλιος, ἀλλὰ ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐννάτης σκότος ἐγένετο ἐν ἡμέρᾳ μέσῃ. μεσέμβολον ἦν ἄρα τὸ σκότος, ὠνόμασε δὲ ὁ θεὸς τὸ σκότος νύκτα. διὰ τοῦτο οὔτε ἡμέρα ἦν οὔτε νύξ. οὔτε γὰρ ὅλη φῶς ἦν, ἵνα κληθῇ ἡμέρα, οὔτε ὅλη σκότος, ἵνα κληθῇ νύξ, ἀλλὰ μετὰ τὴν ἐννάτην ἔλαμψεν ὁ ἥλιος. προλέγει καὶ τοῦτο ὁ προφήτης. εἰπὼν γάρ: καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ: προσέθηκε: καὶ πρὸς ἑσπέραν ἔσται φῶς. βλέπεις προφητῶν ἀκρίβειαν; βλέπεις ἀλήθειαν τῶν προγεγραμμένων; Ἀλλὰ ζητεῖς σαφῶς κατὰ ποίαν ὁ ἥλιος ὥραν ἐξέλιπεν; ἆρα πέμπτην ὥραν ἢ ὀγδόην ἢ δεκάτην; εἰπὲ τὴν ἀκρίβειαν Ἰουδαίοις τοῖς ἀνηκόοις, ὦ προφῆτα, πότε δύνει ὁ ἥλιος. φησὶ τοίνυν Ἀμὼς ὁ προφήτης:« καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος ὁ θεός, δύσεται ὁ ἥλιος μεσημβρίας»( ἀπὸ γὰρ ὥρας ἕκτης σκότος ἐγένετο)« καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς.» ποῖος καιρὸς οὗτος, ὦ προφῆτα, καὶ ποία ἡμέρα;« καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος.» ἐν ἀζύμοις γὰρ ἦν τὸ πραχθὲν καὶ τῇ τοῦ πάσχα ἑορτῇ. εἶθ' ἑξῆς φησι:« καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ' αὐτοῦ ὡς ἡμέραν ὀδύνης.» ἐν ἀζύμων γὰρ ἡμέρᾳ καὶ ἑορτῇ αἱ μὲν γυναῖκες αὐτῶν ἐκόπτοντο καὶ ἔκλαιον, ὠδυνῶντο δὲ ἀποκρυβέντες οἱ ἀπόστολοι. θαυμαστὸν μὲν οὖν τὸ προφητευθέν. Ἀλλὰ δός μοι καὶ ἕτερον, ἐρεῖ τις, σημεῖον. ποῖον ἔστι σημεῖον ἄλλο ἀκριβὲς ἐπὶ τῷ γεγενημένῳ; Ἐσταυρώθη ὁ Ἰησοῦς, μονοχίτων δὲ ἦν καὶ ἑνὶ περιβολαίῳ κεχρημένος. ἀλλ' οἱ στρατιῶται διεμερίσαντο τὸ περιβόλαιον εἰς τέσσαρα σχισθέν. ὁ δὲ χιτὼν οὐκ ἐσχίσθη, εἰς οὐδὲν γὰρ ἔτι σχισθεὶς ἐχρησίμευσε, καὶ λαχμὸς περὶ τούτου γίνεται τοῖς στρατιώταις. καὶ τὸ μὲν μερίζονται, περὶ τούτου δὲ λαγχάνουσιν. ἆρα καὶ τοῦτο γέγραπται; οἴδασιν οἱ σπουδαῖοι τῆς ἐκκλησίας ψαλμῳδοί, οἱ τὰς ἀγγελικὰς μιμούμενοι στρατιὰς καὶ πάντοτε τὸν θεὸν ἀνυμνοῦντες, οἱ καταξιούμενοι ψάλλειν ἐν τῷ Γολγοθᾷ τούτῳ καὶ λέγειν: διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. κλῆρος δὲ ἦν ὁ λαχμός. Πάλιν ἐπὶ Πιλάτου κριθεὶς ἐφόρεσεν ἐρυθρά. ἐκεῖ γὰρ περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην. ἆρα καὶ τοῦτο γέγραπται; λέγει ὁ Ἡσαΐας: τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; τίς οὗτος ὁ κατὰ ἀτιμίαν φορῶν τὰ κόκκινα; ἡ γὰρ βοσὸρ τοιαύτην τινὰ παρ' Ἑβραίοις ἔχει τὴν ἑρμηνείαν. ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; ὁ δὲ ἀποκρίνεται καὶ λέγει ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Ἐξεπέτασεν ἐν σταυρῷ τὰς χεῖρας, ἵνα περιλάβῃ τῆς οἰκουμένης τὰ πέρατα. τῆς γὰρ γῆς τὸ μεσώτατον ὁ Γολγοθᾶς οὗτός ἐστιν. οὐκ ἐμὸς ὁ λόγος: προφήτης ἐστὶν ὁ φήσας: εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς. ἐξέτεινεν ἀνθρωπίνας χεῖρας ὁ ταῖς νοηταῖς αὑτοῦ χερσὶ στερεώσας τὸν οὐρανόν. καὶ προσεπάγησαν ἥλοις, ἵνα τῆς ἀνθρωπότητος τῷ ξύλῳ προσπαγείσης τῆς βασταζούσης τῶν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ τελευτησάσης τῆς ἀνθρωπότητος συναποθάνῃ μὲν ἡ ἁμαρτία, ἡμεῖς δὲ ἀναστῶμεν ἐν δικαιοσύνῃ. ἐπειδὴ γὰρ δι' ἑνὸς ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἑνὸς ἀνθρώπου ἡ ζωή, δι' ἑνὸς δὲ ἀνθρώπου τοῦ σωτῆρος αὐτοπροαιρέτως τελευτῶντος. μνημόνευε γὰρ τῶν εἰρημένων: ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ἀλλ' ὁ μὲν ταῦτα ὑπέμεινεν, ἐπὶ σωτηρίᾳ ἐλθὼν πάντων, ὁ δὲ λαὸς κακὴν ἀντιμισθίαν ἀπεδίδου. λέγει ὁ Ἰησοῦς« διψῶ,» ὁ ἐξαγαγὼν αὐτοῖς ἐξ ἀκροτόμου τὰ ὕδατα πέτρας: καὶ ᾔτει τὴν ἄμπελον ἣν ἐφύτευσε τοὺς καρπούς. ἀλλὰ τί ἡ ἄμπελος; ἡ κατὰ φύσιν μὲν ἐξ ἁγίων πατρῶν, κατὰ προαίρεσιν δὲ ἐκ Σοδόμων( ἡ γὰρ ἄμπελος αὐτῶν ἐκ Σοδόμων καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας) διψῶντι τῷ κυρίῳ σπόγγῳ πλησθέντι καὶ περιτεθέντι καλάμῳ προσκομίζει τὸ ὄξος. καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. βλέπεις λευκότητα προαγορεύσεως τῶν προφητῶν; ποίαν δὲ χολὴν ἔδωκαν εἰς τὸ στόμα μου; ἔδωκαν αὐτῷ, φησίν, ἐσμυρνισμένον οἶνον. χολώδης δὲ καὶ κατάπικρος ἡ σμύρνα. ταῦτα τῷ κυρίῳ ἀνταποδίδοτε; ταῦτα προσφέρεις ἡ ἄμπελος τῷ δεσπότῃ; δικαίως προαπεθρήνει ὑμᾶς Ἡσαΐας λέγων: ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. καὶ ἵνα μὴ πάντα λέγωμεν, ἔμεινα, φησίν, ἵνα ποιήσῃ σταφυλήν, ἐδίψησα ἵνα δῷ οἶνον, αὐτὸς δὲ ἐποίησεν ἀκάνθας. βλέπεις γὰρ τὸν στέφανον, ὃν περίκειμαι. τί οὖν ἀποφαίνομαι λοιπόν; ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. ἤρθησαν γὰρ ἐξ αὐτῶν αἱ νεφέλαι οἱ προφῆται. οἱ προφῆται δὲ λοιπὸν ἐν ἐκκλησίᾳ καθώς φησι Παῦλος: προφῆται δύο ἢ τρεῖς λαλείτωσαν καὶ οἱ ἄλλοι διακρινέτωσαν. καὶ πάλιν: ὁ θεὸς ἔδωκεν ἐν τῇ ἐκκλησίᾳ τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας. προφήτης ἦν Ἄγαβος ὁ δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας. Περὶ δὲ τῶν λῃστῶν τῶν μετ' αὐτοῦ σταυρωθέντων εἴρηται τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη. καὶ οἱ δύο μὲν ἦσαν πρὸ τούτου ἄνομοι, ὁ δὲ εἷς οὐκέτι. ὁ μὲν γὰρ εἰς τέλος ἄνομος, ἀνένδοτος εἰς σωτηρίαν, χεῖρας μὲν προσπεπηγμένος, γλώσσῃ δὲ διὰ βλασφημίας πλήττων. Ἰουδαῖοι παρερχόμενοι ἐκίνουν τὰς κεφαλάς, χλευάζοντες τὸν ἐσταυρωμένον, πληροῦντες τὸ γεγραμμένον: εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν: καὶ ἐκεῖνος μετ' αὐτῶν ἐδυσφήμει, ὁ δὲ ἕτερος ἐπετίμα τῷ δυσφημοῦντι. καὶ ἦν αὐτῷ τέλος ζωῆς καὶ ἀρχὴ διορθώσεως, παράδοσις ψυχῆς καὶ πρόληψις σωτηρίας. καὶ μετὰ τὴν πρὸς ἐκεῖνον ἐπιτίμησίν φησι: μνήσθητί μου κύριε. πρὸς σὲ γάρ μοι ὁ λόγος. κατάλειπε τοῦτον, πεπήρωται τῆς διανοίας τὰ ὄμματα, ἐμοῦ δὲ μνήσθητι. οὐ λέγω μνήσθητί μου τῶν ἔργων, φοβοῦμαι γὰρ ταῦτα. πᾶς ἄνθρωπος διάκειται πρὸς τὸν συνοδεύοντα: συνοδεύω σοι πρὸς τὸν θάνατον: μνήσθητί μου τοῦ σοῦ συνοδοιπόρου. ἀλλ' οὐ λέγω νῦν μνήσθητί μου, ἀλλ' ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ποία σε ἐφωταγώγησε δύναμις, ὦ λῃστά; τίς σε ἐδίδαξε προσκυνῆσαι τὸν καταφρονούμενον καὶ συνεσταυρωμένον; ὢ φωτὸς ἀϊδίου φωτοποιοῦντος τοὺς ἐσκοτισμένους. διὸ καὶ δικαίως ἤκουσε: θάρσει: οὐχ ὅτι τὰ πράγματά σου τοῦ θαρσεῖν ἄξια, ἀλλ' ὅτι βασιλεὺς πάρεστι χαριζόμενος. μακροχρόνιος μὲν ἡ αἴτησις, ὀξυτάτη δὲ ἡ χάρις. ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, ἐπειδὴ σήμερον τῆς φωνῆς μου ἤκουσας καὶ οὐκ ἐσκλήρυνάς σου τὴν καρδίαν. ὀξύτατα κατὰ τοῦ Ἀδὰμ ἀπεφηνάμην, ὀξύτατά σοι χαρίζομαι. ἐκείνῳ μὲν εἴρηται: ᾗ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε: σὺ δὲ σήμερον ὑπήκουσας τῇ πίστει, σήμερόν σοι ἡ σωτηρία. ἐκεῖνος διὰ τοῦ ξύλου ἀπέπεσε, καὶ σὺ διὰ τοῦ ξύλου εἰσάγῃ εἰς τὸν παράδεισον. μὴ φοβηθῇς τὸν