Catecheses to the Illuminandi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem">
—
⋯
Original / primary: Textus receptus
14.1
[ 14] Κατήχησις τεσσαρακαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα εἰς τὸ καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ πατρός. καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κορινθίους πρώτης: γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν. καὶ ἑξῆς: ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς. καὶ τὰ ἑξῆς. Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγυρίσατε πάντες οἱ ἀγαπῶντες Ἰησοῦν: ἐγήγερται γάρ. χαίρετε πάντες ὅσοι πρότερον ἐπενθήσατε τὰς Ἰουδαίων τόλμας τε καὶ παρανομίας ἀκούσαντες: ὁ γὰρ ὑβρισθεὶς ὑπ' αὐτῶν ἐνταῦθα πάλιν ἠγέρθη. καὶ ὥσπερ ἡ κατὰ τὸν σταυρὸν ἀκρόασις λυπηρά τις ἦν, οὕτως ὁ περὶ τῆς ἀναστάσεως εὐαγγελισμὸς εὐφραινέτω τοὺς παρόντας. τὸ πένθος εἰς εὐφροσύνην σταφήτω καὶ ὁ κοπετὸς εἰς χαράν, καὶ πλησθήτω χαρᾶς καὶ εὐφροσύνης τὸ στόμα ἡμῶν διὰ τὸν μετὰ τὴν ἀνάστασιν εἰπόντα Χαίρετε. οἶδα γὰρ τῶν φιλοχρίστων ἐν ταῖς παρελθούσαις ἡμέραις τὴν λύπην: ἐπειδὴ τῶν λεγομένων καταληξάντων μὲν εἰς τὸν θάνατον καὶ τὴν ταφήν, τὴν δὲ ἀνάστασιν μὴ εὐαγγελισαμένων, ἐκκρεμὴς ἦν διάνοια πρὸς τὸ ἀκοῦσαι τὸ ποθούμενον. ἐγήγερται τοίνυν ὁ νεκρός, ὁ ἐν νεκροῖς ἐλεύθερος καὶ νεκρῶν ἐλευθερωτής. ὁ κατὰ ἀτιμίαν δι' ὑπομονῆς τὸν στέφανον τῶν ἀκανθῶν περιδεδεμένος οὗτος ἀναστὰς τὸ διάδημα τῆς κατὰ τοῦ θανάτου νίκης διεδήσατο. Ἀλλ' ὥσπερ τὰς περὶ τοῦ σταυροῦ αὐτοῦ μαρτυρίας παρεθέμεθα, οὕτω φέρε καὶ νῦν τὰς περὶ τῆς ἀναστάσεως ἀποδείξεις πιστοποιησώμεθα. ἐπειδὴ ὁ παρὼν ἀπόστολός φησιν: ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς. ἀποστόλου τοίνυν εἰς τὰς μαρτυρίας τῶν γραφῶν ἡμᾶς ἀναπέμψαντος καλόν ἐστιν ἡμᾶς ἐπιγνῶναι τῆς ἡμετέρας σωτηρίας τὴν ἐλπίδα, καὶ μαθεῖν πρῶτον, εἰ αἱ θεῖαι γραφαὶ λέγουσιν ἡμῖν τὸν καιρὸν τῆς ἀναστάσεως αὐτοῦ, πότερον ἐν θέρει ἢ ἐν φθινοπώρῳ γίνεται ἢ καὶ μετὰ χειμῶνα, καὶ ἐκ ποίων τόπων ὁ σωτὴρ ἐγήγερται, καὶ τί τὸ ὄνομα τοῦ τόπου τῆς ἀναστάσεως ἐν τοῖς θαυμασίοις προφήταις ἀνηγόρευται, καὶ εἰ γυναῖκες αἱ ζητοῦσαι αὐτὸν καὶ μὴ εὑροῦσαι πάλιν εὑροῦσαι χαίρουσιν, ἵνα τῶν εὐαγγελίων ἀναγινωσκομένων μὴ μῦθοι μηδὲ ῥαψῳδίαι νομίζωνται τῶν ἁγίων εὐαγγελίων αἱ διηγήσεις. Ὅτι μὲν οὖν ἐτάφη ὁ σωτήρ, ἀκήκοατε σαφῶς ἐν τῇ προτέρᾳ διαλέξει τοῦ Ἡσαΐου λέγοντος: ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ( εἰρηνοποίησε γὰρ ἐν τῇ ταφῇ αὐτοῦ οὐρανὸν καὶ τὴν γῆν, τοὺς ἁμαρτωλοὺς προσάγων τῷ θεῷ), καὶ ὅτι ἀπὸ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος, καὶ ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ. καὶ ἡ προφητεία τοῦ Ἰακὼβ λέγουσα ἐν ταῖς γραφαῖς: ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος. τίς ἐγερεῖ αὐτόν; καὶ τὸ ἐν ἀριθμοῖς παραπλήσιον: κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος. καὶ τοῦ ψαλμοῦ λέγοντος ἠκούσατε πολλάκις: καὶ εἰς χοῦν θανάτου κατήγαγές με. καὶ τὸν τόπον δὲ ἐπεσημειωσάμεθα ἐν τῷ λέγειν ἐμβλέψατε εἰς τὴν πέτραν ἣν ἐλατομήσατε. λοιπὸν δὲ περὶ αὐτῆς τῆς ἀναστάσεως αὐτοῦ παρακολουθείτωσαν ἡμῖν αἱ μαρτυρίαι. Λέγει τοίνυν πρῶτον ἐν τῷ ἑνδεκάτῳ ψαλμῷ: ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος. ἀλλ' ἔτι τοῦτο παρά τισιν ἀμφίβολον τυγχάνει. πολλάκις γὰρ καὶ εἰς ὀργὴν ἐγείρεται πρὸς τὸ λαβεῖν ἐκδίκησιν παρὰ τῶν ἐχθρῶν. Ἐλθὲ τοίνυν ἐπὶ τὸν πεντεκαιδέκατον ψαλμὸν λέγοντα σαφῶς: φύλαξόν με, κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. καὶ μετὰ ταῦτα: οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου: ἐπειδὴ ἐμὲ παραιτησάμενοι βασιλέα ἑαυτῶν ἐπέγραψαν τὸν Καίσαρα. καὶ τὰ ἑξῆς: προωρώμην τὸν κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. καὶ μετ' ὀλίγον: ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. καὶ μετὰ ταῦτα σαφέστατα λέγει: ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. οὐκ εἶπεν οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν θάνατον, ἐπεὶ οὐκ ἀπέθνησκεν, ἀλλὰ τὴν μὲν διαφθοράν, φησίν, οὐ βλέπω, ἐν δὲ τῷ θανάτῳ οὐκ ἀπομενῶ. ἐγνώρισάς μοι ὁδοὺς ζωῆς. ἰδοὺ σαφῶς μετὰ τὸν θάνατον ζωὴ κηρύσσεται. Ἐλθὲ καὶ ἐπὶ τὸν εἰκοστὸν ἔννατον ψαλμόν. ὑψώσω σε κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ. τί τὸ γενόμενον; ἐξ ἐχθρῶν ἐῤῥύσθης; ἢ μέλλων τύπτεσθαι ἀπηλλάγης; αὐτὸς σαφέστατα λέγει: κύριε ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. ἐκεῖ λέγει οὐκ ἐγκαταλείψεις, προφητικῶς, καὶ ὧδε λέγει τὸ μέλλον γίνεσθαι ὡς γεγενημένον, ὅτι ἀνήγαγες, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. ἐν ποίῳ καιρῷ τὸ ἐσόμενον; τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. ὀψὲ γὰρ τῶν μαθητῶν ἦν τὸ πένθος, καὶ πρωὶ τῆς ἀναστάσεως ἡ εὐφροσύνη. Θέλεις γνῶναι καὶ τὸν τόπον; λέγει πάλιν ἐν ᾄσμασιν: εἰς κῆπον καρύας κατέβην. κῆπος γὰρ ἦν ὅπου ἐσταυρώθη. εἰ γὰρ καὶ τὰ μάλιστα νῦν βασιλικαῖς δωρεαῖς ἐφαιδρύνθη, ἀλλὰ κῆπος ἦν πρότερον, καὶ τὰ σύμβολα τούτου μένει καὶ τὰ λείψανα. κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη ὑπὸ τῶν Ἰουδαίων τῶν λεγόντων: ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν εἶπεν, ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι, κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον. καὶ ἑξῆς: οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας. πρὸς οὓς καλῶς ἀποτεινόμενός τις εἶπε: καὶ εἰς ἀνάπαυσιν αὐτοὺς κρινεῖς. τίς δέ ἐστιν ἡ πηγὴ ἡ ἐσφραγισμένη; ἢ τίς ἑρμηνεύεται πηγὴ φρέατος ὕδατος ζῶντος; αὐτός ἐστιν ὁ σωτήρ, περὶ οὗ γέγραπται: ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. Ἀλλὰ τί λέγει τοῖς μαθηταῖς ὁ Σοφονίας ἐκ προσώπου τοῦ Χριστοῦ;« ἑτοιμάζου, ὄρθριζε, διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν,» τῶν Ἰουδαίων δηλονότι, παρ' οἷς οὐ καταλέλειπται βότρυς σωτηρίας, ἀλλ' οὐδὲ ἐπιφυλλίς. ἐκκόπτεται γὰρ ἡ ἄμπελος αὐτῶν. βλέπε πῶς λέγει πρὸς τοὺς μαθητάς: ἑτοιμάζου, ὄρθρισον: ὄρθρου προσδόκα τὴν ἀνάστασιν. Καὶ ἑξῆς κατὰ τὴν αὐτὴν ἀκολουθίαν τῆς γραφῆς φησι:« διὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον.» βλέπεις ὅτι καὶ τὸν τόπον τῆς ἀναστάσεως προεῖδεν ὁ προφήτης μαρτύριον ἐπικληθησόμενον; τίνι γὰρ τῷ λόγῳ μὴ κατὰ τὰς λοιπὰς ἐκκλησίας ὁ τοῦ Γολγοθᾶ καὶ τῆς ἀναστάσεως οὗτος ὁ τόπος ἐκκλησία καλεῖται, ἀλλὰ μαρτύριον; ἀλλ' ἴσως διὰ τὸν προφήτην τὸν εἰπόντα: εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον. Καὶ τίς ἐστιν ἄρα οὗτος; καὶ τί τὸ σημεῖον τοῦ ἀνισταμένου; σαφῶς ἐν τοῖς ἑξῆς ἐν τῇ αὐτῇ ἀκολουθίᾳ τοῦ προφήτου φησίν:« ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν»( ἐπειδὴ μετὰ τὴν ἀνάστασιν ἀποσταλέντος τοῦ ἁγίου πνεύματος ἐδόθη χάρις γλωσσῶν)« πρὸς τὸ δουλεύειν τῷ κυρίῳ ὑπὸ ζυγὸν ἕνα.» καὶ τί ἄλλο σύμβολον ἐν τῷ αὐτῷ πρόσκειται προφήτῃ τοῦ δουλεύειν κυρίῳ ὑπὸ ζυγὸν ἕνα;« ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσί μοι θυσίας.» οἶδας τὸ γεγραμμένον ἐν ταῖς πράξεσιν, ὅτε ἦλθεν αἰθίοψ εὐνοῦχος ἐκ περάτων ποταμῶν Αἰθιοπίας. Ὅταν τοίνυν καὶ τὸν καιρόν, καὶ τοῦ τόπου τὸ ἰδίωμα, ὅταν καὶ τὰ μετὰ τὴν ἀνάστασιν σημεῖα λέγωσιν αἱ γραφαί, πιστοποιοῦ λοιπὸν εἰς τὴν ἀνάστασιν, καὶ μηδείς σε σαλευέτω ἀπὸ τοῦ ὁμολογεῖν Χριστὸν ἐκ νεκρῶν ἐγηγερμένον. Λάμβανε δὴ καὶ ἄλλην μαρτυρίαν ἐν τῷ ὀγδοηκοστῷ ἑβδόμῳ ψαλμῷ, Χριστοῦ λέγοντος ἐν προφήταις( αὐτὸς γὰρ ὁ λαλῶν τότε ὕστερον παρεγένετο): κύριε ὁ θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐξέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. καὶ μετ' ὀλίγα: ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος. οὐκ εἶπεν ἐγενήθην ἄνθρωπος ἀβοήθητος, ἀλλ' ὡσεὶ ἄνθρωπος ἀβοήθητος. καὶ γὰρ ἐσταυρώθη οὐκ ἐξ ἀσθενείας, ἀλλ' ἑκουσίως, καὶ οὐκ ἐξ ἀσθενείας ἀκουσίου ἦν ὁ θάνατος. προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. καὶ τί τὸ σύσσημον; ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ. πεφεύγασι γὰρ οἱ μαθηταί. μὴ τοῖς νεκροῖς ποιήσῃς θαυμάσια; εἶτα μετ' ὀλίγα: καὶ ἐγώ, κύριε, πρὸς σὲ ἐκέκραξα, καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε. βλέπεις πῶς δηλοῦσι καὶ τὸν καιρὸν τῆς ὥρας καὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως; Καὶ πόθεν ἐγήγερται ὁ σωτήρ; λέγει ἐν τοῖς ᾄσμασι τῶν ᾀσμάτων: ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καὶ ἐν τοῖς ἑξῆς: ἐν σκέπῃ τῆς πέτρας. σκέπην τῆς πέτρας εἶπε τὴν τότε πρὸ τῆς θύρας τοῦ σωτηρίου μνήματος οὖσαν σκέπην, καὶ ἐξ αὐτῆς τῆς πέτρας, καθὼς σύνηθες ἐνταῦθα γίνεσθαι πρὸ τῶν μνημάτων, λελαξευμένην. νῦν γὰρ οὐ φαίνεται, ἐπειδὴ τότε ἐξεκολάφθη τὸ προσκέπασμα διὰ τὴν παροῦσαν εὐκοσμίαν. πρὸ γὰρ τῆς ἐκ βασιλικῆς φιλοτιμίας κατασκευῆς τοῦ μνήματος σκέπη ἦν ἔμπροσθεν τῆς πέτρας. Ἀλλὰ ποῦ ἐστιν ἡ πέτρα ἡ ἔχουσα τὴν σκέπην; ἆρα περὶ τὰ μέσα τῆς πόλεως κεῖται, ἢ περὶ τὰ τείχη καὶ τὰ τελευταῖα; καὶ πότερον ἐν τοῖς ἀρχαίοις τείχεσίν ἐστιν, ἢ τοῖς ὕστερον γενομένοις προτειχίσμασιν; λέγει τοίνυν ἐν τοῖς ᾄσμασιν: ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος. Ποίῳ καιρῷ ἐγείρεται ὁ σωτήρ; ἆρα θέρους ὁ καιρὸς ἢ ἄλλος; ἐν αὐτοῖς τοῖς ᾄσμασιν ἀνωτέρω τῶν εἰρημένων εὐθὺς λέγει: ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς παρῆλθεν ἑαυτῷ καὶ ἐπορεύθη, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν. ἆρα οὐχὶ νῦν ἡ γῆ ἀνθῶν πλήρης καὶ τέμνουσι τὰς ἀμπέλους; ὁρᾷς ὅπως καὶ τὸν χειμῶνα εἶπε λοιπὸν παρελθόντα. ξανθικοῦ γὰρ τούτου τοῦ μηνὸς ἐνεστῶτος ἔαρ ἐστὶ λοιπόν. ὁ δὲ καιρός ἐστιν οὗτος ὁ μὴν ὁ παρ' Ἑβραίοις πρῶτος, ἐν ᾧ ἡ ἑορτὴ τοῦ πάσχα τοῦ πρότερον τυπικοῦ, νῦν δὲ ἀληθινοῦ. Οὗτος ὁ καιρὸς τῆς τοῦ κόσμου δημιουργίας. τότε γὰρ εἶπεν ὁ θεός: ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα. καὶ νῦν, ὡς ὁρᾷς, λοιπὸν πᾶσα βοτάνη σπερματίζει. καὶ ὥσπερ τότε ὁ θεὸς ποιήσας ἥλιον καὶ σελήνην ἰσημερινοὺς αὐτοῖς ἐχαρίσατο δρόμους, οὕτως καὶ πρὸ ὀλίγων ἡμερῶν ἰσημερίας ἦν ὁ καιρός. τότε εἶπεν ὁ θεός: ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. καὶ τὸ μὲν κατ' εἰκόνα ἔλαβε, τὸ δὲ καθ' ὁμοιότητα διὰ τὴν παρακοὴν ἠμαύρωσεν. ἐν τῷ καιρῷ οὖν ᾧ ἀπώλεσε τοῦτο, ἐν τούτῳ καὶ διόρθωσις ἐγένετο. ὅτε ὁ κατασκευασθεὶς ἄνθρωπος παρακούσας ἐξεβλήθη τοῦ παραδείσου, τότε ὁ πιστεύσας ὑπακούσας εἰσηνέχθη. τότε τοίνυν γέγονεν ἡ σωτηρία, ὅτε γέγονεν ἡ ἀπόπτωσις: ὅτε τὰ ἄνθη ὤφθη καὶ ἡ τομὴ ἔφθασεν. Κῆπος ἦν ὁ τόπος τῆς ταφῆς, καὶ ἄμπελος ἡ φυτευθεῖσα« καὶ ἐγώ εἰμι ἄμπελος» εἴρηκεν. ἐφυτεύθη οὖν ἐν τῇ γῇ, ἵνα ἐκριζωθῇ ἡ διὰ τὸν Ἀδὰμ γενομένη κατάρα. ἀκάνθας καὶ τριβόλους κατεδικάσθη ἡ γῆ. ἀνέτειλεν ἐκ τῆς γῆς ἡ ἄμπελος ἡ ἀληθινή, ἵνα πληρωθῇ τὸ εἰρημένον: ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. καὶ τί μέλλει λέγειν ὁ θαπτόμενος ἐν τῷ κήπῳ; ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου. καὶ πάλιν: σμύρνα καὶ ἀλόη μετὰ πρώτων πάντων ἀρωμάτων. ταῦτα δὲ τοῦ ἐνταφιασμοῦ τὰ σύμβολα. καὶ ἐν τοῖς εὐαγγελίοις εἴρηται: ἦλθον αἱ γυναῖκες ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καὶ ὁ Νικόδημος φέρων μίγμα σμύρνης καὶ ἀλόης. Καὶ ἑξῆς γέγραπται: ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου. τὸ πικρὸν πρὸ τοῦ πάθους, καὶ τὸ γλυκὺ μετὰ τὴν ἀνάστασιν. εἶτα ἀναστὰς εἰσῆλθε διὰ θυρῶν κεκλεισμένων, ἀλλ' ἠπιστεῖτο. ἐδόκουν γὰρ πνεῦμα θεωρεῖν. ὁ δέ, ψηλαφήσατέ με, φησί, καὶ ἴδετε. βάλλετε τοὺς δακτύλους εἰς τὸν τύπον τῶν ἥλων, ὡς ἐπεζήτει Θωμᾶς. καὶ ἔτι ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς: ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίον. βλέπεις πῶς πεπλήρωται τὸ ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου. Ἀλλὰ πρὸ τοῦ εἰσελθεῖν διὰ τῶν θυρῶν κεκλεισμένων ἐζητεῖτο ὑπὸ τῶν ἀρίστων ἐκείνων καὶ ἀνδρείων γυναικῶν, ἐζητεῖτο ὁ νυμφίος καὶ ὁ τῶν ψυχῶν θεραπευτής. ἦλθον αἱ μακάριαι ἐπὶ τὸν τάφον καὶ ἐζήτουν τὸν ἐγηγερμένον, καὶ ἔσταζεν αὐτῶν ἔτι τὰ δάκρυα ἐκ τῶν ὀφθαλμῶν, δέον μᾶλλον εὐφραίνεσθαι καὶ χορεύειν ἐπὶ τῷ ἀναστάντι. ἦλθεν ἡ Μαριὰμ ζητοῦσα κατὰ τὸ εὐαγγέλιον καὶ οὐχ ηὕρισκεν, καὶ μετὰ ταῦτα ἤκουσε παρὰ τῶν ἀγγέλων καὶ ὕστερον εἶδε τὸν Χριστόν. ἆρα καὶ ταῦτα γέγραπται; λέγει τοίνυν ἐν ᾄσμασι τῶν ἀσμάτων: ἐπὶ κοίτην μου ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου. ποίῳ καιρῷ; ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου. Μαρία, φησίν, ἦλθεν ἔτι οὔσης σκοτίας. ἐπὶ κοίτην μου ἐζήτησα ἐν νυξίν, ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. καὶ ἐν εὐαγγελίοις φησὶν ἡ Μαριάμ: ἦραν τὸν κύριόν μου καὶ οὐκ οἶδα ποῦ τέθεικαν αὐτόν. ἀλλὰ οἱ ἄγγελοι παρόντες τότε θεραπεύουσι τὰς ἀγνωσίας. ἔλεγον γάρ: τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐ μόνον ἀνέστη, ἀλλὰ καὶ νεκροὺς ἔχων ἀνέστη. ἠγνόει δὲ ἐκείνη, καὶ ἔλεγεν ἐκ προσώπου αὐτῆς τὸ ᾆσμα τῶν ᾀσμάτων πρὸς τοὺς ἀγγέλους: μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, τουτέστι τῶν δύο ἀγγέλων, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου. ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν. Μετὰ γὰρ τὴν ὀπτασίαν τῶν ἀγγέλων αὐτάγγελος Ἰησοῦς ἦλθε, καί φησι τὸ εὐαγγέλιον: καὶ ἰδοὺ ὁ Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων: χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας. ἐκράτησαν αὐτόν, ἵνα πληρωθῇ τὸ κρατήσω αὐτὸν καὶ οὐκ ἀφήσω αὐτόν. ἀσθενὲς μὲν ἦν τῆς γυναικὸς τὸ σῶμα, ἀνδρεῖον δὲ τὸ φρόνημα. ὕδωρ πολὺ οὐκ ἔσβεσε τὴν ἀγάπην, οὐδὲ ποταμοὶ συνέκλυσαν. νεκρὸς ὁ ζητούμενος, ἀλλ' οὐκ ἐσβέσθη τῆς ἀναστάσεως ἡ ἐλπίς. Καὶ ὁ ἄγγελος πρὸς αὐτὰς λέγει πάλιν: μὴ φοβεῖσθε ὑμεῖς. οὐ λέγω τοῖς στρατιώταις τὸ μὴ φοβεῖσθε, ἀλλ' ὑμῖν. ἐκεῖνοι φοβείσθωσαν, ἵνα πείρᾳ μαθόντες μαρτυρήσωσι καὶ εἴπωσιν: ἀληθῶς θεοῦ υἱὸς ἦν. ὑμᾶς δὲ οὐ χρὴ φοβηθῆναι. ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἠγέρθη, καὶ τὰ ἑξῆς. καὶ ἀναχωροῦσιν ἐκεῖναι μετὰ χαρᾶς ἔμφοβοι. ἆρα καὶ τοῦτο γέγραπται; λέγει τοίνυν ὁ δεύτερος ψαλμὸς ὁ τὸ πάθος τοῦ Χριστοῦ διαγορεύων: δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. ἀγαλλιᾶσθε μὲν διὰ τὸν ἀναστάντα κύριον, ἐν τρόμῳ δὲ διὰ τὸν σεισμὸν καὶ τὸν ἄγγελον τὸν ὡς ἀστραπὴν φανέντα. Ἐσφράγισαν μὲν οὖν ἀρχιερεῖς καὶ φαρισαῖοι διὰ Πιλάτου τὸν τάφον, αἱ δὲ γυναῖκες ἐθεάσαντο τὸν ἀναστάντα. καὶ γινώσκων Ἡσαΐας ἀρχιερέων μὲν τὸ εὐτελές, τῶν δὲ γυναικῶν τὸ στεῤῥὸν τῆς πίστεως, λέγει: γυναῖκες ἐρχόμεναι ἀπὸ θέας δεῦτε, οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. ἀρχιερεῖς ἀσυνετοῦσιν, καὶ γυναῖκες αὐτοπτοῦσιν. καὶ ἐλθόντων τῶν στρατιωτῶν πρὸς αὐτοὺς εἰς τὴν πόλιν καὶ ἀπαγγειλάντων τὰ γενόμενα εἶπον αὐτοῖς: εἴπατε ὅτι μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. καλῶς ἄρα καὶ τοῦτο ὡς ἐξ αὐτῶν προεῖπεν Ἡσαΐας: ἀλλὰ λέγετε ἡμῖν καὶ ἀπαγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. Ἐγήγερται ὁ ἀναστάς, καὶ διὰ δόσιν ἀργυρίου πείθουσι τοὺς στρατιώτας. ἀλλ' οὐ πείθουσι τοὺς νῦν βασιλεῖς. οἱ τότε μὲν στρατιῶται ἀργυρίου προδεδώκασι τὴν ἀλήθειαν, οἱ δὲ νῦν βασιλεῖς δι' εὐσέβειαν ἀργυρένδυτον καὶ χρυσοκόλλητον τὴν ἁγίαν ἐκκλησίαν ταύτην, ἐν ᾗ πάρεσμεν, τῆς τοῦ σωτῆρος θεοῦ ἀναστάσεως ἐξειργάσαντο καὶ τοῖς ἐξ ἀργύρου καὶ χρυσοῦ καὶ λίθων τιμίων κειμηλίοις ἐφαίδρυναν. Κἂν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτόν. καὶ εἰ ἐκείνους πείθετε, τὴν δὲ οἰκουμένην οὐ πείθετε. διὰ τί γάρ, ὥσπερ τοῦ Πέτρου ἐξελθόντος ἐκ τῆς φυλακῆς καταδικάζονται οἱ φύλακες, οὕτω καὶ οἱ τὸν Ἰησοῦν Χριστὸν τηροῦντες οὐ κατεδικάσθησαν; ἀλλ' ἐκείνοις μὲν ἐπῆλθεν ἡ καταδίκη παρὰ Ἡρώδου, ἀπολογήσασθαι γὰρ οὐχ εὕρισκον ἐξ ἀγνοίας, οὗτοι δέ, τὴν ἀλήθειαν ἰδόντες καὶ ταύτην κρύπτοντες διὰ τὸ ἀργύριον, ἀπὸ τῶν ἀρχιερέων διεσώζοντο. ἀλλ' ὀλίγοι μὲν ἐπείσθησαν Ἰουδαίων τότε, ὁ κόσμος δὲ ὑπήκουσεν. οἱ κρύψαντες τὴν ἀλήθειαν κατεκρύφθησαν, καὶ οἱ καταδεξάμενοι ταύτην ἀνεφάνησαν δυνάμει τῇ τοῦ σωτῆρος τοῦ μὴ μόνον ἐκ νεκρῶν ἀναστάντος, ἀλλὰ καὶ μεθ' ἑαυτοῦ τοὺς νεκροὺς ἐγείραντος. ὧν ἐκ προσώπου σαφῶς ὁ προφήτης Ὠσηέ φησιν: ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ. Ἐπειδὴ δὲ οὐ πείθουσιν αἱ θεῖαι γραφαὶ τοὺς ἀνηκόους Ἰουδαίους, ἐπιλαθόμενοι δὲ πάντων τῶν γεγραμμένων ἀντιλέγουσι τῇ ἀναστάσει τοῦ Ἰησοῦ, καλὸν ἂν εἴη πρὸς αὐτοὺς οὕτως ἀντειπεῖν. τίνι τῷ λόγῳ τὸν Ἐλισσαῖον καὶ τὸν Ἠλίαν νεκροὺς ἐγηγερκέναι λέγοντες τῇ ἀναστάσει τοῦ ἡμετέρου σωτῆρος ἀντιλέγετε; ὅτι νῦν ἄρα ζῶντας ἐκ τῶν τότε μάρτυρας οὐκ ἔχομεν τῶν λεγομένων; οὐκοῦν καὶ ὑμεῖς παραστήσατε τῶν τότε γεγονότων μάρτυρας. ἀλλ' ἔγγραφον ἐκεῖνο. καὶ τοῦτο ἔγγραφον. διὰ τί οὖν τὸ μὲν ἀποδέχεσθε, τὸ δὲ ἀποδοκιμάζετε; Ἑβραῖοι ἔγραψαν ἐκεῖνα. καὶ οἱ ἀπόστολοι πάντες Ἑβραῖοι. διὰ τί οὖν τοῖς Ἰουδαίοις ἀπιστεῖτε; Ματθαῖος ὁ γράψας τὸ εὐαγγέλιον ἑβραίδι γλώσσῃ τοῦτο ἔγραψε, καὶ Παῦλος ὁ κῆρυξ Ἑβραῖος ἐξ Ἑβραίων, καὶ οἱ δώδεκα ἀπόστολοι ἐξ Ἑβραίων. εἶτα δεκαπέντε ἱεροσολυμῖται ἐπίσκοποι ἐξ Ἑβραίων κατὰ διαδοχὴν κατέστησαν. τίνι τοίνυν τῷ λόγῳ ἀποδέχεσθε μὲν τὰ οἰκεῖα, τὰ δὲ ἡμέτερα ἀποδοκιμάζετε, καὶ ταῦτα ὑπὸ τῶν παρ' ὑμῖν Ἑβραίων γεγραμμένα; Ἀλλ' ἀδύνατον, λέγει τις, τὸ ἀναστῆναι νεκρούς. καὶ μὴν ἤγειρεν Ἐλισσαῖος δίς, καὶ ζῶν καὶ τελευτήσας. εἶτα πιστεύομεν ὅτι Ἐλισσαίου νεκροῦ ὄντος ἥψατο νεκρὸς ἐπιῤῥιφεὶς καὶ ἀνέστη, Χριστὸς δὲ ἄρα ἐκ νεκρῶν οὐκ ἐγήγερται; ἀλλ' Ἐλισσαίου μὲν ἐκεῖ νεκρὸς ἁψάμενος ἀνέστη καὶ αὐτὸς ὁ ἀναστήσας ἔμεινεν ὁμοίως νεκρός, ὧδε δὲ καὶ ὁ νεκρὸς ὁ ἡμέτερος καὶ πολλοὶ μηδὲ ἁψάμενοι αὐτοῦ νεκροὶ ἀνέστησαν. πολλὰ γὰρ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν( δῆλον δὲ ὅτι ταύτην, ἐν ᾗ νῦν ἐσμέν) καὶ ἐνεφανίσθησαν πολλοῖς. ἤγειρε μὲν οὖν Ἐλισσαῖος νεκρόν, ἀλλ' οὐκ ἐκράτησεν οἰκουμένης. ἤγειρεν Ἠλίας νεκρόν, ἀλλ' οὐκ ἐν τῷ ὀνόματι Ἠλία δαίμονες ἀπελαύνονται. οὐ κακῶς λέγομεν τοὺς προφήτας, ἀλλὰ τὸν δεσπότην τὸν ἐκείνων μειζόνως ἀνυμνοῦμεν. οὐ γὰρ ἐκεῖνα κακίζοντες τὰ ἡμέτερα σεμνύνομεν( ἡμέτερα γὰρ κἀκεῖνα), ἀλλ' ἐκ τῶν παρ' αὐτοῖς τὰ ἡμέτερα πιστοποιοῦμεν. Ἀλλὰ πάλιν λέγουσιν, ὅτι νεκρὸς μὲν ὁ πρόσφατον τότε τελευτήσας ὑπὸ τοῦ ζῶντος ἐγήγερται. δείξατε δὲ ἡμῖν, ὅτι ἐγχωρεῖ νεκρὸν τριήμερον ἀναστῆναι, καὶ εἰ ἐγχωρεῖ ἄνθρωπον ταφέντα μετὰ τρεῖς ἡμέρας ἀναστῆναι. Ζητούντων δὲ ἡμῶν τὴν περὶ τῶν τοιούτων μαρτυρίαν δίδωσιν ἡμῖν ταύτην αὐτὸς ὁ κύριος Ἰησοῦς ἐν εὐαγγελίοις λέγων: ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. ἐξεταζόντων δὲ ἡμῶν τὴν κατὰ τὸν Ἰωνᾶν διήγησιν πολλὴ τῆς ὁμοιότητός ἐστιν ἡ ἐνέργεια. Ἰησοῦς ἀπεστάλη μετάνοιαν κηρῦξαι, καὶ Ἰωνᾶς ἀπεστάλη. ἀλλ' ὁ μὲν ἔφυγεν ἀγνοῶν τὸ ἐσόμενον, ὁ δὲ ἑκουσίως παραγέγονεν ἐπὶ μετανοίᾳ τῆς σωτηρίας. Ἰωνᾶς ἐκάθευδεν ἐν τῷ πλοίῳ καὶ ἔῤῥεγχε θαλάσσης χειμαζομένης, καὶ Ἰησοῦ καθεύδοντος κατ' οἰκονομίαν ἐπηγείρετο ἡ θάλασσα πρὸς τὸ γνωσθῆναι μετὰ ταῦτα τοῦ καθεύδοντος τὴν δύναμιν. ἐκείνῳ ἔλεγον: τί σὺ ῥέγχεις; ἀνάστηθι, ἐπικαλοῦ τὸν θεόν σου, ἵνα διασώσῃ ἡμᾶς ὁ θεός. ὧδε λέγουσι τῷ δεσπότῃ: κύριε σῶσον ἡμᾶς. ἐκεῖ εἶπον Ἐπικαλοῦ τὸν θεόν σου, καὶ ὧδε Σῶσον. ἀλλ' ἐκεῖνος μὲν λέγει, ἄρατέ με καὶ ἐμβάλλετε εἰς τὴν θάλασσαν καὶ κοπάσει ἡ θάλασσα ἀφ' ὑμῶν. ὧδε δὲ αὐτὸς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ καὶ ἐγένετο γαλήνη μεγάλη. κἀκεῖνος μὲν ἐβλήθη εἰς κοιλίαν κήτους, οὗτος δὲ κατῆλθεν ἑκουσίως ὅπου τὸ νοητὸν τοῦ θανάτου κῆτος. ἑκουσίως δὲ κατῆλθεν, ἵνα ἐξεμέσῃ τοὺς καταποθέντας ὁ θάνατος κατὰ τὸ γεγραμμένον: ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτούς, καὶ ἐκ χειρὸς θανάτου λυτρώσομαι αὐτούς. Ἐνταῦθα γενόμενοι τοῦ λόγου σκοπήσωμεν, ποῖόν ἐστι δυσκολώτερον, ἄνθρωπον ταφέντα ἀπὸ γῆς ἀναστῆναι, ἢ ἄνθρωπον ἐν κοιλίᾳ κήτους καὶ εἰς τοσαύτην θερμότητα τοῦ ζώου κατελθόντα μὴ σαπῆναι. τίς οὐκ οἶδεν ἀνθρώπων, ὅτι τοσαύτην θέρμην ἔχουσιν αἱ γαστέρες, ὡς καὶ ὀστέα καταποθέντα διασήπειν; πῶς τοίνυν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας ὢν καὶ τρεῖς νύκτας οὐ σέσηπεν; πῶς δὲ καὶ φύσεως οὔσης ἅπασιν ἀνθρώποις χωρὶς ἀναπνοῆς τῆς ἐν ἀέρι ταύτης μὴ δύνασθαι ζῆν ἡμᾶς ἐκεῖνος ἐν τρισὶν ἡμέραις οὐκ ἀναπνέων τὸν ἀέρα τοῦτον ἔζησεν; Ἀλλ' ἀποκρίνονται Ἰουδαῖοι καὶ λέγουσιν: συγκατέβη τῷ Ἰωνᾷ ἡ δύναμις τοῦ θεοῦ ἐν ᾅδῃ κλονουμένῳ. εἶτα δούλῳ μὲν οἰκείῳ συμπέμπων τὴν δύναμιν παρέχει τὸ ζῆν ὁ κύριος, αὐτὸς δὲ ἑαυτῷ παρασχεῖν ἄρα οὐ δύναται; εἰ πιστὸν ἐκεῖνο, καὶ τοῦτο πιστόν. εἰ τοῦτο ἄπιστον, κἀκεῖνο ἄπιστον. ἐμοὶ μὲν γὰρ ἀμφότερα ὁμοίως πιστά. πιστεύω γὰρ ὅτι καὶ Ἰωνᾶς διεφυλάχθη. πάντα γὰρ δυνατὰ τῷ θεῷ. πιστεύω ὅτι καὶ Χριστὸς ἐκ νεκρῶν ἐγήγερται. πολλὰς γὰρ ἔχω τὰς περὶ τούτου μαρτυρίας, ἔκ τε τῶν θείων γραφῶν καὶ ἐκ τῆς μέχρι σήμερον τοῦ ἀναστάντος ἐνεργείας, τοῦ μόνου μὲν καταβάντος εἰς ᾅδην, πολλοστοῦ δὲ ἀναβάντος. κατῆλθε γὰρ εἰς τὸν θάνατον, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη δι' αὐτοῦ. Ἐξεπλάγη ὁ θάνατος θεωρήσας καινόν τινα κατελθόντα εἰς ᾅδην δεσμοῖς τοῖς αὐτόθι μὴ κατεχόμενον. τίνος ἕνεκεν, ὦ πυλωροὶ ᾅδου, τοῦτον ἰδόντες ἐπτήξασθε; τίς ὁ κατέχων ὑμᾶς ἀσυνήθης φόβος; ἔφυγεν ὁ θάνατος καὶ φυγῇ τὴν δειλίαν ἠλέγχετο. προσέτρεχον οἱ ἅγιοι προφῆται καὶ Μωυσῆς ὁ νομοθέτης καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Δαβίδ τε καὶ Σαμουὴλ καὶ Ἡσαΐας καὶ ὁ βαπτιστὴς Ἰωάννης ὁ λέγων καὶ μαρτυρῶν: σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; ἐλυτροῦντο πάντες οἱ δίκαιοι, οὓς κατέπιεν ὁ θάνατος. ἔδει γὰρ τὸν κηρυχθέντα βασιλέα τῶν καλῶν κηρύκων γενέσθαι λυτρωτήν. εἶτα ἕκαστος τῶν δικαίων ἔλεγε: ποῦ σου θάνατε τὸ νῖκος; ποῦ σου ᾅδη τὸ κέντρον; ἐλυτρώσατο γὰρ ἡμᾶς ὁ νικοποιός. Τούτου τοῦ σωτῆρος ἡμῶν τὸν τύπον ἐτέλει ὁ προφήτης Ἰωνᾶς ἐκ κοιλίας κήτους προσευχόμενος καὶ λέγων: ἐβόησα ἐν θλίψει μου, καὶ ἑξῆς, ἐκ κοιλίας ᾅδου. καὶ μὴν ἐν τῷ κήτει ἦν. ἀλλ' ἐν τῷ κήτει ὢν ἐν τῷ ᾅδῃ ἑαυτὸν εἶναι λέγει. τύπος γὰρ ἦν Χριστοῦ τοῦ μέλλοντος εἰς ᾅδην καταβαίνειν. καὶ μετ' ὀλίγα φησὶν ἐκ προσώπου τοῦ Χριστοῦ λευκότατα προφητεύων: ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων. καὶ μὴν ἐν γαστρὶ κήτους ἦν. ποῖα οὖν ὄρη σε ἔχει; ἀλλ' οἶδα, φησίν, ὅτι τύπον ἔχω τοῦ μέλλοντος ἐν τῳ λαξευτῷ μνήματι τῆς πέτρας τίθεσθαι. καὶ ἐν τῇ θαλάσσῃ ὢν Ἰωνᾶς λέγει: κατέβην εἰς γῆν: ἐπειδὴ τύπον ἔφερε τοῦ Χριστοῦ τοῦ καταβάντος εἰς τὴν καρδίαν τῆς γῆς. Καὶ προορῶν περὶ τῶν Ἰουδαίων τῶν ἀναπειθόντων τοὺς στρατιώτας ψεύσασθαι καὶ λεγόντων, εἴπατε ὅτι ἔκλεψαν αὐτόν, φησί: φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεον αὐτῶν ἐγκατέλιπον. ἦλθε γὰρ ὁ ἐλεῶν αὐτοὺς καὶ ἐσταυρώθη καὶ ἀνέστη, δοὺς ἑαυτοῦ τὸ αἷμα τὸ τίμιον ὑπὲρ Ἰουδαίων τε καὶ ἐθνῶν, κἀκεῖνοι λέγουσιν, εἴπατε ὅτι ἔκλεψαν αὐτὸν, φυλασσόμενοι μάταια καὶ ψευδῆ. Περὶ δὲ τῆς ἀναστάσεως αὐτοῦ καὶ Ἡσαΐας φησίν: ὁ ἀναγαγὼν ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν. προσέθηκε τὸν μέγαν, ἵνα μὴ τοῖς προλαβοῦσι ποιμέσιν ἰσότιμος εἶναι νομισθῇ. Ἐχόντων τοίνυν ἡμῶν τὰς προφητείας ἡ πίστις παρ' ἡμῖν ἔστω. πιπτέτωσαν οἱ πίπτοντες ἐξ ἀπιστίας, ἐπειδὴ θέλουσιν. σὺ δὲ ἕστηκας ἐπὶ τὴν πέτραν τῆς πίστεως τῆς περὶ τῆς ἀναστάσεως. μή ποτέ σέ τις αἱρετικὸς πείσῃ δυσφημῆσαι τὴν ἀνάστασιν. μέχρι γὰρ σήμερον Μανιχαῖοι λέγουσι φαντασιώδη καὶ οὐκ ἀληθῆ τοῦ σωτῆρος τὴν ἀνάστασιν γεγονέναι, παρακούοντες Παύλου τοῦ γράφοντος, Τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, καὶ πάλιν ἑξῆς λέγοντος, ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. καὶ πάλιν ἀποτείνει πρὸς αὐτοὺς καὶ λέγει: μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς οὐρανόν, ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Καὶ ὁμοίως ἀσφαλιζόμενος ἀλλαχοῦ πάλιν ἔγραφεν: μνημονεύετε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν. καὶ πάλιν: εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ἡμῶν. εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν. ἀλλ' ἑξῆς φησιν: νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ ὤφθη Κηφᾷ, ἔπειτα τοῖς δώδεκα. εἰ γὰρ τῷ ἑνὶ μάρτυρι οὐ πιστεύεις, ἔχεις δώδεκα μάρτυρας. ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ. εἰ τοῖς δώδεκα ἀπιστοῦσι, τοὺς πεντακοσίους δεχέσθωσαν. ἔπειτα ὤφθη Ἰακώβῳ, τῷ ἑαυτοῦ μὲν ἀδελφῷ, ἐπισκόπῳ δὲ πρώτῳ τῆς παροικίας ταύτης. τοιούτου τοίνυν ἐπισκόπου πρωτοτύπως ἰδόντος ἀναστάντα τὸν Χριστὸν Ἰησοῦν σὺ ὁ τούτου μαθητὴς μὴ ἀπιστήσῃς. ἀλλὰ λέγεις ὅτι ὁ ἀδελφὸς Ἰάκωβος πρὸς χάριν ἐμαρτύρησεν; ἔπειτα καὶ ἐμοὶ ὤφθη Παύλῳ τῷ ἐχθρῷ. ποία δὲ παρὰ ἐχθροῦ μαρτυρία κηρύσσοντος ἀμφιβάλλεται; ὁ πρότερον διώκτης νῦν εὐαγγελίζομαι τὴν ἀνάστασιν. Πολλοὶ μάρτυρές εἰσι τῆς τοῦ σωτῆρος ἀναστάσεως. νὺξ μὲν καὶ πανσέληνον φῶς, ἑκκαιδεκάτη γὰρ ἡ νὺξ ἦν. πέτρα τοῦ μνήματος ἡ ὑποδεξαμένη, καὶ ὁ λίθος ἀντικαταστήσεται εἰς πρόσωπον Ἰουδαίων, αὐτὸς γὰρ εἶδε τὸν κύριον. καὶ ὁ λίθος ὁ τότε ἀποκυλισθεὶς οὗτος μαρτυρεῖ τῇ ἀναστάσει μέχρι σήμερον κείμενος. ἄγγελοι θεοῦ παρόντες ἐμαρτύρησαν τῇ ἀναστάσει τοῦ μονογενοῦς. Πέτρος καὶ Ἰωάννης καὶ Θωμᾶς καὶ οἱ λοιποὶ πάντες ἀπόστολοι, οἱ μὲν ἐπὶ τὸ μνῆμα δραμόντες καὶ τὰ ὀθόνια τῆς ταφῆς, οἷς ἐνετυλίχθη πρότερον, αὐτόθι κείμενα μετὰ τὴν ἀνάστασιν ἰδόντες, οἱ δὲ τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας ψηλαφήσαντες καὶ τοὺς τύπους τῶν ἥλων θεωρήσαντες, ὁμοῦ δὲ πάντες τοῦ σωτηριώδους ἐμφυσήματος ἀπολαύσαντες καὶ τοῦ συγχωρεῖν ἁμαρτίας ἐν δυνάμει πνεύματος ἁγίου καταξιωθέντες. γυναῖκες αἱ κρατήσασαι τοὺς πόδας τοῦ τε σεισμοῦ τὸ μέγεθος καὶ τοῦ παρόντος ἀγγέλου τὴν λαμπηδόνα θεωρήσασαι. καὶ τὰ ὀθόνια, ἃ περιβαλλόμενος κατέλιπεν ἀναστάς. οἱ στρατιῶται καὶ τὸ ἀργύριον τὸ δοθέν. ὁ τόπος αὐτὸς ἔτι φαινόμενος, καὶ ὁ τῆς ἁγίας ἐκκλησίας οὗτος οἶκος ὁ τῇ φιλοχρίστῳ προαιρέσει τοῦ ἐπὶ τῆς μακαρίας μνήμης Κωνσταντίνου τοῦ βασιλέως οἰκοδομηθείς τε καὶ ὡς ὁρᾷς οὕτως φαιδρυνθείς. Μαρτυρεῖ τῇ ἀναστάσει τοῦ Ἰησοῦ καὶ ἡ ἐν τῷ ὀνόματι αὐτοῦ ἐκ νεκρῶν ἐγερθεῖσα Ταβιθά. πῶς γὰρ ἀπιστηθήσεται Χριστὸς ἀναστάς, ὅπουγε καὶ τὸ ὄνομα αὐτοῦ νεκροὺς ἤγειρεν; μαρτυρεῖ τῇ ἀναστάσει τοῦ Ἰησοῦ καὶ ἡ θάλασσα, καθὼς πρότερον ἤκουσας. μαρτυρεῖ καὶ ἡ τῶν ἰχθύων ἄγρα καὶ ἡ ἀνθρακιὰ ἡ κειμένη καὶ τὸ ὀψάριον τὸ ἐπικείμενον. μαρτυρεῖ καὶ Πέτρος ὁ πρότερον μὲν ἀρνησάμενος, τὸ δὲ τρίτον ὁμολογήσας καὶ ποιμαίνειν τὰ νοητὰ πρόβατα προσταχθείς. ἕστηκε μέχρι σήμερον ὁ ἐλαιὼν τὴν ἐπὶ νεφέλης ἀναβάντα τοῖς τῶν πιστῶν ὀφθαλμοῖς μονονουχὶ δεικνύων μέχρι σήμερον καὶ τὴν οὐράνιον τῆς ἀνόδου πύλην. εἰς μὲν γὰρ Βηθλεὲμ ἐξ οὐρανῶν κατελήλυθεν, ἐκ δὲ τοῦ ὄρους τῶν ἐλαιῶν εἰς οὐρανοὺς ἀνελήλυθεν, ἐκεῖθεν μὲν εἰς ἀνθρώπους τῶν ἀγώνων ἀρξάμενος, ἐνταῦθα δὲ ἐπὶ τοῖς ἀγῶσι στεφανούμενος. πολλοὺς οὖν ἔχεις τοὺς μάρτυρας. ἔχεις τῆς ἀναστάσεως τὸν τόπον τοῦτον, ἔχεις καὶ τὸν ἐξ ἀνατολῆς ἡμῶν τόπον τῆς ἀναβάσεως. ἔχεις καὶ μάρτυρας τοὺς ἐκεῖ μαρτυρήσαντας ἀγγέλους καὶ τὴν νεφέλην, ἧς ἐπέβη, καὶ τοὺς ἐκεῖθεν κατελθόντας μαθητάς. Καὶ ἡ μὲν ἀκολουθία τῆς διδασκαλίας τῆς πίστεως προέτρεπεν εἰπεῖν καὶ τὰ περὶ τῆς« ἀναλήψεως.» ἀλλ' ἡ τοῦ θεοῦ χάρις ᾠκονόμησε πληρέστατά σε ἀκοῦσαι κατὰ τὴν ἡμετέραν ἀσθένειαν τῇ χθὲς ἡμέρᾳ κατὰ τὴν κυριακήν, κατ' οἰκονομίαν τῆς θείας χάριτος ἐν τῇ συνάξει τῆς τῶν ἀναγνωσμάτων ἀκολουθίας τὰ περὶ τῆς εἰς οὐρανοὺς ἀνόδου τοῦ σωτῆρος ἡμῶν περιεχούσης. ἐλέγετο δὲ τὰ λεγόμενα μάλιστα μὲν διὰ πάντας καὶ διὰ τὸ τῶν πιστῶν ὁμοῦ πλῆθος, ἐξαιρέτως δὲ διὰ σέ. ζητεῖται δὲ εἰ προσέσχες τοῖς λεγομένοις. οἶδας γὰρ ὅτι ἡ ἀκολουθία τῆς πίστεως διδάσκει σε πιστεύειν εἰς« τὸν ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ πατρός.» μάλιστα μὲν οὖν μνημονεύειν σε νομίζω τῆς ἐξηγήσεως. πλὴν ἐν παραδρομῇ καὶ νῦν ὑπομιμνήσκω σε τῶν εἰρημένων. μνημόνευε τοῦ γεγραμμένου σαφῶς ἐν ψαλμοῖς: ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ. μνημόνευε ὅτι καὶ αἱ θεῖαι δυνάμεις ἔλεγον πρὸς ἀλλήλας: ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ τὰ ἑξῆς. μνημόνευε καὶ τοῦ ψαλμοῦ τοῦ λέγοντος: ἀνέβη εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν. μνημόνευε τοῦ προφήτου τοῦ εἰπόντος: ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν τὴν ἀνάβασιν αὐτοῦ, καὶ τὰ λοιπὰ ὅσα εἴρητο χθὲς διὰ τὰς τῶν Ἰουδαίων ἀντιλογίας. Ὅταν γὰρ ὡς ἀδυνάτῳ τῇ τοῦ σωτῆρος ἀναβάσει ἀντιλέγωσι, μνημόνευε τῶν περὶ τῆς μεταθέσεως τοῦ Ἀββακοὺμ εἰρημένων. εἰ γὰρ ὁ Ἀββακοὺμ ὑπὸ ἀγγέλου μετετέθη, βασταχθεὶς ἀπὸ τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ, πολὺ μᾶλλον ὁ καὶ προφητῶν καὶ ἀγγέλων δεσπότης ἐξ ὄρους ἐλαιῶν νεφέλῃ ἐπιβὰς οἰκείᾳ δυνάμει ποιεῖσθαι τὴν εἰς οὐρανοὺς ἄνοδον δυνατώτερος ἦν. καὶ τὰ μὲν ὅμοια μνημόνευε τῶν θαυμάτων, τὴν δὲ ὑπεροχὴν τήρει τῷ δεσπότῃ τῷ θαυματοποιῷ. οἱ μὲν γὰρ ἐβαστάζοντο, ὁ δὲ βαστάζει τὰ πάντα. μνημόνευε ὅτι Ἐνὼχ μετετέθη, ἀλλ' Ἰησοῦς ἀνῆλθεν. μνημόνευε τῶν περὶ Ἠλίαν τῶν χθὲς εἰρημένων, ὅτι Ἠλίας μὲν ἐν ἅρματι πυρὸς ἀνελήφθη, Χριστοῦ δὲ τὸ ἅρμα μυριοπλάσιον χιλιάδες εὐφημούντων, καὶ ὅτι Ἠλίας μὲν ἀνελήφθη πρὸς ἀνατολὰς τοῦ Ἰορδάνου, Χριστὸς δὲ πρὸς ἀνατολὰς τοῦ χειμάῤῥου Κέδρων ἀνῆλθεν, καὶ ὅτι ἐκεῖνος ὡς εἰς τὸν οὐρανόν, Ἰησοῦς δὲ εἰς τὸν οὐρανόν: καὶ ὅτι ἐκεῖνος μὲν εἶπε δοθήσεσθαι διπλᾶ ἐν πνεύματι τῷ ἁγίῳ μαθητῇ, Χριστὸς δὲ τοσαύτην παρέσχε τοῖς ἰδίοις μαθηταῖς ἀπόλαυσιν χάριτος τοῦ ἁγίου πνεύματος, ὥστε μὴ μόνον αὐτοὺς ἔχειν ἐν ἑαυτοῖς, ἀλλὰ καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν τῆς κοινωνίας αὐτοῦ μεταδιδόναι τοῖς πιστεύουσιν. Καὶ ὅταν οὕτως πρὸς Ἰουδαίους παλαίσῃς, ὅταν ἐξ ὁμοιότητος νικήσῃς, τότε ἐλθὲ λοιπὸν ἐπὶ τὴν ὑπεροχὴν τῆς τοῦ σωτῆρος δόξης, ὅτι οἱ μὲν δοῦλοι, ὁ δὲ υἱὸς τοῦ θεοῦ. καὶ οὕτως δὲ τῆς ὑπεροχῆς μνημονεύσεις, ἐννοῶν ὅτι τοῦ Χριστοῦ δοῦλος ἡρπάγη ἕως τρίτου οὐρανοῦ. εἰ γὰρ Ἠλίας μὲν ἕως πρώτου ἔφθασε, Παῦλος δὲ ἕως τρίτου οὐρανοῦ, προτιμοτέρας ἄρα τετύχηκε τῆς ἀξίας. μὴ ἐπαισχυνθῇς τοῖς σοῖς ἀποστόλοις. οὐκ εἰσὶ χείρονες Μωυσέως, οὐδὲ δεύτεροι τῶν προφητῶν, ἀλλὰ καλοὶ μετὰ καλῶν καὶ καλῶν καλλίονες. Ἠλίας μὲν γὰρ ἀνελήφθη εἰς οὐρανόν, ἀλλὰ Πέτρος ἔχει τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, ἀκούσας: ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς. Ἠλίας εἰς οὐρανὸν μόνον, Παῦλος δὲ καὶ εἰς οὐρανὸν καὶ εἰς παράδεισον,( ἔπρεπε γὰρ τοὺς μαθητὰς τοῦ Ἰησοῦ πολυπλασίονα λαβεῖν τὴν χάριν,) ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. κατέβη δὲ ὁ Παῦλος ἄνωθεν πάλιν, οὐχ ὅτι ἀνάξιος ἦν τῆς ἐν τῷ τρίτῳ οὐρανῷ διατριβῆς, ἀλλ' ἵνα ἀπολαύσας τῶν ὑπὲρ ἄνθρωπον καὶ ἔντιμος καταβὰς καὶ Χριστὸν κηρύξας καὶ ὑπεραποθανὼν αὐτοῦ λάβῃ καὶ τὸν τοῦ μαρτυρίου στέφανον. παρέλιπον δὲ νῦν τὰ λοιπὰ τῆς κατασκευῆς τὰ χθὲς ἐπὶ τῆς συνάξεως εἰρημένα τῆς κυριακῆς: παρὰ γὰρ τοῖς συνετοῖς ἀκροαταῖς αὐτάρκης μόνον καὶ ὑπόμνησις εἰς μάθησιν. Μέμνησο δὲ καὶ τῶν εἰρημένων μοι πολλάκις περὶ τοῦ ἐκ δεξιῶν τοῦ πατρὸς καθέζεσθαι τὸν υἱόν, διὰ τὴν τῆς πίστεως ἀκολουθίαν τὴν λέγουσαν:« καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ πατρός.» θρόνου μὲν ἰδιότητα μὴ πολυπραγμονῶμεν: ἀκατάληπτον γάρ: μήτε δὲ ἀνεχώμεθα τῶν λεγόντων κακῶς, ὅτι μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον τότε ἤρξατο τοῦ ἐκ δεξιῶν τοῦ πατρὸς καθέζεσθαι ὁ υἱός. οὐ γὰρ ἐκ προκοπῆς ἔσχε τὸν θρόνον, ἀλλὰ ἀφ' οὗπερ ἔστιν,( ἔστι δὲ ἀεὶ γεννηθείς,) καὶ συγκαθέζεται τῷ πατρί. καὶ τοῦτον τὸν θρόνον πρὸ τῆς ἐνσάρκου παρουσίας τοῦ σωτῆρος ἑωρακὼς ὁ προφήτης φησὶν Ἡσαΐας: εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ ἑξῆς. τὸν πατέρα μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε, ὁ δὲ τῷ προφήτῃ τότε φανεὶς ὁ υἱὸς ἦν. καὶ ὁ ψαλμῳδός φησιν: ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. πολλῶν οὐσῶν τῶν περὶ τούτου μαρτυριῶν διὰ τὸ πολὺ τῆς ὥρας ἀρκούμεθα καὶ ταύταις. Νῦν δὲ ὑμᾶς ὑπομνηστέον ὀλίγων τῶν ἐκ πολλῶν εἰρημένων περὶ τοῦ ἐκ δεξιῶν τοῦ πατρὸς καθέζεσθαι τὸν υἱόν. ὁ μὲν γὰρ ἑκατοστὸς ἔννατος ψαλμὸς σαφῶς φησιν: εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. βεβαιῶν δὲ ὁ σωτὴρ τὸ εἰρημένον ἐν εὐαγγελίοις φησὶ τὸν Δαβὶδ οὐκ ἀφ' ἑαυτοῦ ταῦτα, ἀλλ' ἐξ ἐπιπνοίας τοῦ ἁγίου πνεύματος εἰρηκέναι, λέγων: πῶς οὖν Δαβὶδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων, εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, καὶ τὰ ἑξῆς; καὶ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ἐν τῇ τῆς πεντηκοστῆς ἡμέρᾳ σταθεὶς ὁ Πέτρος σὺν τοῖς ἕνδεκα καὶ τοῖς Ἰσραηλίταις διαλεγόμενος τῆς ἐν τῷ ἑκατοστῷ ἐννάτῳ ψαλμῷ ταύτης αὐτολεξεὶ τῆς μαρτυρίας ἐμνημόνευσεν. Ὑπομνηστέον δὲ καὶ ἄλλων ὀλίγων μαρτυριῶν ὁμοίως περὶ τοῦ ἐκ δεξιῶν τοῦ πατρὸς καθέζεσθαι τὸν υἱόν. ἐν μὲν γὰρ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ γέγραπται: πλὴν λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ τὰ ἑξῆς. οἷς ἀκολούθως καὶ ὁ ἀπόστολος Πέτρος φησὶ γράφων: δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, πορευθεὶς εἰς οὐρανόν. ὁ δὲ ἀπόστολος Παῦλος Ῥωμαίοις μὲν γράφων φησίν: Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θεοῦ. Ἐφεσίοις δὲ ἐπιστέλλων οὕτως εἴρηκεν: κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ, καὶ τὰ ἑξῆς. τοὺς δὲ ἐν Κολοσσαῖς οὕτως ἐδίδαξεν: εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ πατρὸς καθήμενος. ἐν δὲ τῇ πρὸς Ἑβραίους φησί: καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. καὶ πάλιν: πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε: κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; καὶ πάλιν: οὗτος δὲ μίαν ὑπὲρ πάντων προσενέγκας θυσίαν εἰς τὸ διηνεκές, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. καὶ πάλιν: ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε τὸν σταυρὸν αἰσχύνης καταφρονήσας ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν. Καὶ ἄλλων δὲ οὐσῶν μαρτυριῶν περὶ τῆς ἐκ δεξιῶν τοῦ θεοῦ καθέδρας τοῦ μονογενοῦς αὐτάρκεις ἡμῖν ἐν τῷ παρόντι καὶ αὗται, τὴν αὐτὴν πάλιν ἡμῶν ποιουμένων ὑπόμνησιν, ὅτι οὐ μετὰ τὴν ἔνσαρκον παρουσίαν τῆς καθέδρας ταύτης ἔσχε τὴν ἀξίαν, ἀλλὰ γὰρ καὶ πρὸ πάντων τῶν αἰώνων ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, κύριος δὲ ἡμῶν, Ἰησοῦς ὁ Χριστός, τὸν ἐν δεξιᾷ τοῦ πατρὸς ἀεὶ κατέχει θρόνον. Αὐτὸς δὲ ὁ τῶν ὅλων θεὸς ὁ τοῦ Χριστοῦ πατὴρ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ καταβὰς καὶ καὶ ἀναβὰς καὶ τῷ πατρὶ συγκαθεζόμενος φυλάξειε τὰς ὑμετέρας ψυχάς, ἄσειστον ὑμῶν καὶ ἄτρεπτον τὴν ἐλπίδα τὴν εἰς τὸν ἀναστάντα διατηρήσειεν, συνεξεγείρειεν ὑμᾶς ἐκ τῶν νεκρῶν ὑμῶν ἁμαρτημάτων εἰς τὴν ἐπουράνιον αὐτοῦ δωρεάν, καταξιώσειεν ὑμᾶς ἁρπαγῆναι ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα ἐν καιρῷ εὐθέτῳ, καί, ἕως ὁ καιρὸς ἐκεῖνος ἔρχεται τῆς ἐνδόξου δευτέρας αὐτοῦ παρουσίας, ἐγγράψειεν ὑμῶν τὰ ὀνόματα πάντων ἐν βίβλῳ ζώντων, καὶ ἐγγράψας μηκέτι ἐξαλείψειεν. πολλῶν γὰρ ἐξαλείφεται τῶν ἀποπιπτόντων. παράσχοι δὲ τοῖς πᾶσιν ὑμῖν πιστεύειν μὲν εἰς τὸν ἀναστάντα, ἐκδέχεσθαι δὲ τὸν ἀνελθόντα καὶ πάλιν ἐρχόμενον, ἐρχόμενον δὲ οὐκ ἀπὸ γῆς( ἀσφ