Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Catecheses to the Illuminandi
Cyril of JerusalemCatecheses 18 · textus-receptusMore by Cyril of Jerusalem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem"> —
⋯
More
Original / primary: Textus receptus
18.1
[ 18] Κατήχησις ὀκτωκαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα εἰς τὸ« καὶ εἰς μίαν ἁγίαν καθολικὴν ἐκκλησίαν, καὶ εἰς σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν αἰώνιον.» καὶ ἀνάγνωσις ἐκ τοῦ Ἰεζεκιήλ: καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι κυρίου καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρώπων, καὶ τὰ ἑξῆς. Ῥίζα πάσης τῆς ἀγαθοεργίας ἡ τῆς ἀναστάσεως ἐλπίς. ἡ γὰρ προσδοκία τῆς μισθαποδοσίας νευροῖ τὴν ψυχὴν εἰς ἐργασίαν ἀγαθήν. ἕτοιμος μὲν γὰρ ἅπας ἐργάτης εἰς τὸ ὑπομεῖναι τοὺς καμάτους, ἐὰν προβλέπῃ τῶν καμάτων τὸν μισθόν: τοῖς δὲ ἀμισθὶ κάμνουσι προκαταπίπτει καὶ ἡ ψυχὴ μετὰ τοῦ σώματος. στρατιώτης ἔπαθλα προσδοκῶν εἰς πολέμους ἕτοιμος: οὐδεὶς δὲ ἀκρίτῳ βασιλεῖ στρατευόμενος τῷ μὴ παρέχοντι βραβεῖα τῶν καμάτων ἕτοιμος εἰς τὸ ὑπεραποθανεῖν. οὕτω καὶ πᾶσα ψυχὴ πιστεύουσα μὲν εἰς ἀνάστασιν φείδεται ἑαυτῆς εἰκότως, ἀπιστοῦσα δὲ τῇ ἀναστάσει γίνεται ἔκδοτος εἰς ἀπώλειαν. ὁ πιστεύων ὅτι μένει τὸ σῶμα εἰς ἀνάστασιν φείδεται τῆς στολῆς καὶ οὐ μολύνει τοῦτο πορνείαις, ὁ δὲ ἀπιστῶν τῇ ἀναστάσει δίδωσιν ἑαυτὸν εἰς πορνείας, ὡς ἀλλοτρίῳ παρακεχρημένος τῷ ἰδίῳ σώματι. Μέγα τοίνυν τῆς ἁγίας καθολικῆς ἐκκλησίας παράγγελμα καὶ δίδαγμα πίστις περὶ νεκρῶν ἀναστάσεως. μέγα καὶ ἀναγκαιότατον, ὑπὸ πολλῶν μὲν ἀντιλεγόμενον, ὑπὸ δὲ τῆς ἀληθείας πιστοποιούμενον. ἀντιλέγουσιν Ἕλληνες, ἀπιστοῦσι Σαμαρεῖται, διασύρουσιν αἱρετικοί. πολυειδὴς ἡ ἀντίῤῥησις, ἀλλὰ μονοειδὴς ἡ ἀλήθεια. Καὶ λέγουσι πρὸς ἡμᾶς ταῦτα Ἕλληνες ὁμοῦ καὶ Σαμαρεῖται. πέπτωκεν ὁ ἄνθρωπος ὁ τελευτήσας καὶ σέσηπε καὶ εἰς σκώληκας ὅλος ἀνελύθη, καὶ οἱ σκώληκες τεθνήκασιν. σηπεδὼν τοιαύτη καὶ ἀπώλεια διεδέξατο τὸ σῶμα: πῶς οὖν ἐγείρεται; τοὺς ναυαγήσαντας ἰχθύες καταβεβρώκασι, καὶ αὐτοὶ κατεβρώθησαν. τῶν θηριομαχησάντων ἄρκτοι καὶ λέοντες καὶ αὐτὰ τὰ ὀστέα λεπτύναντες ἀνήλωσαν. γῦπες καὶ κόρακες τῶν χαμαὶ ῥιφέντων νεκρῶν τὰς σάρκας φαγόντες εἰς πάντα τὸν κόσμον ἀπέπτησαν. πόθεν συνάγεται τὸ σῶμα; ἐγχωρεῖ γὰρ τῶν ὀρνίθων τῶν φαγόντων τὸν μὲν ἐν Ἰνδικῇ τελευτῆσαι, τὸν δὲ ἐν Περσίδι, τὸν δὲ ἐν Γοτθίᾳ. πυρὶ καταφλεγέντων ἑτέρων καὶ αὐτὴν τὴν σποδιὰν διεσκόρπισεν ὄμβρος ἢ ἄνεμος. πόθεν συνάγεται τὸ σῶμα; Σοὶ τῷ ἀνθρώπῳ μικροτάτῳ ὄντι καὶ ἀσθενεῖ μακρὰν τῆς Γοτθίας ἡ Ἰνδική, καὶ Σπανία Περσίδος. θεῷ δὲ τῷ κατέχοντι πᾶσαν τὴν γῆν ἐν δρακὶ πάντα ἐγγύς. μὴ τοίνυν πρὸς τὴν σὴν ἀσθένειαν ἀδυναμίαν κατηγόρει θεοῦ, ἀλλὰ τῇ ἐκείνου δυνάμει πρόσεχε μᾶλλον. εἶτα ἥλιος μέν, ἔργον ὢν τοῦ θεοῦ μικρόν, μιᾷ προσβολῇ τῶν ἀκτίνων πάντα θερμαίνει τὸν κόσμον, καὶ ἀὴρ ὃν ὁ θεὸς ἐποίησε περιέχει πάντα τὰ ἐν κόσμῳ, θεὸς δὲ ὁ καὶ ἡλίου καὶ ἀέρος δημιουργὸς ἄρα μακρὰν ἀπέχει τοῦ κόσμου; Ὑπόθου μοι διάφορα σπέρματα γεννημάτων μεμίχθαι( ἀσθενοῦντι γάρ σοι περὶ τὴν πίστιν ἀσθενῆ λέγω καὶ τὰ ὑποδείγματα) καὶ ταῦτα τὰ διάφορα τῶν γεννημάτων περιέχεσθαι ἐν μιᾷ δρακὶ τῇ σῇ. μέγα σοί ἐστιν ἄρα τῷ ἀνθρώπῳ, ἢ εὔκολον, τὴν σὴν δράκα διακρῖναι καὶ ἕκαστον τῶν γεννημάτων κατὰ τὴν ἑαυτοῦ φύσιν συναγαγεῖν καὶ ἀποκαταστῆσαι εἰς γένος; εἶτα σὺ μὲν τὰ ἐν τῇ σεαυτοῦ χειρὶ διακρῖναι δύνασαι, θεὸς δὲ ἄρα τὰ ἐν τῇ ἑαυτοῦ δρακὶ περιεχόμενα διακρῖναι καὶ ἀποκαταστῆσαι οὐ δύναται; νόησον τὸ λεγόμενον, εἰ μή ἐστιν ἀσεβὴς ἡ ἄρνησις. Πρόσσχες δέ μοι καὶ αὐτῷ τῷ τῆς δικαιοσύνης λόγῳ καὶ ἐλθὲ εἰς σεαυτόν. διαφόρους ἔχεις οἰκέτας: ἀλλ' οἱ μὲν καλοὶ τυγχάνουσιν, οἱ δὲ φαῦλοι: τιμᾷς ἄρα τοὺς καλούς, καὶ τύπτεις τοὺς φαύλους. καὶ εἰ δικαστὴς τυγχάνεις, ἐπαινεῖς τοὺς ἀγαθούς, καὶ τιμωρεῖς τοὺς παρανόμους. εἶτα παρὰ σοὶ μὲν θνητῷ ἀνθρώπῳ ὄντι τὸ δίκαιον σώζεται, παρὰ δὲ θεῷ τῷ πάντων ἀδιαδόχῳ βασιλεῖ τὸ τῆς δικαιοσύνης ἀνταποδοτικὸν ἄρα οὐκ ἔστιν; ἀλλὰ ἀσεβὴς ἡ ἄρνησις. σκόπησον γὰρ τὸ λεγόμενον. πολλοὶ φονεῖς ἐπὶ κοίτης ἀτιμώρητοι τετελευτήκασιν. ποῦ οὖν τοῦ θεοῦ ἡ δικαιοσύνη; πολλάκις δὲ καὶ φονεὺς πεντήκοντα φόνοις ὑποκείμενος τὴν κεφαλὴν ἅπαξ ἀπετμήθη. ποῦ οὖν τῶν τεσσαρακονταεννέα δώσει τὴν τιμωρίαν; ἐὰν μὴ ᾖ κρίσις καὶ ἀνταπόδοσις μετὰ τὸν κόσμον τοῦτον, ἀδικίαν θεοῦ κατηγορεῖς. Ἀλλὰ μὴ θαυμάσῃς διὰ τὴν ὑπέρθεσιν τῆς κρίσεως. πᾶς ἀγωνιζόμενος μετὰ τὸ παρελθεῖν τὸν ἀγῶνα στεφανοῦται ἢ καταισχύνεται. καὶ οὐδέποτε ἀγωνοθέτης τοὺς ἔτι ἀγωνιζομένους στεφανοῖ, ἀλλ' ἐκδέχεται πάντων τῶν ἀγωνιστῶν τὸ τέλος, ἵνα ὕστερον διακρίνας ἐπάγῃ τὰ βραβεῖα καὶ τὴν στεφανηφορίαν. οὕτω καὶ ὁ θεὸς ἔτι τοῦ ἀγῶνος ἐν τῷ κόσμῳ τούτῳ συνεστῶτος τέως μὲν βοηθεῖ τοῖς δικαίοις μερικῶς, ὕστερον δὲ ἀποδίδωσι τοὺς μισθοὺς αὐτοτελῶς. Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστι κατὰ σέ, διὰ τί τοὺς τυμβωρύχους καταδικάζεις; εἰ γὰρ ἀπόλωλε τὸ σῶμα καὶ ἀνέλπιστος ἡ ἀνάστασις, διὰ τί τιμωρίαν ὑπομένει ὁ τυμβώρυχος; βλέπεις, ὅτι, κἂν ἀρνῇ τοῖς χείλεσι, μένει παρὰ σοὶ τῆς ἀναστάσεως ἡ συνείδησις ἀῤῥαγής. Εἶτα δένδρον μὲν ἐκκοπὲν ἐπανθεῖ, ἄνθρωπος δὲ ἐκκοπεὶς οὐκ ἀνθεῖ; καὶ τὰ σπαρέντα καὶ θερισθέντα μένει εἰς ἅλωνας, ἄνθρωπος δὲ θερισθεὶς ἀπὸ τοῦ κόσμου τούτου οὐ μένει εἰς ἅλωνα; καὶ ἀμπελῶνος κλήματα καὶ δένδρων ἄλλων ἀποτμηθέντα παντελῶς καὶ μεταφυτευθέντα ζωοποιεῖται καὶ καρποφορεῖ, ἄνθρωπος δέ, δι' ὃν κἀκεῖνα ἔστι, πεσὼν εἰς γῆν ἄρα οὐκ ἀναστήσεται; ὡς ἐν συγκρίσει δὲ τῶν καμάτων, ποῖον μεῖζον, ἀνδριάντα τὸν μὴ ὄντα πλάσαι ἐξ ἀρχῆς, ἢ τὸν πεσόντα ἀναχωνεῦσαι πάλιν εἰς τὸ αὐτὸ σχῆμα; ὁ ἐκ τοῦ μὴ ὄντος ποιήσας ἡμᾶς θεὸς ἄρα τοὺς ὄντας καὶ πεσόντας ἐγεῖραι πάλιν ἀδυνατεῖ; Ἀλλ' ἀπιστεῖς τοῖς γεγραμμένοις περὶ τῆς ἀναστάσεως Ἕλλην τυγχάνων. ἐκ τῆς φύσεως τῶν ὄντων βλέπε τὰ πράγματα, καὶ ἐκ τῶν μέχρι σήμερον φαινομένων ἐννόησον. σπείρεται σῖτος, εἰ τύχοι, ἢ ἄλλο τι τῶν σπερμάτων γένος. πεσὼν δὲ ὥσπερ τελευτᾷ καὶ σήπεται, καί ἐστιν ἄχρηστος εἰς βρῶσιν λοιπόν. ἀλλ' ὁ σαπεὶς ἐγείρεται χλοερός, καὶ μικρὸς πεσὼν ἐγείρεται κάλλιστος. ὁ δὲ σῖτος δι' ἡμᾶς γεγένηται. διὰ γὰρ τὴν ἡμετέραν χρῆσιν γέγονεν ὁ σῖτος καὶ τὰ σπέρματα, οὐ δι' ἑαυτά. εἶτα τὰ μὲν δι' ἡμᾶς γενόμενα νεκρωθέντα ζωοποιεῖται, ἡμεῖς δὲ ἄρα, δι' οὓς γέγονε κἀκεῖνα, νεκρωθέντες οὐκ ἐγειρόμεθα; Χειμέριος ὁ καιρός, ὡς ὁρᾷς. ἕστηκε τὰ δένδρα νῦν ὡς νεκρά. ποῦ γὰρ τὰ φύλλα τῆς συκῆς; ποῦ οἱ βότρυες τῆς ἀμπέλου; ἀλλ' ἐν χειμῶνι ταῦτα νεκρά, καὶ ἐν ἔαρι χλοερά, καὶ ὅταν ὁ καιρὸς παραγένηται, τότε ὥσπερ ἀπὸ νεκρώσεως ἀποδίδοται ἡ ζωοποίησις. εἰδὼς γὰρ ὁ θεὸς τὴν σὴν ἀπιστίαν ἐν τοῖς φαινομένοις τούτοις ἀνάστασιν εἰργάσατο κατ' ἐνιαυτόν, ἵνα βλέπων τὰ ἐν τοῖς ἀψύχοις καὶ περὶ τῶν ἐμψύχων λογικῶν πιστεύσῃς. εἶτα μυῖαι μὲν καὶ μέλισσαι εἰς ὕδατα πολλάκις ἀποπνιγεῖσαι μεθ' ὥραν ἀνέστησαν, καὶ μυοξῶν γένη χειμῶνος ἀκίνητα μένοντα ἐν θέρει λοιπὸν ἀνέστησαν( εὐτελῆ γάρ σοι νοοῦντι παραπλήσια δίδοται τὰ ὑποδείγματα), ὁ δὲ τοῖς ἀλόγοις καὶ ἐξουθενωμένοις τὸ ζῆν παρεχόμενος ὑπὲρ φύσιν οὗτος ἄρα ἡμῖν, δι' οὓς κἀκεῖνα ἐποίησεν, οὐ χαρίζεται; Ἀλλὰ ζητοῦσιν Ἕλληνες νεκρῶν ἀνάστασιν ἔτι φανεράν, καὶ φασίν, ὅτι, εἰ καὶ ἐγείρεται ταῦτα, ἀλλ' οὐκ ἐσάπη παντελῶς, καὶ ζητοῦσιν ἰδεῖν σαφῶς[ παντελῶς] ζῶον σαπὲν καὶ ἀναστάν. ᾔδει θεὸς τῶν ἀνθρώπων τὴν ἀπιστίαν καὶ ὄρνεον εἰς τοῦτο κατειργάσατο φοίνικα οὕτω καλούμενον. τοῦτο, ὡς γράφει Κλήμης καὶ ἱστοροῦσι πλείονες, μονογενὲς ὑπάρχον, κατὰ τὴν Αἰγυπτίων χώραν ἐν περιόδοις πεντακοσίων ἐτῶν ἐρχόμενον δείκνυσι τὴν ἀνάστασιν, οὐκ ἐν ἐρήμοις τόποις, ἵνα μὴ ἀγνοηθῇ τὸ μυστήριον[ γινόμενον], ἀλλ' ἐν φανερᾷ πόλει παραγενόμενον, ἵνα ψηλαφηθῇ τὸ ἀπιστούμενον. Σηκὸν γὰρ ἑαυτῷ ποιῆσαν ἐκ λιβάνου καὶ σμύρνης καὶ λοιπῶν ἀρωμάτων καὶ ἐν τῇ συμπληρώσει τῶν ἐτῶν εἰς τοῦτον εἰσελθὸν τελευτᾷ φανερῶς καὶ σήπεται. εἶτα ἐκ τῆς σαπείσης σαρκὸς τοῦ τελευτήσαντος σκώληξ τις γεννᾶται, καὶ οὗτος αὐξηθεὶς εἰς ὄρνεον μορφοῦται. μὴ ἀπιστήσῃς δὲ τούτῳ. καὶ γὰρ τὰ μελισσῶν γεννήματα οὕτω βλέπεις ἐκ τῶν σκωλήκων μορφούμενα, καὶ ἐξ ὠῶν ὑγροτάτων ἐθεώρησας ὀρνέων πτερὰ καὶ ὀστέα καὶ νεῦρα ἐξερχόμενα. εἶτα πτεροφυήσας ὁ προειρημένος φοίνιξ, καὶ τέλειος οἷος ἦν ὁ πρότερος φοίνιξ γενόμενος, ἀνίπταται τοιοῦτος εἰς ἀέρα οἷος καὶ ἐτετελευτήκει, σαφεστάτην νεκρῶν ἀνάστασιν ἀνθρώποις ἐπιδείξας. Θαυμαστὸν μὲν ὄρνεον ὁ φοίνιξ, ἀλλ' ὄρνεον ἄλογον, καὶ οὐδέποτε ἔψαλε τῷ θεῷ. περιπέτεται τὸν ἀέρα, ἀλλ' οὐκ οἶδε τίς ἐστιν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ. εἶτα τῷ μὲν ἀλόγῳ ζώῳ καὶ μὴ γινώσκοντι τὸν ποιητὴν νεκρῶν ἀνάστασις δεδώρηται, ἡμῖν δὲ τοῖς δοξολογοῦσι θεὸν καὶ τὰ προστάγματα αὐτοῦ τηροῦσιν οὐ δίδοται ἀνάστασις; Ἀλλ' ἐπειδὴ μακρὰν καὶ σπάνιον τοῦ φοίνικος τὸ σημεῖον, καὶ ἀπιστοῦσιν ἔτι, λάβε τὴν ἀπόδειξιν ἐκ τῶν καθ' ἡμέραν φαινομένων σοι πάλιν. πρὸ ἑκατὸν ἐτῶν ἢ διακοσίων ἡμεῖς πάντες, οἵ τε λαλοῦντες καὶ ἀκούοντες, ποῦ ἦμεν; ἆρα οὐκ οἴδαμεν τῆς ἡμετέρας ὑποστάσεως τῶν σωμάτων τὴν ὑπόθεσιν; οὐκ οἶδας ὅπως ἐξ ἀσθενῶν καὶ ἀμόρφων καὶ μονοειδῶν πραγμάτων γεννώμεθα; καὶ ἐκ τοῦ μονοειδοῦς καὶ ἀσθενοῦς μορφοῦται[ ζῶν] ἄνθρωπος, καὶ τὸ ἀσθενὲς σαρκωθὲν εἰς νεύρων ἰσχυρότητα μεταβάλλεται καὶ εἰς ὀφθαλμῶν λαμπρότητα καὶ ῥινὸς ὄσφρησιν καὶ ὤτων ἀκοὴν καὶ γλῶσσαν λαλοῦσαν καὶ καρδίαν πάλλουσαν καὶ χειρῶν ἐργασίαν καὶ ποδῶν δρόμον καὶ παντοίαν ἰδέαν μελῶν. καὶ τὸ ἀσθενὲς ἐκεῖνο γίνεται ναυπηγὸς καὶ οἰκοδόμος καὶ ἀρχιτέκτων καὶ παντοίας τέχνης ἐργάτης καὶ στρατιώτης καὶ ἄρχων καὶ νομοθέτης καὶ βασιλεύς. ἐξ εὐτελῶν πραγμάτων ποιήσας ἡμᾶς ὁ θεὸς ἄρα τοὺς πεσόντας ἐγεῖραι οὐ δύναται; ὁ τὸ εὐτελέστατον οὕτω σωματοποιῶν τὸ πεσὸν σῶμα πάλιν ἐγεῖραι οὐ δύναται; καὶ ὁ τὸ μὴ ὂν πλάσας τὸ ὂν καὶ πεσὸν ἄρα οὐκ ἐγείρει; Λάβε δέ μοι νεκρῶν ἀναστάσεως φανερὰν ἀπόδειξιν ἐν οὐρανῷ καὶ φωστῆρσι καθ' ἕκαστον μῆνα μαρτυρουμένην. τὸ γὰρ τῆς σελήνης σῶμα παντελῶς ἐκλεῖπον, ὡς μηδοτιοῦν αὐτοῦ φαίνεσθαι λοιπόν, πάλιν ἀναπληροῦται καὶ εἰς ὅπερ ἦν ἀποκαθίσταται. ὑπὲρ δὲ τελείας τοῦ πράγματος ἀποδείξεως κατὰ περιόδους ἐτῶν ἐκλείπουσα ἡ σελήνη καὶ εἰς αἷμα φανερῶς μεταβληθεῖσα πάλιν ἀπολαμβάνει τὸ σῶμα τὸ φωτοειδές, τοῦ θεοῦ τοῦτο κατασκευάσαντος, ἵνα καὶ σὺ ὁ ἄνθρωπος ὁ ἐξ αἵματος συνεστὼς τῇ τῶν νεκρῶν ἀναστάσει μὴ ἀπιστήσῃς, ἀλλ' ὅπερ ἐπὶ τῆς σελήνης βλέπεις, τοῦτο καὶ περὶ σεαυτοῦ πιστεύσῃς. τούτοις μὲν οὖν κέχρησο τοῖς ῥήμασι πρὸς Ἕλληνας. τοῖς γὰρ τὰ ἔγγραφα μὴ παραδεχομένοις ἀγράφοις μάχου τοῖς ὅπλοις ἐκ λογισμῶν μόνον καὶ ἀποδείξεων. τούτοις γὰρ οὔτε τίς ἐστι Μωσῆς γνώριμον, οὔτε τίς ἐστιν Ἡσαΐας, οὔτε τὰ εὐαγγέλια, οὔτε Παῦλος. Μετάβηθί μοι λοιπὸν ἐπὶ Σαμαρείτας, οἳ νόμον δεχόμενοι μόνον προφήτας οὐκέτι καταδέχονται, οἷς ἀργὸν ὡς ἔοικε τὸ παρὸν ἀνάγνωσμα τοῦ Ἰεζεκιήλ: προφήτας γάρ, ὡς ἔφην, οὐ δέχονται. πόθεν οὖν πείσωμεν καὶ Σαμαρείτας; ἔλθωμεν ἐπὶ τὰ ἔγγραφα τοῦ νόμου. λέγει τοίνυν ὁ θεὸς πρὸς τὸν Μωυσῆν: ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ: πάντως ὅτι τῶν ὄντων καὶ ὑφεστηκότων. εἰ γὰρ Ἀβραὰμ τετελεύτηκε καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεός ἐστιν ἄρα τῶν μὴ ὄντων. πότε βασιλεὺς εἶπεν, ὅτι βασιλεύς εἰμι στρατιωτῶν ὧν μὴ ἔχει; πότε τις ἐνεδείξατο πλοῦτον ὃν μὴ ἐκέκτητο; δεῖ τοίνυν ὑφεστάναι καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἵνα τῶν ὄντων θεὸς ᾖ ὁ θεός. οὐ γὰρ εἶπεν ἤμην αὐτῶν, ἀλλ' εἰμί. καὶ ὅτι κρίσις ἔστι, λέγει πρὸς τὸν κύριον ὁ Ἀβραάμ: ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσει κρίσιν; Ἀλλ' ἀντιλέγουσι καὶ πρὸς τοῦτο πάλιν οἱ ἀνόητοι Σαμαρεῖται, καὶ φασίν, ὅτι τὰς μὲν ψυχὰς ἐγχωρεῖ μένειν τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ, τὰ δὲ σώματα αὐτῶν ἀναστῆναι οὐ δύναται. Εἶτα τὴν μὲν ῥάβδον Μωυσέως τοῦ δικαίου δράκοντα γενέσθαι δυνατόν, τὰ δὲ σώματα τῶν δικαίων ζῆσαι καὶ ἀναστῆναι οὐ δύναται; καὶ τὸ μὲν παρὰ φύσιν ἐγένετο, τὸ δὲ κατὰ φύσιν οὐκ ἀποκαθίσταται; καὶ ἡ ῥάβδος Ἀαρὼν ἀποτμηθεῖσα καὶ νεκρωθεῖσα χωρὶς ὀσμῆς ὑδάτων ἐβλάστησε, καὶ ταῦτα ὑπόστεγος οὖσα καὶ τὰ ἐν ἀγροῖς βλαστήσασα, καὶ ἐν ξηροῖς μὲν κειμένη, τὰ δὲ τῶν ἀρδευομένων πολυετῶς διὰ μιᾶς νυκτὸς μετὰ καρπῶν ἀποδοῦσα. ἡ ῥάβδος Ἀαρὼν ἐκ νεκρῶν ὥσπερ ἀνέστη, καὶ αὐτὸς Ἀαρὼν οὐκ ἐγείρεται; καὶ ἵνα μὲν τὴν ἀρχιερωσύνην αὐτῷ διατηρήσῃ θεός, ἐν ξύλῳ ἐθαυματούργησεν, αὐτῷ δὲ τῷ Ἀαρὼν τὴν ἀνάστασιν οὐ χαρίζεται; καὶ γυνὴ μὲν παρὰ φύσιν ἅλας γίνεται καὶ σὰρξ εἰς ἅλας μεταβάλλεται, σὰρξ δὲ εἰς σάρκα οὐκ ἀποκαθίσταται; καὶ στήλη μὲν ἁλὸς γέγονεν ἡ γυνὴ Λώτ, ἡ δὲ γυνὴ τοῦ Ἀβραὰμ ἄρα οὐκ ἀνίσταται; ποίᾳ δὲ δυνάμει μετεβλήθη ἡ χεὶρ τοῦ Μωυσέως, ἣ καὶ ὑπὸ μίαν ὥραν ἐγένετο ὡς χιὼν καὶ πάλιν ἀποκατέστη; πάντως ὅτι τῷ θείῳ προστάγματι. εἶτα τότε μὲν τὸ πρόσταγμα ἰσχυρόν, νῦν δὲ οὐκέτι ἰσχυρόν; Πόθεν δὲ καὶ ὅλως ἐξ ἀρχῆς ἐγεννήθη ὁ ἄνθρωπος, ὦ πάντων ἀνθρώπων ἀνοητότατοι Σαμαρεῖται; ἔλθετε ἐπὶ τὸ πρῶτον βιβλίον τῆς γραφῆς, ὃ καὶ ὑμεῖς καταδέχεσθε.« καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς.» χοῦς εἰς σάρκα μεταβάλλεται, καὶ σὰρξ εἰς σάρκα οὐ πάλιν ἀποκαθίσταται; ἐρωτητέον δὲ ὑμᾶς, πόθεν ὑπέστησαν οἱ οὐρανοὶ καὶ γῆ καὶ θάλασσαι; πόθεν ἥλιος καὶ σελήνη καὶ ἀστέρες; πῶς ἐξ ὑδάτων τὰ πετεινὰ καὶ τὰ νηκτά; καὶ πῶς ἀπὸ γῆς τὰ ζῶα πάντα; τοσαῦται μυριάδες ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθησαν, καὶ ἄνθρωποι ἡμεῖς οἱ τὸ κατ' εἰκόνα ἔχοντες ἄρα οὐκ ἀναστησόμεθα; ἀληθῶς ἀπιστίας τὸ πρᾶγμα πεπλήρωται, καὶ πολλὴ κατάγνωσις τῶν ἀπιστούντων, ὅταν Ἀβραὰμ λέγῃ πρὸς τὸν κύριον ὁ« κρίνων πᾶσαν τὴν γῆν,» καὶ ἀπιστῶσιν οἱ μανθάνοντες τὸν νόμον, ὅταν γέγραπται ὅτι ἐκ γῆς ὁ ἄνθρωπος, καὶ ἀπιστῶσιν οἱ ἀναγινώσκοντες. Ἐκείνοις μὲν οὖν ταῦτα τοῖς ἀπίστοις, τὰ δὲ ἐκ τῶν προφητῶν ἡμῖν τοῖς πιστεύουσιν. ἐπειδὴ δὲ καὶ τοῖς προφήταις κεχρημένοι τινὲς ἀπιστοῦσι τοῖς γεγραμμένοις, καὶ προφέρουσιν ἡμῖν ἐκεῖνο τὸ« οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει,» καὶ τὸ« ἐὰν γὰρ καταβῇ ὁ ἄνθρωπος εἰς ᾅδην, οὐκ ἔτι[ οὐ] μὴ ἀναβῇ,» καὶ τὸ« οὐχ οἱ νεκροὶ αἰνέσουσί σε κύριε,»( τοῖς γὰρ καλῶς γεγραμμένοις συγκέχρηνται κακῶς,) καλόν, ἐν παραδρομῇ καὶ ὡς ἐγχωρεῖ νῦν ἀπαντῆσαι πρὸς αὐτούς. Ἐὰν γὰρ λέγῃ ὅτι ἀσεβεῖς οὐκ ἀναστήσονται ἐν κρίσει, τοῦτο δηλοῖ, ὅτι οὐκ ἐν κρίσει, ἀλλ' ἐν κατακρίσει. οὐ γὰρ ἐξετάσεως πολλῆς ἔστι χρεία τῷ θεῷ, ἀλλ' ἅμα τῷ ἀναστῆναι τοὺς ἀσεβεῖς ἀκολουθεῖ καὶ τὰ τῆς τιμωρίας. καὶ ἐὰν λέγῃ ὅτι οὐχ οἱ νεκροὶ αἰνέσουσί σε κύριε, τοῦτο δηλοῖ, ὅτι τῆς μετανοίας καὶ τῆς ἀφέσεως ἐν τῇ ζωῇ ταύτῃ μόνον τὴν προθεσμίαν ἐχούσης, ἐφ' ᾗ καὶ οἱ ἀπολαύοντες αἰνέσουσί σε, οὐκ ἔστι μετὰ θάνατον λοιπὸν τοὺς ἐν ἁμαρτίαις τελευτήσαντας ὡς εὐεργετηθέντας αἰνεῖν, ἀλλ' ἀποδύρεσθαι. ἔστι γὰρ αἶνος μὲν τῶν εὐχαριστούντων, ὀδυρμὸς δὲ τῶν μαστιζομένων. οἱ μὲν οὖν δίκαιοι τότε αἰνοῦσιν, οἱ δὲ τελευτήσαντες ἐν ἁμαρτίαις καιρὸν λοιπὸν ἐξομολογήσεως οὐκ ἔχουσιν. Περὶ δὲ τοῦ« ἐὰν καταβῇ ἄνθρωπος εἰς ᾅδην, οὐκ ἔτι[ οὐ] μὴ ἀναβῇ,» βλέπε τὴν ἀκολουθίαν. γέγραπται γάρ: οὐκ ἔτι[ οὐ] μὴ ἀναβῇ, οὐδ' οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον. τοῦ κόσμου δὲ ὅλου παρερχομένου καὶ πάσης οἰκίας διαφθειρομένης, πῶς εἰς τὸν ἴδιον οἶκον ἐπανελεύσεται καινῆς λοιπὸν ἄλλης γινομένης γῆς; ἐχρῆν δὲ αὐτοὺς ἀκοῦσαι τοῦ Ἰὼβ λέγοντος:« ἔστι γὰρ δένδρῳ ἐλπίς. ἐὰν γὰρ ἐκκοπῇ, πάλιν ἐπανθήσει, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλείπῃ. ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ, ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον. ἀνὴρ δὲ τελευτήσας ᾤχετο; πεσὼν δὲ βροτὸς οὐκ ἔτι ἔστιν;» μόνον γὰρ οὐχὶ δυσωπῶν καὶ ἐπιτιμῶν( οὕτω γὰρ ἀναγνωστέον ἐρωτηματικῶς τὸ οὐκ ἔτι ἔστιν), ἆρα γάρ, φησί, ξύλου πίπτοντος καὶ ἐγειρομένου ἄνθρωπος αὐτός, δι' ὃν τὰ ξύλα γέγονεν, οὐκ ἐγείρεται; Καὶ ἵνα μὴ νομίσῃς με βιάζεσθαι, ἀνάγνωθι τὸ ἀκόλουθον. μετὰ γὰρ τὸ εἰπεῖν ἐρωτηματικῶς: πεσὼν δὲ βροτὸς οὐκ ἔτι ἔστι; λέγει:« ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται.» καὶ εὐθὺς λέγει:« ὑπομενῶ ἕως ἂν πάλιν γένωμαι.» καὶ ἀλλαχοῦ πάλιν: ὁ« μέλλων ἐπὶ γῆς ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα.» Ἡσαΐας δὲ ὁ προφήτης φησίν: ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις. σαφέστατα δὲ ὁ παρὼν προφήτης Ἰεζεκιὴλ λέγει: ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν. καὶ ὁ Δανιὴλ λέγει: πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἀναστήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς αἰσχύνην αἰώνιον. Καὶ πολλαὶ γραφαὶ μαρτυροῦσι περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως. ἔστι γὰρ ἄλλα πλείονα ῥητὰ περὶ τούτου. ὡς ἐν ὑπομνήσει δὲ μόνῃ νῦν παρατρέχομεν τὴν τοῦ Λαζάρου τετραήμερον ἀνάστασιν, παρατρέχομεν δὲ διὰ τὸ τῆς ὥρας ὀλίγον καὶ τὸν υἱὸν τῆς χήρας τὸν ἐγηγερμένον. ὑπομνήσεώς τε μόνον ἕνεκεν παραφερέσθω νῦν καὶ ἡ θυγάτηρ τοῦ ἀρχισυναγώγου, λεγέσθω καὶ τὸ σχισθῆναι τὰς πέτρας καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἐγερθῆναι τῶν μνημείων ἀνοιχθέντων. προηγουμένως δὲ μνημονευέσθω, ὅτι Χριστὸς ἐκ νεκρῶν ἐγήγερται. Παρῆλθον τὸν Ἠλίαν καὶ τὸν υἱὸν τῆς χήρας τὸν ἐξεγερθέντα ὑπ' αὐτοῦ, καὶ τὸν Ἐλλισσαῖον τὸν δὶς ἐγείραντα, ἔν τε τῷ ζῆν καὶ μετὰ τὸ τελευτῆσαι αὐτόν. ζῶν μὲν γὰρ ἐνήργησε τὴν ἀνάστασιν διὰ τῆς ἑαυτοῦ ψυχῆς. ἵνα δὲ μὴ μόνον τιμηθῶσι τῶν δικαίων αἱ ψυχαί, πιστευθῇ δὲ ὅτι ἔγκειται καὶ ἐν τοῖς τῶν δικαίων σώμασι δύναμις, ὁ ῥιφεὶς ἐν τῷ μνημείῳ τοῦ Ἐλισσαίου νεκρὸς τοῦ νεκροῦ σώματος τοῦ προφήτου ἐφαψάμενος ἐζωοποιήθη. καὶ τὸ σῶμα τοῦ προφήτου τὸ νεκρὸν ἀπετέλεσε ψυχῆς ἔργον, καὶ τὸ τελευτῆσαν καὶ κείμενον ζωὴν παρέσχε τῷ τελευτήσαντι, καὶ παρασχὸν τὴν ζωὴν αὐτὸ ὁμοίως ἔμεινεν ἐν νεκροῖς. διὰ τί; ἵνα μὴ ἐξαναστάντος τοῦ Ἐλισσαίου τῇ ψυχῇ μόνῃ προσγραφῇ τὸ πρᾶγμα, δειχθῇ δέ, ὅτι καὶ ψυχῆς μὴ παρούσης ἔγκειταί τις δύναμις τῷ τῶν ἁγίων σώματι διὰ τὴν ἐν τοσούτοις ἔτεσιν ἐνοικήσασαν[ ἐν] αὐτῷ δικαίαν ψυχήν, ἧς ὑπηρέτημα γέγονεν. καὶ μὴ ἀπιστῶμεν νήπιοι ὡς μὴ γεγενημένου τούτου. εἰ γὰρ σουδάρια καὶ σημικίνθια τὰ ἔξωθεν ὄντα τῶν σωμάτων ἁπτόμενα τῶν νοσούντων ἤγειρε τοὺς ἀσθενεῖς, πόσῳ μᾶλλον αὐτὸ τὸ σῶμα τοῦ προφήτου ἤγειρε τὸν νεκρόν; Καὶ ἐνῆν μὲν πολλὰ εἰπεῖν εἰς ταῦτα καθ' ἕκαστον ἐξηγουμένοις τῶν γεγενημένων πραγμάτων τὸ παράδοξον. διὰ δὲ τὸν κάματον τὸν προγενόμενον ὑμῖν ἔκ τε τῆς ὑπερθέσεως τῆς νηστείας τῆς παρασκευῆς καὶ τῆς ἀγρυπνίας ἐκεῖνα μὲν τέως ἐν παραδρομῇ λελέχθω δι' ὀλίγων ἐσπαρμένα, ἵνα ὑμεῖς καλλίστης γῆς δίκην δεξάμενοι τὸν σπόρον καρποφορήσητε πλατύνοντες. μνημονευέσθω δὲ ὅτι καὶ οἱ ἀπόστολοι νεκροὺς ἤγειραν, Πέτρος μὲν ἐν Ἰόππῃ Ταβιθάν, Παῦλος δὲ Εὔτυχον ἐν Τρωάδι, καὶ οἱ λοιποὶ πάντες ἀπόστολοι, εἰ καὶ μὴ πάντα γέγραπται τὰ ὑφ' ἑκάστου θαυματουργηθέντα. Μνημονεύετε δὲ τῶν ἐν τῇ πρώτῃ πρὸς Κορινθίους εἰρημένων ἁπάντων ὧν ἔγραψεν ὁ Παῦλος πρὸς τοὺς λέγοντας„ πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;„ καὶ ὅτι, εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ ὁ Χριστὸς ἐγήγερται, καὶ ὅτι ἄφρονας ἐκάλεσε τοὺς μὴ πιστεύοντας, καὶ πάσης τῆς αὐτόθι διδασκαλίας τῆς περὶ νεκρῶν ἀναστάσεως, καὶ ὅτι πρὸς Θεσσαλονικεῖς ἔγραψεν” οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα” καὶ τὰ ἑξῆς ὅλα, μάλιστα δὲ τὸ„ καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον„. Ἐξαιρέτως δὲ τοῦτο ἐπισημήνασθε, ὅτι μονονουχὶ δακτυλοδεικτῶν ὁ Παῦλος λέγει: δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. τὸ γὰρ σῶμα τοῦτο ἐγείρεται, οὐ τοιοῦτον μένον ἀσθενές, ἀλλ' αὐτὸ μὲν τοῦτο ἐγείρεται, ἐνδυσάμενον δὲ τὴν ἀφθαρσίαν μεταποιεῖται, ὥσπερ σίδηρος πυρὶ προσομιλήσας γίνεται πῦρ, μᾶλλον δὲ ὡς οἶδεν ὁ ἀνιστῶν κύριος. Ἐγείρεται μὲν οὖν τοῦτο τὸ σῶμα: ἀλλ' οὐ μένει τοιοῦτον, ἀλλὰ μένει αἰώνιον. οὐκέτι τροφῶν τοιούτων χρείαν ἔχει πρὸς ζωήν, οὐδὲ κλιμάκων πρὸς ἀνάβασιν: γίνεται γὰρ πνευματικόν, θαυμάσιόν τι καὶ οἷον εἰπεῖν κατ' ἀξίαν οὐκ ἔχομεν. τότε οἱ δίκαιοι, φησί, λάμψουσιν ὡς ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ὡς ἡ λαμπρότης τοῦ στερεώματος. καὶ προειδὼς τὴν τῶν ἀνθρώπων ἀπιστίαν ὁ θεὸς σκώληξι μικροτάτοις ἐν τῷ θέρει φωτοειδεῖς δέδωκεν αὐγὰς λάμπειν ἐκ τοῦ σώματος, ἵν' ἐκ τῶν φαινομένων πιστευθῇ τὸ προσδοκώμενον. ὁ γὰρ τὸ μέρος παρασχὼν δύναται καὶ τὸ ὅλον παρασχεῖν, καὶ ὁ σκώληκα φῶς ἐκλάμπειν ποιήσας πολλῷ μᾶλλον φωτοποιήσει δίκαιον ἄνθρωπον. Ἐγειρόμεθα τοίνυν αἰώνια μὲν πάντες ἔχοντες τὰ σώματα, οὐ πάντες δὲ ὅμοια. ἀλλ' εἰ μέν τίς ἐστι δίκαιος, λαμβάνει σῶμα ἐπουράνιον, ἵνα δύνηται μετὰ ἀγγέλων ἀναστρέφειν ἐπαξίως. εἰ δέ τις ἁμαρτωλός ἐστι, λαμβάνει σῶμα αἰώνιον, ὑπομονητικὸν τιμωρίας ἁμαρτιῶν, ἵνα ἐν πυρὶ αἰωνίως καιόμενος μηδέποτε ἀναλωθῇ. καὶ δικαίως ἀμφοτέροις τοῖς τάγμασιν ὁ θεὸς παρέχει τοῦτο. οὐδὲν γὰρ χωρὶς σώματος ἡμῖν πέπρακται. βλασφημοῦμεν διὰ στόματος, προσευχόμεθα διὰ στόματος. πορνεύομεν διὰ σώματος, ἁγνεύομεν διὰ σώματος. ἁρπάζομεν διὰ χειρός, ἐλεημοσύνας δίδομεν διὰ χειρός, καὶ τὰ λοιπὰ ὁμοίως. ἐπειδὴ τοίνυν εἰς πάντα ὑπηρετήσατο τὸ σῶμα, καὶ ἐν τοῖς μέλλουσι συναπολαύει τῶν γενομένων. Φεισώμεθα τοίνυν, ἀδελφοί, τῶν σωμάτων, καὶ μὴ ὡς ἀλλοτρίοις αὐτοῖς παραχρησώμεθα. μὴ κατὰ τοὺς αἱρετικοὺς λέγωμεν ὅτι ἀλλότριός ἐστιν ὁ τοῦ σώματος χιτών, ἀλλ' ὡς ἰδίου φεισώμεθα. δεῖ γὰρ ἡμᾶς δοῦναι λόγον τῷ κυρίῳ περὶ πάντων τῶν διὰ τοῦ σώματος πεπραγμένων. μὴ εἴπῃς οὐδείς με ὁρᾷ, μηδὲ νομίσῃς ὅτι μάρτυς τῶν γινομένων οὐκ ἔστιν. ἄνθρωπος μὲν γὰρ πολλάκις οὐκ ἔστιν, ὁ δὲ πλάστης ἀπλανὴς μάρτυς μένει ἐν οὐρανῷ πιστὸς καὶ βλέπει τὸ γινόμενον. καὶ οἱ σπῖλοι δὲ τῶν ἁμαρτιῶν μένουσιν ἐν τῷ σώματι. ὥσπερ γὰρ πληγῆς προχωρησάσης ἐν τῷ σώματι, κἂν θεραπεία γένηται τις, ὅμως ἡ οὐλὴ μένει, οὕτω καὶ ἡ ἁμαρτία πλήσσει τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ μένουσιν οἱ τύποι τῶν οὐλῶν ἐν πᾶσι, περιαιροῦνται δὲ μόνον ἀπὸ τῶν λαμβανόντων τὸ λουτρόν. τὰ μὲν οὖν παρελθόντα ψυχῆς καὶ σώματος τραύματα θεραπεύει θεὸς διὰ τοῦ βαπτίσματος, πρὸς δὲ τὰ μέλλοντα λοιπὸν ἑαυτοὺς ἀσφαλιζώμεθα κοινῇ πάντες, ἵνα καθαρὸν τοῦτον τοῦ σώματος τὸν χιτῶνα διατηρήσωμεν, καὶ μὴ δι' ὀλίγης πορνείας καὶ ἡδυπαθείας ἤ τινος ἄλλης ἁμαρτίας πρᾶξιν ἀπολέσωμεν οὐράνιον σωτηρίαν, ἀλλ' ἵνα κληρονομήσωμεν βασιλείαν θεοῦ αἰώνιον, ἧς πάντας ὑμᾶς τῇ ἑαυτοῦ χάριτι καταξιώσειεν ὁ θεός. Καὶ ταῦτα μὲν εἰρήσθω πρὸς ἀπόδειξιν τῆς τῶν νεκρῶν ἀναστάσεως. ἡ δὲ τῆς πίστεως ἐπαγγελία πάλιν ὑμῖν ὑφ' ἡμῶν ῥηθεῖσα μετὰ σπουδῆς πάσης ἐπὶ λέξεως αὐτῆς ὑφ' ὑμῶν ἀπαγγελλέσθω τε καὶ μνημονευέσθω. Τῆς δὲ ἀπαγγελλομένης πίστεως ἀκολούθως περιεχούσης τὸ« καὶ εἰς ἓν βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς μίαν ἁγίαν καθολικὴν ἐκκλησίαν, καὶ εἰς σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν αἰώνιον,» περὶ μὲν τοῦ βαπτίσματος καὶ τῆς μετανοίας ἐν ταῖς πρώταις ἡμῖν εἴρηται κατηχήσεσι, καὶ τὰ περὶ ἀναστάσεως δὲ νεκρῶν λεχθέντα νῦν διὰ τὸ« καὶ εἰς σαρκὸς ἀνάστασιν» εἴρηται. λεγέσθω δὲ τὰ λείποντα καὶ τέως διὰ τὸ« καὶ εἰς μίαν ἁγίαν καθολικὴν ἐκκλησίαν,» περὶ ἧς πολλὰ μὲν εἰπεῖν δυνατὸν ἦν, δι' ὀλίγων δὲ ἐροῦμεν. Καθολικὴ μὲν οὖν καλεῖται διὰ τὸ κατὰ πάσης εἶναι τῆς οἰκουμένης ἀπὸ περάτων γῆς ἕως περάτων, καὶ διὰ τὸ διδάσκειν καθολικῶς καὶ ἀνελλιπῶς ἅπαντα τὰ εἰς γνῶσιν ἀνθρώπων ἐλθεῖν ὀφείλοντα δόγματα, περί τε ὁρατῶν καὶ ἀοράτων πραγμάτων, ἐπουρανίων τε καὶ ἐπιγείων, καὶ διὰ τὸ πᾶν γένος ἀνθρώπων εἰς εὐσέβειαν ὑποτάσσειν, ἀρχόντων τε καὶ ἀρχομένων, λογίων τε καὶ ἰδιωτῶν, καὶ διὰ τὸ καθολικῶς ἰατρεύειν μὲν καὶ θεραπεύειν ἅπαν τὸ τῶν ἁμαρτιῶν εἶδος τῶν διὰ ψυχῆς καὶ σώματος ἐπιτελουμένων, κεκτῆσθαι δὲ ἐν αὐτῇ πᾶσαν ἰδέαν ὀνομαζομένης ἀρετῆς ἐν ἔργοις τε καὶ λόγοις καὶ πνευματικοῖς παντοίοις χαρίσμασιν. Ἐκκλησία δὲ καλεῖται φερωνύμως διὰ τὸ πάντας ἐκκαλεῖσθαι καὶ ὁμοῦ συνάγειν, καθὼς ἐν τῷ λευιτικῷ φησιν ὁ κύριος: καὶ πάσῃ τῇ συναγωγῇ ἐκκλησίασον ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. σημειωτέον δέ, ὅτι τὸ ἐκκλησίασον πρώτως ἐν ταῖς γραφαῖς εἴρηται νῦν, ἡνίκα τὸν Ἀαρὼν εἰς τὴν ἀρχιερωσύνην ὁ κύριος καθίστα. καὶ ἐν δευτερονομίῳ δὲ λέγει ὁ θεὸς τῷ Μωυσῇ: ἐκκλησίασον πρόσμε τὸν λαόν, καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου, ὅπως ἂν μάθωσι φοβεῖσθαί με. τοῦ δὲ τῆς ἐκκλησίας ὀνόματος μνημονεύει πάλιν, ὅτε περὶ τῶν πλακῶν: καὶ ἐπ' αὐταῖς ἐπεγέγραπτο πάντες οἱ λόγοι, οὓς ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρὸς ἐν ἡμέρᾳ ἐκκλησίας. ὡσεὶ ἔλεγε σαφέστερον, ἐν ἡμέρᾳ ᾗ κληθέντες ὑπὸ τοῦ θεοῦ συνήχθητε. καὶ ὁ ψαλμῳδός φησιν: ἐξομολογήσομαί σοι κύριε ἐν ἐκκλησίᾳ μεγάλῃ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. Πρότερον μὲν οὖν ᾖδεν ὁ ψαλμῳδός: ἐν ἐκκλησίᾳ εὐλογεῖτε τὸν θεὸν τὸν κύριον, ἐκ πηγῶν Ἰσραήλ. ἀφ' οὗ δὲ διὰ τὰς γενομένας κατὰ τοῦ σωτῆρος ἐπιβουλὰς ἀπεβλήθησαν Ἰουδαῖοι τῆς χάριτος, δευτέραν ᾠκοδόμησεν ἐξ ἐθνῶν ὁ σωτὴρ τὴν τῶν χριστιανῶν ἡμῶν ἁγίαν ἐκκλησίαν, περὶ ἧς εἶπε τῷ Πέτρῳ: καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Περὶ δὲ ἀμφοτέρων τούτων προφητεύων σαφῶς ἔλεγεν ὁ Δαβίδ, περὶ μὲν τῆς πρώτης ἀποβληθείσης: ἐμίσησα ἐκκλησίαν πονηρευομένων: περὶ δὲ τῆς δευτέρας τῆς οἰκοδομουμένης ἐν τῷ αὐτῷ ψαλμῷ φησι: κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου: καὶ ἑξῆς εὐθύς: ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε. τῆς γὰρ ἐν τῇ Ἰουδαίᾳ μιᾶς ἀποβληθείσης κατὰ πάσης τῆς οἰκουμένης λοιπὸν αἱ τοῦ Χριστοῦ πληθύνουσιν ἐκκλησίαι, περὶ ὧν ἐν ψαλμοῖς εἴρηται: ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. οἷς ἀκόλουθα καὶ ὁ προφήτης πρὸς Ἰουδαίους εἶπεν: οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ ἑξῆς εὐθύς, διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν. περὶ ταύτης τῆς ἁγίας καθολικῆς ἐκκλησίας γράφει πρὸς Τιμόθεον ὁ Παῦλος: ἵνα εἰδῇς ἐν οἴκῳ θεοῦ πῶς δεῖ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. Ἐπειδὴ δὲ τὸ τῆς ἐκκλησίας ὄνομα περὶ διαφόρων λέγεται πραγμάτων, ὡς καὶ περὶ τοῦ ὄχλου τοῦ ἐν τῷ θεάτρῳ τῶν Ἐφεσίων γέγραπται: καὶ ταῦτα εἰπὼν ἀπέλυσε τὴν ἐκκλησίαν: κυρίως δὲ ἄν τις εἴποι καὶ ἀληθῶς ἐκκλησίαν εἶναι πονηρευομένων τὰ συστήματα τῶν αἱρετικῶν, μαρκιωνιστῶν λέγω καὶ μανιχαίων καὶ τῶν λοιπῶν, διὰ τοῦτό σοι νῦν ἠσφαλισμένως παρέδωκεν ἡ πίστις τὸ« καὶ εἰς μίαν ἁγίαν καθολικὴν ἐκκλησίαν,» ἵνα ἐκείνων μὲν τὰ μιαρὰ συστήματα φεύγῃς, παραμένῃς δὲ τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ διὰ παντός, ἐν ᾗ καὶ ἀνεγεννήθης. Κἄν ποτε ἐπιδημῇς ἐν πόλεσι, μὴ ἁπλῶς ἐξέταζε ποῦ τοῦ κυριακὸν ἔστι( καὶ γὰρ αἱ λοιπαὶ τῶν ἀσεβῶν αἱρέσεις κυριακὰ τὰ ἑαυτῶν σπήλαια καλεῖν ἐπιχειροῦσι), μηδὲ ποῦ ἔστιν ἁπλῶς ἡ ἐκκλησία, ἀλλὰ ποῦ ἔστιν ἡ καθολικὴ ἐκκλησία. τοῦτο γὰρ ἰδικὸν ὄνομα τυγχάνει τῆς ἁγίας ταύτης καὶ μητρὸς ἡμῶν ἁπάντων. ἥτις νύμφη μέν ἐστι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ,( γέγραπται γάρ: καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, καὶ ὅλα τὰ ἑξῆς,) τύπον δὲ ἔχει καὶ μίμημα τῆς ἄνω Ἱερουσαλήμ, ἥτις ἐλευθέρα ἐστὶ καὶ μήτηρ πάντων ἡμῶν, ἡ πρότερον μὲν στεῖρα, νῦν δὲ πολύτεκνος. Τῆς γὰρ πρώτης ἀποβληθείσης ἐν τῇ δευτέρᾳ καθολικῇ ἐκκλησίᾳ, καθὼς Παῦλός φησιν, ὁ θεὸς ἔθετο πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν, καὶ πάσης ἀρετῆς ἅπαν εἶδος, σοφίαν λέγω καὶ σύνεσιν, σωφροσύνην τε καὶ δικαιοσύνην, ἐλεημοσύνην τε καὶ φιλανθρωπίαν, καὶ ὑπομονὴν τὴν ἐν διωγμοῖς ἀκαταγώνιστον. ἥτις διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, πρότερον μὲν ἐν διωγμοῖς καὶ θλίψεσι τοὺς ἁγίους μάρτυρας τοῖς τῆς ὑπομονῆς ποικίλοις καὶ πολυανθέσιν ἔστεψε στεφάνοις, νυνὶ δὲ ἐν καιροῖς εἰρήνης θεοῦ χάριτι τὰ τῆς ὀφειλομένης ἔχει τιμῆς ὑπὸ βασιλέων καὶ τῶν ἐν ὑπεροχαῖς ὄντων καὶ παντὸς ἀνθρώπων εἴδους τε καὶ γένους, βασιλέων μὲν τῶν κατὰ τόπον ἐθνῶν τῆς ἐξουσίας ὅρους ἐχόντων, μόνης δὲ τῆς ἁγίας καθολικῆς ἐκκλησίας κατὰ τὴν οἰκουμένην πᾶσαν ἀπεριόριστον ἐχούσης τὴν δύναμιν. ἔθηκε γὰρ ὁ θεὸς κατὰ τὸ γεγραμμένον τὸ ὅριον αὐτῆς εἰρήνην. περὶ ἧς εἰ πάντα λέγειν ἐβουλόμην, χρεία ἂν εἴη μοι πλειόνων ὡρῶν εἰς διήγησιν. Ἐν ταύτῃ τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ διδασκόμενοί τε καὶ ἀναστρεφόμενοι καλῶς τὴν τῶν οὐρανῶν βασιλείαν ἕξομεν καὶ ζωὴν αἰώνιον κληρονομήσομεν, δι' ἣν καὶ πάντα κάμνομεν, ὅπως παρὰ τοῦ κυρίου ταύτης ἀπολαύσωμεν. οὐ γὰρ περὶ μικρῶν ἡμῖν ὁ σκοπός, ἀλλὰ περὶ ζωῆς αἰωνίου τὸ σπουδαζόμενον. διόπερ ἐν τῇ τῆς πίστεως ἐπαγγελίᾳ διδασκόμεθα μετὰ τὸ καὶ εἰς σαρκὸς ἀνάστασιν, τουτέστι τὴν τῶν νεκρῶν, περὶ ἧς διελέχθημεν, πιστεύειν« καὶ εἰς ζωὴν αἰώνιον,» περὶ ἧς τοῖς χριστιανοῖς ἡμῖν ἔστιν ὁ ἀγών. Ἡ μὲν οὖν ὄντως ζωὴ καὶ ἀληθῶς ἐστιν ὁ πατήρ, ὁ δι' υἱοῦ τοῖς ἅπασιν ἐν ἁγίῳ πνεύματι τὰς ἐπουρανίους πηγάζων δωρεάς, διὰ δὲ τὴν ἐκείνου φιλανθρωπίαν καὶ ἡμῖν τοῖς ἀνθρώποις τὰ τῆς αἰωνίου ζωῆς ἀψευδῶς ἐπήγγελται. οὐκ ἀπιστητέον δὲ τοῦτο εἶναι δυνατόν. οὐ γὰρ πρὸς τὴν ἡμετέραν ἀσθένειαν, ἀλλὰ πρὸς τὴν ἐκείνου δύναμιν ἀφορῶντας πιστεύειν χρή. πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ. καὶ ὅτι γε δυνατόν ἐστι τοῦτο, καὶ ζωὴν αἰώνιον προσδοκῶμεν, λέγει μὲν Δανιήλ: καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι: φησὶ δὲ ὁ Παῦλος: καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα. τὸ γὰρ πάντοτε σὺν κυρίῳ εἶναι τὴν αἰώνιον ὑποσημαίνει ζωήν. σαφέστατα δὲ καὶ ὁ σωτὴρ ἐν εὐαγγελίοις φησί: καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Καὶ πολλαὶ περὶ τῆς αἰωνίου ζωῆς εἰσὶν αἱ ἀποδείξεις. ἐπιθυμοῦσι δὲ ἡμῖν κτήσασθαι ταύτην τὴν αἰώνιον ζωὴν αἱ θεῖαι γραφαὶ τῆς κτήσεως ὑποτίθενται τοὺς τρόπους. ἐξ ὧν νῦν διὰ τὸ τοῦ λόγου μῆκος ὀλίγας μαρτυρίας παραθησόμεθα, τὰς λοιπὰς τοῖς σπουδαίοις ἐρευνᾷν καταλείποντες. ποτὲ μέν, ὅτι διὰ πίστεως. γέγραπται γάρ: ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον, καὶ τὰ ἑξῆς. καὶ πάλιν αὐτός φησιν: ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ τὰ ἑξῆς. ποτὲ δέ, ὅτι δι' εὐαγγελικοῦ κηρύγματος. λέγει γάρ, ὅτι καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον. ποτὲ δέ, ὅτι διὰ μαρτυρίου καὶ τῆς ἐν Χριστῷ ὁμολογίας. φησὶ γάρ: καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. καὶ πάλιν, ὅτι διὰ τοῦ προκρίνειν χρημάτων τε καὶ γένους τὸν Χριστόν: καὶ πᾶς, ὅστις ἀφῆκεν ἀδελφοὺς ἢ ἀδελφάς, καὶ τὰ ἑξῆς, ζωὴν αἰώνιον κληρονομήσει. καὶ ὅτι διὰ τοῦ τηρεῖν τὰς ἐντολάς: οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ τὰ λοιπὰ ἑξῆς, καθὼς ἀπεκρίνατο τῷ προσελθόντι καὶ εἰπόντι, διδάσκαλε ἀγαθέ, τί ποιήσω, ἵνα ζωὴν αἰώνιον ἔχω; ἔτι μέντοι καὶ διὰ τοῦ τῶν φαύλων μὲν ἀποστῆναι πράξεων, λοιπὸν δὲ θεῷ δουλεύειν. φησὶ γὰρ ὁ Παῦλος: νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Καὶ πολύτροπός ἐστιν, ἣν κατέλειπον διὰ τὸ πλῆθος, τῆς αἰωνίου ζωῆς ἡ εὕρεσις. φιλάνθρωπος γὰρ ὢν ὁ κύριος οὐ μίαν, οὐδὲ δευτέραν μόνην, ἀλλὰ πολλὰς τῆς εἰσόδου τῆς εἰς τὴν αἰώνιον ζωὴν ἀνέῳξε τὰς θύρας πρὸς τὸ πάντας ἀπολαῦσαι τὸ ὅσον ἐπ' αὐτῷ ταύτης ἀκωλύτως. ταῦθ' ἡμῖν τέως καὶ περὶ τῆς αἰωνίου ζωῆς εἴρηται συμμέτρως, ἥτις ἐστὶ τῶν ἐπαγγελλομένων ἐν τῇ πίστει τὸ τελευταῖον δίδαγμα καὶ τέλος. ἧς γένοιτο πάντας ἡμᾶς, τούς τε διδάσκοντας καὶ τοὺς ἀκούοντας, ἀπολαῦσαι θεοῦ χάριτι. Λοιπόν, ἀδελφοὶ ἀγαπητοί, παρακαλεῖ πάντας ὑμᾶς ὁ τῆς διδασκαλίας λόγος ἑτοιμάζειν τὴν ψυχὴν πρὸς ὑποδοχὴν τῶν ἐπουρανίων χαρισμάτων. περὶ μὲν οὖν τῆς παραδοθείσης ὑμῖν εἰς ἐπαγγελίαν ἁγίας καὶ ἀποστολικῆς πίστεως ὅσας ἐγχωρεῖ κατηχήσεις διὰ τὴν τοῦ κυρίου χάριν εἰρήκαμεν ἐν ταῖς διελθούσαις ταύταις τῆς τεσσαρακοστῆς ἡμέραις. οὐχ ὅτι ταῦτα μόνα εἰπεῖν ὠφείλομεν: πολλὰ γάρ ἐστι τὰ παραλειφθέντα, καὶ μειζόνως ἴσως ὑπὸ τῶν καλλιόνων διδασκάλων νοούμενα. ἐνεστώσης δὲ λοιπὸν τῆς ἁγίας τοῦ πάσχα ἡμέρας, καὶ τῆς ὑμετέρας ἐν Χριστῷ διὰ λουτροῦ παλιγγενεσίας ἀγάπης φωτιζομένης, διδαχθήσεσθε πάλιν τὰ πρέποντα θεοῦ θέλοντος, μεθ' ὅσης μὲν εὐσεβείας καὶ τάξεως εἰσελθεῖν χρὴ καλουμένους, τίνος δὲ ἕνεκεν ἐπιτελεῖται ἕκαστον τῶν ἁγίων τοῦ βαπτίσματος μυστηρίων, μεθ' ὅσης δὲ εὐλαβείας καὶ τάξεως χρὴ ἀπὸ τοῦ βαπτίσματος πρὸς τὸ ἅγιον τοῦ θεοῦ προσελεύσεσθαι θυσιαστήριον καὶ τῶν αὐτόθι πνευματικῶν καὶ ἐπουρανίων ἀπολαύειν μυστηρίων, ἵνα τῆς ὑμετέρας ψυχῆς διὰ τοῦ τῆς διδασκαλίας λόγου προφωτιζομένης εἰς ἕκαστον γνωρίζητε τῶν ἐκ θεοῦ δωρουμένων ὑμῖν χαρισμάτων τὸ μέγεθος. Μετὰ δὲ τὴν ἁγίαν καὶ σωτήριον τοῦ πάσχα ἡμέραν, ἀπὸ τῆς δευτέρας τῶν σαββάτων εὐθύς, καθ' ἑκάστην ἡμέραν ἐν ταῖς ἑξῆς τῆς ἑβδομάδος ἡμέραις μετὰ τὴν σύναξιν εἰς τὸν ἅγιον τῆς ἀναστάσεως τόπον εἰσερχόμενοι, κατηχήσεων ἄλλων ἀκούσεσθε θεοῦ θέλοντος: ἐν αἷς πάλιν περὶ ἑκάστου τῶν γεγενημένων διδαχθήσεσθε τὰς αἰτίας, ἐκ παλαιᾶς δὲ καὶ καινῆς διαθήκης λήψεσθε τὰς ἀποδείξεις, πρῶτον μὲν περὶ τῶν πρὸ τοῦ βαπτίσματος εὐθὺς γενομένων, ἔπειτα δὲ πῶς ἐκαθαρίσθητε τῶν ἁμαρτιῶν ὑπὸ τοῦ κυρίου τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, καὶ ὅπως ἱερατικῶς τῆς τοῦ Χριστοῦ προσηγορίας γεγόνατε κοινωνοὶ καὶ ὅπως ἡ σφραγὶς ὑμῖν ἐδόθη τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος, καὶ περὶ τῶν ἐν θυσιαστηρίῳ τῆς καινῆς διαθήκης μυστηρίων, ἃ τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν, τίνα μὲν αἱ θεῖαι γραφαὶ παραδεδώκασι, τίς δὲ ἡ τούτων δύναμις, καὶ ὅπως προσιέναι τούτοις καὶ πότε καὶ πῶς ἔχειν χρή, ἐπὶ τέλει δὲ πάντων, ὅπως ὑμᾶς εἰς τὸν ἐπιόντα χρόνον ἔργοις τε καὶ λόγοις ἐπαξίως τῆς χάριτος ἀναστρέφειν δεῖ πρὸς τὸ δυνηθῆναι πάντας ὑμᾶς ἀπολαῦσαι τῆς αἰωνίου ζωῆς. καὶ ταῦτα μέν, εἰ θεὸς θέλει, λεχθήσεται. Τὸ λοιπόν, ἀδελφοί, χαίρετε ἐν κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε. ἤγγικε γὰρ ἡ ἀπολύτρωσις ὑμῶν, καὶ τὴν ὑμετέραν ἐκδέχεται σωτηρίαν ὁ τῶν ἀγγέλων ἐπουράνιος στρατός. καὶ φωνὴ μὲν ἤδη βοῶντος ἐν τῇ ἐρήμῳ: ἑτοιμάσατε τὴν ὁδὸν τοῦ κυρίου. βοᾷ δὲ ὁ προφήτης: οἱ διψῶντες πορεύεσθε ἐφ' ὕδωρ. καὶ εὐθὺς ἑξῆς: ἀκούσατέ μου καὶ φάγεσθε τὰ ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. καὶ μετ' οὐ πολὺ τῆς ἀγαθῆς ἀναγνώσεως ἀκούσεσθε λεγούσης: φωτίζου, ἡ νέα Ἱερουσαλήμ: ἥκει γάρ σου τὸ φῶς. περὶ ἧς Ἱερουσαλὴμ ὁ προφήτης εἴρηκε: καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών, διὰ τὸν ἐκ Σιὼν ἐξελθόντα νόμον καὶ λόγον κυρίου τὸν ἐξ Ἱερουσαλήμ, ὃς ἐντεῦθεν εἰς ἅπασαν τὴν οἰκουμένην ἐξώμβρησεν. Πρὸς ἣν καὶ ὁ προφήτης περὶ ὑμῶν φησιν: ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου. ἡ δὲ ἀποκρίνεται λέγουσα: τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ' ἐμέ; νεφέλαι διὰ τὸ πνευματικόν, καὶ περιστεραὶ διὰ τὸ ἀκέραιον. καὶ πάλιν: τίς οἶδε τοιαῦτα; ἢ τίς ἑώρακεν οὕτως; εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς. χαρᾶς δὲ ἀνεκλαλήτου τὰ πάντα πληρωθήσεται, διὰ τὸν εἰπόντα κύριον: ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ἱερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην. Εἴη δὲ καὶ ἐφ' ὑμῖν λεχθῆναι καὶ νῦν: εὐφράνθητε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ ἑξῆς, ὅτι ἠλέησεν

Intertext edge

Open linked passage

Note