Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Catecheses to the Illuminandi
Cyril of JerusalemCatecheses 1 · textus-receptusMore by Cyril of Jerusalem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem"> —
⋯
More
Original / primary: Textus receptus
1.1
[ 1] ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΚΑΤΗΧΗΣΙΣ αʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΕΙΣΑΓΩΓΙΚΗ τοῖς τῷ βαπτίσματι προσελθοῦσι. Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἠσαΐου: Λούσασθε, καθαροὶ γίνεσθε: ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου, καὶ τὰ ἑξῆς. Καινῆς διαθήκης μαθηταὶ, καὶ Χριστοῦ Μυστηρίων κοινωνοὶ, νῦν μὲν τῇ κλήσει, μετ' ὀλίγον δὲ καὶ τῇ χάριτι, καρδίαν ἑαυτοῖς ποιήσατε καινὴν, καὶ πνεῦμα καινὸν, ἵνα εὐφροσύνης ὑπόθεσις γένησθε τοῖς οὐρανίοις. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται κατὰ τὸ Εὐαγγέλιον, πόσῳ μᾶλλον ἡ τοσούτων σωτηρία ψυχῶν κινήσει πρὸς εὐφροσύνην τοὺς οὐρανίους; Ἀγαθῆς ὁδοῦ καὶ καλλίστης ἐφαψάμενοι, τὸν τῆς εὐσεβείας εὐλαβῶς δράμετε δρόμον. Εἰς γὰρ τὴν ὑμετέραν ἀπολύτρωσιν ἑτοιμότατος πάρεστιν ὁ μονογενὴς υἱὸς τοῦ Θεοῦ, λέγων: Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Οἱ τὸ χαλεπὸν τῶν πταισμάτων ἠμφιεσμένοι, καὶ σειραῖς τῶν οἰκείων ἁμαρτιῶν ἐσφιγμένοι, τῆς προφητικῆς φωνῆς ἀκούσατε λεγούσης: Λούσασθε, καθαροὶ γίνεσθε: ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου: ἵνα ἀγγελικὸς ὑμῖν ἐπιφωνήσῃ χορός: Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Οἱ τὰς τῆς πίστεως λαμπάδας ἐξάψαντες ἀρτίως, ἀσβέστους ἐν χερσὶ διατηρήσατε ταύτας: ἵν' ὁ τῷ λῃστῆ τότε τὸν παράδεισον ἐν τῷ παναγίῳ τούτῳ Γολγοθᾷ διὰ τὴν πίστιν ἀνοίξας, τὸ νυμφικὸν ὑμῖν ᾆσαι παράσχοι μέλος. Δοῦλος εἴ τίς ἐστιν ἐνταῦθα τῆς ἁμαρτίας, ἑτοιμότατος γενέσθω διὰ τῆς πίστεως, εἰς τὴν ἐλευθέριον τῆς υἱοθεσίας ἀναγέννησιν: καὶ τὴν μὲν τῶν ἁμαρτιῶν κακίστην δουλείαν ἀποθέμενος, τὴν δὲ τοῦ Κυρίου μακαριωτάτην δουλείαν κτησάμενος, καταξιωθήτω τὴν τῶν οὐρανῶν κληρονομῆσαι βασιλείαν. Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, διὰ τῆς ἐξομολογήσεως, ὅπως ἐνδύσησθε τὸν καινὸν, τὸν ἀνακαινούμενον κατ' ἐπίγνωσιν τοῦ κτίσαντος αὐτόν. Τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος τοῦ ἁγίου κτήσασθε διὰ τῆς πίστεως, ὅπως δυνηθῆτε δεχθῆναι εἰς τὰς αἰωνίους σκηνάς. Προσέλθετε εἰς τὴν μυστικὴν σφραγίδα, ἵνα εὔγνωστοι ἦτε τῷ δεσπότῃ: συγκαταριθμήθητε τῇ ἁγίᾳ καὶ λογικῇ τοῦ Χριστοῦ ποίμνῃ, εἰς τὰ δεξιὰ αὐτοῦ ἀφορισθησόμενοι, καὶ κληρονομοῦντες τὴν ἡτοιμασμένην ὑμῖν ζωήν. Οἷς γὰρ ἔτι τὸ τραχὺ τῶν ἁμαρτιῶν περίκειται, οὗτοι ἐν τοῖς ἀριστεροῖς τυγχάνουσι, διὰ τὸ μὴ προσελθεῖν τῇ τοῦ Θεοῦ χάριτι, τῇ δοθείσῃ διὰ Χριστοῦ ἐπὶ τῇ τοῦ λουτροῦ ἀναγεννήσει. Ἀναγέννησιν δὲ οὐ σωμάτων λέγω, ἀλλὰ ψυχῆς τὴν πνευματικὴν ἀναγέννησιν. Τὰ μὲν γὰρ σώματα διὰ τῶν φαινομένων γονέων γεννᾶται, αἱ δὲ ψυχαὶ διὰ τῆς πίστεως ἀναγεννῶνται: τὸ γὰρ Πνεῦμα ὅπου θέλει πνεῖ. Καὶ τότε ἀκοῦσαι ἔχεις, ἐὰν ἄξιος γένῃ: Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ὅταν εὑρεθῇς μηδὲν ἀκάθαρτον ὑποκρίσεως ἔχων ἐν συνειδήσει. Εἰ γάρ τις τῶν ἐνταῦθα νομίζοι πειράζειν τὴν χάριν, ἑαυτὸν ἀπατᾷ, καὶ τὴν δύναμιν ἀγνοεῖ. Ἀνυπόκριτον ἔχε τὴν ψυχὴν, ὦ ἄνθρωπε, διὰ τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς. Ὥσπερ γὰρ οἱ μέλλοντες στρατεύειν, ἐρευνῶσι τὰς ἡλικίας καὶ τὰ σώματα τῶν στρατευομένων, οὕτω καὶ ὁ Κύριος στρατολογῶν τὰς ψυχὰς, ἐρευνᾷ τὰς προαιρέσεις: κἂν μὲν ὑπόκρισιν εὕρῃ κρυπτομένην, ἀπέβαλε τὸν ἄνθρωπον ὡς τῆς ἀληθοῦς στρατείας ἀνεπιτήδειον: εἰ δὲ ἄξιον καταλάβῃ, τούτῳ δίδωσιν ἑτοίμως τὴν χάριν. Οὐ δίδωσι τὰ ἅγια τοῖς κυσίν: ἀλλ' ὅπου βλέπει τὴν ἀγαθὴν προαίρεσιν, ἐκεῖ τὴν σωτηριώδη δίδωσι σφραγίδα, τὴν θαυμασίαν, ἣν τρέμουσι δαίμονες καὶ γινώσκουσιν ἄγγελοι: ἵνα οἱ μὲν φύγωσιν ἐλασθέντες, οἱ δὲ περιέπωσιν ὡς οἰκεῖον. Τοῖς οὖν λαμβάνουσι τὴν πνευματικὴν ταύτην σφραγίδα καὶ σωτήριον, χρεία καὶ τῆς οἰκείας προαιρέσεως. Ὥσπερ γὰρ κάλαμος γραφικὸς ἢ καὶ βέλος χρείαν ἔχει τοῦ συνεργοῦντος, οὕτω καὶ ἡ χάρις χρείαν ἔχει τῶν πιστευόντων. Ὅπλον λαμβάνεις οὐ φθαρτὸν, ἀλλὰ πνευματικόν. Καταφυτεύῃ λοιπὸν εἰς τὸν νοητὸν παράδεισον. Λαμβάνεις ὄνομα καινὸν, ὃ πρότερον οὐκ εἶχες. Πρὸ τούτου Κατηχούμενος ἦς, νῦν δὲ κληθήσῃ Πιστός. Μεταφυτεύῃ λοιπὸν εἰς τὰς ἐλαίας τὰς νοητὰς, ἐξ ἀγριελαίου εἰς καλλιέλαιον ἐγκεντριζόμενος: ἐξ ἁμαρτιῶν εἰς δικαιοσύνην, ἐκ μολυσμῶν εἰς καθαρότητα. Γίνῃ κοινωνὸς τῆς ἁγίας ἀμπέλου. Ἀλλ' ἐὰν μὲν ἐπιμείνῃς ἐν τῇ ἀμπέλῳ, αὔξῃ ὡς κλῆμα καρποφόρον: ἐὰν δὲ μὴ ἐπιμείνῃς, ὑπὸ τοῦ πυρὸς καταναλωθήσῃ. Καρποφορήσωμεν τοίνυν ἀξίως. Μὴ γένοιτο γὰρ, ἵνα ἐν ἡμῖν γένηται τὸ, κατὰ τὴν ἄκαρπον ἐκείνην συκῆν, μή ποτε ἐλθὼν ὁ Ἰησοῦς καὶ νῦν καταράσηται διὰ τὴν ἀκαρπίαν. Ἀλλ' εἴη πάντας ἐκεῖνο λέγειν: Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ,[ ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα]: ἐλαία οὐκ αἰσθητὴ, ἀλλὰ νοητὴ, φωτοφόρος. Αὐτοῦ μὲν οὖν ἐστι τὸ καταφυτεῦσαι καὶ τὸ ποτίσαι, σὸν δὲ τὸ καρποφορῆσαι. Θεοῦ τὸ χαρίσασθαι, σὸν δὲ τὸ λαβεῖν καὶ διατηρῆσαι: μὴ διὰ τὸ δωρεὰν δίδοσθαι τὴν χάριν, καταφρόνει: ἀλλὰ λαβὼν συντήρησον εὐλαβῶς. Καιρὸς ἐξομολογήσεως ὁ παρών. Ἐξομολόγησαι τὰ πεπραγμένα, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ: τὰ ἐν νυκτὶ, τὰ ἐν ἡμέρᾳ: ἐξομολόγησαι ἐν καιρῷ δεκτῷ: καὶ ἐν ἡμέρᾳ σωτηρίας δέξαι τὸν ἐπουράνιον θησαυρόν. Σχόλασον εἰς τοὺς ἐπορκισμούς: παρέδρευε ταῖς κατηχήσεσι, καὶ μέμνησο τῶν λεχθησομένων. Λέγεται γὰρ, οὐκ ἵνα μόνον ἀκούσῃς, ἀλλ' ἵνα διὰ τῆς πίστεως ἐπισφραγίσῃς τὰ λεγόμενα. Πᾶσαν μέριμναν ἀνθρωπίνην ἐξάλειψον ἀπὸ σοῦ: περὶ ψυχῆς γὰρ τρέχεις. Τὰ τοῦ κόσμου πάντως καταλιμπάνεις: μικρὰ τὰ καταλιμπανόμενα, μέγαλα δὲ τὰ παρὰ τοῦ Κυρίου δωρούμενα. Κατάλειπε τὰ παρόντα, καὶ πίστευε εἰς τὰ μέλλοντα. Τοσούτους κύκλους ἐνιαυτῶν διῆλθες, περὶ τὸν κόσμον μάτην ἀσχολούμενος: καὶ τεσσαράκοντα ἡμέρας οὐ σχολάζεις, διὰ τὴν σαυτοῦ ψυχήν; Σχολάσατε, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός, φησιν ἡ γραφή. Τὸ λαλεῖν πολλὰ ἀργὰ παραίτησαι: μήτε καταλάλει, μήτε ἡδέως ἄκουε καταλαλοῦντος: ἀλλὰ μᾶλλον εἰς προσευχὰς ἕτοιμος ἔσο: δεῖξον ἐν ἀσκήσει, τῆς καρδίας σου τὸ νενευρωμένον. Καθάρισόν σου τὸ ἄγγος, ἵνα πλείονα δέξῃ τὴν χάριν. Ἡ μὲν γὰρ ἄφεσις τῶν ἁμαρτιῶν ἐξ ἴσου δίδοται τοῖς πᾶσιν: ἡ δὲ τοῦ Πνεύματος τοῦ ἁγίου κοινωνία, κατ' ἀναλογίαν δεδώρηται τῆς ἑκάστου πίστεως. Ἐὰν ὀλίγα κάμῃς, ὀλίγα λαμβάνεις: ἐὰν δὲ ἐργάσῃ πολλὰ, πολὺς ὁ μισθός. Σεαυτῷ τρέχεις, τὸ συμφέρον σκόπει. Εἴ τι κατά τινος ἔχεις, ἄφες. Προσέρχῃ λαβεῖν ἁμαρτιῶν ἄφεσιν, ἀνάγκη καί σε συγχωρῆσαι τῷ ἡμαρτηκότι. Ἐπεὶ ποίῳ προσώπῳ τῷ Κυρίῳ λέξεις, Ἄφες μοι τὰς πολλάς μου ἁμαρτίας, αὐτὸς σὺ μηδὲ τὰς ὀλίγας τῷ συνδούλῳ συγχωρήσας; Εἰς τὰς Συνάξεις ἔσο σπουδαῖος: μὴ μόνον νῦν, ὅτε καὶ ὑπὸ τῶν κληρικῶν τὴν σπουδὴν ἀπαιτῇ, ἀλλὰ καὶ μετὰ τὸ λαβεῖν τὴν χάριν. Εἰ γὰρ πρὶν λάβῃς, καλὸν τὸ γινόμενον, ἆρα οὐχὶ καὶ μετὰ τὴν δόσιν καλόν; Εἰ πρὶν ἐγκεντρισθῇς, ἀσφαλὲς τὸ ποτίζεσθαι, καὶ γεωργεῖσθαι: μετὰ τὴν φυτείαν ἆρ' οὐχὶ πολὺ κάλλιον; Ἀγώνισαι περὶ τῆς σαυτοῦ ψυχῆς, μάλιστα ἐν τοιαύταις ἡμέραις: θρέψον σου τὴν ψυχὴν ἀναγνώσεσι θείαις: ἡτοίμασε γάρ σοι τράπεζαν πνευματικὴν ὁ Κύριος. Εἰπὲ καὶ αὐτὸς κατὰ τὸν ψαλμωδόν: Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει: εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με: τὴν ψυχήν μου ἐπέστρεψεν: ἵνα καὶ ἄγγελοι συνευφρανθῶσι, καὶ αὐτὸς ὁ Χριστὸς ὁ μέγας ἀρχιερεὺς, τὴν ὑμετέραν προαίρεσιν ἀποδεξάμενος, προσφέρων ὑμᾶς ἅπαντας, εἴπῃ τῶ πατρί: Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός: ὃς πάντας ὑμᾶς εὐαρεστοῦντας αὐτῷ συντηρήσειεν: Ὧ ἡ δόξα[ καὶ τὸ κράτος] εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων: Ἀμήν.

Intertext edge

Open linked passage

Note