Catecheses to the Illuminandi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem">
—
⋯
Original / primary: Textus receptus
2.1
[ 2] ΚΑΤΗΧΗΣΙΣ Β. ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ, καὶ ἀφέσεως ἁμαρτιῶν, καὶ περὶ Ἀντικειμένου. Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἰεζεκιήλ: Δικαιοσύνη δικαίῳ ἐπ' αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμῳ ἐπ' αὐτὸν ἔσται. Καὶ ὁ ἄνομος ἐὰν ἐπιστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, καὶ τὰ ἑξῆς. Δεινὸν ἡ ἁμαρτία, καὶ νόσος χαλεπωτάτη ψυχῆς ἡ παρανομία: ὑποτέμνουσα μὲν αὐτῆς τὰ νεῦρα, καὶ πυρὸς δὲ αἰωνίου γιγνομένη παραίτιος. Κακὸν αὐτεξούσιον, βλάστημα προαιρέσεως: καὶ ὅτι γε αὐτοπροαιρέτως ἁμαρτάνομεν, λέγει που σαφῶς ὁ προφήτης: Ἐγὼ δ' ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθίνην, πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; Ἡ φυτεία καλὴ, ὁ δὲ καρπὸς ἐκ προαιρέσεως κακός: καὶ διὰ τοῦτο ὁ φυτουργὸς ἀναίτιος, ἡ δὲ ἄμπελος κατακαυθήσεται πυρὶ, ἐπειδὴ εἰς ἀγαθὸν ἐφυτεύθη, καὶ εἰς κακὸν ἐκαρποφόρησεν ἐκ προαιρέσεως. Ἐποίησε γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον εὐθῆ, κατὰ τὸν Ἐκκλησιαστὴν, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς. Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς, φησὶν ὁ Ἀπόστολος. Ὁ μὲν οὖν κτίστης, ἀγαθὸς ὢν, ἐπ' ἔργοις ἀγαθοῖς ἔκτισεν: τὸ δὲ κτισθὲν, ἐξ οἰκείας προαιρέσεως εἰς πονηρίαν ἐτράπη. Δεινὸν μὲν οὖν κακὸν, ὡς εἴρηται, ἡ ἁμαρτία, ἀλλ' οὐκ ἀθεράπευτον: δεινὸν τῷ κατέχοντι: εὐίατον δὲ τῷ διὰ μετανοίας ἀποτιθεμένῳ. Ὑπόθου γάρ μοι κατέχειν ἐν χειρί τινα τὸ πῦρ: ἕως ὅτου κατέχει τὸν ἄνδρακα, φλέγεται πάντως. Εἰ δὲ ἀπόθοιτο τὸν ἄνθρακα, συναπέβαλε ἂν καὶ τὸ φλέγον: εἰ δέ τις νομίζει μὴ κατακαίεσθαι ἁμαρτάνων, τούτῳ λέγει ἡ γραφή: Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Καίει γὰρ ἡ ἁμαρτία: τὰ νεῦρα τῆς ψυχῆς[ ὑποτέμνεται καὶ συντρίβει τὰ νοητὰ τῆς διανοίας ὀστέα: καὶ σκοτοῖ τὸ φωτεινὸν τῆς καρδίας]. Ἀλλ' ἐρεῖ τις, τί ποτε ἄρα ἐστὶν ἡ ἁμαρτία; ζῶόν ἐστιν; ἄγγελός ἐστι, δαίμων ἐστί; τί ἐστι, τοῦτο τὸ ἐνεργοῦν; Οὐκ ἔστιν ἐχθρὸς ἔξωθεν, ἄνθρωπε, καταγωνιζόμενος, ἀλλὰ βλάστημα κακὸν αὐτοπροαιρέτως αὐξάνον ἀπὸ σοῦ. Ὀρθοῖς βλέπε τοῖς ὄμμασί σου, καὶ οὐκ ἔστιν ἐπιθυμία. Μὴ ἅρπαζε τὰ ἀλλότρια: καὶ ἁρπαγὴ κεκοίμηται: μνημόνευε τῆς κρίσεως: καὶ οὔτε πορνεία, οὔτε μοιχεία, οὔτε φόνος, οὐδέ τι τῶν παρανομημάτων ἰσχύσει παρὰ σοί. Ὅταν δὲ ἐπιλάθῃ τοῦ Θεοῦ, τότε λοιπὸν ἄρχῃ λογίζεσθαι πονηρὰ, καὶ συντελεῖν παράνομα. Οὐ μόνος δὲ σὺ καθέστηκας τοῦ πράγματος ἀρχηγός: ἀλλὰ καὶ ἄλλος τίς ἐστι κάκιστος ὑποβολεὺς, ὁ διάβολος. Ὑποβάλλει μὲν οὖν ἐκεῖνος, οὐ μὴν βίᾳ ἐπικρατεῖ τῶν μὴ πειθομένων. Διὰ τοῦτο λέγει ὁ Ἐκκλησιαστής: Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς. Ἐὰν ἀποκλείσῃς τὴν θύραν σου, καὶ μάκρον σοῦ τυγχάνων οὐ βλάψει σε. Ἐὰν δὲ ἀδιαφόρως δέξῃ τὴν ἐνθύμησιν ἐπιθυμίας, διὰ τῶν λογισμῶν ῥίζας ἐν σοὶ καταβάλλεται, καὶ καταδεσμεῖ σου τὴν διάνοιαν, καὶ κατασπᾷ σε εἰς βόθρον κακῶν. Ἀλλ' ἴσως λέγεις, Πιστός εἰμι, καὶ οὐ περιγίνεταί μου ἐπιθυμία, κἂν ἐνθυμήσω πυκνότερον. Ἀγνοεῖς ὅτι καὶ πέτραν ἔῤῥηξε ῥίζα παραμένουσα πολλάκις; Μὴ δέξῃ τὸν σπόρον, ἐπεὶ διαῤῥήξει σου τὴν πίστιν: πρὶν[ ἢ] ἀνθήσῃ, πρόῤῥιζον ἔξελε τὸ κακόν: μὴ ῥαθυμήσας ἐξ ἀρχῆς, πέλυκας ὕστερον, καὶ πῦρ πολυπραγμονήσῃς: ἀρχόμενος ὀφθαλμιᾷν, θεραπεύου κατὰ καιρόν: ἵνα μὴ τυφλωθεὶς, τότε ζητήσῃς τὸν ἰατρόν. Ἀρχηγὸς μὲν οὖν ἁμαρτίας ὁ διάβολος, καὶ γεννήτωρ τῶν κακῶν: τοῦτο δὲ ὁ Κύριος εἴρηκεν, οὐκ ἐγώ: ὅτι ἀπ' ἀρχῆς ὁ διάβολος ἁμαρτάνει: πρὸ αὐτοῦ ἥμαρτεν οὐδείς. Ἥμαρτε δὲ, οὐκ ἐκ φύσεως ἐπάναγκες τὸ ἁμαρτητικὸν λαβών: ἐπεὶ πάλιν ἀνατρέχει ἡ τῆς ἁμαρτίας πρόφασις εἰς τὸν οὕτω κατασκευάσαντα: ἀλλ' ἀγαθὸς κατασκευασθεὶς, διάβολος γέγονεν ἐξ οἰκείας προαιρέσεως, ἐκ τῆς πράξεως λαβὼν τὴν προσηγορίαν. Ἀρχάγγελος γὰρ ὢν, διάβολος ὕστερον ἐκλήθη, ἀπὸ τοῦ διαβάλλειν: καὶ ἀγαθὸς ὢν ὑπηρέτης Θεοῦ, γέγονε Σατανᾶς φερωνύμως: ὁ γὰρ Σατανᾶς εἰς τὸν ἀντικείμενον διάβολον ἑρμηνεύεται. Ἐστὶ δὲ οὐκ ἐμὼ ταῦτα τὰ διδάγματα, ἀλλ' Ἰεζεκιὴλ τοῦ πνευματοφόρου προφήτου. Ἐκεῖνος γὰρ λαβὼν θρῆνον ἐπ' αὐτὸν, λέγει: Σὺ ἀποσφράγισμα ὁμοιώσεως, καὶ στέφανος κάλλους ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ ἐγεννήθης: καὶ μετ' ὀλίγα: Ἐγεννήθης ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας σὺ ἐκτίσθης, ἕως οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Πάνυ καλῶς τὸ, εὑρέθη ἐν σοί. Οὐ γὰρ ἔξωθεν ἐπεισηνέχθη, ἀλλ' αὐτὸς ἐγέννησας τὸ κακόν. Καὶ τὴν αἰτίαν ἑξῆς εἴρηκεν: Ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου: διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου, καὶ διὰ τὰς ἁμαρτίας σου ἐτραυματίσθης καὶ ἐπὶ τὴν γῆν ἔῤῥιψά σε. Ὁ Κύριος τούτῳ συμφώνως πάλιν ἐν εὐαγγελίοις λέγει: Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Βλέπεις παλαιᾶς διαθηκῆς πρὸς καινὴν συμφωνίαν. Οὗτος ἐκπεσὼν συναπέστησε πολλούς: οὗτος ἐμβάλλει τὰς ἐπιθυμίας τοῖς πειθομένοις: ἐκ τούτου μοιχεία, πορνεία, καὶ πᾶν εἴ τι κακόν. Διὰ τοῦτον ὁ προπάτωρ ἡμῶν Ἀδὰμ ἐκ παρακοῆς ἐξεβλήθη: καὶ ἀντὶ παραδείσου αὐτομάτως θαυμασίους φέροντος καρποὺς, τὴν ἀκανθοφόρον ἀντικατηλλάξατο γῆν. Τί οὖν; ἐρεῖ τις, ἀπολώλαμεν ἀπατηθέντες: ἆρ' οὐκ ἔστι λοιπὸν σωτηρία; πεπτώκαμεν: ἆρ' οὐκ ἔστιν ἀναστῆναι; ἐτυφλώθημεν: ἆρ' οὐκ ἔστιν ἀναβλέψαι; χωλοὶ γεγόναμεν: ἆρ' οὐκ ἔστιν ἀρτιποδῆσαι; ἵνα δὲ συντόμως εἴπωμεν, ἀπεθάνομεν: ἆρ' οὐκ ἔστιν ἀναστῆναι; Ἆρ' ὁ τὸν Λάζαρον τὸν τετραήμερον ἐγείρας, ἄνθρωπε, τὸν ὀδωδότα: ἆρα τὸν ζῶντά σε μᾶλλον οὐκ εὐκοπώτερον ἀναστήσει; Ὁ τὸ τίμιον αἷμα ὑπὲρ ἡμῶν ἐκχέας, αὐτὸς ἡμᾶς ῥύσεται τῆς ἁμαρτίας. Μὴ ἀπογνῶμεν ἑαυτοὺς, ἀδελφοί: μὴ ἀποῤῥίψωμεν ἑαυτοὺς εἰς ἀνέλπιστον κατάστασιν. Δεινὸν γάρ ἐστι τὸ μὴ πιστεύειν εἰς μετανοίας ἐλπίδα. Ὁ μὴ προσδοκῶν γὰρ τὴν σωτηρίαν, ἀφειδῶς προστίθησι τὰ κακά: ὁ δὲ τὴν ἰατρείαν ἐλπίσας, εὐμαρῶς τὸ λοιπὸν ἑαυτοῦ φείδεται. Ὁ γὰρ λῃστὴς ὁ μὴ δωρεὰν προσδοκῶν, εἰς ἀπόνοιαν χωρεῖ: ἐλπίσας δὲ τὴν ἄφεσιν, εἰς μετάνοιαν ἔρχεται πολλάκις. Εἶτα, ὄφις μὲν ἀποτίθεται τὸ γῆρας: ἡμεῖς δὲ οὐκ ἀποθησόμεθα τὴν ἁμαρτίαν; Καὶ ἀκανθώδης γῆ γεωργηθεῖσα καλῶς εἰς καρποφόρον μετεβλήθη: ἡμῖν δὲ ἀδιόρθωτος ἡ σωτηρία; Ἡ μὲν οὖν φύσις ἐπιδέχεται τὴν σωτηρίαν, ζητεῖται δὲ λοιπὸν ἡ προαίρεσις. Φιλάνθρωπος ὁ Θεὸς, καὶ φιλάνθρωπος οὐκ ὀλίγον. Μὴ γὰρ εἴπῃς, Ἐπόρνευσα, ἐμοίχευσα: τὰ δεινά μοι πέπρακται, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις: ἆρα συγχωρήσει; ἆρα παρέξει τὴν ἀμνηστίαν; Ἄκουε, τί λέγει ὁ ψαλμωδός: Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου Κύριε. Οὐ νικᾷ σου τὰ συναχθέντα ἁμαρτήματα, τὸ πλῆθος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ: οὐ νικᾷ σου τὰ τραύματα τὴν ἀρχιατρικὴν ἐμπειρίαν. Δὸς μόνον σεαυτὸν μετὰ πίστεως: λέγε τῷ ἰατρῷ τὸ πάθος: εἰπὲ καὶ αὐτὸς κατὰ τὸν Δαβίδ. Εἶπα, ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ: καὶ γενήσεται ἐπὶ σοῦ τὸ παραπλήσιον, τὸ ἑξῆς εἰρημένον: Καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν, σὺ ὁ νεωστὶ εἰς τὴν κατήχησιν ἐληλυθώς; θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν, καὶ τῆς μακροθυμίας τὸ πλῆθος; Ἄκουσον περὶ τοῦ Ἀδάμ. Παρήκουσεν Ἀδάμ, ὁ πρωτόπλαστος τοῦ Θεοῦ: ἆρ' οὐκ ἐδύνατο τὸν θάνατον εὐθὺς ἐπαγαγεῖν; ἀλλ' ὅρα τί ποιεῖ ὁ φιλανθρωπότατος Κύριος. Ἐκβάλλει μὲν αὐτὸν τοῦ παραδείσου:[ τῆς γὰρ ἐκεῖ διατριβῆς ἀνάξιος ἦν διὰ τὴν ἁμαρτίαν] κατοικίζει δὲ τοῦ παραδείσου κατέναντι, ἵνα βλέπων ὅθεν ἐξέπεσε, καὶ ἐξ οἵων, εἰς οἷα κατηνέχθη, λοιπὸν ἐκ μετανοίας σωθῇ. Καῒν ὁ πρωτότοκος ἄνθρωπος, ἀδελφοκτόνος γέγονεν εὑρετὴς τῶν κακῶν, καὶ ἀρχηγὸς τῶν φόνων, καὶ βάσκανος πρῶτος, ἀλλ' ἀνελὼν τὸν ἀδελφὸν, τί κατακρίνεται; Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς: μέγα τὸ ἁμάρτημα, καὶ μικρὰ ἡ καταδίκη. Φιλανθρωπία μὲν οὖν ἀληθῶς καὶ αὕτη Θεοῦ, ἀλλ' ἔτι μικρὰ πρὸς τὰ ἐπιφερόμενα. Λόγισαι[ γάρ] μοι τὰ ἐπὶ Νῶε. Ἥμαρτον οἱ γίγαντες, καὶ παρανομία πολλὴ τότε τῆς γῆς κατεχύθη, καὶ διὰ ταύτην κατακλυσμὸς ἔμελλεν ἐπέρχεσθαι: καὶ τῷ πεντακοσιοστῷ μὲν ἔτει τὴν ἀπειλὴν ἐκφέρει ὁ Θεὸς, τῷ δὲ ἑξακοσιοστῷ τὸν κατακλυσμὸν ἐπήγαγεν ἐπὶ τὴν γῆν. Βλέπεις φιλανθρωπίας Θεοῦ πλάτος, εἰς ἑκατὸν παρατεινομένης χρόνους; Ἆρα, ὅπερ ἐποίησε τότε μετὰ τὴν ἑκατονταετίαν, οὐκ ἠδύνατο καὶ παραχρῆμα ποιῆσαι; Ἀλλ' ἐπίτηδες παρέτεινεν, διδοὺς ἔνδομα τῆς μετανοίας. Βλέπεις Θεοῦ ἀγαθότητα; καὶ εἴγε μετενόησαν οἱ τότε, οὐκ ἂν ἀπέτυχον τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Ἐλθέ μοι λοιπὸν καὶ ἐπὶ τοὺς ἄλλους, τοὺς ἐκ μετανοίας σωθέντας. Ἀλλ' ἴσως καὶ ἐν γυναιξὶν ἐρεῖ τις: ἐπόρνευσα, ἐμοίχευσα, ἐμόλυνα τὸ σῶμα παντοίαις ἀκολασίαις: ἆρ' ἔστι σωτηρία; Ἀπόβλεψον, ὦ γύναι, εἰς τὴν Ῥαάβ, καὶ προσδόκα καὶ σὺ τὴν σωτηρίαν: εἰ γὰρ ἡ φανερῶς καὶ δημοσίᾳ πορνεύσασα, διὰ μετανοίας ἐσώθη: ἆρα ἡ ἅπαξ ποτὲ πορνεύσασα πρὸ τῆς χάριτος, διὰ μετανοίας καὶ νηστείας οὐ σώζεται; πῶς γὰρ ἐσώθη ἐκείνη, ζήτησον: τοῦτο μόνον εἶπεν, Ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὁ Θεὸς ὑμῶν: ἑαυτῆς γὰρ, οὐκ ἐτόλμησεν εἰπεῖν διὰ τὴν ἀσέλγειαν: καὶ εἰ θέλεις δέξασθαι τοῦ σωθῆναι ταύτην, μαρτυρίαν ἔγγραφον, ἔχεις ἀνάγραπτον, ἐν ψαλμοῖς: Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, τοῖς γινώσκουσί με: ὦ μεγάλης τοῦ Θεοῦ φιλανθρωπίας, καὶ πορνῶν μνημονευούσης ἐν γραφαῖς: ἀλλ' οὐχ ἁπλῶς. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ἀλλὰ μετὰ τοῦ: Τοῖς γινώσκουσί με. Ἔστιν οὖν καὶ ἐπὶ ἀνδρῶν σωτηρία καὶ ἐπὶ γυναικῶν ὁμοίως, ἡ διὰ μετανοίας προξενουμένη. Κἂν ὁλόκληρος δὲ λαὸς ἁμάρτῃ, οὐ νικᾷ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ἐμοσχοποίησεν ὁ λαὸς, καὶ οὐκ ἀπέστη ὁ Θεὸς τῆς φιλανθρωπίας: ἠρνήσαντο οἱ ἄνθρωποι τὸν Θεὸν, ἀλλ' ὁ Θεὸς ἑαυτὸν οὐκ ἠρνήσατο. Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, εἰρήκασιν: καὶ πάλιν συνήθως ὁ Θεὸς τοῦ Ἰσραὴλ, σωτὴρ αὐτῶν ἐγένετο. Καὶ οὐ μόνος δ' ὁ λαὸς ἥμαρτε, ἀλλὰ καὶ Ἀαρὼν ὁ ἀρχιερεύς. Μωϋσῆς γάρ ἐστιν ὁ λέγων, Καὶ ἐπ' Ἀαρὼν ἐγένετο ὀργὴ Κυρίου: καὶ ἐδεήθην, φησὶν, ὑπὲρ αὐτοῦ, καὶ συνεχώρησεν αὐτῷ ὁ Θεός. Εἶτα Μωϋσῆς μὲν αἰτῶν ὑπὲρ ἀρχιερέως ἁμαρτάνοντος, ἐδυσώπει τὸν Κύριον: Ἰησοῦς δὲ ὁ μονογενὴς, αἰτῶν ὑπὲρ ἡμῶν οὐ δυσωπεῖ τὸν Θεόν; Κἀκεῖνον μὲν διὰ τὸ πταισθὲν οὐκ ἐκώλυσεν ἐλθεῖν εἰς ἀρχιερωσύνην: σὲ δὲ ἐξ ἐθνῶν ἐλθόντα, κεκώλυκεν εἰσελθεῖν εἰς τὴν σωτηρίαν; Μετανόησον, ἄνθρωπε, λοιπὸν καὶ αὐτὸς ὁμοίως, καὶ οὐ κεκώλυταί σοι ἡ χάρις. Ἀνεπίληπτόν σου παράστησον εἰς τὸ ἑξῆς τὸν τρόπον: φιλάνθρωπος γὰρ ἀληθῶς ὁ Θεὸς, καὶ οὐ δυνήσεται ὁ πᾶς χρόνος κατ' ἀξίαν ἐξειπεῖν αὐτοῦ τὴν φιλανθρωπίαν: οὐδ' ἂν πᾶσαι αἱ γλῶσσαι συνέλθωσιν ἀνθρώπων ὁμοῦ, οὐδ' οὕτως μέρος τι τῆς τοῦ Θεοῦ φιλανθρωπίας διηγήσασθαι δυνήσονται. Ἡμεῖς γὰρ λέγομεν μέρος τι τῶν γεγραμμένων περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ φιλανθρωπίας: ἀλλ' οὐκ οἴδαμεν ὅσα καὶ ἀγγέλοις συνεχώρησεν. Συγχωρεῖ γὰρ κἀκείνοις, ἐπειδὴ εἷς μόνος ἀναμάρτητος. ὁ τὰς ἁμαρτίας ἡμῶν καθαρίζων Ἰησοῦς. Καὶ περὶ μὲν ἐκείνων αὐτάρκως. Εἰ δὲ βούλει, σοὶ περὶ ἡμῶν καὶ ἄλλους τύπους παραστῆναι, ἐλθὲ καὶ ἐπὶ τὸν Δαβὶδ τὸν μακάριον, καὶ τύπον αὐτὸν λάβε τῆς μετανοίας. Ἐσφάλη ὁ μέγας: μετὰ κοίτην, τὸ δειλινὸν, περιπατῶν ἐπὶ τοῦ δώματος, ἴδεν ἀδιαφόρως, καὶ ἔπαθέν τι ἀνθρώπινον. Ἐτελέσθη ἡ ἁμαρτία, ἀλλ' οὐ συναπέθανεν ἡ περὶ τὴν ὁμολογίαν τοῦ πταίσματος εὐγνωμοσύνη. Ἦλθε Ναθὰν ὁ προφήτης, ἔλεγχος ταχὺς, ἰατρὸς τοῦ τραύματος. Ὠργίσθη, φησὶν, ὁ Κύριος, καὶ ἥμαρτες, τῷ βασιλεύοντι ὁ ἰδιώτης ἔλεγεν. Ἀλλὰ Δαβὶδ ὁ βασιλεύς[ ὁ πορφυροφόρος] οὐκ ἠγανάκτησεν: οὐ γὰρ προσεῖχε τῷ λαλοῦντι, ἀλλὰ τῷ ἀποστείλαντι. Οὐκ ἐτύφωσεν αὐτὸν τὸ περιεστὸς τῶν στρατιωτῶν στίφος: ἐνενόει γὰρ τὸν ἀγγελικὸν τοῦ Κυρίου στρατὸν, καὶ τὸν ἀόρατον ὡς ὁρῶν ἠγωνίασε. Καί φησι τῷ ἐλθόντι, μᾶλλον δὲ δι' ἐκείνου τῷ ἀποστείλαντι, ἀποκρινάμενος: Ἡμάρτηκα τῷ Κυρίῳ. Βλέπεις τοῦ βασιλέως ταπεινοφροσύνην, βλέπεις ἐξομολόγησιν. Μὴ γὰρ ἦν ἐλεγχθεὶς ὑπό τινος; μὴ πολλοὶ συνῄδεισαν τῷ πράγματι; Ὀξέως ἐπράχθη τὸ πρᾶγμα, καὶ ὁ προφήτης εὐθὺς παρῆν κατήγορος, καὶ ὁ πταίσας ὁμολογεῖ τὸ κακὸν, καὶ ἐπειδὴ εὐγνωμόνως ὡμολόγησεν, ὀξυτάτην ἔσχε τὴν ἰατρείαν. Ὁ γὰρ ἀπειλήσας προφήτης Ναθὰν, φησὶν εὐθέως: Καὶ Κύριος παρεβίβασε τὴν ἁμαρτίαν σου. Βλέπεις ὀξυτάτην Θεοῦ φιλανθρώπου μεταβολήν. Πλήν φησι: Παροξύνων παρώξυνας τοὺς ἐχθροὺς Κυρίου: πολλοὺς μὲν διὰ τὴν δικαιοσύνην εἶχες ἐχθροὺς, ἀλλ' ἐφρούρει σε ἡ σωφροσύνη: προδοὺς δὲ τὸ μέγιστον ὅπλον, ἑτοίμους ἑστῶτας ἔχεις κατὰ σοῦ τοὺς ἐχθροὺς ἐπαναστάντας. Ὁ μὲν οὖν προφήτης οὕτως αὐτὸν παρεμυθήσατο, ὁ δὲ μακάριος Δαβὶδ, εἰ καὶ τὰ μάλιστα ἤκουσεν, ὅτι Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου, οὐκ ἀπέστη τῆς μετανοίας ὁ βασιλεύς: ἀλλὰ περιεβάλετο μὲν σάκκον ἀντὶ πορφύρας, ἀντὶ δὲ χρυσοκολλήτων θρόνων, ἐπὶ σποδοῦ καὶ γῆς ὁ βασιλεὺς ἐκαθέζετο. Καὶ οὐκ ἐπὶ σποδοῦ μόνον ἐκάθητο, ἀλλὰ καὶ σποδὸν εἶχε τὴν βρῶσιν, καθὼς καὶ αὐτός φησιν: Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον[ καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων]. Ἐξέτηξε δάκρυσι τὸν ἐπιθυμητὴν ὀφθαλμόν: Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, λέγων, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ἀρχόντων παρακαλούντων φαγεῖν ἄρτον, οὐκ ἐπείθετο: εἰς ἑβδόμην ὁλόκληρον ἡμέραν παρέτεινε τὴν νηστείαν. Εἰ βασιλεὺς οὕτως ἐξωμολογεῖτο, σὺ ὁ ἰδιώτης οὐκ ὀφείλεις ἐξομολογήσασθαι; Καὶ μετὰ τὴν τοῦ Ἀβσαλὼμ ἐπανάστασιν, πολλῶν οὐσῶν ὁδῶν αὐτῷ τῆς φυγῆς, διὰ τοῦ ὄρους τῶν Ἐλαιῶν φεύγειν εἵλατο, μονονουχὶ τῇ διανοίᾳ τὸν ἀναβησόμενον εἰς τοὺς οὐρανοὺς ἐκεῖθεν λυτρωτὴν ἐπικαλούμενος: καὶ καταρωμένου πικρῶς αὐτὸν τοῦ Σεμεῒ λέγει, Ἄφετε αὐτόν: ᾔδει γὰρ, ὅτι τῷ ἀφιέντι ἀφεθήσεται. Βλέπεις ὅτι καλὸν τὸ ἐξομολογήσασθαι. Βλέπεις ὅτι τοῖς μετανοοῦσίν ἐστι σωτηρία. Καὶ Σαλομὼν ἐκπέπτωκεν: ἀλλὰ τί φησιν; Ὕστερον ἐγὼ μετενόησα. Καὶ ὁ Ἀχαὰβ ὁ τῆς Σαμαρείας βασιλεὺς, γέγονε παρανομώτατος εἰδωλολάτρης, ἐξαίσιος, ὁ προφητοκτόνος, ὁ ἀλλότριος τῆς εὐσεβείας, ἀγρῶν ἐπιθυμητὴς καὶ ἀμπελώνων ἀλλοτρίων: ἀλλ' ὅτε τὸν Ναβουθαὶ διὰ τῆς Ἰεσαβὲλ ἀπέκτεινεν, ἐλθόντος Ἡλίου τοῦ προφήτου καὶ μόνον ἐπαπειλήσαντος, διέῤῥηξε τὰ ἱματία, καὶ περιεβάλλετο σάκκον. Καὶ τί φησιν ὁ φιλάνθρωπος Θεὸς πρὸς τὸν Ἡλίαν; Ἑώρακας πῶς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; μονονουχὶ πείθων τὸ διάπυρον τοῦ προφήτου, συγκαταβῆναι τῷ μετανοοῦντι. Οὐκ ἐπάξω,[ γάρ φησι] τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ: καὶ ὅμως, μέλλοντος αὐτοῦ μετὰ τὴν συγχώρησιν οὐκ ἀφίστασθαι τῆς πονηρίας, συγχωρεῖ ὁ συγχωρῶν: οὐκ ἀγνοῶν τὸ μέλλον, ἀλλὰ τῷ παρόντι τῆς μετανοίας καιρῷ κατάλληλον τὴν συγχώρησιν δωρούμενος. Δικαίου γὰρ δικαστοῦ ἐστι, πρὸς ἕκαστον τῶν γεγεννημένων προσφόρως ἀποκρίνασθαι. Πάλιν Ἱεροβοὰμ εἱστήκει θύων τοῖς εἰδώλοις ἐπὶ τῷ βωμῷ. Ξηρὰ γέγονεν αὐτοῦ ἡ χεὶρ, ἐπειδὴ ἐκέλευσε συλληφθῆναι τὸν ἐλέγχοντα προφήτην: ἀλλὰ τῇ πείρᾳ γνοὺς τὴν ἐνέργειαν τοῦ παρόντος, λέγει: Δεήθητι τοῦ Κυρίου ὑπὲρ ἐμοῦ. Καὶ διὰ τοῦτο τὸ ῥῆμα πάλιν ἀπεκατέστη ἡ χεὶρ αὐτοῦ. Εἰ τὸν Ἱεροβοὰμ ἰάσατο ὁ προφήτης, σὲ Χριστὸς ἆρα οὐ δύναται τῶν ἁμαρτιῶν ἰασάμενος ἐλευθερῶσαι; Γέγονε καὶ Μανασσῆς παρανομώτατος, ὁ τὸν Ἡσαΐαν πρίσας, καὶ ἐν παντοίαις εἰδωλολατρείαις μιανθεὶς, καὶ πλήσας αἱμάτων ἀθώων τὴν Ἱερουσαλήμ: ἀλλὰ αἰχμάλωτος ἀχθεὶς εἰς Βαβυλῶνα, τῇ πείρᾳ τῶν κακῶν εἰς μετανοίας ἰατρείαν συνεχρήσατο. Λέγει γὰρ ἡ γραφὴ, ὅτι ἐταπεινώθη Μανασσῆς ἐνώπιον Κυρίου, καὶ προσηύξατο, καὶ εἰσήκουσε Κύριος, καὶ ἐπανήγαγεν αὐτὸν εἰς τὴν βασιλείαν αὐτοῦ. Εἰ ὁ τὸν προφήτην πρίσας, διὰ μετανοίας ἐσώθη: σὺ δὲ, μηδὲν τοσοῦτον ἐργασάμενος οὐ σωθήσῃ; βλέπε μὴ τῇ δυνάμει τῆς μετανοίας μάτην ἀπιστήσῃς. Βούλει γνῶναι πόσον ἰσχύει μετάνοια; θέλεις γνῶναι τὸ καρτερὸν τῆς σωτηρίας ὅπλον, καὶ μαθεῖν πόσον ἐξομολόγησις ἰσχύει; Ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἐχθρῶν Ἐζεκίας δι' ἐξομολογήσεως ἐτρέψατο: μέγα μὲν ἀληθῶς καὶ τοῦτο, ἀλλὰ ἔτι μικρὸν πρὸς τὸ ῥηθησόμενον. Ἀπόφασιν θείαν ἐξενεχθεῖσαν ἀνεκαλέσατο διὰ μετανοίας ὁ αὐτός. Νοσήσαντι γὰρ αὐτῷ φησιν ὁ Ἡσαΐας: Τάξαι περὶ τοῦ οἴκου σου: ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ. Ποία λοιπὸν προσδοκία; ποία ἐλπὶς εἰς σωτηρίαν τοῦ προφήτου λέγοντος: ἀποθνήσκεις γὰρ σύ; Ἀλλ' οὐκ ἀπέστη τῆς μετανοίας Ἐζεκίας, μεμνημένος δὲ τοῦ γεγραμμένου: Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Ἀπεστράφη πρὸς τὸν τοῖχον, καὶ τείνας τὴν διάνοιαν ἀπὸ τῆς στρωμνῆς εἰς τὸν οὐρανὸν,( οὐ γὰρ ἐμποδίζει παχύτης τῶν τοίχων προσευχαῖς μετ' εὐλαβείας ἀναπεμπομέναις) φησὶ, Κύριε μνήσθητί μου: αὔταρκες γὰρ εἰς ἰατρείαν τὸ, σὲ μνησθῆναί μου: οὐκ ὑποβέβλησαι χρόνοις, ἀλλ' αὐτὸς εἶ τῆς ζωῆς ὁ νομοθέτης: οὐ γὰρ κατὰ γένεσιν, καὶ πλοκὴν ἄστρων, ὥς τινες ματαιολογοῦσιν, ζῶμεν. Ἀλλ' αὐτὸς καὶ τοῦ ζῇν, καὶ ὅτε δεῖ ζῇν, ὡς βούλει νομοθέτης τυγχάνεις. Καὶ ᾧ τὸ ζῇν ἀνέλπιστον διὰ τὴν προφητικὴν ἀπόφασιν, τούτῳ πεντεκαιδεκαετὴς προσετίθετο χρόνος ζωῆς, ἡλίου παλίνδρομον διὰ τὸ σημεῖον ποιησαμένου τὴν πορείαν. Εἶτα, διὰ μὲν τὸν Ἐζεκίαν ἥλιος ὑπέστρεψεν, διὰ δὲ τὸν Χριστὸν ἥλιος ἐξέλιπεν: οὐκ ἀναποδίσας, ἀλλ' ἐκλείπων, καὶ διὰ τοῦτο δείξας τὴν διαφορὰν ἑκατέρων, Ἐζεκίου λέγω καὶ Ἰησοῦ. Καὶ ὁ μὲν ἴσχυσεν ἀπόφασιν Θεοῦ λῦσαι: Ἰησοῦς δὲ οὐ χαρίζεται ἄφεσιν ἁμαρτιῶν; ἀπόστρεψον καὶ στέναξον σεαυτὸν, ἀπόκλεισον τὴν θύραν καὶ πρόσευξαι, ἵνα σοι ἀφεθῇ, ἵνα σου περιέλῃ τὰς φλόγας τὰς καυστικάς: ἰσχύει γὰρ ἐξομολόγησις σβέσαι καὶ πῦρ, ἰσχύει καὶ λέοντας ἡμερῶσαι. Εἰ δὲ ἀπιστῇς, ἐννόησον τί συγκατέβη τοῖς περὶ τὸν Ἀνανίαν: ποίας ἐξέχεαν πηγάς; πόσοι ξέσται ὕδατος, τὴν ἐπὶ τεσσαράκοντα ἐννέα πήχεις ἀνερχομένην φλόγα σβέσαι ἠδύναντο; Ἀλλ' ὅπου ὀλίγον ὑπερανέβη ἡ φλὸξ, ἐκεῖ ποταμηδὸν ἐξεχύθη ἡ πίστις, καὶ ἐκεῖ ἔλεγον τὸ ἀντιφάρμακον τῶν κακῶν: Δίκαιος εἶ, Κύριε, ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν: ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν: καὶ ἡ μετάνοια ἔλυσε τὰς φλόγας. Εἰ ἀπιστεῖς ὅτι δύναται σβέσαι τὸ τῆς γεέννης πῦρ ἡ μετάνοια, ἐκ τῶν περὶ τὸν Ἀνανίαν γεγενημένων μάθε. Ἀλλ' ἐρεῖ τις τῶν ὀξέως ἀκροωμένων: ἐκείνους ὁ Θεὸς δικαίως ἐῤῥύσατο τότε, διὰ τὸ μὴ θελῆσαι εἰδωλολατρῆσαι, ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὴν δύναμιν. Ἐπειδὴ δὲ τοῦτο παρέστη, ἔρχομαι λοιπὸν ἐφ' ἕτερον τύπον μετανοίας. Τίνα ὑπόνοιαν ἔχεις περὶ Ναβουχοδονόσορ; Οὐκ ἤκουσας ἀπὸ τῶν γραφῶν, ὅτι αἱμοβόρος, ἀγριώδης, λεοντώδη τὴν προαίρεσιν ἔχων; Οὐκ ἤκουσας ὅτι τὰ ὀστέα τῶν βασιλέων ἐκ τῶν τάφων ἐξήνεγκεν εἰς τὸ φῶς; Οὐκ ἤκουσας ὅτι τὸν λαὸν ἐξῃχμαλώτευσεν; Οὐκ ἤκουσας ὅτι τοὺς ὀφθαλμοὺς τοῦ βασιλέως ἐξετύφλωσε, προϊδόντος τὰ τέκνα ἐσφαγμένα; Οὐκ ἤκουσας ὅτι τὰ Χερουβὶμ συνέτριψεν; οὐ λέγω τὰ νοητὰ, ἄπαγε, μὴ τοῦτο ὑπολάβῃς ἄνθρωπε, ἀλλὰ τὰ γλυπτά: ἀλλὰ τὸ ἱλαστήριον, οὗ ἀνὰ μέσον ἐλάλει ὁ Θεὸς φωνῇ: τὸ καταπέτασμα τῆς ἁγιωσύνης κατεπάτησεν: τὸ θυμιατήριον λαβὼν, ἐπὶ εἰδωλεῖον ἀπήνεγκε: πάντα τὰ προσφερόμενα περιεῖλε: τὸν ναὸν ἐκ θεμελίων ἐνεπύρισε: πόσων τιμωριῶν ἄξιος ἦν, ἐπὶ τῷ ἀνελεῖν βασιλέας, ἐπὶ τῷ ἐμπρῆσαι τὰ ἅγια, ἐπὶ τῷ αἰχμαλωτῆσαι τὸν λαὸν, ἐπὶ τῷ τὰ ἱερὰ σκεύη ἔνδον εἰδώλων θέσθαι; ἆρ' οὖν οὐκ ἦν θανάτων μυρίων ἄξιος; Εἶδες τὸ μέγεθος τῶν κακῶν: ἐλθὲ λοιπὸν ἐπὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ἐπεθηριώθη, ἐν τῇ ἐρήμῳ διέτριβεν, ἐμαστιγοῦτο ἵνα σωθῇ: εἶχεν ὄνυχας ὡς λέων: ἁρπακτικὸς γὰρ ἦν τῶν ἁγίων: εἶχε τρίχας λεόντων: λέων γὰρ ἦν ἁρπάζων καὶ ὠρυόμενος: χόρτον ὡς βοῦς ἤσθιε: κτῆνος γὰρ ἦν, οὐκ εἰδὼς τὸν δεδωκότα τὴν βασιλείαν: ἐβάφη τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς δρόσου: ἐπειδὴ προϊδὼν κατασβεσθὲν ὑπὸ τῆς δρόσου τὸ πῦρ, οὐκ ἐπίστευσε. Καὶ τί γίνεται; Μετὰ ταῦτα, φησὶν, ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ τὸν ὕψιστον ηὐλόγησα, καὶ τῷ ζῶντι εἰς τοὺς αἰῶνας ᾔνεσα καὶ ἐδόξασα. Ὅτι τοίνυν ἐπέγνω τὸν ὕψιστον, καὶ τὰς εὐχαριστηρίους φωνὰς ἀνέπεμψε τῷ Θεῷ, καὶ ἦλθεν εἰς μεταμέλειαν ὧν διεπράξατο, καὶ ἐπέγνω τὴν οἰκείαν ἀσθένειαν: τότε ὁ Θεὸς ἀποδίδωσιν αὐτῷ τὴν τιμὴν τῆς βασιλείας. Τί οὖν; τῷ μὲν Ναβουχοδονόσορ τοιαῦτα διαπραξαμένῳ, καὶ ἐξομολογησαμένῳ, δέδωκε τὴν συγχώρησιν καὶ τὴν βασιλείαν: σοὶ δὲ μετανοοῦντι, οὐ δίδωσι τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ἐὰν ἐπαξίως πολιτεύσῃ; Φιλάνθρωπος ὁ Κύριος καὶ ταχὺς εἰς συγχώρησιν, βραδὺς δὲ εἰς τιμωρίαν. Μηδεὶς οὖν ἀπελπίσῃ τῆς ἑαυτοῦ σωτηρίας. Πέτρος ὁ κορυφαιότατος καὶ πρωτοστάτης τῶν ἀποστόλων, ἐπὶ παιδισκαρίου ἠρνήσατο τρὶς τὸν Κύριον: ἀλλὰ μεταμεληθεὶς, ἔκλαυσε πικρῶς. Τὸ δὲ κλαῦσαι, τὴν μετάνοιαν τὴν ἐγκάρδιον παρίστησιν, καὶ διὰ τοῦτο, οὐ μόνον ἔλαβε τὴν ἄφεσιν ἐπὶ τῇ ἀρνήσει, ἀλλὰ γὰρ καὶ τὸ ἀποστολικὸν ἀξίωμα ἔσχεν ἀναφαίρετον. Ἔχοντες οὖν, ἀδελφοὶ, πολλοὺς τύπους τῶν ἁμαρτησάντων, καὶ μετανοησάντων, καὶ σωθέντων, προθύμως καὶ αὐτοὶ ἐξομολογήσασθε τῷ Κυρίῳ: ἵνα καὶ τὴν συγχώρησιν λάβητε τῶν προγεγενημένων ἁμαρτημάτων, καὶ τῆς ἐπουρανίου δωρεᾶς καταξιωθῆτε, καὶ τὴν ἐπουράνιον κληρονομήσητε βασιλείαν μετὰ πάντων τῶν ἁγίων: ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.