Catecheses to the Illuminandi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem">
—
⋯
Original / primary: Textus receptus
3.1
[ 3] ΚΑΤΗΧΗΣΙΣ Γ ΦΩΤΙΖΟΜΕΝΩΝ. Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΠΕΡΙ ΒΑΠΤΙΣΜΑΤΟΣ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ῥωμαίους: Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος( εἰς θάνατον), καὶ τὰ ἑξῆς. Εὐφραίνεσθε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, διὰ τοὺς μέλλοντας ὑσσώπῳ ῥαντίζεσθαι, καὶ καθαρίζεσθαι ὑσσώπῳ τῷ νοητῷ, καὶ τῇ δυνάμει τοῦ κατὰ τὸ πάθος ὑσσώπῳ καὶ καλάμῳ ποτισθέντος. Καὶ αἱ μὲν οὐράνιαι δυνάμεις χαιρέτωσαν: αἱ δὲ μέλλουσαι ψυχαὶ τῷ νοητῷ νυμφίῳ συνάπτεσθαι, παρασκευαζέσθωσαν. Φωνὴ γὰρ βοῶντος ἐν τῇ ἐρήμῳ: Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου: τὸ γὰρ πρᾶγμα οὐ μικρὸν, οὐδὲ σωμάτων συνήθης ἐστὶν ἄκριτος συμπλοκή: ἀλλὰ Πνεύματος, τοῦ τὰ πάντα ἐρευνῶντος, ἡ κατὰ πίστιν ἐκλογή. Αἱ μὲν γὰρ κατὰ τὸν κόσμον ἐπιγαμίαι καὶ συνθῆκαι, οὐ πάντως γίνονται κατὰ κρίσιν: ἀλλ' ὅπου δ' ἂν ἢ πλοῦτος ἢ κάλλος, ἐκεῖ ταχέως ἐπένευσεν ὁ νυμφίος: ᾧδε δὲ, οὐχ ὅπου σωμάτων ἐστὶ κάλλος, ἀλλ' ὅπου ψυχῆς ἀκατάγνωστος συνείδησις: ᾧδε οὐχ ὁ μαμωνᾶς ὁ κατεγνωσμένος, ἀλλ' ὁ τῆς ψυχῆς ἐν εὐλαβείᾳ πλοῦτος. Πείσθητε τοίνυν, ὦ τέκνα δικαιοσύνης, Ἰωάννῃ παρακαλοῦντι καὶ λέγοντι: Εὐθύνατε τὴν ὅδον Κυρίου: ἐξάρατε πάντα τὰ σκῶλα καὶ τὰ σκάνδαλα, ἵνα εὐθυπορήσητε πρὸς αἰώνιον ζωήν. Ἑτοιμάσατε τῆς ψυχῆς τὰ ἀγγεῖα καθαρὰ διὰ τῆς ἀνυποκρίτου πίστεως, πρὸς ὑποδοχὴν τοῦ ἁγίου Πνεύματος. Ἄρξασθε πλύνειν τὰς στολὰς ὑμῶν διὰ μετανοίας, ἵνα εἰς τὸν νυμφῶνα καθαροὶ κληθέντες εὑρεθῆτε. Ὁ μὲν γὰρ νυμφίος καλεῖ πάντας ἁπλῶς, ἐπειδὴ δαψιλὴς ἡ χάρις: καὶ μεγαλοφώνων κηρύκων φωνὴ συνάγει τοὺς πάντας: διακρίνει δὲ λοιπὸν ὁ αὐτὸς, τοὺς ἔνδον εἰσελθόντας[ εἰς τὸν τυπικὸν γάμον]. Μὴ γένοιτό τινα τῶν ὀνοματογραφηθέντων ἀκοῦσαι νῦν: Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου; Εἴη δὲ πάντας ὑμᾶς ἀκοῦσαι: Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ: ἐπ' ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω: εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Νῦν γὰρ τέως ἔξω τῆς θύρας ἕστηκας: γένοιτο δὲ πάντας ὑμᾶς εἰπεῖν: Εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ: ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ: ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης: ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ: ἵνα εὑρεθῇ πάντων ὑμῶν ἡ ψυχὴ μὴ ἔχουσα σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων: οὐ λέγω πρὸ τοῦ λαβεῖν τὴν χάριν:[ πῶς γὰρ, οἵγε ἐπὶ ἀφέσει ἁμαρτιῶν ἐκλήθητε;] ἀλλ' ἵνα διδομένης τῆς χάριτος, ἀκατάγνωστος ἡ συνείδησις εὑρεθεῖσα συνδράμῃ τῇ χάριτι. Μέγα τὸ πρᾶγμα ἀληθῶς, ἀδελφοὶ, καὶ μετὰ προσοχῆς αὐτῷ προσέλθετε. Μέλλει ἕκαστος ὑμῶν παρίστασθαι τῷ Θεῷ, ἐνώπιον μυριάδων στρατιῶν ἀγγέλων: μέλλει τὸ Πνεῦμα τὸ ἅγιον σφραγίζειν ὑμῶν τὰς ψυχάς: μέλλετε στρατολογεῖσθαι τῷ μεγάλῳ βασιλεῖ. Οὐκοῦν ἑτοιμάσασθε, παρασκευάσασθε: οὐχ ἱματίων λαμπροτάτας ἐνδυσάμενοι στολὰς, ἀλλὰ ψυχῆς εὐσυνείδητον εὐλάβειαν. Μὴ ὡς ὕδατι λιτῷ πρόσεχε τῷ λουτρῷ: ἀλλὰ τῇ μετὰ τοῦ ὕδατος δεδομένῃ πνευματικῇ χάριτι. Ὥσπερ γὰρ τὰ τοῖς βωμοῖς προσφερόμενα, τῇ φύσει ὄντα λιτὰ, μεμολυσμένα γίγνεται τῇ ἐπικλήσει τῶν εἰδώλων: οὕτως ἀπεναντίας τὸ λιτὸν ὕδωρ Πνεύματος ἁγίου καὶ Χριστοῦ καὶ Πατρὸς τὴν ἐπίκλησιν λαβὸν, δύναμιν ἁγιότητος ἐπικτᾶται. Ἐπειδὴ γὰρ διπλοῦς ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος συγκείμενος, διπλοῦν καὶ τὸ καθάρσιον: τὸ μὲν ἀσώματον, τῷ ἀσωμάτῳ, τὸ δὲ σωματικὸν, τῷ σώματι. Καὶ τὸ μὲν ὕδωρ καθαίρει τὸ σῶμα, τὸ δὲ Πνεῦμα σφραγίζει τὴν ψυχήν: ἵνα[ πνεύματι] ἐῤῥαντισμένοι τὴν καρδίαν, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, προσέλθωμεν τῷ Θεῷ. Μέλλων τοίνυν εἰς τὸ ὕδωρ καταβαίνειν, μὴ τῷ ψιλῷ τοῦ ὕδατος πρόσεχε: ἀλλὰ τῇ τοῦ ἁγίου Πνεύματος ἐνεργείᾳ τὴν σωτηρίαν ἐκδέχου: ἄνευ γὰρ ἀμφοτέρων ἀδύνατόν σε τελειωθῆναι. Οὐκ ἐγώ εἰμι ὁ τοῦτο λέγων, ἀλλ' ὁ Κύριος Ἰησοῦς[ Χριστὸς] ὁ τοῦ πράγματος τὴν ἐξουσίαν ἔχων, φησί: Ἐὰν μή τις γεννηθῇ[ ἄνωθεν, καὶ ἐπιφέρει λέγων] ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Οὐδὲ ὁ τῷ ὕδατι βεβαπτισμένος, μὴ καταξιωθεὶς δὲ τοῦ Πνεύματος, τελείαν ἔχει τὴν χάριν: οὐδὲ κἂν ἐνάρετός τις γένηται τοῖς ἔργοις, μὴ λάβῃ δὲ τὴν δι' ὕδατος σφραγίδα, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τολμηρὸς ὁ λόγος, ἀλλ' οὐκ ἐμός: Ἰησοῦς γὰρ ὁ ἀποφηνάμενος: καί μοι λαβὲ τὴν τῶν λόγων ἀπόδειξιν ἀπὸ τῆς θείας γραφῆς. Κορνήλιος ἦν ἀνὴρ δίκαιος, ἀγγέλων ὀπτασίας καταξιωθεὶς, στήλην ἀγαθὴν ἐν οὐρανοῖς παρὰ τῷ Θεῷ τὰς ἑαυτοῦ προσευχὰς καὶ ἐλεημοσύνας ἀναστήσας. Ἦλθεν ὁ Πέτρος, καὶ τὸ Πνεῦμα ἐπεχύθη τοῖς πιστεύσασι, καὶ ἐλάλησαν γλώσσαις ἑτέραις, καὶ προεφήτευσαν: καὶ μετὰ τὴν τοῦ Πνεύματος χάριν ἡ γραφή φησιν, ὅτι προσέταξεν αὐτοὺς ὁ Πέτρος ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι: ἵνα τῆς ψυχῆς διὰ τῆς πίστεως ἀναγεννηθείσης, μεταλάβῃ καὶ τὸ σῶμα διὰ τοῦ ὕδατος τῆς χάριτος. Εἰ δέ τις ποθεῖ γνῶναι, διὰ τί δι' ὕδατος, καὶ μὴ δι' ἑτέρου τῶν στοιχείων ἡ χάρις[ δίδοται], τὰς θείας γραφὰς ἀναλαβὼν εὑρήσει. Μέγα γάρ τι τὸ ὕδωρ, καὶ τῶν τεσσάρων τοῦ κόσμου στοιχείων τῶν φαινομένων τὸ κάλλιστον. Ἀγγέλων ἐνδιαίτημα ὁ οὐρανὸς, ἀλλ' ἐξ ὑδάτων οὐρανοί: γῆ τὸ τῶν ἀνθρώπων χωρίον, ἀλλ' ἐξ ὑδάτων ἡ γῆ: καὶ πρὸ πάσης τῶν γενητῶν τῆς ἑξαημέρου κατασκευῆς, Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Ἀρχὴ τοῦ κόσμου τὸ ὕδωρ: καὶ ἀρχὴ τῶν εὐαγγελίων ὁ Ἰορδάνης. Ἐλευθερία τῷ Ἰσραὴλ ἀπὸ τοῦ Φαραὼ διὰ τῆς θαλάσσης: καὶ ἐλευθερία ἁμαρτιῶν τῷ κοσμῷ, διὰ τοῦ λουτροῦ τοῦ ὕδατος ἐν ῥήματι Θεοῦ. Ὅπου διαθήκη πρός τινας, ἐκεῖ καὶ τὸ ὕδωρ. Μετὰ τὸν κατακλυσμὸν, ἐτέθη διαθήκη πρὸς Νῶε: διαθήκη τῷ Ἰσραὴλ ἐξ ὄρους Σινᾶ: ἀλλὰ μετὰ ὕδατος, καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου. Ἡλίας ἀναλαμβάνεται, ἀλλ' οὐ χωρὶς ὕδατος: πρῶτον γὰρ διαβαίνει τὸν Ἰορδάνην, εἶτα ἱππηλατεῖ τὸν οὐρανόν. Πρῶτον ὁ ἀρχιερεὺς λούεται, εἶτα θυμιᾷ: πρῶτον γὰρ Ἀαρὼν ἐλούσατο, εἶτα γέγονεν ἀρχιερεύς. Πῶς γὰρ ἐνεχώρει τῶν ἄλλων ὑπερεύχεσθαι, τὸν δι' ὕδατος οὔπω κεκαθαρισμένον; Καὶ σύμβολον ἔκειτο τοῦ βαπτίσματος, λουτὴρ ἔνδον τῆς Σκηνῆς ἀποκείμενος. Παλαιᾶς τὸ τέλος καὶ τῆς καινῆς διαθήκης ἀρχὴ τὸ βάπτισμα. Ἰωάννης γὰρ ἦν ἀρχηγὸς, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδὲ εἷς: τέλος μὲν προφητῶν. Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου: τῶν δὲ εὐαγγελικῶν πραγμάτων ἀπαρχή. Ἀρχὴ γὰρ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ,[ φησι] καὶ τὰ ἑξῆς: Ἐγένετο Ἰωάννης ἐν τῇ ἐρήμῳ βαπτίζων. Κἂν Ἡλίαν[ τὸν Θεσβίτην] εἴποις τὸν ἀναληφθέντα: ἀλλ' οὐκ ἔστι μείζων Ἰωάννου. Μετετέθη ὁ Ἐνὼχ, ἀλλ' οὐκ ἔστι μείζων Ἰωάννου. Μωσῆς μέγιστος νομοθέτης, καὶ πάντες[ θαυμαστοὶ] οἱ προφῆται: ἀλλ' οὐ μείζονες Ἰωάννου. Οὐκ ἐγὼ προφήτας προφήταις τολμῶ συγκρίνειν: ἀλλ' ὁ δεσπότης αὐτῶν τε καὶ ἡμῶν, ὁ Κύριος Ἰησοῦς ἀπεφήνατο: Μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐκ ἐγήγερται: οὐκ ἐν γεννητοῖς παρθένων, ἀλλὰ γυναικῶν. Τῷ μεγάλῳ δούλῳ πρὸς τοὺς συνδούλους ἡ σύγκρισις: τῷ υἱῷ δὲ πρὸς οἰκέτας, ἀσύγκριτος ἡ ὑπεροχὴ καὶ ἡ χάρις. Βλέπεις πηλίκον ἄνθρωπον ἀρχηγὸν ταύτης τῆς χάριτος ὁ Θεὸς εἵλατο; ἀκτήμονα καὶ φιλέρημον, οὐ μισάνθρωπον: ἀκρίδας ἐσθίοντα, καὶ πτεροφυήσαντα τὴν ψυχήν: μέλιτος ἐμφορούμενον, καὶ μέλιτος ἡδύτερά τε καὶ ὠφελιμώτερα λαλοῦντα: ἔνδυμα περικείμενον ἀπὸ τριχῶν καμήλου, καὶ τῆς ἀσκήσεως τὸν τύπον ἐν ἑαυτῷ δεικνύντα: ὃς καὶ ὑπὸ Πνεύματος ἁγίου, ἔτι ἐν γαστρὶ μητρὸς κυοφορούμενος, ἡγιάσθη. Ἡγιάσθη καὶ Ἱερεμίας, ἀλλ' οὐκ ἐπροφήτευσεν ἐν γαστρί: μόνος δὲ Ἰωάννης κυοφορούμενος, ἐσκίρτησεν ἐν ἀγαλλιάσει: καὶ σαρκὸς ὀφθαλμοῖς μὴ βλέπων, τὸν δεσπότην ἐγνώριζε τῷ πνεύματι. Ἐπειδὴ γὰρ μεγάλη βαπτίσματος ἦν ἡ χάρις, ἐδεῖτο καὶ μεγάλου τοῦ προστάτου. Οὗτος ἐβάπτιζεν ἐν τῷ Ἰορδάνῃ, καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἱεροσόλυμα, βαπτισμάτων ἀπαρχῆς ἀπολαύουσα: τὸ γὰρ ἁπάντων ἀγαθῶν ἀξίωμα ἐν Ἱεροσολύμοις. Ἀλλὰ γνῶτε οἱ Ἱεροσολυμῖται, πῶς οἱ ἐξερχόμενοι ἐβαπτίζοντο ὑπ' αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὑτῶν. Πρῶτον ἐδείκνυον τὰ τραύματα, εἶτα ἐπῆγεν ἐκεῖνος τὰ ἰατρεύματα, καὶ τοῖς πιστεύουσιν ἐδίδου λύτρωσιν αἰωνίου πυρός. Καὶ εἰ θέλεις αὐτὸ τοῦτο πεισθῆναι, ὅτι λύτρωσίς ἐστι τὸ βάπτισμα Ἰωάννου πυρὸς ἀπειλῆς, ἄκουε λέγοντος αὐτοῦ: Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; μὴ οὖν ἔσο λοιπὸν ἔχιδνα, ἀλλὰ ἐχίδνης γέννημά ποτε γενόμενος, ἀπόδυσαί, φησι, τῆς πρώτης ἁμαρτητικῆς ζωῆς τὴν ὑπόστασιν. Πᾶς γὰρ ὄφις εἰς στενὸν ἐνδύνας ἀποτίθεται τὸ γῆρας, καὶ τὴν παλαιότητα διὰ τῆς ἀποθλίψεως ἐκδυσάμενος, νεάζει λοιπὸν τῷ σώματι: οὕτως εἴσελθε καὶ σὺ διὰ τῆς στενῆς καὶ τεθλιμμένης θύρας: ἀπόθλιψον σεαυτὸν διὰ τῆς νηστείας, ἐκβίασαί σου τὴν ἀπώλειαν: ἀπόδυσαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ εἰπὲ τὸ ἐν Ἄσμασιν ἐκεῖνο: Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; Ἀλλ' ἴσως ἐστί τις ἐν ὑμῖν ὑποκριτὴς, ἀνθρωπάρεσκος, καὶ τὸ μὲν εὐλαβὲς ὑποκρινόμενος, μὴ ἀπὸ καρδίας δὲ πιστεύων, Σίμωνος ἔχων τοῦ μάγου τὴν ὑπόκρισιν: οὐχ ἵνα μεταλάβῃ τῆς χάριτος προσελθὼν, ἀλλ' ἵνα πολυπραγμονήσῃ τὸ διδόμενον: ἀκουέτω καὶ οὗτος παρὰ Ἰωάννου: Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται: πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται: ἀδυσώπητος ὁ δικαστὴς, ἄφελε τὴν ὑπόκρισιν. Τί οὖν δεῖ ποιεῖν; καὶ τίνες εἰσὶν οἱ καρποὶ τῆς μετανοίας; Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι:[ ἀξιόπιστος ἦν ὁ διδάσκων, ἐπειδὴ καὶ πρῶτος ἐπετέλει τὸ διδασκόμενον: οὐκ ἐδυσωπεῖτο λέγειν: οὐ γὰρ ἐπεῖχεν ἡ συνείδησις[ κωλύουσα] τὴν γλῶσσαν] καὶ ὁ ἔχων βρώματα, ὁμοίως ποιείτω. Πνεύματος ἁγίου χάριτος ἀπολαῦσαι θέλεις, καὶ βρωμάτων αἰσθητῶν πένητας οὐκ ἀξιοῖς; τὰ μεγάλα ζητεῖς, καὶ μικρῶν οὐ μεταδίδως; κἂν τελώνης, κἂν πόρνος ᾖς, ἔλπιζε τὴν σωτηρίαν. Οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ: καὶ μάρτυς ὁ Παῦλος λέγων: Οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε οἱ καθεξῆς, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Καὶ ταῦτά τινες ἦτε: ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε: οὐκ εἶπε, τινές ἐστε, ἀλλὰ, ταῦτά τινες ἦτε: ἡ ἐν τῇ ἀγνοίᾳ ἁμαρτία συγχωρεῖται, ἡ δὲ ἐπίμονος κακία καταδικάζεται. Ἔχεις καύχημα τοῦ βαπτίσματος, αὐτὸν τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ. Τί γάρ μοι λοιπόν ἐστι λέγειν περὶ ἀνθρώπου; Μέγας Ἰωάννης, ἀλλὰ τί πρὸς τὸν Κύριον; μεγαλόφωνος ἡ φωνὴ, ἀλλὰ τί πρὸς τὸν Λόγον; κάλλιστος ὁ κήρυξ, ἀλλὰ τί πρὸς τὸν βασιλέα; καλὸς ὁ βαπτίζων ἐν ὕδατι, ἀλλὰ τί πρὸς τὸν βαπτίζοντα ἐν ἁγίῳ Πνεύματι καὶ πυρί; Πνεύματι ἁγίῳ καὶ πυρὶ τοὺς Ἀποστόλους ἐβάπτισεν ὁ Σωτὴρ, ὅτε ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι: καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός: καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου. Εἴ τις μὴ λάβοι τὸ βάπτισμα, σωτηρίαν οὐκ ἔχει: πλὴν μόνων μαρτύρων, οἳ καὶ χωρὶς τοῦ ὕδατος λαμβάνουσι τὴν βασιλείαν. Λυτρούμενος γὰρ τὴν οἰκουμένην ὁ Σωτὴρ διὰ τοῦ σταυροῦ, καὶ τὴν πλευρὰν νυγεὶς, ἐξήγαγεν αἷμα καὶ ὕδωρ: ἵνα οἱ μὲν ἐν καιροῖς εἰρήνης ἐν ὕδατι βαπτισθῶσιν, οἱ δὲ ἐν καιροῖς διωγμῶν ἐν οἰκείοις αἵμασι βαπτισθῶσι. Καὶ τὸ μαρτύριον γὰρ οἶδε βάπτισμα καλεῖν ὁ Σωτὴρ, λέγων: Δύνασθε τὸ ποτήριον πιεῖν ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; Καὶ οἱ μὲν μάρτυρες ὁμολογοῦσι, θέατρον τῷ κόσμῳ γενόμενοι καὶ ἀγγέλοις καὶ ἀνθρώποις: σὺ δὲ μετ' ὀλίγον ὁμολογήσεις. Ἀλλὰ οὔπω σοι περὶ τούτων ἀκούειν καιρός. Ἡγίασε τὸ βάπτισμα ὁ Ἰησοῦς βαπτισθεὶς αὐτός. Εἰ ὁ υἱὸς τοῦ Θεοὺ ἐβαπτίσθη, τίς ἔτι βαπτίσματος καταφρονῶν εὐσεβεῖ; Ἐβαπτίσθη δὲ, οὐχ ἵνα ἁμαρτιῶν λάβῃ συγχώρησιν,[ ἀναμάρτητος γὰρ ἦν] ἀλλὰ ἀναμάρτητος ὢν ἐβαπτίσθη, ἵνα χάριν θείαν καὶ ἀξίαν παράσχῃ τοῖς βαπτιζομένοις. Ὥσπερ γὰρ, ἐπειδὴ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς[ παραπλησίως] μέτεσχε τῶν αὐτῶν, ἵνα τῆς ἐνσάρκου παρουσίας αὐτοῦ κοινωνοὶ γενόμενοι, καὶ τῆς θείας αὐτοῦ χάριτος κοινωνοὶ γενώμεθα: οὕτως ἐβαπτίσθη Ἰησοῦς, ἵνα καὶ διὰ τούτου πάλιν ἡμεῖς τῇ κοινωνίᾳ λάβωμεν μετὰ τῆς σωτηρίας τὴν ἀξίαν: Ὁ δράκων ἦν ἐν τοῖς ὕδασι κατὰ τὸν Ἰὼβ, ὁ δεχόμενος τὸν Ἰορδάνην ἐν τῷ ὀφθαλμῷ αὐτοῦ: ἐπεὶ οὖν ἔδει συντρίψαι τὰς κεφαλὰς τοῦ δράκοντος, καταβὰς ἐν τοῖς ὕδασιν ἔδησε τὸν ἰσχυρὸν, ἵνα ἐξουσίαν λάβωμεν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων: οὐ μικρὸν ἦν τὸ θηρίον, ἀλλὰ φοβερόν. Πᾶσα ναῦς ἁλιευτικὴ βύρσαν μίαν οὐρᾶς αὐτοῦ ἐνεγκεῖν οὐκ ἠδύνατο: ἔμπροσθεν αὐτοῦ ἔτρεχεν ἡ ἀπώλεια, λυμαινομένη τοὺς ἀπαντῶντας: προσέδραμεν ἡ ζωὴ, ἵνα λοιπὸν ὁ θάνατος φιμωθῇ, ἵνα οἱ σωθέντες ἅπαντες εἴπωμεν: Ποῦ σου θάνατε τὸ νῖκος; ποῦ σου ᾅδη τὸ κέντρον. Λύεται δὲ τοῦ θανάτου τὸ κέντρον διὰ τοῦ βαπτίσματος. Κατέρχῃ μὲν γὰρ εἰς τὸ ὕδωρ φορῶν τὰς ἁμαρτίας. ἀλλ' ἡ τῆς χάριτος ἐπίκλησις σφραγίσασα τὴν ψυχὴν, οὐ συγχωρεῖ λοιπὸν ὑπὸ τοῦ φοβεροῦ καταποθῆναι δράκοντος. Νεκρὸς ἐν ἁμαρτίαις καταβὰς, ἀναβαίνεις ζωοποιηθεὶς ἐν δικαιοσύνῃ. Εἰ γὰρ σύμφυτος ἐγένου τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Σωτῆρος, καὶ τῆς ἀναστάσεως καταξιωθήσῃ. Ὥσπερ γὰρ Ἰησοῦς τὰς οἰκουμενικὰς ἁμαρτίας ἀναλαβὼν ἀπέθανεν, ἵνα θανατώσας τὴν ἁμαρτίαν ἀναστῇ ἐν δικαιοσύνῃ: οὕτω καὶ σὺ καταβὰς εἰς τὸ ὕδωρ, καὶ τρόπον τινὰ ἐν τοῖς ὕδασιν ἐνταφεὶς, ὥσπερ ἐκεῖνος ἐν τῇ πέτρᾳ, ἐγείρῃ πάλιν ἐν καινότητι ζωῆς περιπατῶν. Εἶθ' ὅταν τῆς χάριτος καταξιωθῇς, τότε σοι πρὸς τὰς ἀντικειμένας δυνάμεις παλαίειν δίδωσι τὴν ἐξουσίαν. Ὥσπερ γὰρ μετὰ τὸ βάπτισμα τεσσαράκοντα ἡμέρας ἐπειράζετο: οὐχ ὅτι καὶ πρὸ τούτου νικᾷν οὐκ ἠδύνατο, ἀλλ' ὅτι πάντα τάξει καὶ ἀκολουθίᾳ πράττειν ἐβούλετο: οὕτω καὶ σὺ πρὸ τοῦ βαπτίσματος τοῖς ἀντικειμένοις παλαίειν μὴ τολμήσας, λαβὼν δὲ τὴν χάριν καὶ λοιπὸν θαρσῶν, τοῖς τῆς δικαιοσύνης ὅπλοις ἀγωνίζου τότε, καὶ εἰ θέλεις, εὐαγγελίζου. Ἰησοῦς Χριστὸς Θεοῦ υἱὸς ἦν: ἀλλ' οὐ πρὸ τοῦ βαπτίσματος εὐηγγελίσατο: εἰ ὁ δεσπότης αὐτὸς μετήρχετο κατὰ τάξιν τὸν καιρὸν, ἆρά γε οἱ δοῦλοι τολμᾷν ἀτάκτως ὀφείλομεν; Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν, ὅτε κατῆλθεν ἐπ' αὐτὸν τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερά: οὐχ ἵνα Ἰησοῦς τοῦτο ἴδῃ πρῶτος:[ ᾔδει γὰρ καὶ πρὸ τοῦ σωματικῶς ἐλθεῖν] ἀλλὰ ἵνα θεωρήσῃ ὁ βαπτίζων Ἰωάννης. Ἐγὼ γὰρ, φησὶν, οὐκ ᾔδειν αὐτόν: ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν: Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτὸν, ἐκεῖνός ἐστιν. Ἐὰν καὶ αὐτὸς ἔχῃς ἀνυπόκριτον εὐλάβειαν, κατέρχεται καὶ ἐπὶ σὲ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ φωνή σοι πατρικὴ ἄνωθεν ἐπηχεῖ: οὐχ, οὗτός ἐστιν ὁ υἱός μου, ἀλλ' οὗτος νῦν γέγονεν υἱός μου. Ἐπ' ἐκείνου μὲν γὰρ τὸ, ἔστιν: ἐπειδὴ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος: ἐπ' ἐκείνου τὸ, ἔστιν: ἐπειδὴ πάντοτέ ἐστιν υἱὸς Θεοῦ: ἐπὶ δὲ σοῦ τὸ, νῦν γέγονεν: ἐπειδὴ οὐ κατὰ φύσιν ἔχεις, ἀλλὰ κατὰ θέσιν τὴν υἱοθεσίαν λαμβάνεις: ἐκεῖνος ἀΐδιός ἐστι: σὺ δὲ ἐκ προκοπῆς λαμβάνεις τὴν χάριν. Οὐκοῦν ἑτοίμασον τῆς ψυχῆς τὸ ἄγγος, ἵνα υἱὸς γένῃ Θεοῦ, καὶ κληρονόμος μὲν Θεοῦ, συγκληρονόμος δὲ Χριστοῦ: εἴπερ ἑτοιμάζεις ἑαυτὸν, ἵνα καὶ λάβῃς: εἰ ἐκ πίστεως προσέρχῃ, ἵνα πιστοποιηθῇς: εἰ ἀποτίθεσαι τὸν παλαιὸν ἄνθρωπον ἐκ προαιρέσεως. Πάντα γὰρ ὅσα σοι πέπρακται συγχωρηθήσεται, κἂν πορνεία, κἂν μοιχεία, κἂν ἄλλο τι τῶν τοιούτων ἀκολασίας εἶδός ἐστιν. Τί μεῖζον τοῦ σταυρῶσαι Χριστόν; καὶ τούτου καθάρσιόν ἐστι τὸ βάπτισμα. Τοῖς γὰρ προσελθοῦσι τρισχιλίοις ἔλεγεν ὁ Πέτρος, τοῖς σταυρώσασιν τὸν Κύριον πυνθανομένοις καὶ λέγουσι: τί ποιήσομεν ἄνδρες ἀδελφοί; μέγα γὰρ τὸ τραῦμα. Ἐπέστησας ἡμᾶς, ὦ Πέτρε, τῷ ἡμετέρῳ πτώματι, εἰπών: τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε. Ποία ἐστὶν ἔμπλαστρος τηλικούτου τραύματος; ποῖον καθάρσιον τηλικούτου ῥύπου; τίς ἡ σωτηρία τῆς τοιαύτης ἀπωλείας; Μετανοήσατε, φησὶ, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ Κυρίου ἡμῶν εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὦ ἀνεκδιήγητος τοῦ Θεοῦ φιλανθρωπία! τὸ σωθῆναι οὐκ ἐλπίζουσι, καὶ Πνεύματος ἁγίου καταξιοῦνται. Βλέπεις τοῦ βαπτίσματος τὴν δύναμιν. Εἴ τις ὑμῶν λόγοις βλασφήμοις ἐσταύρωσε τὸν Χριστόν: εἴ τις ὑμῶν κατ' ἄγνοιαν ἐνώπιον ἀνθρώπων ἠρνήσατο: εἴ τις διὰ πονηρῶν ἔργων βλασφημηθῆναι τὸ δόγμα παρεσκεύασεν: εὔελπις ἔστω μετανοῶν: πάρεστι γὰρ καὶ νῦν ἡ αὐτὴ χάρις. Θάρσει Ἱερουσαλὴμ, περιελεῖ Κύριος πάντα τὰ ἀδικήματά σου: ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων αὐτοῦ, ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως, ῥαντιεῖ ἐφ' ὑμᾶς ὕδωρ καθαρὸν, καὶ καθαρισθήσεσθε ἀπὸ πάσης ἁμαρτίας ὑμῶν: χορεύσουσι περὶ ὑμῶν ἄγγελοι, καὶ ἐροῦσι: Τίς αὔτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτῆς; Ἡ γὰρ πρότερον δούλη ψυχὴ νῦν ἀδελφιδοῦν αὐτὸν τὸν δεσπότην ἐπεγράψατο: ὃς τὴν ἀνυπόκριτον ἀποδεχόμενος προαίρεσιν ἐπιφωνήσει: Ἰδοὺ, εἶ καλὴ ἡ πλησίον μου, ἰδοὺ εἶ καλή: ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων: διὰ τὴν εὐσυνείδητον ὁμολογίαν: καὶ ἑξῆς: αἱ πᾶσαι διδυμεύουσαι: διὰ τὴν διπλῆν χάριν, λέγω δὲ τὴν ἐξ ὕδατος καὶ Πνεύματος τελουμένην, ἢ διὰ τὴν ἐκ τῆς παλαιᾶς καὶ καινῆς διαθήκης καταγγελλομένην. Καὶ γένοιτο πάντας ὑμᾶς τὸν δρόμον τῆς νηστείας τελέσαντας, μνημονεύοντας τῶν λεγομένων, καρποφοροῦντας ἐν ἔργοις ἀγαθοῖς, ἀμώμως τῷ νοητῷ νυμφίῳ παραστάντας, τυχεῖν τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ὑπὸ τοῦ Θεοῦ: ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.