Catecheses to the Illuminandi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem">
—
⋯
Original / primary: Textus receptus
4.1
[ 4] ΚΑΤΗΧΗΣΙΣ Δʹ ΦΩΤΙΖΟΜΕΝΩΝ Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΠΕΡΙ ΤΩΝ ΔΕΚΑ ΔΟΓΜΑΤΩΝ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κολοσσαεῖς: Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ τὰ ἑξῆς. Μιμεῖται τὴν ἀρετὴν ἡ κακία, καὶ τὸ ζιζάνιον βιάζεται σῖτος νομισθῆναι: σχήματι μὲν πρὸς τὸν σῖτον ἐξομοιούμενον, ἐκ δὲ τῆς γεύσεως ὑπὸ τῶν διακριτικῶν ἐξελεγχόμενον. Καὶ ὁ Διάβολος μετασχηματίζεται εἰς ἄγγελον φωτὸς, οὐχ ἵνα ἐπανέλθῃ ὅπου καὶ ἦν:[ ὥσπερ γὰρ ἄκμων, ἀνήλατον τὴν καρδίαν κτησάμενος, ἀμετανόητον λοιπὸν ἔχει τὴν προαίρεσιν] ἀλλ' ἵνα τοὺς ἰσάγγελον βίον πολιτευομένους, ἀβλεψίας σκότει, καὶ ἀπιστίας λοιμώδει περιβάλλῃ καταστάσει. Πολλοὶ λύκοι περιάγουσιν ἐν ἐνδύμασι προβάτων, προβάτων μὲν ἐνδύματα κεκτημένοι, οὐ μὴν καὶ ὄνυχας καὶ ὀδόντας: ἀλλὰ τὴν ἥμερον περικείμενοι δορὰν καὶ τῷ σχήματι τοὺς ἀκάκους ἀπατῶντες, τὴν φθοροποιὸν τῆς ἀσεβείας ἐκ τῶν ὀδόντων προσχέουσιν ἰόν. Χρεία τοίνυν θείας ἡμῖν χάριτος, καὶ νηφαλίου διανοίας καὶ βλεπόντων ὀφθαλμῶν: ἵνα μήτε τὸ ζιζάνιον ὡς σῖτον φαγόντες, ἐξ ἀγνοίας βλαβῶμεν: μήτε τὸν λύκον πρόβατον ὑπολαβόντες, θηρευθῶμεν: μήτε ἄγγελον ἀγαθὸν, τὸν ὀλεθροποιὸν Διάβολον ὑποπτεύσαντες, καταποθῶμεν. Περιέρχεται γὰρ ὡς λέων ὠρυόμενος, ζητῶν τίνα καταπίῃ, κατὰ τὴν γραφήν. Διὰ τοῦτο ἡ Ἐκκλησία νουθετεῖ, διὰ τοῦτο τὰ παρόντα διδασκαλεῖα, διὰ τοῦτο τὰ ἀναγνώσματα γίνονται. Ὁ γὰρ τῆς θεοσεβείας τρόπος ἐκ δύο τούτων συνέστηκε, δογμάτων εὐσεβῶν, καὶ πράξεων ἀγαθῶν. Καὶ οὔτε τὰ δόγματα, χωρὶς ἔργων ἀγαθῶν εὐπρόσδεκτα τῷ Θεῷ: οὔτε τὰ μὴ μετ' εὐσεβῶν δογμάτων ἔργα τελούμενα, προσδέχεται ὁ Θεός. Τί γὰρ ὄφελος, εἰδέναι μὲν τὰ περὶ Θεοῦ δόγματα καλῶς, καὶ πορνεύειν αἰσχρῶς; τί δ' αὖ πάλιν ὄφελος σωφρονεῖν μὲν καλῶς, καὶ βλασφημεῖν ἀσεβῶς; Μέγιστον τοίνυν κτῆμά ἐστι, τὸ τῶν δογμάτων μάθημα: καὶ χρεία νηφαλίου ψυχῆς, ἐπειδὴ πολλοί εἰσιν οἱ συλαγωγοῦντες, διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης. Καὶ οἱ μὲν Ἕλληνες, διὰ τῆς εὐγλωττίας κατασύρουσι: Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης: οἱ δὲ ἐκ περιτομῆς, διὰ τῶν θείων γραφῶν, ἃς παρεξηγοῦνται κακῶς, τοὺς προσερχομένους ἀπατῶσιν: ἐκ παιδίου μελετῶντες ἕως γήρως, καὶ ἐν ἀμαθίᾳ καταγηρῶντες. Αἱρετικῶν δὲ παῖδες, διὰ τῆς χρηστολογίας καὶ εὐγλωττίας ἀπατῶσι τὰς καρδίας τῶν ἀκάκων: ὥσπερ μέλιτι, τῇ του Χριστοῦ προσηγορίᾳ τὰ τῶν δυσσεβῶν δογμάτων ἰοβόλα συγκαλύπτοντες. Περὶ ὧν ἁπάντων ἅμα λέγει ὁ Κύριος: Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Διὰ τοῦτο καὶ ἡ τῆς Πίστεως διδασκαλία, καὶ αἱ εἰς αὐτὴν ἐξηγήσεις γίνονται. Πρὸ δὲ τῆς εἰς τὴν Πίστιν παραδόσεως, καλῶς ἔχειν μοι δοκεῖ, νῦν ἀνακεφαλαιώσει συντόμῳ χρήσασθαι τῶν ἀναγκαίων δογμάτων: ἵνα μὴ τὸ πλῆθος τῶν λεχθησομένων, καὶ τὸ μεταξὺ διάστημα τῶν ἡμερῶν τῆς ἁγίας τεσσαρακοστῆς ἁπάσης, λήθην ἐμποιήσῃ τῶν ἐν ὑμῖν ἀφελεστέρων τῇ διανοίᾳ. Ἀλλ' ἵνα νῦν κεφαλαιωδῶς ὑποσπείραντες, μὴ ἐπιλαθώμεθα τῶν αὐτῶν πλατυτέρως γεωργουμένων ὕστερον. Ἀνασχέσθωσαν δὲ τῶν συμπαρόντων οἱ τελειότεροι τὴν ἕξιν, καὶ τὰ αἰσθητήρια ἤδη γεγυμνασμένα ἔχοντες πρὸς διάκρισιν ἀγαθοῦ τε καὶ κακοῦ, νηπιωδεστέρων ἀκούοντες καὶ τῆς γαλακτώδους εἰσαγωγῆς: ἵνα ἅμα καὶ οἱ τῆς κατηχήσεως χρείαν ἔχοντες, ὠφεληθῶσι: καὶ οἱ τὴν γνῶσιν ἔχοντες, περὶ ὧν προγινώσκουσιν ἤδη τὴν μνήμην ἀναζωπυρηθῶσιν. ΠΕΡΙ ΘΕΟΥ: Πρῶτον τοίνυν ὑμῶν τῇ ψυχῇ τεθεμελιούσθω δόγμα τὸ περὶ Θεοῦ: ὅτι ὁ Θεὸς εἷς ἐστι μόνος, ἀγέννητος, ἄναρχος, ἄτρεπτος, ἀναλλοίωτος: οὔτε ὑφ' ἑτέρου γεγεννημένος, οὐθ' ἕτερον ἔχων τῆς ζωῆς διάδοχον: καὶ οὔτε ἐν χρόνῳ τοῦ ζῇν ἀρξάμενος, οὔτε ποτὲ τελευτῶν: καὶ ὅτι αὐτός ἐστιν ἀγαθὸς καὶ δίκαιος: ἵνα ἐάν ποτε ἀκούσῃς λέγοντος αἱρετικοῦ, ἄλλον εἶναι τὸν δίκαιον καὶ ἄλλον τὸν ἀγαθόν, εὐθὺς ὑπομνησθεὶς γνῷς τὸ τῆς αἱρέσεως ἰοβόλον. Ἐτόλμησαν γάρ τινες ἀσεβῶς τὸν ἕνα Θεὸν διαχωρίσαι τῷ λόγῳ: καί τινες εἶπον ἄλλον μὲν τὸν δημιουργὸν τῆς ψυχῆς καὶ δεσπότην, ἄλλον δὲ τὸν τῶν σωμάτων, ἀνοήτως ἅμα καὶ δυσσεβῶς διδάσκοντες. Πῶς γὰρ δύο κυρίων εἷς γίνεται δοῦλος ἄνθρωπος, τοῦ Κυρίου λέγοντος ἐν εὐαγγελίοις: Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν; Εἷς οὖν ἐστι Θεὸς μόνος, ὁ καὶ ψυχῶν καὶ σωμάτων ποιητής. Εἷς ἐστιν ὁ δημιουργὸς οὐρανοῦ καὶ γῆς, ἀγγέλων τε καὶ ἀρχαγγέλων ποιητής. Ὁ πολλῶν μὲν δημιουργὸς, ἑνὸς δὲ μόνου πατὴρ πρὸ αἰώνων, ἑνὸς μόνου τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ ἐποίησε τὰ πάντα, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα. Οὗτος ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐ περιγέγραπται ἔν τινι τόπῳ, οὐδέ ἐστι μικρότερος οὐρανοῦ: ἀλλ' ἔργα τῶν δακτύλων αὐτοῦ εἰσιν οἱ οὐρανοὶ, καὶ ἡ γῆ πᾶσα ἐν τῇ δρακὶ αὐτοῦ κατέχεται. Οὗτος ἐν πᾶσίν ἐστι, καὶ πάντων ἐκτός. Μὴ νομίσῃς αὐτὸν ἡλίου μικρότερον,[ φωτεινότερον] ἢ ἴσον εἶναι: ὁ γὰρ τὸν ἥλιον κατασκευάσας, αὐτὸς πρότερον ὀφείλει πολλῷ μᾶλλον ἀσύγκριτος εἶναι, μείζων καὶ φωτεινότερος. Προγνώστης ἐστὶ τῶν μελλόντων, καὶ πάντων δυνατώτερος: εἰδὼς τὰ πάντα καὶ ποιῶν ὡς βούλεται: οὐχ ὑποκείμενος πραγμάτων ἀκολουθίαις, οὐδὲ γενέσει, οὐδὲ τύχῃ, οὔθ' εἱμαρμένῃ: ἐν πᾶσι τέλειος, καὶ πᾶσαν ἀρετῆς ἰδέαν ἐν ἴσῳ κεκτημένος: οὔτε μειούμενος οὔτε αὔξων, ἀλλὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων: ἡτοιμακὼς κόλασιν τοῖς ἁμαρτωλοῖς, καὶ στεφάνους τοῖς δικαίοις. Ἐπεὶ οὖν ἐπλανήθησαν ἀπὸ τοῦ ἑνὸς Θεοῦ διαφόρως πολλοί: καὶ οἱ μὲν ἥλιον ἐθεοποίησαν, ἵνα δύνοντος ἡλίου, κατὰ τὸν τῆς νυκτὸς καιρὸν ἄθεοι μένωσιν: οἱ δὲ σελήνην, ἵνα ἐν ἡμέρᾳ Θεὸν μὴ ἔχωσιν: οἱ δὲ τὰ λοιπὰ μέρη τοῦ κόσμου: οἱ δὲ τὰς τέχνας: οἱ δὲ τὰς τροφάς: οἱ δὲ τὰς ἡδονάς: καὶ οἱ μὲν γυναικομανεῖς, γυμνῆς γυναικὸς εἴδωλον ἐν ὑψηλῷ στήσαντες, Ἀφροδίτην τε προσαγορεύσαντες, προσεκύνησαν διὰ τοῦ φαινομένου τὸ πάθος: οἱ δὲ τοῦ χρυσοῦ τὸ λαμπρὸν ἐκπλαγέντες, αὐτόν τε καὶ τὰς λοιπὰς ὕλας ἐθεοποίησαν. Ἐὰν δέ τις τὸν περὶ μοναρχίας τοῦ Θεοῦ λόγον προθεμελιώσῃ τῇ καρδίᾳ καὶ πεισθῇ τούτῳ, πᾶσαν ὁμοῦ τῶν κακῶν τῆς εἰδωλολατρείας καὶ τῆς τῶν αἱρετικῶν πλάνης ἐκκόπτει τὴν φθοράν. Τοῦτο μὲν οὖν σοι πρῶτον δόγμα τῆς εὐσεβείας ἐν τῇ ψυχῇ προθεμελίωσον διὰ τῆς πίστεως. ΠΕΡΙ ΧΡΙΣΤΟΥ. Πίστευε δὲ καὶ εἰς τὸν υἱὸν τοῦ Θεοῦ, τὸν ἕνα καὶ μόνον, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν: τὸν ἐκ τοῦ Θεοῦ Θεὸν γεννηθέντα, τὸν ἐκ ζωῆς ζωὴν γεννηθέντα, τὸν ἐκ φωτὸς φῶς γεννηθέντα, τὸν ὅμοιον κατὰ πάντα τῷ γεννήσαντι. Τὸν οὐκ ἐν χρόνοις τὸ εἶναι κτησάμενον, ἀλλὰ πρὸ πάντων τῶν αἰώνων ἀϊδίως καὶ ἀκαταλήπτως ἐκ τοῦ πατρὸς γεγεννημένον. Τὴν σοφίαν Θεοῦ καὶ τὴν δύναμιν, καὶ τὴν δικαιοσύνην τὴν ἐνυπόστατον. Τὸν ἐν δεξιᾷ τοῦ πατρὸς πρὸ πάντων τῶν αἰώνων καθεζόμενον. Οὐ γὰρ, ὥς τινες ἐνόμισαν, μετὰ τὸ πάθος στεφανωθεὶς, ὥσπερ ὑπὸ τοῦ Θεοῦ διὰ τὴν ὑπομονὴν ἔλαβε τὸν ἐν δεξιᾷ θρόνον: ἀλλ' ἀφ' οὗπέρ ἐστιν,[ ἔστι δὲ γεννηθεὶς ἐκ πατρὸς ἀεὶ] ἔχει τὸ βασιλικὸν ἀξίωμα: συγκαθεζόμενος τῷ πατρὶ, Θεὸς ὢν καὶ σοφία καὶ δύναμις, καθὼς εἴρηται. Τῷ πατρὶ συμβασιλεύων καὶ πάντων διὰ τὸν πατέρα δημιουργός:[ ἀλλὰ] ἀνελλιπὴς εἰς θεότητος ἀξίαν, καὶ γινώσκων τὸν γεγεννηκότα, καθὼς γινώσκεται ὑπὸ τοῦ γεγεννηκότος. Καὶ ἵνα συντόμως εἴπωμεν, τοῦ ἐν εὐαγγελίοις γεγραμμένου μέμνησο: ὅτι οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν, εἰ μὴ ὁ πατήρ: οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός. Καὶ μήτε ἀπαλλοτριώσῃς τοῦ πατρὸς τὸν υἱὸν, μήτε συναλοιφὴν ἐργασάμενος υἱοπατορίαν πιστεύσῃς Ἀλλὰ πίστευε ὅτι ἑνὸς Θεοῦ μονογενὴς εἷς ἐστιν υἱὸς, ὁ πρὸ πάντων τῶν αἰώνων Θεὸς Λόγος: Λόγος, οὐ προφορικὸς εἰς ἀέρα διαχεόμενος, οὔτε λόγοις ἀνυποστάτοις ἐξομοιούμενος: ἀλλὰ Λόγος υἱὸς λογικῶν ποιητὴς, Λόγος ἀκούων τοῦ πατρὸς καὶ λαλῶν αὐτός. Καὶ περὶ μὲν τούτων κατὰ καιρὸν, εἰ ὁ Θεὸς παράσχοι, πλατύτερον ἡμῖν ῥηθήσεται: οὐ γὰρ ἐπιλανθανόμεθα τῆς προτάσεως, ὅτι κεφαλαιώδεις εἰσαγωγὰς πίστεως νῦν ποιούμεθα. ΠΕΡΙ ΤΗΣ ΕΚ ΠΑΡΘΕΝΟΥ ΓΕΝΝΗΣΕΩΣ. Πίστευε δὲ ὅτι οὗτος ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τὰς ἁμαρτίας ἡμῶν ἐξ οὐρανῶν κατῆλθεν ἐπὶ τῆς γῆς, τὴν ὁμοιοπαθῆ ταύτην ἡμῖν ἀναλαβὼν ἀνθρωπότητα, καὶ γεννηθεὶς ἐξ ἁγίας παρθένου καὶ ἁγίου Πνεύματος: οὐ δοκήσει καὶ φαντασίᾳ τῆς ἐνανθρωπήσεως γενομένης, ἀλλὰ τῇ ἀληθείᾳ: οὐδὲ ὥσπερ διὰ σωλῆνος διελθὼν τῆς παρθένου, ἀλλὰ σαρκωθεὶς ἐξ αὐτῆς ἀληθῶς καὶ γαλακτοτροφηθεὶς ἀληθῶς:[ φαγὼν ὡς ἡμεῖς ἀληθῶς καὶ πιὼν ὡς ἡμεῖς ἀληθῶς]. Εἰ γὰρ φάντασμα ἦν ἡ ἐνανθρώπησις, φάντασμα καὶ ἡ σωτηρία. Διπλοῦς ἦν ὁ Χριστὸς, ἄνθρωπος μὲν τὸ φαινόμενον, Θεὸς δὲ τὸ μὴ φαινόμενον: ἐσθίων μὲν ὡς ἄνθρωπος ἀληθῶς ὡς ἡμεῖς, εἶχε γὰρ τῆς σαρκὸς τὸ ὁμοιοπαθὲς ὡς ἡμεῖς: τρέφων δὲ ἐκ πέντε ἄρτων τοὺς πεντακισχιλίους ὡς Θεός: ἀποθνήσκων μὲν ὡς ἄνθρωπος ἀληθῶς, νεκρὸν δὲ τὸν τετραήμερον ἐγείρων ὡς Θεός: καθεύδων εἰς τὸ πλοῖον ἀληθῶς ὡς ἄνθρωπος, καὶ περιπατῶν ἐπὶ τῶν ὑδάτων ὡς Θεός. ΠΕΡΙ ΤΟΥ ΣΤΑΥΡΟΥ. Οὗτος ἐσταυρώθη ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἀληθῶς. Κἂν γὰρ ἀρνήσασθαι βουληθῇς, ὁ τόπος ἐλέγχει σε φαινόμενος, ὁ μακάριος οὗτος Γολγοθὰς, ἐν ᾧ νῦν, διὰ τὸν ἐν αὐτῷ σταυρωθέντα, συγκεκροτήμεθα. Καὶ τοῦ ξύλου τοῦ σταυροῦ πᾶσα λοιπὸν ἡ οἰκουμένη κατὰ μέρος ἐπληρώθη. Ἐσταυρώθη δὲ οὐχ ὑπὲρ ἰδίων ἁμαρτιῶν, ἀλλ' ἵνα ἡμεῖς τῶν οἰκείων ἁμαρτιῶν ἐλευθερωθῶμεν. Καὶ κατεφρονήθη μὲν ὑπὸ τῶν ἀνθρώπων τότε καὶ ἐῤῥαπίσθη ὡς ἄνθρωπος: ἐγνωρίσθη δὲ ὑπὸ τῆς κτίσεως ὅτι Θεὸς ἦν. Ὁ γὰρ ἥλιος δεσπότην ἀτιμαζόμενον ἰδὼν, ἐξελίμπανεν τρέμων, οὐ φέρων τὴν θέαν. ΠΕΡΙ ΤΗΣ ΤΑΦΗΣ. Ἐν μνήματι πέτρας ἐτέθη ἀληθῶς ὡς ἄνθρωπος: ἀλλ' αἱ πέτραι τῷ φόβῳ διεῤῥάγησαν δι' αὐτόν. Κατῆλθεν εἰς τὰ καταχθόνια, ἵνα κἀκεῖθεν λυτρώσηται τοὺς δικαίους. Ἐβούλου γὰρ, εἰπέ μοι, τοὺς μὲν ζῶντας ἀπολαῦσαι τῆς χάριτος, καὶ ταῦτα τῶν πλείστων οὐχ ὁσίων ὄντων: τοὺς δὲ ἀπὸ Ἀδὰμ πολυχρονίως ἀποκεκλεισμένους, μὴ τυχεῖν τῆς ἐλευθερίας λοιπόν; Ἡσαΐας ὁ προφήτης τοσαῦτα περὶ αὐτοῦ μεγαλοφώνως ἐκήρυξεν: οὐκ ἤθελες ἵνα βασιλεὺς κατελθὼν λυτρώσηται τὸν κήρυκα; Δαβὶδ ἦν ἐκεῖ καὶ Σαμουὴλ, καὶ πάντες οἱ προφῆται καὶ αὐτὸς Ἰωάννης ὁ λέγων διὰ τῶν ἀποσταλέντων: Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Οὐκ ἤθελες, ἵνα καταβὰς λυτρώσηται τοὺς τοιούτους; ΠΕΡΙ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ. Ἀλλ' ὁ καταβὰς εἰς τὰ καταχθόνια, πάλιν ἀνῆλθε καὶ ὁ ταφεὶς Ἰησοῦς πάλιν ἀνέστη τὸ τριήμερον ἀληθῶς. Κἂν ποτέ σε διασύρωσιν Ἰουδαῖοι, ταχέως ἀπάντησον οὕτως ἐρωτήσας: Ἰωνᾶς τριήμερος ἀπὸ κήτους ἐξῆλθε, καὶ Χριστὸς τριήμερος ἀπὸ γῆς ἆρα οὐκ ἐγήγερται; Τῶν ὀστέων Ἐλισσαίου νεκρὸς ἁψάμενος ἐγήγερται: καὶ ὁ τῶν ἀνθρώπων ποιητὴς, δυνάμει Πατρὸς ἆρ' οὐχὶ μᾶλλον εὐκοπώτερον ἐγείρεται; Ἀνέστη τοίνυν ἀληθῶς: καὶ ἀναστὰς πάλιν ὤφθη τοῖς μαθηταῖς. Καὶ μάρτυρες αὐτοῦ τῆς ἀναστάσεως μαθηταὶ δώδεκα, οὐ λόγοις κεχαρισμένοις μαρτυρήσαντες, ἀλλὰ μέχρι βασάνων καὶ θανάτων περὶ τῆς ἀληθοῦς ἀναστάσεως ἀγωνισάμενοι. Εἶτα, ἐπὶ στόματος μὲν δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα κατὰ τὴν γραφήν: δώδεκα δὲ τῇ ἀναστάσει τοῦ Χριστοῦ μαρτυροῦσι, καὶ ἆρα ἔτι πρὸς τὴν ἀνάστασιν ἀπιστεῖς; ΠΕΡΙ ΑΝΑΛΗΨΕΩΣ. Τὸν δρόμον δὲ τῆς ὑπομονῆς τελέσας Ἰησοῦς, καὶ λυτρωσάμενος τοὺς ἀνθρώπους τῶν ἁμαρτιῶν, ἀνέβη πάλιν εἰς τοὺς οὐρανοὺς, νεφέλης αὐτὸν ὑπολαβούσης. Καὶ ἄγγελοι μὲν ἀνιόντι παρειστήκεισαν, ἀπόστολοι δὲ ἐθεώρουν. Εἰ δέ τις τοῖς λεγομένοις ἀπιστεῖ, αὐτῇ πιστευέτω τῇ δυνάμει τῶν νῦν βλεπομένων. Πάντες οἱ βασιλεῖς τελευτῶντες, συναποσβεννύουσι τῇ ζωῇ καὶ τὴν δύναμιν: Χριστὸς δὲ σταυρωθεὶς, ὑπὸ πάσης προσκυνεῖται τῆς οἰκουμένης. Τὸν ἐσταυρωμένον καταγγέλλομεν, καὶ τρέμουσι νῦν δαίμονες. Πολλοὶ κατὰ χρόνους ἐσταυρώθησαν: ἀλλὰ ποίου σταυρωθέντος ἐπίκλησις ἑτέρου ποτὲ τοὺς δαίμονας ἀπήλασεν; Μὴ τοίνυν ἐπαισχυνθῶμεν τῷ σταυρῷ τοῦ Χριστοῦ: ἀλλὰ κἂν ἄλλος ἀποκρύπτῃ, σὺ φανερῶς ἐπὶ μετώπῳ σφραγίζου: ἵνα οἱ δαίμονες τὸ σημεῖον ἰδόντες τὸ βασιλικὸν, μακρὰν φύγωσι τρέμοντες. Ποίει δὲ τοῦτο τὸ σημεῖον, ἐσθίων καὶ πίνων: καθήμενος, κοιταζόμενος, ἐξανιστάμενος, λαλῶν, περιπατῶν: ἁπαξαπλῶς ἐν παντὶ πράγματι. Ὁ γὰρ ἐνταῦθα σταυρωθεὶς, ἐν οὐρανοῖς ἐστιν ἄνω. Εἰ μὲν γὰρ σταυρωθεὶς καὶ ταφεὶς ἐναπέμεινε τῷ τάφῳ, εἴχομεν ἂν ἐπαισχύνεσθαι: νυνὶ δὲ ὁ ἐν τῷ Γολγοθᾷ τούτῳ σταυρωθεὶς, ἀπὸ τοῦ πρὸς ἀνατολὰς ὄρους τῶν Ἐλαιῶν ἀναβέβηκεν εἰς τὸν οὐρανόν. Ἐντεῦθεν γὰρ εἰς ᾅδην καταβὰς, καὶ πάλιν ἀνελθὼν πρὸς ἡμᾶς, ἀφ' ἡμῶν ἀνῆλθε πάλιν εἰς τὸν οὐρανὸν, τοῦ Πατρὸς αὐτῷ προσφωνοῦντος καὶ λέγοντος: Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ΠΕΡΙ ΜΕΛΛΟΥΣΗΣ ΚΡΙΣΕΩΣ. Οὗτος ὁ Ἰησοῦς ὁ ἀναβὰς Χριστὸς ἔρχεται πάλιν ἐξ οὐρανῶν, οὐκ ἀπὸ γῆς. Καὶ εἶπον, οὐκ ἀπὸ γῆς: ἐπειδὴ πολλοὶ μέλλουσιν ἀντίχριστοι νῦν ἀπὸ γῆς ἔρχεσθαι. Ἤδη γὰρ, καθὼς ἐθεώρησας, ἤρξαντο πολλοὶ λέγειν, ὅτι ἐγώ εἰμι ὁ Χριστός: καὶ μέλλει λοιπὸν ἔρχεσθαι τὸ βδέλυγμα τῆς ἐρημώσεως, ψευδῆ Χριστοῦ προσηγορίαν ἑαυτῷ προστιθέναι. Σὺ δέ μοι τὸν ἀληθῆ Χριστὸν, τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, μηκέτι λοιπὸν ἀπὸ γῆς ἐρχόμενον, ἀλλ' ἐξ οὐρανῶν προσδόκα: ὑπὲρ ἅπασαν ἀστραπὴν καὶ λαμπηδόνα φωτὸς τοῖς πᾶσι φαινόμενον, ὑπ' ἀγγέλων δορυφορούμενον, ἵνα κρίνῃ ζῶντας καὶ νεκροὺς, καὶ βασιλεύοντα βασιλείαν οὐράνιον, αἰώνιον καὶ ἀτελεύτητον. Ἀσφαλίζου γάρ μοι καὶ ἐν τούτῳ, ἐπειδὴ πολλοί εἰσιν οἱ λέγοντες, τέλος εἶναι τῆς Χριστοῦ βασιλείας. ΠΕΡΙ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Πίστευε καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν ὀρθὴν ἔχε περὶ αὐτοῦ γνῶσιν: ἐπειδὴ πολλοί εἰσιν, οἱ ἀλλότριοι τοῦ ἁγίου Πνεύματος, οἱ τὰ δύσφημα περὶ αὐτοῦ διδάσκοντες. Σὺ δὲ μάνθανε ὅτι ἕν ἐστι τοῦτο τὸ ἅγιον Πνεῦμα, ἀδιαίρετον, πολυδύναμον: πολλὰ μὲν ἐνεργοῦν, αὐτὸ δὲ μὴ μεριζόμενον: τὸ γινῶσκον τὰ μυστήρια, τὸ ἐρευνῶν πάντα, καὶ τὰ βάθη τοῦ Θεοῦ: τὸ ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐν εἴδει περιστερᾶς κατελθόν: τὸ ἐν νόμῳ καὶ προφήταις ἐνεργῆσαν: τὸ καὶ νῦν κατὰ τὸν καιρὸν τοῦ βαπτίσματος σφραγῖζόν σου τὴν ψυχήν. Οὗ καὶ πᾶσα νοητὴ φύσις χρείαν ἔχει τῆς ἁγιότητος: εἰς ὃ βλασφημῆσαί τις ἐὰν τολμήσῃ, οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι: ὅπερ μετὰ Πατρὸς καὶ Υἱοῦ τῆς ἀξίας τιμῇ τετίμηται, οὗ καὶ χρείαν ἔχουσι θρόνοι καὶ κυριότητες, ἀρχαὶ καὶ ἐξουσίαι. Εἷς γάρ ἐστι Θεὸς, ὁ τοῦ Χριστοῦ πατήρ: καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς ὁ τοῦ μόνου Θεοῦ μονογενὴς Υἱὸς, καὶ ἓν τὸ Πνεῦμα τὸ ἅγιον, τὸ πάντων ἁγιαστικὸν καὶ θεοποιὸν, τὸ ἐν νόμῳ καὶ προφήταις, παλαιᾷ τε καὶ καινῇ διαθήκῃ λαλῆσαν. Ταύτην ἔχε τὴν σφραγίδα ἐν τῇ διανοίᾳ σου πάντοτε, ἥτις νῦν μὲν κατ' ἀνακεφαλαίωσιν ἀκροθιγῶς σοι εἴρηται. Εἰ δὲ παράσχοι ὁ Κύριος, μετὰ τῆς ἐκ τῶν γραφῶν ἀποδείξεως κατὰ δύναμιν ῥηθήσεται. Δεῖ γὰρ περὶ τῶν θείων καὶ ἁγίων τῆς Πίστεως μυστηρίων, μηδὲ τὸ τυχὸν ἄνευ τῶν θείων παραδίδοσθαι γραφῶν: καὶ μὴ ἁπλῶς πιθανότησι καὶ λόγων κατασκευαῖς παραφέρεσθαι. Μηδὲ ἐμοὶ τῷ ταῦτά σοι λέγοντι, ἁπλῶς πιστεύσῃς: ἐὰν τὴν ἀπόδειξιν τῶν καταγγελλομένων ἀπὸ τῶν θείων μὴ λάβῃς γραφῶν. Ἡ σωτηρία γὰρ αὕτη τῆς πίστεως ἡμῶν, οὐκ ἐξ εὑρεσιλογίας, ἀλλὰ ἐξ ἀποδείξεως τῶν θείων ἐστὶ γραφῶν. ΠΕΡΙ ΑΝΘΡΩΠΙΝΗΣ ΚΑΤΑΣΤΑΣΕΩΣ. Περὶ Ψυχῆς. Μετὰ δὲ τὴν γνῶσιν τῆς σεμνῆς καὶ ἐνδόξου ταύτης καὶ παναγίας πίστεως, καὶ σεαυτὸν γνῶθι λοιπὸν ὅστις εἶ. Ὅτι διπλοῦς ἄνθρωπος καθέστηκας, ἐκ ψυχῆς τε καὶ σώματος συγκείμενος: καὶ ὅτι, καθὼς πρὸ βραχέος εἴρηται, ὁ αὐτὸς Θεὸς καὶ τῆς ψυχῆς καὶ τοῦ σώματός ἐστι δημιουργός. Καὶ γίνωσκε ψυχὴν ἔχειν αὐτεξούσιον, ἔργον Θεοῦ κάλλιστον, κατ' εἰκόνα τοῦ πεποιηκότος: ἀθάνατον, διὰ τὸν ἀπαθανατίζοντα Θεόν: ζῶον λογικὸν ἄφθαρτον, διὰ τὸν ταῦτα χαρισάμενον: ἐξουσίαν ἔχον ποιεῖν, ἃ βούλεται. Οὐ γὰρ κατὰ γένεσιν ἁμαρτάνεις, οὔτε κατὰ τύχην πορνεύεις, οὔτε, καθὼς ληροῦσί τινες, αἱ τῶν ἄστρων πλοκαὶ ταῖς ἀσελγείαις σε προσέχειν ἀναγκάζουσιν. Τί φεύγων ὁμολογῆσαι τὰ σεαυτοῦ κακὰ, τοῖς ἀναιτίοις ἄστροις προσγράφεις τὴν αἰτίαν; Μή μοι πρόσεχε λοιπὸν ἀστρολόγοις. Περὶ γὰρ τούτων λέγει ἡ θεία γραφή: Στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ: καὶ ἑξῆς: Ἰδοὺ πάντες ὡς φρύγανον ἐπὶ πυρὶ κατακαυθήσονται, καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὑτῶν ἐκ φλογός. Μάνθανε δὲ καὶ τοῦτο, ὅτι πρὶν παραγένηται εἰς τόνδε τὸν κόσμον ἡ ψυχὴ, οὐδὲν ἥμαρτεν: ἀλλ' ἐλθόντες ἀναμάρτητοι, νῦν ἐκ προαιρέσεως ἁμαρτάνομεν. Μή μοι κακῶς τινος ἀκούσῃς ἐξηγουμένου τό, Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ: ἀλλὰ μέμνησο τοῦ λέγοντος: Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε: ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσησθέ μου, μάχαιρα ὑμᾶς κατέδεται, καὶ τὰ ἑξῆς. Καὶ πάλιν: Ὥσπερ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν: οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν: καὶ μέμνησο τῆς γραφῆς λεγούσης: Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει: καὶ ὅτι, τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς καὶ ὅτι, τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν: καὶ τοῦ Θεοῦ πάλιν ἐγκαλοῦντος καὶ λέγοντος: Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν: πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; Ἀθάνατός ἐστιν ἡ ψυχή: καὶ ὁμοῖαι πᾶσαι αἱ ψυχαί εἰσιν ἀνδρῶν τε καὶ γυναικῶν: τὰ γὰρ μέλη τοῦ σώματος διακέκριται μόνον. Οὐκ ἔστι τάγμα ψυχῶν κατὰ φύσιν ἁμαρτανουσῶν, καὶ τάγμα ψυχῶν κατὰ φύσιν δικαιοπραγουσῶν: ἀλλ' ἐκ προαιρέσεως ἀμφότερα, μονοειδοῦς καὶ ὁμοίας οὔσης ἐν ἅπασι τῆς τῶν ψυχῶν ὑποστάσεως. Οἶδα μὲν οὖν πολλὰ λέγων, καὶ ὡς ὁ καιρὸς ἤδη πολύς ἐστιν: ἀλλὰ τί σωτηρίας προτιμώτερον; Οὐ βούλει καμὼν λαβεῖν ἐφόδια πρὸς τοὺς αἱρετικούς; οὐδὲ θέλεις γνῶναι τῆς ὁδοῦ τὰς παρεκτροπὰς, ἵνα μὴ κατὰ κρημνὸν ἐξ ἀγνοίας ἐνεχθῆς; Εἰ οἱ διδάσκοντες ἡγοῦνται κέρδος οὐ μικρὸν, τό σε ταῦτα μαθεῖν: σὺ ὁ μανθάνων, ἆρα οὐκ ὀφείλεις ἡδέως δέχεσθαι τῶν λεγομένων τὸ πλῆθος; Αὐτεξούσιός ἐστιν ἡ ψυχή: καὶ ὁ διάβολος τὸ μὲν ὑποβάλλειν δύναται, τὸ δὲ καὶ ἀναγκάσαι παρὰ προαίρεσιν, οὐκ ἔχει τὴν ἐξουσίαν. Ὑπογράφει σοι πορνείας λογισμόν: ἐὰν θέλῃς, ἐδέξω: ἐὰν μὴ θέλῃς, οὐκ ἐδέξω. Εἰ γὰρ κατ' ἀνάγκην ἐπόρνευες, καὶ τίνος ἕνεκα τὴν γέενναν ἡτοίμασεν ὁ Θεός; Εἰ κατὰ φύσιν, ἀλλ' οὐ κατὰ προαίρεσιν ἐδικαιοπράγεις, τίνος ἕνεκεν στεφάνους ἀνεκδιηγήτους ἡτοίμασεν ὁ Θεός; Πρᾷόν ἐστι τὸ πρόβατον, ἀλλ' οὐδέποτε τοῦτο διὰ τὴν πρᾳότητα ἐστεφανώθη: ἐπειδὴ τὸ πρᾷον οὐκ ἐκ προαιρέσεως, ἀλλ' ἐκ φύσεως αὐτῷ πρόσεστιν. Περὶ Σώματος. Ἔγνως, ἀγαπητὲ, καθ' ὅσον ἐγχωρεῖ τέως, τὰ περὶ ψυχῆς: δέξαι κατὰ δύναμιν καὶ τὸν περὶ τοῦ σώματός σου λόγον. Μή τινος τῶν λεγόντων ἀνάσχῃ, ἀλλότριον Θεοῦ τοῦτο εἶναι τὸ σῶμα. Οἱ γὰρ ἀλλότριον[ Θεοῦ] εἶναι τὸ σῶμά[ τι] πιστεύοντες,[ καὶ] ὡς ἐν ἀλλοτρίῳ σκεύει[ τὴν ψυχὴν κατοικεῖν] τούτῳ καὶ εἰς πορνείας ἑτοίμως ἀποκέχρηνται. Τί δὲ καὶ κατέγνωσαν τοῦ θαυμασίου τούτου σώματος; Τί μὲν γὰρ ἐν εὐπρεπείᾳ λείπεται; τί δὲ οὐκ ἔστιν ἔντεχνον τῆς κατασκευῆς; Ἆρα οὐκ ἐχρῆν αὐτοὺς κατανοῆσαι ὀφθαλμῶν μὲν λαμπροτάτην κατάστασιν; ὅπως δὲ τὰ ὦτα πλαγίως ἐγκείμενα, ἀνεμπόδιστον δέχεται τὴν ἀκοήν; Καὶ ὅπως ἡ ὄσφρησις μέν ἐστι[ τῶν ἀτμῶν] διακριτικὴ καὶ τῶν ἀναθυμιάσεων ἀντιληπτική. Ἡ γλῶττα δὲ ὅπως δισσῶν πραγμάτων ἐστὶ διάκονος, γευστικῆς ἕξεως, καὶ διαλεκτικῆς ἐνεργείας; ὅπως ὁ πνεύμων ἐν ἀποκρύφοις κείμενος, ἄπαυστον ἔχει τοῦ ἀέρος τὴν ἀναπνοήν; Τίς ὁ ἐνθεὶς παλμὸν καρδίας ἀδιάλειπτον; τίς ὁ διελὼν εἰς φλέβας καὶ ἀρτηρίας τοσαύτας; τίς ὁ τοῖς νεύροις τὰ ὀστέα σοφῶς ἐνείρας; τίς ὁ τῆς τροφῆς μέρος μὲν εἰς ὑπόστασιν δοὺς, μέρος δὲ εἰς εὐσχήμονα διάκρισιν διακρίνας, καὶ τὰ τῆς ἀσχημοσύνης μέλη ἐν εὐσχημονεστέροις ἀποκρύψας τόποις; Τίς μέλλουσαν ἐκλείπειν τὴν τῶν ἀνθρώπων φύσιν, δι' εὐτελοῦς κοινωνίας ἀκατάπαυστον συνεστήσατο; Μὴ λέγε μοι τὸ σῶμα παραίτιον ἁμαρτίας εἶναι. Εἰ γὰρ τὸ σῶμα τῆς ἁμαρτίας αἴτιον, διὰ τί νεκρὸς οὐχ ἁμαρτάνει; Παράθες ξίφος τῇ δεξιᾷ τοῦ τετελευτηκότος ἀρτίως, καὶ φόνος οὐ γίνεται. Διὰ τετελευτηκότος ἀρτίως νέου κάλλη παντοῖα παρερχέσθω, καὶ ἐπιθυμία πορνείας οὐ γίνεται. Διὰ τί; Ἐπειδὴ τὸ σῶμα οὐχ ἁμαρτάνει καθ' ἑαυτὸ, ἀλλὰ διὰ τοῦ σώματος ἡ ψυχή. Ἐργαλεῖόν ἐστι τὸ σῶμα καὶ ὥσπερ ἱμάτιον καὶ στολὴ ψυχῆς. Κἂν μὲν ὑπὸ ταύτης πορνείᾳ παραδοθῇ, γίνεται ἀκάθαρτον: ἐὰν δὲ ἁγίᾳ ψυχῇ συνοικήσῃ, γίνεται ναὸς ἁγίου Πνεύματος. Οὐκ ἐγὼ ταῦτα λέγω, ἀλλὰ Παῦλος ὁ Ἀπόστολος εἴρηκεν, Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν; Φεῖσαι τοίνυν τοῦ σώματος, ὡς ναοῦ Πνεύματος ἁγίου τυγχάνοντος. Μὴ φύρῃς ἐν πορνείαις τὴν σάρκα σου: μὴ μολύνῃς σου τὴν καλλίστην ταύτην στολήν. Εἰ δὲ καὶ ἐμόλυνας, ἀπόπλυνε νῦν διὰ μετανοίας: ἀπολούσεως γὰρ ὁ καιρός. Καὶ τὸν περὶ σωφροσύνης λόγον, προηγουμένως μὲν ἀκουέτω τῶν μοναζόντων καὶ τῶν παρθένων τάγμα, τῶν τὸν ἰσάγγελον βίον ἐν κόσμῳ κατορθούντων:[ ἑπομένως δὲ καὶ ὁ λοιπὸς τῆς Ἐκκλησίας λαός]. Μέγας ὑμῖν ἀπόκειται στέφανος, ἀδελφοί: μὴ μικρᾶς ἡδονῆς ἀντικαταλλάξητε μεγάλην ἀξίαν. Ἀκούσατε τοῦ Ἀποστόλου λέγοντος: Μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὑτοῦ. Ἐν ταῖς ἀγγελικαῖς βίβλοις λοιπὸν ἐγγραφεὶς, διὰ τὴν πρόθεσιν τῆς σωφροσύνης, βλέπε μὴ πάλιν ἐξαλειφθῇς, διὰ τὴν πορνικὴν ἐργασίαν. Μὴ δ' αὖ πάλιν κατορθῶν τὴν σωφροσύνην, τυφωθῇς κατὰ τῶν ὑποβεβηκότων ἐν γάμῳ. Τίμιος γὰρ ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, ὥς φησιν ὁ Ἀπόστολος. Καὶ σὺ ὁ τὴν ἁγνείαν ἔχων, ἆρα οὐκ ἐκ τῶν γεγαμηκότων ἐγεννήθης; Μὴ γὰρ ὅτι χρυσίου κτῆσιν ἔχεις, τὸ ἀργύριον ἀποδοκίμαζε. Ἀλλ' εὐέλπιδες ἔστωσαν καὶ οἱ ἐν γάμῳ νομίμως τῷ γάμῳ χρώμενοι: οἱ γάμον ἔνθεσμον, ἀλλὰ μὴ τοῦτον ἀσελγῆ κατασκευάζοντες, διὰ τὴν ἄμετρον ἐξουσίαν: οἱ γινώσκοντες καιροὺς ἀνέσεως, ἵνα σχολάζωσι τῇ προσευχῇ: οἱ μετὰ τῶν ἐνδυμάτων καθαρὰ προσφέροντες ἐν ταῖς Συνάξεσιν εἰς ἐκκλησίαν τὰ σώματα: οἱ διὰ τὸ τεκνογονεῖν, ἀλλ' οὐ διὰ τὸ φιληδονεῖν, τῷ γάμῳ προσεληλυθότες. Καὶ οἱ μονόγαμοι δὲ τοὺς δευτέρῳ γάμῳ συμπεριενεχθέντας μὴ ἀποδοκιμαζέτωσαν. Καλὸν μὲν γὰρ ἡ ἐγκράτεια καὶ θαυμάσιον: συγγνωστὸν δὲ καὶ τῷ δευτέρῳ γάμῳ προσελθεῖν, ἵνα μὴ πορνεύσωσιν οἱ ἀσθενεῖς. Καλὸν μὲν γὰρ αὐτοῖς, ἐὰν μείνωσιν ὡς κἀγώ, φησὶν ὁ Ἀπόστολος: εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν: κρεῖσσον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. Τὰ δὲ λοιπὰ πάντα ἐξοριζέσθω μακρὰν, πορνεία, μοιχεία καὶ πᾶν τὸ τῆς ἀκολασίας εἶδος. Τετηρήσθω δὲ τὸ σῶμα τῷ Κυρίῳ καθαρὸν, ἵνα καὶ ὁ Κύριος ἐπιβλέψῃ τῷ σώματι. Περὶ βρωμάτων. Τρεφέσθω δὲ τὸ σῶμα σιτίοις, ἵνα ζῇ καὶ ἀνεμποδίστως ὑπηρετῇ: οὐ μὴν ἵνα πρὸς τρυφὰς ἐκδοθῇ. Καὶ περὶ τροφῶν δὲ ὑμῖν ἔστω ταῦτα τὰ δόγματα: ἐπειδὴ πολλοὶ καὶ περὶ τὰ βρώματα πταίουσιν. Οἱ μὲν γὰρ τοῖς εἰδωλοθύτοις ἀδιαφόρως προσέρχονται: οἱ δὲ ἀσκοῦσι μὲν, κατακρίνουσι δὲ τοὺς ἐσθίοντας. Καὶ διαφόρως ἐν τῷ περὶ βρωμάτων λόγῳ τινῶν ἡ ψυχὴ μολύνεται, ἀγνοούντων τοῦ ἐσθίειν καὶ μή τε τὰς ἐπωφελεῖς αἰτίας. Νηστεύομεν γὰρ οἴνου τε καὶ κρεῶν ἀπεχόμενοι, οὐχ ὡς βδελύγματα μισοῦντες, ἀλλὰ τὸν μισθὸν προσδοκῶντες: ἵνα αἰσθητῶν ὑπεριδόντες, ἀπολαύσωμεν πνευματικῆς καὶ νοητῆς τραπέζης: καὶ ἵνα νῦν σπείραντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θερίσωμεν ἐν τῷ μέλλοντι αἰῶνι. Μὴ τοίνυν καταφρόνει τῶν ἐσθιόντων καὶ διὰ τῶν σωμάτων ἀσθένειαν μεταλαμβανόντων. Μηδὲ ψέγε τοὺς ὀλίγῳ οἴνῳ χρωμένους, διὰ τὸν στόμαχον καὶ τὰς πυκνὰς ἀσθενείας: καὶ μήτε αὐτοὺς ὡς ἁμαρτωλοὺς κατακρίνῃς. Μήτε ὡς ἀλλότρια μίσει τὰ κρέα: οἶδε γάρ τινας τοιούτους ὁ Ἀπόστολος λέγων: Κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετ' εὐχαριστίας τοῖς πιστοῖς. Ἀπεχόμενος τοίνυν τούτων, μὴ ὡς βδελυκτῶν ἀπέχου, ἐπεὶ μισθὸν οὐκ ἔχεις: ἀλλ' ὡς καλῶν ὄντων ὑπερφρόνει, διὰ τὰ προκείμενα νοητὰ καλλίονα. Ἀσφάλισαί σου τὴν ψυχὴν, μή ποτέ τι φάγῃς τῶν τοῖς εἰδώλοις προσενεχθέντων. Περὶ γὰρ[ τούτων] τῶν βρωμάτων, οὐκ ἐμοὶ νῦν μόνον, ἀλλ' ἤδη καὶ τοῖς ἀποστόλοις καὶ Ἰακώβῳ τῷ ταύτης τῆς ἐκκλησίας ἐπισκόπῳ σπουδὴ γέγονεν. Καὶ γράφουσιν οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι πᾶσι τοῖς ἔθνεσι καθολικὴν ἐπιστολὴν, προηγουμένως τῶν εἰδωλοθύτων ἀπέχεσθαι, ἔπειτα δὲ καὶ αἵματος, καὶ πνικτοῦ. Πολλοὶ γὰρ τῶν ἀνθρώπων θηριώδεις ὄντες καὶ κυνῶν δίκην ζῶντες, τὸ μὲν αἷμα λάπτουσιν, ἀγριωτάτων θηρίων τρόπον μιμούμενοι: τὰ πεπνιγμένα δὲ κατεσθίουσιν ἀφειδῶς. Σὺ δὲ ὁ τοῦ Χριστοῦ δοῦλος, ἐσθίων ἔχε τὸ μετ' εὐλαβείας ἐσθίειν. Καὶ περὶ μὲν βρωμάτων αὐτάρκως. Περὶ Ἐνδύματος. Ἔνδυσις δέ σοι λιτὴ περικείσθω, μὴ πρὸς καλλωπισμὸν, ἀλλὰ πρὸς ἀναγκαίαν σκέπην: μηδὲ ἵνα χαυνωθῇς, ἀλλ' ἵνα ἐν χειμῶνι θερμανθῇς, καὶ τοῦ σώματος τὴν ἀσχημοσύνην καλύπτῃς: μὴ προφάσει τοῦ τὴν ἀσχημοσύνην καλύπτειν, ταῖς περιέργοις στολαῖς εἰς ἑτέραν ἀσχημοσύνην ἐμπέσῃς. Περὶ τῆς Ἀναστάσεως. Φείδου μοι, παρακαλῶ, τοῦ σώματος τούτου, καὶ γίνωσκε ὅτι ἐκ νεκρῶν ἐγερθήσῃ, μετὰ τοῦ σώματος τούτου κριθησόμενος. Εἰ δέ σοί τις ἀπιστίας λόγος ὑπεισέρχεται, ὡς ἀδυνάτου τοῦ πράγματος τυγχάνοντος: ἐκ τῶν καθ' ἑαυτὸν σκόπει τὰ μὴ φαινόμενα. Σὺ γὰρ αὐτὸς, εἰπέ μοι, πρὸ ἑκατὸν ἢ πλειόνων ἐτῶν, λόγισαι ποῦ ἦσθα; Ἐκ ποίας δὲ σμικροτάτης: καὶ εὐτελεστάτης ὑποστάσεως, εἰς τοσοῦτον ἡλικίας μέγεθος καὶ τοσαύτην ὡραιότητος ἀξίαν κατέστης; Εἶτα, ὁ τὸ μὴ ὂν εἰς τὸ εἶναι παραγαγὼν, τὸ ὂν ἤδη καὶ διαπεσὸν αὖθις ἀναστῆσαι οὐ δύναται; Ὁ τὸν δι' ἡμᾶς σπειρόμενον σῖτον, κατ' ἐνιαυτὸν νεκρούμενον ἐγείρων: ἆρα ἡμᾶς αὐτοὺς, δι' οὓς κἀκεῖνος ἐγήγερται, δυσκόλως ἀναστήσει; Ὁρᾷς ὅπως τὰ δένδρα νῦν ἐπὶ τοσούτοις μησὶν ἄκαρπα καὶ ἄφυλλα καθέστηκεν: ἀλλὰ ὅλα, τοῦ χειμῶνος παρελθόντος, αὖθις ὥσπερ ἐκ νεκρῶν ἀναβιοῖ. Οὐ πολλῷ μᾶλλον ἡμεῖς καὶ εὐκοπώτερον ἀναζήσομεν; Ῥάβδος Μωσέως εἰς φύσιν ὄφεως ἀνοίκειον βουλῇ Θεοῦ μετεβλήθη: καὶ ἄνθρωπος, ὁ πεσὼν εἰς θάνατον, πάλιν εἰς ἑαυτὸν οὐκ ἀποκαθίσταται; Μὴ πρόσεχε τοῖς λέγουσιν ὅτι οὐκ ἐγείρεται τὸ σῶμα τοῦτο. Ἐγείρεται γάρ: καὶ μάρτυς Ἡσαΐας λέγων, Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις: καί, Πολλοὶ τῶν ἐν γῆς χώματι καθευδόντων ἀναστήσονται, κατὰ τὸν Δανιήλ: οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς αἰσχύνην αἰώνιον. Ἀλλὰ τὸ μὲν ἀναστῆναι, πάντων ἐστὶν ἀνθρώπων: οὐχ ὁμοία δὲ πᾶσιν ἡ ἀνάστασις. Πάντες μὲν γὰρ αἰώνια λαμβάνομεν τὰ σώματα, ἀλλ' οὐχ ὅμοια ἅπαντες. Οἱ δίκαιοι μὲν γὰρ, ἵνα διαιωνίζοντες ἀγγέλοις συγχορεύσωσιν: οἱ δὲ ἁμαρτωλοὶ, ἵνα εἰς αἰῶνας τῶν ἁμαρτημάτων ὑπομείνωσι τὴν βάσανον. Περὶ Λουτροῦ. Διὰ τοῦτο προλαβὼν κατὰ φιλανθρωπίαν ὁ Κύριος λουτροῦ μετάνοιαν ἔδωκεν, ἵνα τὸ πολὺ τῶν ἁμαρτιῶν, μᾶλλον δὲ τὸ πᾶν φορτίον ἀποῤῥίψαντες καὶ ἁγίῳ Πνεύματι τὴν σφραγίδα λαβόντες, κληρονόμοι γενώμεθα ζωῆς αἰωνίου. Ἀλλὰ περὶ τοῦ λουτροῦ πρώην αὐτάρκως εἰρηκότες, ἐπὶ τὰ λείποντα τῶν εἰσαγωγικῶν μαθημάτων λοιπὸν ἔλθωμεν. ΠΕΡΙ ΤΩΝ ΘΕΙΩΝ ΓΡΑΦΩΝ. Ταῦτα δὲ διδάσκουσιν ἡμᾶς οἱ θεόπνευστοι γραφαὶ τῆς παλαιᾶς τε καὶ καινῆς διαθήκης. Εἷς γάρ ἐστιν ὁ τῶν δύο διαθηκῶν Θεὸς, ὁ τὸν ἐν τῇ καινῇ φανέντα Χριστὸν ἐν τῇ παλαιᾷ προκαταγγείλας: ὁ διὰ νόμου καὶ προφητῶν εἰς Χριστὸν παιδαγωγήσας. Πρὸ γὰρ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα: καὶ ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν. Κἄν ποτε τῶν αἱρετικῶν ἀκούσῃς τινὸς βλασφημοῦντος νόμον ἢ προφήτας, ἀντίφθεγξαι τὴν σωτήριον φωνὴν, λέγων: Οὐκ ἦλθεν Ἰησοῦς καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Καὶ φιλομαθῶς ἐπίγνωθι, καὶ παρὰ τῆς Ἐκκλησίας, ποῖαι μέν εἰσιν αἱ τῆς παλαιᾶς διαθήκης βίβλοι, ποῖαι δὲ τῆς καινῆς. Καί μοι μηδὲν τῶν ἀποκρύφων ἀναγίνωσκε. Ὁ γὰρ τὰ παρὰ πᾶσιν ὁμολογούμενα μὴ εἰδὼς, τί περὶ τὰ ἀμφιβαλλόμενα ταλαιπωρεῖς μάτην; Ἀναγίνωσκε τὰς θείας γραφὰς, τὰς εἴκοσι δύο βίβλους τῆς παλαιᾶς διαθήκης ταύτας, τὰς ὑπὸ τῶν ἑβδομήκοντα δύο Ἑρμηνευτῶν ἑρμηνευθείσας. Ἀλεξάνδρου γὰρ τοῦ Μακεδόνων βασιλέως τελευτήσαντος καὶ τῆς βασιλείας εἰς τέσσαρας διαιρεθείσης ἀρχὰς, εἴς τε τὴν Βαβυλωνίαν καὶ τὴν Μακεδονίαν, Ἀσίαν τε καὶ τὴν Αἴγυπτον: εἷς τῶν τῆς Αἰγύπτου βασιλευόντων, Πτολεμαῖος ὁ Φιλάδελφος, φιλολογώτατος γενόμενος βασιλεὺς καὶ τὰς κατὰ πανταχοῦ βίβλους συναθροίζων, παρὰ Δημητρίου τοῦ Φαληρέως, τοῦ τῆς βιβλιοθήκης προνοητοῦ, περὶ τῶν νομικῶν καὶ προφητικῶν θείων γραφῶν ἐπακούσας: καὶ πολὺ κάλλιον κρίνας, οὐ παρὰ ἀκόντων ἀναγκαστῶς τὰ βιβλία κτήσασθαι, ἀλλ' ἐξιλεώσασθαι δώροις μᾶλλον καὶ φιλίᾳ τοὺς ἔχοντας: καὶ γινώσκων, ὅτι τὸ μὲν ἀναγκαστὸν δολοῦται πολλάκις, ἀπροαιρέτως διδόμενον: τὸ δὲ ἐκ προαιρέσεως παρεχόμενον σὺν ἀληθείᾳ τῇ πάσῃ δωρεῖται: Ἐλεαζάρῳ τῷ τότε ἀρχιερεῖ πλεῖστα δῶρα πέμψας εἰς τὸν ἐνταῦθα τῶν Ἱεροσολύμων ναὸν, ἓξ κατὰ φυλὴν τῶν δώδεκα τοῦ Ἰσραὴλ φυλῶν, πρὸς ἑαυτὸν εἰς ἑρμηνείαν ἐποίησεν ἀποστεῖλαι. Εἶτα καὶ τοῦ, θείας ἢ μὴ τὰς βίβλους εἶναι λαμβάνων ἀπόπειραν, καὶ πρὸς τὸ μὴ συνδυάσαι πρὸς ἀλλήλους τοὺς ἀποσταλέντας ὑποπτεύσας: ἐν τῇ λεγομένῃ Φάρῳ, τῇ πρὸς Ἀλεξάνδρειαν κειμένῃ, τῶν παραγενομένων ἑρμηνευτῶν ἑκάστῳ ἴδιον οἶκον ἀπονείμας, ἑκάστῳ πάσας τὰς γραφὰς ἐπέτρεψεν ἑρμηνεῦσαι. Τούτων δὲ ἐν ἑβδομήκοντα[ καὶ] δύο ἡμέραις τὸ πρᾶγμα πληρωσάντων, τὰς ὁμοῦ πάντων ἑρμηνείας, ἃς κατὰ διαφόρους οἴκους ἀλλήλοις μὴ προσιέντες ἐποιήσαντο, συναγαγὼν ἐπὶ τὸ αὐτό, οὐ μόνον ἐν νοήμασιν, ἀλλὰ καὶ ἐν λέξεσιν εὗρεν συμφώνους. Οὐ γὰρ εὑρεσιλογία καὶ κατασκευὴ σοφισμάτων ἀνθρωπίνων ἦν τὸ γινόμενον: ἀλλ' ἐκ Πνεύματος ἁγίου ἡ τῶν ἁγίῳ Πνεύματι λαληθεισῶν θείων γραφῶν ἑρμηνεία συνετελεῖτο. Τούτων τὰς εἴκοσι δύο βίβλους ἀναγίνωσκε: πρὸς δὲ τὰ ἀπόκρυφα μηδὲν ἔχε κοινόν. Ταύτας μόνας μελέτα σπουδαίως, ἃς καὶ ἐν Ἐκκλησίᾳ μετὰ παῤῥησίας ἀναγινώσκομεν. Πολύ σου φρονιμώτεροι καὶ εὐλαβέστεροι ἦσαν οἱ ἀπόστολοι καὶ οἱ ἀρχαῖοι ἐπίσκοποι, οἱ τῆς Ἐκκλησίας προστάται, οἱ ταύτας παραδόντες. Σὺ οὖν, τέκνον τῆς Ἐκκλησίας ὢν, μὴ παραχάραττε τοὺς θεσμούς. Καὶ τῆς μὲν παλαιᾶς διαθήκης, καθὼς εἴρηται, τὰς εἴκοσι δύο μελέτα βίβλους: ἃς, εἰ φιλομαθὴς τυγχάνεις, ἐμοῦ λέγοντος, ὀνομαστὶ μεμνῆσθαι σπούδασον. Τοῦ νόμου μὲν γάρ εἰσιν αἱ Μωσέως πρῶται πέντε βίβλοι, Γένεσις, Ἔξοδος, Λευιτικὸν, Ἀριθμοὶ, Δευτερονόμιον: ἑξῆς δὲ, ἡ Ἰησοῦ υἱοῦ Ναυῆ: καὶ τὸ τῶν Κριτῶν βιβλίον μετὰ τῆς Ῥοὺθ, ἕβδομον ἀριθμούμενον. Τῶν δὲ λοιπῶν ἱστορικῶν βιβλίων, ἡ πρώτη καὶ ἡ δευτέρα τῶν Βασιλειῶν μία παρ' Ἑβραίοις ἐστὶ βίβλος: μία δὲ καὶ ἡ τρίτη καὶ ἡ τετάρτη. Ὁμοίως δὲ παρ' αὐτοῖς καὶ τῶν Παραλειπομένων ἡ πρώτη καὶ ἡ δευτέρα μία τυγχάνει βίβλος: καὶ τοῦ Ἔσδρα ἡ πρώτη καὶ ἡ δευτέρα μία λελόγισται: δωδεκάτη δὲ βίβλος ἡ Ἐσθήρ. Καὶ τὰ μὲν ἱστορικὰ ταῦτα. Τὰ δὲ στιχηρὰ τυγχάνει πέντε: Ἰὼβ, καὶ βίβλος Ψαλμῶν, καὶ Παροιμίαι, καὶ Ἐκκλησιαστὴς, καὶ Ἆισμα ᾀσμάτων ἑπτακαιδέκατον βιβλίον. Ἐπὶ δὲ τούτοις τὰ προφητικὰ πέντε: τῶν δώδεκα προφητῶν μία βίβλος, καὶ Ἡσαΐου μία, καὶ Ἱερεμίου μετὰ Βαροὺχ, καὶ Θρήνων, καὶ Ἐπιστολῆς: εἶτα Ἱεζεκιὴλ, καὶ ἡ τοῦ Δανιὴλ, εἰκοστηδευτέρα βίβλος τῆς παλαιᾶς διαθήκης. Τῆς δὲ καινῆς διαθήκης, τὰ τέσσαρα μόνα εὐαγγελία: τὰ δὲ λοιπὰ ψευδεπίγραφα καὶ βλαβερὰ τυγχάνει. Ἔγραψαν καὶ Μανιχαῖοι κατὰ Θωμᾶν εὐαγγέλιον, ὅπερ εὐωδίᾳ τῆς εὐαγγελικῆς ἐπωνυμίας ἐπικεχρωσμένον, διαφθείρει τὰς ψυχὰς τῶν ἁπλουστέρων. Δέχου δὲ καὶ τὰς Πράξεις τῶν δώδεκα ἀποστόλων. Πρὸς τούτοις δὲ καὶ τὰς ἑπτὰ, Ἰακώβου, καὶ Πέτρου, καὶ Ἰωάννου, καὶ Ἰούδα καθολικὰς ἐπιστολάς: ἐπισφράγισμα δὲ τῶν πάντων, καὶ μαθητῶν τὸ τελευταῖον, τὰς Παύλου δεκατέσσαρας ἐπιστολάς. Τὰ δὲ λοιπὰ πάντα, ἐν δευτέρῳ κείσθω. Καὶ ὅσα[ μὲν] ἐν ἐκκλησίαις μὴ ἀναγινώσκεται, ταῦτα μηδὲ κατὰ σαυτὸν ἀναγίνωσκε, καθὼς ἤκουσας. Καὶ τὰ μὲν περὶ τούτων, ταῦτα. Φεῦγε δὲ πᾶσαν διαβολικὴν ἐνέργειαν, καὶ μὴ πείθου τῷ δράκοντι τῷ ἀποστάτῃ, ὃς ἐξ ἀγαθῆς ὑποστάσεως αὐτοπροαίρετον ἔσχε τὴν μεταβολήν: ὃς ἀναπεῖσαι μὲν δύναται τοὺς θέλοντας, ἀναγκάσαι δὲ οὐδένα. Καὶ μήτε ἀστρολογίαις, μήτε ὀρνεοσκοπίαις, μήτε κλῃδόσι πρόσεχε, μηδὲ ταῖς μυθώδεσι τῶν Ἑλλήνων μαντείαις. Φαρμακίαν, καὶ ἐπαοιδίαν, καὶ τὰ νεκυομαντειῶν παρανομώτατα πράγματα, μηδὲ μέχρις ἀκοῆς παραδέχου. Ἀπόστηθι παντὸς ἀκολασίας εἴδους, μήτε γαστριμαργῶν, μήτε φιληδονῶν, ὑπεράνω τε φιλαργυρίας ἁπάσης καὶ τοῦ τοκίζειν γενόμενος. Μήτε δὲ θεωριῶν ἐθνικοῖς ἀθροίσμασι παράβαλλε: μήτε ἐπιδέσμασιν ἐν νόσοις χρήσῃ ποτέ. Ἀποστρέφου δὲ πᾶσαν καὶ τοῦ καπηλοδυτεῖν χυδαιότητα. Καὶ μήτε εἰς Σαμαρειτισμὸν ἢ Ἰουδαισμὸν ἐκπέσῃς: ἐλυτρώσατο γάρ σε λοιπὸν Ἰησοῦς ὁ Χριστός. Πάσης σαββάτων παρατηρήσεως ἀπόστηθι: καὶ τοῦ, κοινὸν ἢ ἀκάθαρτον λέγειν τι εἶναι τῶν ἀδιαφόρων βρωμάτων. Ἐξαιρέτως δὲ μίσει πάντα τὰ συνέδρια τῶν παρανόμων αἱρετικῶν. Καὶ παντοίως τὴν σεαυτοῦ ψυχὴν ἀσφαλίζου, νηστείαις, προσευχαῖς, ἐλεημοσύναις, καὶ θείων λογίων ἀναγνώσμασιν, ἵνα μετὰ σωφροσύνης καὶ δογμάτων εὐσεβῶν, τὸν ἐπίλοιπον ἐν σαρκὶ βιώσας χρόνον, τῆς μιᾶς τοῦ λουτροῦ σωτηρίας ἀπολαύσῃς: στρατολογηθεὶς δὲ οὕτως ἐν οὐρανίαις στρατιαῖς τῷ Πατρὶ καὶ Θεῷ, καὶ τῶν οὐρανίων καταξιωθῇς στεφάνων: ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.