Catecheses to the Illuminandi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem">
—
⋯
Original / primary: Textus receptus
5.1
[ 5] ΚΑΤΗΧΗΣΙΣ Εʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΠΕΡΙ ΠΙΣΤΕΩΣ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ἑβραίους: Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι, καὶ τὰ ἑξῆς. Ἡλίκον ὑμῖν ἀξίωμα δίδωσιν ὁ Κύριος, ἀπὸ[ τοῦ] Κατηχουμένων τάγματος εἰς τὸ τῶν Πιστῶν μετατιθεμένοις. Παῦλος ὁ ἀπόστολος παριστάς φησι, Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. Θεοῦ γὰρ πιστοῦ καλουμένου, καὶ σὺ ταύτην τὴν προσηγορίαν λαμβάνεις, μέγα λαμβάνων ἀξίωμα. Ὥσπερ γὰρ καλεῖται ὁ Θεὸς ἀγαθὸς, καὶ δίκαιος, καὶ παντοκράτωρ, καὶ δημιουργὸς τῶν ὅλων, οὕτω καὶ πιστός. Λόγισαι τοίνυν εἰς ὁποῖον ἀξίωμα ἀναβαίνεις, Θεοῦ μέλλων προσηγορίας γίνεσθαι κοινωνός. Ὧδε οὖν ζητεῖται λοιπὸν, ἵνα τις ἐξ ὑμῶν πιστὸς ἐκ συνειδήσεως εὑρεθῇ. Ἄνδρα γὰρ πιστὸν ἔργον ἐστὶν εὑρεῖν: οὐκ ἵνα ἐμοὶ δείξῃς σου τὴν συνείδησιν,( οὐ γὰρ ὑπὸ ἀνθρωπίνης ἡμέρας ἀνακρίνεσθαι μέλλεις) ἀλλ' ἵνα τῷ Θεῷ δείξῃς τῆς πίστεως τὸ ἄδολον, τῷ ἐτάζοντι νεφροὺς καὶ καρδίας, καὶ γινώσκοντι τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων. Μέγα τι πρᾶγμά ἐστι πιστὸς ἀνὴρ, παντὸς πλουσίου τυγχάνων πλουσιώτερος. Τοῦ πιστοῦ γὰρ ὅλος ὁ κόσμος τῶν χρημάτων, τῷ ὑπερφρονεῖν αὐτὰ καὶ καταπατεῖν. Οἱ μὲν γὰρ κατὰ τὸ φαινόμενον πλουτοῦντες, καὶ πολλὰ κεκτημένοι πένητές εἰσι τὴν ψυχήν: ὅσῳ γὰρ πολλὰ συνάγουσι, τοσούτῳ τῇ τῶν λειπόντων ἐπιθυμίᾳ τήκονται. Ὁ δὲ πιστὸς ἀνὴρ, τὸ παραδοξότατον, ἐν πενίᾳ πλουτεῖ: εἰδὼς γὰρ ὅτι δεῖ μόνον ἔχειν σκεπάσματα καὶ τροφὰς, καὶ τούτοις ἀρκούμενος, πεπάτηκε τὸν πλοῦτον. Καὶ οὐ παρ' ἡμῖν γε μόνοις, τοῖς τὴν τοῦ Χριστοῦ προσηγορίαν ἔχουσιν, μέγα τὸ τῆς πίστεώς ἐστιν ἀξίωμα: ἀλλὰ γὰρ καὶ πάντα τὰ ἐν τῷ κόσμῳ τελούμενα, καὶ τὰ ὑπὸ τῶν ἀλλοτρίων τῆς Ἐκκλησίας, τῇ πίστει τελεῖται. Πίστει γαμικοὶ νόμοι τοὺς ἀπεξενωμένους συνάπτουσιν εἰς ταὐτόν: καὶ ἄνθρωπος ἀλλότριος σωμάτων καὶ χρημάτων[ ἀλλοτρίων], διὰ τὴν ἐν γαμικοῖς συμβολαίοις πίστιν, γίνεται κοινωνός. Πίστει καὶ γεωργία συνίσταται: ὁ γὰρ μὴ πιστεύων λήψεσθαι καρποφορίαν, οὐχ ὑπομένει τοὺς καμάτους. Πίστει θαλαττεύοντες ἄνθρωποι, μικροτάτῳ ξύλῳ πιστεύσαντες, τὴν ἄστατον τῶν κυμάτων φορὰν τοῦ στεῤῥοτάτου στοιχείου, τῆς γῆς, ἀντικαταλλάττονται: ἀδήλοις ἑαυτοὺς ἐπιδιδόντες ἐλπίσι, καὶ πάσης ἀγκύρας ἀσφαλεστέραν ἐπαγόμενοι τὴν πίστιν. Κατὰ πίστιν συνέστηκε τοίνυν τὰ πλεῖστα τῶν ἀνθρώπων πράγματα: καὶ οὐ παρ' ἡμῖν μόνοις τοῦτο πεπίστευται, ἀλλὰ καὶ παρὰ τοῖς ἔξωθεν, καθὼς εἴρηται: κἂν γὰρ μὴ δέχωνται τὰς γραφὰς, οἰκεῖα δέ τινα προσφέρωσι διδάγματα, πίστει κἀκεῖνα παραδέχονται. Ἐπὶ τὴν πίστιν ὑμᾶς τὴν ἀληθῆ καλεῖ καὶ ἡ σήμερον ἀνάγνωσις γενομένη, τὴν ὁδὸν ὑμῖν παραστήσασα, πῶς δεῖ τῷ Θεῷ καὶ ὑμᾶς εὐαρεστῆσαι: φησὶ γὰρ, ὅτι χωρὶς πίστεως ἀδύνατόν ἐστιν εὐαρεστῆσαι. Πότε γὰρ προθήσεται ἄνθρωπος δουλεῦσαι τῷ Θεῷ, μὴ πιστεύων, ὅτι γίνεται μισθαποδότης; πότε παρθενεύσει κόρη, καὶ σωφρονήσει νέος, μὴ πιστεύων, ὅτι τῆς ἁγνείας ἀμάραντός ἐστι στέφανος; Ὀφθαλμὸς πάσης συνειδήσεως φωτιστικός ἐστιν ἡ πίστις, καὶ συνέσεως ἐμποιητικός. Λέγει γὰρ ὁ προφήτης: Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Ἐμφράττει στόματα λεόντων ἡ πίστις, κατὰ τὸν Δανιήλ: φησὶ γὰρ ἡ γραφὴ περὶ αὐτοῦ, ὅτι ἀνηνέχθη Δανιὴλ ἐκ τοῦ λάκκου, καὶ πᾶσα διαφθορὰ οὐχ εὑρέθη ἐν αὐτῷ, ὅτι ἐπίστευσεν ἐν τῷ Θεῷ αὐτοῦ: Ἔστι τι τοῦ διαβόλου δεινότερον; ἀλλὰ καὶ πρὸς τοῦτον οὐδὲν ἕτερον ὅπλον ἔχομεν ἢ τὴν πίστιν, ἀσώματον θυρεὸν κατ' ἐχθροῦ μὴ φαινομένου. Ἀποστέλλει μὲν γὰρ βέλη ποικίλα καὶ κατατοξεύει ἐν σκοτομήνῃ τοὺς μὴ νήφοντας: ἀλλ' ἐπειδὴ μὴ φαίνεται ὁ ἐχθρὸς, περίβλημα κραταιὸν ἔχομεν τὴν πίστιν, κατὰ τὸν Ἀπόστολον λέγοντα: Ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Πεπυρωμένον πολλάκις βέλος ἐπιθυμίας αἰσχρᾶς ἡδονῆς ἐκ διαβόλου πέμπεται: ἀλλ' ἡ πίστις ὑπογράφουσα τὴν κρίσιν, καταψύξασα τὸν νοῦν, σβέννυσι τὸ βέλος. Καὶ πολὺς ὁ περὶ τῆς πίστεως λόγος, καὶ οὐκ ἀρκετὸς ἡμῖν ὁ πᾶς τῆς ἡμέρας διηγουμένοις χρόνος. Αὐτάρκης δὲ νῦν τέως ἡμῖν ἔστω τῶν ἐκ τῆς παλαιᾶς τύπων μόνος Ἀβραὰμ, ἐπειδὴ κἀκείνου γεγόναμεν υἱοὶ διὰ τῆς πίστεως. Ἐκεῖνος οὐκ ἐξ ἔργων μόνον ἐδικαιώθη, ἀλλ' ἐκ πίστεως. Πολλὰ μὲν γὰρ κατώρθωσεν: ἀλλ' οὐδέ ποτε φίλος Θεοῦ ἐκλήθη, ἀλλ' ὅτε ἐπίστευσε. Καὶ πᾶν δὲ ἔργον αὐτοῦ κατὰ πίστιν τετέλεσται. Κατέλιπε γονέας διὰ πίστιν: κατέλιπε πατρίδα, καὶ χώραν καὶ οἰκίαν διὰ τὴν πίστιν. Ὥσπερ οὖν ἐκεῖνος ἐδικαιώθη, καὶ σὺ δικαιώθητι. Νεκρὸς ἦν λοιπὸν τῷ σώματι πρὸς τεκνογονίαν: πρεσβύτης γὰρ ἦν, καὶ πρεσβύτιδα λοιπὸν ἔσχε τὴν γαμετὴν Σάῤῥαν, καὶ τεκνογονίας ἐλπὶς οὐδεμία κατελείπετο. Ὁ Θεὸς τῷ πρεσβύτῃ τεκνογονίαν ἐπαγγέλλεται: καὶ μὴ ἀσθενήσας τῇ πίστει ὁ Ἀβραὰμ, καὶ κατανοήσας τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον: οὐ τῇ τοῦ σώματος ἀσθενείᾳ, ἀλλὰ τῇ δυνάμει τοῦ ἐπαγγέλλοντος προσέχων, πιστὸν ἡγησάμενος τὸν ἐπαγγειλάμενον, ὥσπερ ἐκ νενεκρωμένων σωμάτων παραδόξως τὸ τέκνον ἐκτήσατο. Καὶ μετὰ τὸ κτήσασθαι κελευσθεὶς προσενέγκαι τὸν υἱὸν,[ καὶ τοίγε ἀκούσας τὸ, Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,] προσέφερε τὸν υἱὸν τὸν μονογενῆ τῷ Θεῷ, πιστεύσας ὅτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δύναται ὁ Θεός. Καὶ συμποδίσας τὸν υἱὸν καὶ τοῖς ξύλοις ἐπιθεὶς, τῇ προαιρέσει μὲν προσήνεγκεν, ἀγαθωσύνῃ δὲ Θεοῦ τὸν υἱὸν ἔλαβε ζῶντα, ἀμνὸν αὐτῷ παραδόντος ὑπὲρ τοῦ τέκνου. Ἐπὶ τούτοις πιστὸς ὢν, ἐσφραγίσθη εἰς δικαιοσύνην καὶ περιτομὴν ἔλαβε, σφραγίδα τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ: λαβὼν ἐπαγγελίαν, ὅτι πατὴρ ἔσται πολλῶν ἐθνῶν. Πῶς τοίνυν ἐστὶ πατὴρ πολλῶν ἐθνῶν ὁ Ἀβραὰμ, ἴδωμεν. Ἰουδαίων μὲν γάρ ἐστιν ὁμολογουμένως, διὰ τὴν κατὰ σάρκα διαδοχήν: εἰ δὲ τῇ κατὰ σάρκα προσέχοιμεν, ψευδὲς εἰπεῖν ἀναγκασθησόμεθα τὸ λόγιον. Οὐκέτι γὰρ κατὰ σάρκα ἡμῶν πάντων ἐστὶ πατήρ: ἀλλ' ὁ τύπος τῆς ἐκείνου πίστεως πάντας ἡμᾶς υἱοὺς ποιεῖ τοῦ Ἀβραάμ. Πῶς καὶ τίνα τρόπον; Ἄπιστον παρὰ ἀνθρώποις τὶ, ἐκ νεκρῶν ἀναστῆναί τινα: ὥσπερ ὁμοίως ἄπιστον καὶ τὸ, ἐκ νενεκρωμένων πρεσβυτῶν τεκνογονίαν γενέσθαι. Ἀλλὰ Χριστοῦ καταγγελλομένου, ἐν ξύλῳ μὲν ἐσταυρωμένου, ἀποθανόντος δὲ καὶ ἀναστάντος, ἡμεῖς πιστεύομεν. Τῇ τοίνυν ὁμοιότητι τῆς πίστεως εἰς υἱοθεσίαν ἐρχόμεθα τοῦ Ἀβραὰμ, καὶ τότε μετὰ τὴν πίστιν, ὁμοίως ἐκείνῳ τὴν πνευματικὴν λαμβάνομεν σφραγίδα: ἁγίῳ Πνεύματι διὰ τοῦ λουτροῦ περιτεμνόμενοι, οὐ σώματος τὴν ἀκροβυστίαν, ἀλλὰ τὴν καρδίαν, κατὰ τὸν Ἱερεμίαν λέγοντα: Καὶ περιτεμεῖσθε τῷ Θεῷ τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν: καὶ κατὰ τὸν Ἀπόστολον: Ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, καὶ τὰ ἑξῆς. Ταύτην ἐὰν τηρήσωμεν τὴν πίστιν, ἀκατάγνωστοι ἐσόμεθα, καὶ παντοίοις ἀρετῶν εἴδεσι κοσμηθησόμεθα. Τοσοῦτον γὰρ ἰσχύει ἡ πίστις, ὡς καὶ ἀνθρώπους ἐπὶ θαλάσσης κουφίζειν περιπατοῦντας. Ἄνθρωπος ὅμοιος ἡμῖν ἦν ὁ Πέτρος, ἐξ αἵματος καὶ σαρκὸς συγκείμενος, καὶ ἐκ τῶν ὁμοίων τροφῶν διαγινόμενος: ἀλλ' εἰπόντι τῷ Ἰησοῦ, Ἐλθὲ, πιστεύσας, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, πάσης κρηπίδος ἀσφαλεστέραν ἐπὶ τοῖς ὕδασιν ἔχων τὴν πίστιν, καὶ τὸ βαρὺ σῶμα τῇ κουφότητι τῆς πίστεως μετεωριζόμενος. Ἀλλὰ μέχρι μὲν ὅτου ἐπίστευσεν, ὑπὲρ τὸ ὕδωρ εἶχεν ἀσφαλῆ τὴν βάσιν: ὅτε δὲ ἐδίστασε, τότε ἤρξατο καταποντίζεσθαι. Χαυνουμένης γὰρ κατὰ μέρος τῆς πίστεως, συγκατεσπᾶτο καὶ τὸ σῶμα. Καὶ συνιδὼν αὐτοῦ τὸ πάθος, ἔλεγεν ὁ τῶν ψυχῶν τὰ πάθη διορθούμενος Ἰησοῦς, Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Καὶ πάλιν, νευρωθεὶς ὑπὸ τοῦ κρατήσαντος αὐτοῦ τὴν δεξιὰν, ἀφ' οὗ πάλιν ἐπίστευσε, χειραγωγούμενος ὑπὸ τοῦ δεσπότου, τὸν αὐτὸν ἐπὶ τῶν ὑδάτων ἀπέλαβε περίπατον. Τοῦτο γὰρ πλαγίως ἐμνημόνευσε τὸ εὐαγγέλιον, εἰπὸν, ὅτι Ἀναβάντων δὲ αὐτῶν ἐπὶ τὸ πλοῖον. Οὐ γὰρ εἶπεν, ὅτι διακολυμβήσας ὁ Πέτρος ἀναβέβηκεν: ἀλλὰ δίδωσι νοεῖν, ὅτι ὅσον ἦλθε πρὸς τὸν Ἰησοῦν διάστημα, τοσοῦτον ἐπιστρέψας, πάλιν ἀνέβη ἐπὶ τὸ πλοῖον. Τοσοῦτον δὲ ἔχει δυνάμεως ἡ πίστις, ὥστε οὐ μόνος ὁ πιστεύων σώζεται, ἀλλὰ γὰρ καὶ οἱ ἄλλοι ἄλλων πιστευσάντων ἐσώθησαν. Οὐκ ἦν πιστὸς ὁ παραλυτικὸς ὁ ἐν Καπαρναούμ: ἀλλ' οἱ βαστάζοντες καὶ χαλάσαντες διὰ τῶν κεράμων, ἐπίστευον. Συνενόσει γὰρ τῷ σώματι τοῦ νοσοῦντος καὶ ἡ ψυχή. Καὶ μή με νομίσῃς ἐκείνου κατηγορεῖν μάτην: αὐτὸ τὸ εὐαγγέλιον εἴρηκεν: Ἰδὼν ὁ Ἰησοῦς, οὐ τὴν πίστιν αὐτοῦ, ἀλλὰ τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ, Ἔγειρε. Οἱ βαστάζοντες ἐπίστευσαν, καὶ ὁ παραλυτικὸς ἀπήλαυσε τῆς ἰάσεως. Καὶ θέλεις ἰδεῖν ἀσφαλέστερον, ὅτι πίστεσιν ἄλλων ἄλλοι διασώζονται; Ἐτελεύτησεν ὁ Λάζαρος: παρεληλύθει μία καὶ δευτέρα καὶ τρίτη ἡμέρα: διελύθη τὰ νεῦρα αὐτοῦ, καὶ σηπεδὼν λοιπὸν ἐπενέμετο τὸ σῶμα. Πῶς ἐδύνατο πιστεῦσαι νεκρὸς τετραήμερος καὶ ὑπὲρ ἑαυτοῦ παρακαλέσαι τὸν λυτρωτήν; Ἀλλ' ὅπερ ἔλειπε τῷ τετελευτηκότι, τοῦτο διὰ τῶν γνησίων ἀδελφῶν ἐπληροῦτο. Ἐλθόντι[ γὰρ] τῷ Κυρίῳ προσέπεσεν ἡ ἀδελφή: καὶ λέγοντι, Ποῦ τεθείκατε αὐτόν; ἀποκριναμένης ἐκείνης, Κύριε ἤδη ὄζει, τεταρταῖος γάρ ἐστι, φησὶν ὁ Κύριος, Ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν τοῦ Θεοῦ: μονονουχὶ λέγων ὅτι, σὺ τοῦ νεκροῦ τὸ λεῖπον τῆς πίστεως ἀναπλήρωσον. Καὶ τοσοῦτον ἴσχυσε τῶν ἀδελφῶν ἡ πίστις, ὥστε τὸν νεκρὸν ἐξ ᾅδου πυλῶν ἀνεκαλέσατο. Εἶτα ἕτεροι ὑπὲρ ἑτέρων πιστεύσαντες, ἐκ νεκρῶν ἀναστῆναι ἴσχυσαν: σὺ δὲ, ἐὰν ὑπὲρ σεαυτοῦ πιστεύσῃς εἰλικρινῶς, ἆρ' οὐχὶ μᾶλλον ὠφεληθήσῃ; Ἀλλὰ κἂν ἄπιστος ᾖς ἢ ὀλιγόπιστος, φιλάνθρωπός ἐστιν ὁ Κύριος, συμπεριφέρεταί σοι μετανοοῦντι. Μόνον εἰπὲ καὶ αὐτὸς εὐγνωμόνως: Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ. Εἰ δὲ καὶ πιστὸς εἶναι νομίζεις, ἀλλ' οὔπω τὸ τέλειον τῆς πίστεως ἔχεις: χρεία καί σοι κατὰ τοὺς Ἀποστόλους εἰπεῖν: Κύριε, πρόσθες ἡμῖν πίστιν. Τὸ μὲν γάρ τι παρὰ σεαυτοῦ ἔχεις, τὸ δέ τι παρ' ἐκείνου πολὺ λαμβάνεις. Τὸ γὰρ τῆς πίστεως ὄνομα ἓν μέν ἐστι κατὰ τὴν προσηγορίαν, διχῆ δὲ διαιρεῖται. Ἔστι μὲν γὰρ ἓν εἶδος τῆς πίστεως, τὸ δογματικὸν, συγκατάθεσιν[ τῆς] ψυχῆς ἔχον περὶ τοῦδέ τινος: καὶ ὠφελεῖ τὴν ψυχὴν, καθώς φησιν ὁ Κύριος: Ὁ ἀκούων μου τὰ ῥήματα, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται. Καὶ πάλιν: Ὁ πιστεύων εἰς τὸν υἱὸν, οὐ κρίνεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Ὦ μεγάλης Θεοῦ φιλανθρωπίας: οἱ δίκαιοι μὲν γὰρ ἐν πολλοῖς ἔτεσιν εὐηρέστησαν: ὅπερ δὲ ἐκεῖνοι, δι' εὐαρεστήσεως πολλῶν ἐτῶν κατορθώσαντες, ἐκτήσαντο, τοῦτό σοι νῦν Ἰησοῦς διὰ μιᾶς ὥρας χαρίζεται. Ἐὰν γὰρ πιστεύσῃς, ὅτι κύριος Ἰησοῦς Χριστὸς καὶ ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ καὶ μετατεθήσῃ εἰς[ τὸν] παράδεισον, ὑπὸ τοῦ τὸν λῃστὴν εἰς παράδεισον εἰσαγαγόντος. Καὶ μὴ ἀπιστήσῃς εἰ δυνατόν ἐστιν. Ὁ γὰρ τὸν λῃστὴν διὰ μιᾶς ὥρας πιστεύσαντα σώσας ἐν τῷ ἁγίῳ τούτῳ Γολγοθᾷ, ὁ αὐτὸς καί σε πιστεύσαντα διασώσει. Δεύτερον δέ ἐστιν εἶδος πίστεως, τὸ ἐν χάριτος μέρει παρὰ τοῦ Χριστοῦ δωρούμενον. Ὧι μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων. Αὕτη τοίνυν, ἡ κατὰ χάριν δωρουμένη πίστις ἐκ τοῦ Πνεύματος, οὐ δογματικὴ μόνον ἐστὶν, ἀλλὰ καὶ τῶν ὑπὲρ ἄνθρωπον ἐνεργητική. Ὃς γὰρ ἂν ἔχῃ τὴν πίστιν ταύτην, ἐρεῖ τῷ ὄρει τούτῳ, Μετάβα ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται. Ὅταν γὰρ κατὰ πίστιν εἴπῃ τόδε τὶς, πιστεύων ὅτι γίνεται, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, τότε λαμβάνει τὴν χάριν. Καὶ περὶ τῆς πίστεως ταύτης εἴρηται τό, Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως. Ὅνπερ γὰρ τρόπον ὁ κόκκος τοῦ σινάπεως μικρὸς μέν ἐστι τὸ μέγεθος, διάπυρος δὲ τὴν ἐνέργειαν, καὶ ἐν ὀλίγῃ ἐσπαρμένος περιγραφῇ μεγάλους κλάδους περιέχει, ὃς αὐξηθεὶς δύναται καὶ τὰ πετεινὰ σκεπάζειν: οὕτω καὶ ἡ πίστις ἐν τῇ ψυχῇ ἐν ὀξυτάτῃ ῥοπῇ τὰ μέγιστα κατορθοῖ. Περὶ Θεοῦ μὲν γὰρ φαντάζεται, καὶ Θεὸν κατοπτεύει, καθὸ ἐγχωρεῖ τῇ πίστει φωτισθεῖσα: κόσμου τε τὰ πέρατα περιπολεῖ, καὶ πρὸ τῆς συντελείας τοῦ αἰῶνος τούτου τὴν κρίσιν ἤδη βλέπει, καὶ τὴν μισθαποδοσίαν τῶν ἐπαγγελιῶν. Ἔχε τοίνυν τὴν παρὰ σεαυτοῦ πίστιν, τὴν εἰς αὐτόν: ἵνα λάβῃς καὶ παρ' ἐκείνου, τὴν τῶν ὑπὲρ ἄνθρωπον ἐνεργητικήν. Πίστιν δὲ ἐν μαθήσει καὶ ἀπαγγελίᾳ κτῆσαι καὶ τήρησον μόνην, τὴν ὑπὸ τῆς Ἐκκλησίας νυνί σοι παραδιδομένην, τὴν ἐκ πάσης γραφῆς ὠχυρωμένην. Ἐπειδὴ γὰρ οὐ πάντες δύνανται τὰς γραφὰς ἀναγινώσκειν, ἀλλὰ τοὺς μὲν ἰδιωτεία, τοὺς δὲ ἀσχολία τις ἐμποδίζει πρὸς τὴν γνῶσιν: ὑπὲρ τοῦ, μὴ τὴν ψυχὴν ἐξ ἀμαθίας ἀπολέσθαι, ἐν ὀλίγοις τοῖς στίχοις τὸ πᾶν δόγμα τῆς πίστεως περιλαμβάνομεν. Ὅπερ καὶ ἐπ' αὐτῆς τῆς λέξεως μνημονεῦσαι ὑμᾶς βούλομαι καὶ παρ' ἑαυτοῖς μετὰ πάσης σπουδῆς ἀπαγγεῖλαι, οὐκ εἰς χάρτας ἀπογραφομένους, ἀλλ' ἐν καρδίᾳ τῇ μνήμῃ στηλογραφοῦντας: φυλαττομένους ἐν τῷ μελετᾷν, μή πού τις Κατηχούμενος ἐπακούσῃ τῶν παραδεδομένων: ἔχειν δὲ ταύτην ἐφόδιον ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς καὶ παρὰ ταύτην ἄλλην μηκέτι δέξασθαι: μήτε ἂν ἡμεῖς αὐτοὶ μεταθέμενοι, τοῖς νῦν διδασκομένοις ἐναντιολογῶμεν: μήτε ἂν ἄγγελος ἐναντίος, εἰς ἄγγελον φωτὸς μετασχηματισθεὶς, πλανῆσαί σε βούληται. Κἂν γὰρ ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν, παρ' ὃ νῦν παρελάβετε, ἀνάθεμα ἔστω. Καὶ τέως μὲν ἐπ' αὐτῆς τῆς λέξεως ἀκούων, μνημόνευσον τῆς Πίστεως, ἐκδέχου δὲ κατὰ τὸν δέοντα καιρὸν τὴν ἀπὸ τῶν θείων γραφῶν περὶ ἑκάστου τῶν ἐγκειμένων σύστασιν. Οὐ γὰρ ὡς ἔδοξεν ἀνθρώποις συνετέθη τὰ τῆς Πίστεως: ἀλλ' ἐκ πάσης γραφῆς τὰ καιριώτατα συλλεχθέντα, μίαν ἀναπληροῖ τὴν τῆς Πίστεως διδασκαλίαν. Καὶ ὅνπερ τρόπον ὁ τοῦ σινάπεως σπόρος, ἐν μικρῷ κόκκῳ πολλοὺς περιέχει τοὺς κλάδους: οὕτω καὶ ἡ Πίστις αὕτη, ἐν ὀλίγοις ῥήμασι, πᾶσαν τὴν ἐν τῇ παλαιᾷ καὶ καινῇ τῆς εὐσεβείας γνῶσιν ἐγκεκόλπισται. Βλέπετε οὖν, ἀδελφοὶ, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς νῦν παραλαμβάνετε, καὶ ἀπογράψασθε αὐτὰς εἰς τὸ πλάτος τῆς καρδίας ὑμῶν. Τηρήσατε μετ' εὐλαβείας, μή που συλήσῃ τινὰς χαυνωθέντας ὁ ἐχθρὸς μή: τις αἱρετικὸς παρατρέψῃ τι τῶν παραδιδομένων[ ὑμῖν]. Πίστις μὲν γάρ ἐστι τὸ βαλεῖν τὸ ἀργύριον ἐπὶ τὴν τράπεζαν,[ ὅπερ ἡμεῖς νῦν πεποιήκαμεν] Θεὸς δὲ παρ' ὑμῶν ἀπαιτεῖ τῆς παρακαταθήκης τοὺς λόγους. Διαμαρτύρομαι, καθώς φησιν ὁ Ἀπόστολος, ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαι ταύτην ὑμᾶς τὴν παραδεδομένην Πίστιν ἄσπιλον, μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Θησαυρὸς ζωῆς νῦν σοι παρεδόθη, καὶ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ ζητεῖ τὴν παρακαταθήκην ὁ δεσπότης: ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων: ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον: ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται: ᾧ ἡ δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.