Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Catecheses to the Illuminandi
Cyril of JerusalemCatecheses 6 · textus-receptusMore by Cyril of Jerusalem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem"> —
⋯
More
Original / primary: Textus receptus
6.1
[ 6] ΚΑΤΗΧΗΣΙΣ Ϛʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα περὶ ΘΕΟΥ ΜΟΝΑΡΧΙΑΣ, εἰς τό, ΠΙΣΤΕΥΩ ΕΙΣ ΕΝΑ ΘΕΟΝ: καὶ ΠΕΡΙ ΑΙΡΕΣΕΩΝ. Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἡσαΐου: ἐγκαινίζεσθε πρός με νῆσοι. Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον: οὐκ αἰσχυνθήσονται, οὐδ' οὐ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος, καὶ τὰ ἑξῆς. ΕΥΛΟΓΗΤΟΣ ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ:[ εὐλογητὸς καὶ ὁ τούτου μονογενὴς Υἱός]. Ἅμα γὰρ τῷ νοεῖσθαι Θεὸς, νοείσθω καὶ Πατήρ: ἵνα ἀδιαίρετος ἡ Πατρὸς καὶ Υἱοῦ σὺν ἁγίῳ Πνεύματι δοξολογία τελῆται. Οὐ γὰρ ἄλλην δόξαν Πατὴρ καὶ ἄλλην Υἱὸς ἔχει: ἀλλὰ μίαν καὶ τὴν αὐτὴν[ τῷ ἁγίῳ Πνεύματι]. Ἐπειδὴ Πατρός ἐστιν Υἱὸς μονογενὴς, καὶ Πατρὸς δοξαζομένου συναπολαύει τῆς δόξης καὶ ὁ Υἱός. Ἐπειδὴ δόξα υἱοῦ ἐκ τιμῆς πατρὸς αὐτοῦ: καὶ πάλιν υἱοῦ δοξολογουμένου, μεγάλως τιμᾶται ὁ τοῦ τοσούτου πατὴρ ἀγαθοῦ. Καὶ ἡ μὲν διάνοια ὀξύτατα νοεῖ: ἡ δὲ γλῶσσα ῥημάτων δεῖται καὶ διηγήσεως πολλῆς τῶν μεταξὺ λόγων. Ἅμα μὲν γὰρ ὀφθαλμὸς χόρον ἄστρων περιλαμβάνει πολύν: ἀλλ' ὅταν τὸ καθ' ἕκαστον διηγήσασθαι βουληθῇ τις, τί μέν ἐστι φωσφόρος, τί δὲ ἕσπερος, τί δὲ τὸ καθ' ἓν, πολλῶν ἐπιδεῖται τῶν ῥημάτων. Πάλιν ὁμοίως, γῆν καὶ θάλασσαν καὶ πάντα τὰ τοῦ κόσμου τέρματα ἐν ὀξυτάτῃ ῥοπῇ περιλαμβάνει ἡ διάνοια: ἀλλ' ὅπερ ἐν ἀκαρεῖ νοεῖ, τοῦτο ἐν ῥήμασι πολλοῖς διηγεῖται. Μέγα μὲν οὖν καὶ τὸ ῥηθὲν παράδειγμα: ἀλλ' ἔτι ἀσθενὲς καὶ ἀνίσχυρον. Λέγομεν γὰρ οὐχ ὅσα δεῖ περὶ Θεοῦ[ μόνῳ γὰρ αὐτῷ ταῦτα γνώριμα], ἀλλ' ὅσα κεχώρηκεν ἡ ἀνθρωπίνη φύσις καὶ ὅσα ἡ ἡμετέρα ἀσθένεια βαστάσαι δύναται. Οὐ γὰρ τὸ, τί ἐστι Θεὸς, ἐξηγούμεθα: ἀλλ' ὅτι τὸ ἀκριβὲς περὶ αὐτοῦ οὐκ οἴδαμεν, μετ' εὐγνωμοσύνης ὁμολογοῦμεν. Ἐν τοῖς γὰρ περὶ Θεοῦ μεγάλη γνῶσις, τὸ τὴν ἀγνωσίαν ὁμολογεῖν. Μεγαλύνατε τοίνυν τὸν Κύριον σὺν ἐμοὶ καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτὸ κοινῇ πάντες: ὁ γὰρ εἷς ἀδυνατεῖ. Μᾶλλον δὲ κἂν πάντες ὁμοῦ συναχθῶμεν, οὔπω τὸ καθ' ὃ δεῖ ποιήσομεν. Οὐ λέγω τοὺς παρόντας ὑμᾶς μόνους, ἀλλὰ γὰρ κἂν πάσης τῆς οἰκουμενικῆς ἐκκλησίας, τῆς τε νῦν οὔσης καὶ τῆς μελλούσης, πάντα τὰ θρέμματα συνέλθοι, τὸν ποιμένα κατ' ἀξίαν ὑμνῆσαι οὐ δυνήσεται. Μέγας ἦν Ἀβραὰμ καὶ τίμιος: ἀλλὰ μέγας πρὸς ἀνθρώπους. Ὅτε δὲ πρὸς τὸν Θεὸν ἔφθασε, τότε φησὶν εὐγνωμόνως ἀληθεύων, Ἐγώ εἰμι γῆ καὶ σποδός. Οὐκ εἶπε, γῆ, καὶ ἐσίγησεν, ἵνα μὴ τὸ μέγα στοιχεῖον ἑαυτὸν ὀνομάσῃ: ἀλλὰ ἐπήγαγε, καὶ σποδός, ἵνα τὸ εὐδιάλυτον αὐτοῦ καὶ σαθρὸν παραστήσῃ. Ἔστι τι, φησὶ, σποδοῦ σμικρότερον ἢ λεπτότερον; Λαβὲ[ γάρ] φησι, τὴν σύγκρισιν σποδοῦ πρὸς οἰκίαν καὶ οἰκίας πρὸς πόλιν, καὶ πόλεως πρὸς ἐπαρχίαν, καὶ ἐπαρχίας πρὸς τὴν Ῥωμαίων χώραν, καὶ τῆς Ῥωμαίων χώρας πρὸς πᾶσαν τὴν γῆν καὶ πάντα τὰ τέρματα, πᾶσαν δὲ τὴν γῆν πρὸς τὸν ἐγκεκολπισμένον αὐτὴν οὐρανόν: ἥτις τοσαύτην ἔχει πρὸς τὸν οὐρανὸν τὴν σύγκρισιν, ὅσην τὸ μέσον πρὸς πᾶσαν τὴν περιφέρειαν ἔχει τοῦ τροχοῦ[ τοσαύτη γὰρ γῆς πρὸς οὐρανὸν ἡ σύγκρισις], καὶ τὸν πρῶτον οὐρανὸν τὸν φαινόμενον τοῦτον μικρότερον εἶναι νόησον τοῦ δευτέρου καὶ τὸν δεύτερον τοῦ τρίτου:[ μέχρι γὰρ τούτων ὠνόμασεν ἡ γραφή: οὐχ ὅτι τοσοῦτοι μόνοι τυγχάνουσιν, ἀλλ' ὅτι τοσούτους μόνους ἡμῖν γνῶναι συνέφερε], καὶ ὅταν εἴδῃς τῷ νῷ πάντας τοὺς οὐρανοὺς, οὔπω οὐδὲ οἱ οὐρανοὶ αἰνέσαι τὸν Θεὸν καθ' ὅ ἐστιν, δυνήσονται: οὐδ' ἂν βροντῆς μεγαλοφωνότερα ἠχήσωσιν. Εἰ δὲ τὰ τοσαῦτα κύτη τῶν οὐρανῶν τὸν Θεὸν ὑμνῆσαι κατ' ἀξίαν οὐ δύνανται: πότε ἆρα γῆ καὶ σποδὸς, τὸ μικρότατον καὶ τῶν ὄντων ἐλαχιστότατον, ἄξιον ὕμνον ἀναπέμψαι τοῦ Θεοῦ δυνήσεται,[ ἢ ἀξίως εἰπεῖν περὶ Θεοῦ] κατέχοντος τὸν γύρον τῆς γῆς, καὶ ἔχοντος τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡς ἀκρίδας; Εἴ τις ἐπιχειρεῖ τὰ περὶ Θεοῦ λέγειν, πρῶτον διηγείσθω τῆς γῆς τὰ τέρματα. Γῆν οἰκεῖς, καὶ τὸ τέλος τῆς σῆς οἰκίας, τῆς γῆς, οὐ γινώσκεις: καὶ πῶς τὸν κατασκευαστὴν ἀξίως νοῆσαι δυνήσῃ; Θεωρεῖς τοὺς ἀστέρας, τὸν δὲ ποιητὴν οὐ θεωρεῖς. Ἀριθμῆσαι τοὺς φαινομένους, καὶ τότε τὸν μὴ φαινόμενον ἐξήγησαι: τὸν ἀριθμοῦντα πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλοῦντα. Σταγόνες ὑετῶν λαβροτέρων προσφάτως ἐπελθοῦσαι μικροῦ δεῖν ἀπώλεσαν ἡμᾶς. Ἀρίθμησον ταύτης μόνης τῆς πόλεως τὰς σταγόνας: καὶ οὐ λέγω τῆς πόλεως, ἀλλὰ τοῦ σοῦ δώματος εἰς μίαν ὥραν τὰς σταγόνας ἀρίθμησον, εἴ σοι δυνατόν: ἀλλὰ ἀδυνατῶν γινώσκεις σεαυτοῦ τὴν ἀσθένειαν. ἐκ τούτου γνῶθι τοῦ Θεοῦ τὴν δύναμιν. Ἀριθμηταὶ γὰρ αὐτῷ καὶ σταγόνες ὑετῶν, αἱ κατὰ πάσης τῆς οἰκουμένης οὐ νῦν χυθεῖσαι μόνον, ἀλλὰ καὶ αἱ πάντοτε. Ποίημα Θεοῦ ἥλιος, μέγα μέν: μικρότατον δὲ πρὸς σύγκρισιν τοῦ παντὸς οὐρανοῦ. Ἐνατένισον πρῶτον ἡλίῳ, καὶ τότε τὸν δεσπότην πολυπραγμόνησον. Βαθύτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε: ἃ προσετάγη σοι, ταῦτα διανοοῦ. Ἀλλ' ἐρεῖ τις, εἰ ἀκατάληπτός[ ἐστιν] ἡ ὑπόστασις ἡ θεία, καὶ τί σὺ περὶ τούτων διηγῇ; Ἆρα οὖν ἐπειδὴ πάντα τὸν ποταμὸν ἐκπιεῖν ἀδυνατῶ, μηδὲ τὸ συμφέρον ἐμαυτῷ συμμέτρως λάβω; Ἆρα ἐπειδὴ πάντα τὸν ἥλιον τῇ τῶν ὀμμάτων καταστάσει χωρῆσαι οὐ δύναμαι, μηδὲ πρὸς τὴν ἐμαυτοῦ χρείαν αὔταρκες ἐμβλέψω; Ἢ καὶ ἐπειδὴ εἰς παράδεισον μέγιστον εἰσελήλυθα, καὶ πᾶσαν τὴν τῶν ἀκροδρύων ὑπόστασιν φαγεῖν οὐ δύναμαι, βούλει με πεινῶντα τελείως ἐξελθεῖν; Αἰνῶ καὶ δοξάζω τὸν ἡμᾶς ποιήσαντα: κέλευσμα γὰρ θεῖόν ἐστι τὸ λέγον: Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Δοξάζειν τὸν δεσπότην, ἀλλ' οὐκ ἐξηγεῖσθαι νῦν ἐπιχειρῶ, εἰδὼς μὲν τοί γε ὅτι τοῦ δοξάζειν τῆς ἀξίας ἀπολειφθήσομαι, ἔργον δὲ εὐσεβείας ἡγούμενος τὸ κἂν ὅλως ἐπιχειρεῖν. Παραμυθεῖται γάρ μου τὴν ἀσθένειαν ὁ Κύριος Ἰησοῦς λέγων, Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Τί οὖν, ἐρεῖ τις, οὐ γέγραπται, ὅτι οἱ ἄγγελοι τῶν μικρῶν βλέπουσιν διὰ παντὸς τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς; Ἀλλὰ βλέπουσιν οἱ ἄγγελοι, οὐ καθώς ἐστιν ὁ Θεὸς, ἀλλὰ καθόσον καὶ αὐτοὶ χωροῦσιν. Αὐτὸς γὰρ Ἰησοῦς ἐστιν ὁ λέγων, Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Βλέπουσιν[ οὖν οἱ] ἄγγελοι καθ' ὃ χωροῦσι, καὶ ἀρχάγγελοι καθ' ὃ δύνανται: Θρόνοι δὲ καὶ Κυριότητες, μειζόνως μὲν παρὰ τοὺς πρώτους, ἔλαττον δὲ τῆς ἀξίας. Μόνον δὲ βλέπειν δύναται ὡς χρὴ, ἅμα τῷ Υἱῷ, τὸ Πνεῦμα τὸ ἅγιον. Ἐκεῖνο γὰρ πάντα ἐρευνᾷ,[ καὶ γινώσκει] καὶ τὰ βάθη τοῦ Θεοῦ: ὥς γε καὶ ὁ μονογενὴς Υἱὸς γινώσκει καθ' ὃ δεῖ, ἅμα τῷ Πνεύματι τῷ ἁγίῳ, τὸν Πατέρα. Οὐδὲ γὰρ τὸν Πατέρα τις ἐπιγινώσκει, φησὶν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Βλέπει γὰρ καθ' ὃ δεῖ καὶ ἀποκαλύπτει διὰ τοῦ Πνεύματος, καθ' ὃ ἕκαστος χωρεῖ, τὸν Θεόν: ἐπειδὴ καὶ τῆς θεότητός ἐστι τῆς πατρικῆς σὺν τῷ Πνεύματι τῷ ἁγίῳ κοινωνὸς ὁ Υἱὸς ὁ μονογενής. Ὁ γεννηθεὶς[ ἀπαθῶς πρὸ τῶν χρόνων αἰωνίων] οἶδε τὸν γεννήσαντα, καὶ ὁ γεννήσας οἶδε τὸν γεγεννημένον. Ἀγγέλων τοίνυν ἀγνοούντων,( κατὰ γὰρ τὴν οἰκείαν ἑκάστῳ δύναμιν ἀποκαλύπτει[ σὺν τῷ Πνεύματι], διὰ τοῦ Πνεύματος τοῦ ἁγίου, ὁ μονογενὴς, ὡς εἰρήκαμεν) μηδεὶς ἀνθρώπων ἐπαισχυνέσθω τὴν ἄγνοιαν ὁμολογεῖν. Λαλῶ νῦν ἐγὼ καὶ πάντες κατὰ καιρόν: ἀλλὰ τὸ πῶς λαλοῦμεν, ἀδυνατοῦμεν εἰπεῖν. Πῶς οὖν τὸν δόντα τὸ λαλεῖν δύναμαι διηγήσασθαι; Ὁ ψυχὴν ἔχων ἐγὼ, καὶ τοὺς χαρακτῆρας αὐτῆς εἰπεῖν μὴ δυνάμενος, πῶς τὸν δοτῆρα τῆς ψυχῆς ἐξειπεῖν δυνήσομαι; Αὔταρκες ἡμῖν εἰς εὐσέβειαν ἔσται τοῦτο μόνον, τὸ εἰδέναι ὅτι Θεὸν ἔχομεν. Θεὸν ἕνα, Θεὸν ὄντα, ἀεὶ ὄντα: ὅμοιον ἀεὶ ἑαυτῷ ὄντα: οὗ πατὴρ οὐκ ἔστιν ἄλλος: οὗ μηδεὶς ἰσχυρότερος, ὃν οὐδεὶς διαδεξάμενος ἐκβάλλει τῆς βασιλείας: τὸν πολυώνυμον καὶ παντοδύναμον καὶ μονοειδῆ τὴν ὑπόστασιν. Οὐ γὰρ ὅτι καλεῖται ἀγαθὸς καὶ δίκαιος καὶ παντοκράτωρ καὶ Σαβαὼθ, παρὰ τοῦτο διάφορός ἐστι καὶ ἀλλοῖος: ἀλλ' εἷς ὢν καὶ ὁ αὐτὸς, μυρίας ἐκπέμπει τὰς τῆς θεότητος ἐνεργείας. Οὐκ ἐν μέρει πλέον ἔχων, καὶ ἐν μέρει ἐλαττούμενος: ἀλλ' ἐν πᾶσιν ὅμοιος ὢν αὐτὸς ἑαυτῷ. Οὐ μέγας ἐν φιλανθρωπίᾳ μόνον καὶ μικρὸς ἐν σοφίᾳ: ἀλλ' ἰσοδύναμον ἔχων τὴν σοφίαν καὶ τὴν φιλανθρωπίαν. Οὐκ ἐν μέρει βλέπων, ἐν μέρει δὲ τοῦ βλέπειν ἀπεστερημένος: ἀλλ' ὅλος ὢν ὀφθαλμὸς καὶ ὅλος ἀκοὴ καὶ ὅλος νοῦς. Οὐχ ὡς ἡμεῖς ἐν μέρει νοῶν καὶ ἐν μέρει μὴ γινώσκων: βλάσφημος γὰρ ὁ λόγος καὶ θείας ὑποστάσεως ἀνάξιος. Προγνώστης ἐστὶ τῶν ὄντων καὶ ἅγιος καὶ παντοκράτωρ, καὶ πάντων ἀγαθώτερος, καὶ πάντων μείζων καὶ πάντων σοφώτερος: οὗ[ μήτε ἀρχὴν] μήτε μορφὴν μήτε εἶδος ἐξειπεῖν δυνησόμεθα. Οὔτε γὰρ φωνῆς αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατέ, φησιν ἡ γραφή. Διὸ καὶ πρὸς τοὺς Ἰσραηλίτας φησὶν ὁ Μωσῆς, Καὶ φυλάξασθε σφόδρα ταῖς ψυχαῖς ὑμῶν, ὅτι ὁμοίωμα οὐκ εἴδετε. Εἰ γὰρ ὅλως τὴν ὁμοιότητα ἀδύνατον φαντασθῆναι, ἐγγὺς ἔσται ἆρα ἡ διάνοια τῆς ὑποστάσεως; Ἐφαντάσθησαν πολλοὶ πολλὰ, καὶ πάντες ἀποτετυχήκασι. Καὶ οἱ μὲν πῦρ ἐνόμισαν εἶναι τὸν Θεόν: ἕτεροι δὲ πτερωτὸν ὡς ἄνθρωπον, διὰ τὸ γεγράφθαι μὲν καλῶς, νοεῖσθαι δὲ κακῶς τὸ, Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με. Ἐπελάθοντο τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς, λέγοντος ὁμοίως καὶ περὶ ἑαυτοῦ πρὸς τὴν Ἱερουσαλὴμ, Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Τῆς γὰρ φρουρητικῆς αὐτοῦ δυνάμεως εἰς πτέρυγας λαμβανομένης, οὗτοι μὴ νοήσαντες, εἰς ἀνθρώπινα πράγματα καταπεσόντες, ἀνθρωπίνως ὑπέλαβον εἶναι τὸν ἀνεξιχνίαστον. Οἱ δὲ ἑπτὰ ὀφθαλμοὺς ἔχειν αὐτὸν εἰπεῖν ἐτόλμησαν, διὰ τὸ γεγράφθαι, Ἑπτὰ ὀφθαλμοὶ Κυρίου ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. Εἰ γὰρ ἑπτὰ ὀφθαλμοὺς μόνους ἐν μέρει περίκειται, μερικὸν ἄρα τὸ βλέπειν αὐτῷ, καὶ οὐ παντελές: ὅπερ[ ἐπὶ Θεοῦ] λέγειν δύσφημον. Τὸν γὰρ Θεὸν τέλειον ἐν πᾶσιν εἶναι δεῖ πιστεύειν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν τὴν λέγουσαν, Ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι. Τέλειος ἐν τῷ βλέπειν, τέλειος ἐν τῷ δύνασθαι, τέλειος ἐν τῷ μεγέθει, τέλειος ἐν προγνώσει, τέλειος ἐν ἀγαθωσύνῃ, τέλειος ἐν δικαιοσύνῃ, τέλειος ἐν φιλανθρωπίᾳ. Οὐκ ἐν τόπῳ περιωρισμένος, ἀλλὰ τῶν τόπων ποιητής: ἐν πᾶσιν ὢν, καὶ ὑπὸ μηδενὸς περιγραφόμενος. Θρόνος αὐτῷ ὁ οὐρανὸς, ἀλλ' ὑπερανέχει ὁ καθεζόμενος:[ καὶ] ὑποπόδιον ἡ γῆ, ἀλλὰ φθάνει ἡ δύναμις καὶ μέχρι καταχθονίων. Εἷς ἐστι πανταχοῦ παρὼν, πάντα βλέπων, πάντα νοῶν, πάντα διὰ Χριστοῦ κατασκευάζων.[ Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.] Πηγὴ παντὸς ἀγαθοῦ μεγίστη καὶ ἀνελλιπὴς, ποταμὸς εὐεργεσιῶν, φῶς ἀΐδιον, ἀνελλιπῶς ἀπαστράπτον, δύναμις ἀκαταγώνιστος ταῖς ἀσθενείαις[ ἡμῶν] συμπεριφερομένη: οὗ μηδὲ τὸ ὄνομα φέρομεν ἀκοῦσαι. Ἢ ἴχνος Κυρίου εὑρήσεις, φησὶν ὁ Ἰὼβ, ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ; Εἰ τὰ ἔσχατα τῶν ποιημάτων οὐ καταλαμβάνεται, ἆρα ὁ τὰ πάντα ποιήσας καταληφθήσεται; Ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν, οὐδ' ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Εἰ ἃ ἡτοίμασεν ὁ Θεὸς, ἀπερίληπτα τυγχάνει ταῖς ἡμετέραις διανοίαις, αὐτὸν ἆρα τὸν ἑτοιμάσαντα τῷ νῷ περιλαμβάνειν δυνάμεθα; Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ: ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ, φησιν ὁ Ἀπόστολος. Εἰ τὰ κρίματα καὶ αἱ ὁδοὶ ἀκατάληπτα καθέστηκεν, αὐτὸς ἆρα καταληφθήσεται; Τοσούτου τοίνυν ὄντος τοῦ Θεοῦ καὶ ἔτι μείζονος( οὐδὲ γὰρ ἐὰν ὅλην μου τὴν ὑπόστασιν εἰς γλῶσσαν μεταβαλῶ, δύναμαι τὸ κατ' ἀξίαν εἰπεῖν: μᾶλλον δὲ οὐδ' εἰ πάντες ἄγγελοι συνέλθοιεν, οὔπω τὸ κατ' ἀξίαν ἐροῦσι): τοσούτου τοίνυν ὄντος ἀγαθοῦ καὶ μεγάλου τοῦ Θεοῦ, ἄνθρωπος λίθον γλύψας, τῷ λίθῳ εἶπεν, Θεός μου εἶ σύ. Ὦ μεγάλης ἀβλεψίας, ἐκ τοσούτου μεγέθους εἰς τοσαύτην ταπεινότητα κατελθούσης! Τὸ ξύλον ὅπερ ὁ Θεὸς ἐφύτευσεν, καὶ ὑετὸς ἐμήκυνε, καὶ ὕστερον κατακαυθὲν καὶ σποδὸς διάπυρος γινόμενον, τοῦτο μὲν Θεὸς ἀναγορεύεται: ὁ δὲ ἀληθὴς Θεὸς καταφρονεῖται. Ἐπεδαψιλεύσατο δὲ ἡ πονηρία τῆς εἰδωλολατρίας: καὶ αἴλουρος καὶ λύκος καὶ κύων ἀντὶ Θεοῦ προσεκυνήθησαν, καὶ λέων ἀνθρωποβόρος ἀντὶ τοῦ Θεοῦ τοῦ φιλανθρωποτάτου προσεκυνήθη. Ὄφις καὶ δράκων, ἀντίμιμοι τοῦ ἐκβαλόντος ἡμᾶς ἐκ παραδείσου, προσεκυνήθησαν: καὶ ὁ τὸν παράδεισον φυτεύσας κατεφρονήθη. Αἰσχύνομαι λέγειν, πλὴν λέγω: καὶ κρόμμυα γὰρ ἤδη παρά τισι προσεκυνήθη. Οἶνος ἐδόθη, ἵνα εὐφραίνῃ καρδίαν ἀνθρώπου: καὶ Διόνυσος ἀντὶ Θεοῦ προσεκυνήθη. Σῖτον ὁ Θεὸς εἰργάσατο διὰ τοῦ εἰπεῖν, Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος[ καὶ καθ' ὁμοιότητα], ἵνα ἄρτος στηρίσῃ καρδίαν ἀνθρώπου: καὶ πόθεν ἡ Δήμητρα προσεκυνήθη; Τὸ πῦρ ἐκ λίθων συγκρούσεως ἐξέρχεται μέχρι σήμερον: καὶ πόθεν Ἥφαιστος, πυρὸς ποιητής; Πόθεν ἡ πολύθεος τῶν Ἑλλήνων πλάνη; Ἀσώματος ὁ Θεός: καὶ πόθεν μοιχεῖαι παρὰ τοῖς ὑπ' αὐτῶν λεγομένοις θεοῖς κατηγοροῦνται; Σιωπῶ τὰς Διὸς εἰς κύκνον μεταβολάς: αἰσχύνομαι λέγων τὰς εἰς ταῦρον μεταμορφώσεις ἀνάξια γὰρ θεοῦ τὰ μυκήματα. Μοιχὸς ὁ παρ' Ἕλλησι θεὸς ηὕρηται, καὶ οὐκ αἰδοῦνται. Εἰ γὰρ μοιχός ἐστι, θεὸς μὴ καλείσθω. Καὶ θανάτους καὶ ἀποπτώσεις καὶ κεραυνώσεις τῶν παρ' αὐτοῖς λέγουσι θεῶν. Βλέπεις ἐκ πόσου μεγέθους ποῦ κατεληλύθασιν; Μή τι ἆρα μάτην Υἱὸς Θεοῦ κατῆλθεν ἐξ οὐρανοῦ, ἢ ἵνα τὸ τηλικοῦτον τραῦμα θεραπεύσῃ; Μή τι μάτην ἦλθεν ὁ Υἱὸς, ἵνα ὁ Πατὴρ ἐπιγνωσθῇ; Ἐπέγνως, τί ἐκίνησεν ἐκ δεξιῶν θρόνων κατελθεῖν τὸν μονογενῆ. Πατὴρ κατεφρονεῖτο, ἔδει Υἱὸν διορθώσασθαι τὴν πλάνην. Ἔδει γὰρ τὸν, δι' οὗ ἐγένετο τὰ πάντα, τῷ δεσπότῃ τῶν ἁπάντων προσενεγκεῖν τὰ πάντα. Ἔδει θεραπευθῆναι τὸ τραῦμα: τί γὰρ ἦν ταύτης τῆς νόσου χεῖρον, ἢ ἵνα λίθος ἀντὶ Θεοῦ προσκυνηθῇ; ΠΕΡΙ ΑΙΡΕΣΕΩΝ. Καὶ οὐ μόνον ἐν τοῖς ἐθνικοῖς ἐπηγωνίσατο ταῦτα ὁ διάβολος: ἀλλὰ γὰρ ἤδη καὶ πολλοὶ τῶν χριστιανῶν ψευδῶς λεγομένων, τῶν τῷ εὐωδεστάτῳ Χριστοῦ ὀνόματι κακῶς προσαγορευομένων, ἐτόλμησαν ἀσεβῶς ἀπαλλοτριῶσαι τὸν Θεὸν τῶν οἰκείων ποιημάτων. Τοὺς τῶν αἱρετικῶν λέγω παῖδας, τοὺς δυσωνύμους καὶ ἀθεωτάτους, τοὺς προσποιουμένους μὲν εἶναι φιλοχρίστους, μισοχρίστους δὲ παντελῶς. Ὁ γὰρ τὸν πατέρα τοῦ Χριστοῦ δυσφημῶν, ἐχθρός ἐστι τοῦ υἱοῦ. Ἐτόλμησαν εἰπεῖν οὗτοι δύο θεότητας, μίαν ἀγαθὴν καὶ μίαν κακήν. Ὦ πολλῆς ἀβλεψίας! Εἰ θεότης, πάντως ὅτι καὶ ἀγαθή: εἰ δὲ οὐκ ἀγαθὴ, τί καλεῖται θεότης; Εἰ γὰρ Θεοῦ ἡ ἀγαθότης, εἰ Θεῷ πρέπει τὸ φιλάνθρωπον, τὸ εὐεργετικὸν, τὸ παντοδύναμον:[ λοιπὸν] δυοῖν θάτερον, ἢ Θεὸν καλείτωσαν σὺν τῷ ὀνόματι καὶ τῇ ἐνεργείᾳ εἰ δὲ ἀποστερεῖσθαι μέλλοιεν τῶν ἐνεργειῶν, μὴ καλείτωσαν μόνῃ τῇ προσηγορίᾳ. Ἐτόλμησαν αἱρετικοὶ λέγειν δύο θεοὺς, καὶ δύο πηγὰς ἀγαθοῦ τε καὶ κακοῦ, καὶ ταύτας ἀγεννήτους[ εἶναι]. Εἰ ἀγέννητοι ἀμφότεραι, πάντως ὅτι καὶ ἴσαι καὶ ἀμφότεραι κραταιαί. Πῶς οὖν ἀναιρεῖ τὸ σκότος τὸ φῶς; Καὶ, πότερόν ποτε ὁμοῦ εἰσιν ἢ ἀπεσχοινισμέναι; Ὁμοῦ μὲν γὰρ εἶναι οὐ δύνανται. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; φησὶν ὁ Ἀπόστολος. Εἰ δὲ μακρὰν ἀπ' ἀλλήλων εἰσὶν, πάντως ὅτι καὶ ἰδίους τόπους ἔχουσιν. Εἰ δὲ ἰδίους τόπους ἔχουσι, πάντως που ἐν τοῖς τοῦ ἑνὸς Θεοῦ ἐσμεν, πάντως που καὶ ἕνα προσκυνοῦμεν. Συστῆσαι γὰρ οὕτω δεῖ, κἂν τῇ μωρίᾳ ἐκείνων συμπεριενεχθῶμεν, ὅτι ἕνα δεῖ προσκυνεῖν. Ἐξετάσωμεν δὲ αὐτοὺς, καὶ τί λέγουσι περὶ τοῦ ἀγαθοῦ Θεοῦ. Δυνατός ἐστιν ἢ ἀδύνατος; Εἰ μὲν δυνατός ἐστι, πῶς ἐγένετο τὸ κακὸν, ἄκοντος αὐτοῦ; καὶ πῶς ἐπεισέρχεται ἡ πονηρὰ ὑπόστασις, μὴ θέλοντος αὐτοῦ; Εἰ μὲν γὰρ εἰδὼς οὐ δύναται κωλύσαι, ἀδυναμίαν κατηγοροῦσιν: εἰ δὲ δυνάμενος οὐ κωλύει, προδοσίαν κατηγοροῦσι. Καὶ βλέπε τὴν τούτων ἀνοησίαν. Ποτὲ μὲν λέγουσι τὸν πονηρὸν μηδὲν ἔχειν κοινὸν πρὸς τὸν ἀγαθὸν Θεὸν εἰς τὴν τοῦ κόσμου δημιουργίαν, ποτὲ δὲ λέγουσιν αὐτὸν τὸ τέταρτον μέρος μόνον ἔχειν. Καὶ τὸν μὲν ἀγαθὸν λέγουσιν εἶναι πατέρα τοῦ Χριστοῦ: τὸν δὲ Χριστὸν τὸν ἥλιον τοῦτον καλοῦσιν. Εἰ τοίνυν ὁ κόσμος κατ' αὐτοὺς ὑπὸ τοῦ Πονηροῦ ἐγένετο, ὁ δὲ ἥλιος ἐν κόσμῳ, πῶς ὁ υἱὸς τοῦ Ἀγαθοῦ ἐν τοῖς τοῦ Πονηροῦ ἄκων δουλεύει; Βορβορούμεθα, ταῦτα λέγοντες, ἵνα μή τις τῶν παρόντων ἐξ ἀμαθίας εἰς βόρβορον αἱρετικῶν ἐμπέσῃ. Οἶδα χράνας ἐμαυτοῦ τὸ στόμα καὶ τῶν ἀκουόντων τὰς ἀκοάς: ἀλλὰ συμφέρει. Πολὺ γὰρ κάλλιον ἐν κατηγορίαις ἄλλων ἀκοῦσαι τὰ ἄτοπα, ἢ ἐξ ἀγνοίας εἰς ταῦτα ἐμπεσεῖν. Πολὺ κάλλιον γνῶναί σε τὸν βόρβορον καὶ μισῆσαι τοῦτον, ἢ ἀγνοοῦντα ἐμπεσεῖν εἰς αὐτόν. Ἔστι δὲ πολυσχιδὴς ὁ τῆς ἀθεότητος τῶν αἱρέσεων λόγος: ὅταν γὰρ μιᾶς ὁδοῦ τῆς εὐθείας ἐκπέσῃ[ τις], τότε πολλάκις εἰς κρημνοὺς καταπίπτει. Καὶ πάσης μὲν αἱρέσεως εὑρετὴς Σίμων ὁ μάγος. Σίμων ὁ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, τὴν ἄπρατον τοῦ Πνεύματος χάριν ἀγοράσαι προσδοκήσας ἀργυρίου καὶ ἀκούσας: Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, καὶ τὰ ἑξῆς. Περὶ οὗ γέγραπται: Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν. Εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ' ἡμῶν. Οὗτος ἐπὶ τῆς Ῥώμης γενόμενος, μετὰ τὸ ὑπὸ τῶν Ἀποστόλων ἀποβληθῆναι, καὶ Ἑλένην τινὰ πόρνην ἐπαγόμενος, δυσφήμῳ τῷ στόματι πρῶτος ἐτόλμησεν εἰπεῖν, ἑαυτὸν μὲν εἶναι τὸν ἐπὶ ὄρους Σινᾶ ὡς Πατέρα φανέντα: παρὰ δὲ Ἰουδαίοις ὕστερον οὐκ ἐν σαρκὶ, ἀλλὰ δοκήσει ὡς Χριστὸν Ἰησοῦν φανέντα: καὶ μετὰ ταῦτα ὡς Πνεῦμα ἅγιον, τὸ ὑπὸ τοῦ Χριστοῦ ὡς παράκλητον ἀποστέλλεσθαι ἐπαγγελθέν. Καὶ ἐπλάνησέ τε οὕτω τὴν Ῥωμαίων πόλιν, ὥστε Κλαύδιον ἀνδριάντα αὐτοῦ στῆσαι, ὑπογράψαντα τῇ Ῥωμαίων γλώττῃ, ΣΙΜΩΝΙ ΔΕΩ ΣΑΓΚΤΩ, ὅπερ ἑρμηνευόμενον δηλοῖ, Σίμωνι Θεῷ ἁγίῳ. Παρατεινομένης δὲ τῆς πλάνης, ἀγαθῶν ξυνωρὶς διορθοῦται τὸ πταῖσμα, Πέτρος καὶ Παῦλος παραγενόμενοι, οἱ τῆς ἐκκλησίας προστάται: καὶ ἐπιδεικτιῶντα τὸν νομιζόμενον Θεὸν Σίμωνα, νεκρὸν εὐθὺς ἀπέδειξαν. Ἐπαγγελλομένου γὰρ τοῦ Σίμωνος μετεωρίζεσθαι εἰς τοὺς οὐρανοὺς, καὶ ἐπ' ὀχήματος δαιμόνων ἐπ' ἀέρος φερομένου, γόνυ κλίναντες οἱ τοῦ Χριστοῦ δοῦλοι καὶ τὴν συμφωνίαν ἐνδειξάμενοι, ἣν εἶπεν ὁ Ἰησοῦς, Ὅτι ἐὰν δύο ἐξ ὑμῶν συμφωνήσωσι, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς: τὸ τῆς ὁμονοίας βέλος διὰ τῆς προσευχῆς πέμψαντες κατὰ τοῦ μάγου, κατέβαλον αὐτὸν εἰς τὴν γῆν. Καὶ οὐδὲν θαυμαστὸν, καίπερ ὂν θαυμαστόν: Πέτρος γὰρ ἦν, ὁ τὰς κλεῖς τῶν οὐρανῶν περιφέρων. Καὶ οὐ θαύματος ἄξιον: Παῦλος γὰρ ἦν, ὁ εἰς τρίτον οὐρανὸν ἁρπαγεὶς καὶ εἰς παράδεισον καὶ ἀκούσας ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.[ Οἳ καὶ] ἐξ ἀέρος ἐπὶ γῆν κατήγαγον τὸν νομιζόμενον Θεὸν, μέλλοντα εἰς τὰ καταχθόνια κατάγεσθαι. Οὗτος πρῶτος ὁ τῆς κακίας δράκων: μιᾶς δὲ ἐκκοπείσης κεφαλῆς, πολυκέφαλος εὑρέθη πάλιν ἡ τῆς κακίας ὕλη. Κήρινθος γὰρ τὴν Ἐκκλησίαν ἐλυμῄνατο, καὶ Μένανδρος, καὶ Καρποκράτης: Ἐβιωναῖοί τε, καὶ Μαρκίων, τὸ τῆς ἀθεότητος στόμα. Ὁ γὰρ θεοὺς διαφόρους ἀναγορεύσας, ἄλλον τὸν ἀγαθὸν καὶ ἄλλον τὸν δίκαιον, ἀντιφθέγγεται τῷ Υἱῷ τῷ λέγοντι, Πάτερ δίκαιε. Καὶ[ ὁ λέγων] πάλιν ἄλλον τὸν πατέρα, καὶ ἄλλον τὸν ποιητὴν τοῦ κόσμου, ἐναντιοῦται τῷ Υἱῷ, τῷ λέγοντι: Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον[ πυρὸς] βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι: καὶ, Ὄστις τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ ἀγαθούς τε καὶ πονηροὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὕτως πάλιν ἄλλης κακίας εὑρετὴς, ὁ Μαρκίων δεύτερος. Ὑπὸ γὰρ τῶν κειμένων ἀπὸ τῆς παλαιᾶς ἐν τῇ καινῇ διαθήκῃ μαρτυριῶν ἐλεγχόμενος, πρῶτος ἐτόλμησεν ἐκκόψαι τὰς μαρτυρίας, καὶ ἀμάρτυρον ἀφεῖναι τὸν καταγγελλόμενον λόγον τῆς πίστεως, καταλείψας τὸν Θεόν: καὶ ὡς κηρύκων μὴ ὄντων, σαθρὰν ἠθέλησε ποιήσασθαι τῆς Ἐκκλησίας τὴν πίστιν. Διεδέξατο τοῦτον πάλιν ἄλλος, Βασιλείδης, δυσώνυμος, δεινότατος τὸν τρόπον, ἀσελγείας καταγγέλλων. Ἐπηγωνίσατο τῇ κακίᾳ καὶ Οὐαλεντῖνος, τριάκοντα θεῶν καταγγελεύς. Ἕλληνες ὀλίγους λέγουσιν, καὶ ὁ ὀνομαζόμενος, μᾶλλον δὲ οὐκ ὢν χριστιανὸς, εἰς τριάκοντα ὅλους ἐξέτεινε τὴν πλάνην. Καί φησιν, ὅτι ὁ Βυθὸς( πρέπει γὰρ αὐτῷ ὄντι βυθῷ τῆς κακίας, ἐκ βυθοῦ τῆς διδασκαλίας ἄρχεσθαι) ἐγέννησε Σιγὴν, καὶ ἀπὸ τῆς Σιγῆς ἐτεκνοποίει Λόγον. Τοῦ παρ' Ἕλλησι Διὸς οὗτος χείρων, τοῦ τῇ ἀδελφῇ μιγνυμένου: τέκνον γὰρ ἐλέγετο τοῦ Βυθοῦ εἶναι ἡ Σιγή. Βλέπεις ἀτοπίαν χριστιανισμοῦ σχήματι περιβεβλημένην; Μεῖνον βραχὺ, καὶ μισήσεις τὴν ἀσέβειαν. Φησὶ γὰρ ὀκτὼ αἰῶνας ἐκ τούτου γεγενῆσθαι, καὶ ἐξ ἐκείνων δέκα: καὶ ἐξ ἐκείνων ἄλλους δώδεκα, ἄρσενας καὶ θηλείας. Καὶ πόθεν ἡ σύστασις τούτων; Βλέπε τὴν ληρῳδίαν ἐκ τῶν κατασκευασμάτων. Πόθεν ἔχεις τὴν ἀπόδειξιν τῶν τριάκοντα αἰώνων; Ἐπειδή, φησιν, γέγραπται, ὅτι ἐβαπτίσθη Ἰησοῦς ὡς τριάκοντα ἐτῶν ὤν. Καὶ ποία αὕτη ἀπόδειξις ἐκ τῶν τριάκοντα ἐτῶν, εἰ καὶ τριάκοντα ἐτῶν ἐβαπτίσθη; Ἆρα οὖν ἐπειδὴ καὶ πέντε ἄρτους ἔκλασεν εἰς πεντακισχιλίους, πέντε εἰσὶ θεοί; ἢ ἐπειδὴ δώδεκα ἔσχε μαθητὰς, δώδεκα ὤφειλαν εἶναι μόνοι καὶ οἱ θεοί; Καὶ τοῦτο ἔτι μικρὸν πρὸς τὰ λοιπὰ τῆς ἀσεβείας. Φησὶ γὰρ, ὅτι ἡ τελευταία τῶν θεῶν ἀρσενόθηλυς οὖσα, ὡς τολμᾷ λέγειν, αὕτη ἐστὶν ἡ Σοφία. Ὦ τῆς ἀθεότητος! Χριστὸς γὰρ Θεοῦ σοφία, μονογενὴς Υἱός: κἀκεῖνος εἰς θῆλυ καὶ τριακοστὸν στοιχεῖον καὶ ἔσχατον κατασκεύασμα, κατήνεγκε τῷ λόγῳ τοῦ Θεοῦ τὴν σοφίαν. Καί φησιν, ὅτι ἐπεχείρησεν ἡ Σοφία τὸν πρῶτον Θεὸν ἰδεῖν: καὶ μὴ φέρουσα τὰς μαρμαρυγὰς, ἐξέπεσε τῶν οὐρανῶν, καὶ ἀπεβλήθη τοῦ τριακοστοῦ ἀριθμοῦ. Εἶτα στένουσα, ἐκ τῶν στεναγμῶν ἐγέννα τὸν διάβολον: καὶ ὅτι δακρύσασα τὴν ἀπόπτωσιν, τὴν θάλασσαν ὑπεστήσατο. Βλέπεις τὴν ἀσέβειαν; Πῶς γὰρ ἐκ σοφίας διάβολος γεννᾶται, καὶ ἀπὸ συνέσεως ἡ κακία, ἢ ἀπὸ φωτὸς σκότος; Καί φησιν, ὅτι ὁ διάβολος ἐγέννησεν ἄλλους, οἵτινες κατεσκεύασαν τὸν κόσμον: καὶ ὅτι ὁ Χριστὸς κατῆλθεν, ἐπὶ τὸ ἀποστῆσαι τοὺς ἀνθρώπους τοῦ κοσμοποιοῦ. Ἄκουε δὲ, τίνα λέγουσιν εἶναι τὸν Χριστὸν[ Ἰησοῦν], ἵνα ἔτι μειζόνως αὐτοὺς μισήσῃς. Διδάσκουσι γὰρ, ὅτι τῆς Σοφίας ἐκπεσούσης, ἵνα μὴ ὁ ἀριθμὸς λείπῃ τῶν τριάκοντα, οἱ εἰκοσιεννέα αἰῶνες συνενέγκαντές τι ἕκαστος ἐλάχιστον, κατεσκεύασαν τὸν Χριστόν: καὶ τοῦτον δὲ ἀρσενόθηλυν πάλιν λέγουσιν. Ἆρα ἔστι τι τούτων ἀσεβέστερον; ἔστι τι τούτων ἀθλιώτερον; Ἐγὼ διηγοῦμαί σοι τὴν πλάνην, ἵνα μειζόνως αὐτοὺς μισήσῃς. Φεῦγε οὖν τὴν ἀσέβειαν, μηδὲ χαίρειν λέγε τῷ τοιούτῳ, ἵνα μὴ κοινωνήσῃς τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους: καὶ μήτε πολυπραγμονήσῃς, μήτε εἰς λόγους αὐτοῖς ἐλθεῖν θελήσῃς. Καὶ μίσει μὲν πάντας αἱρετικοὺς, ἐξαιρέτως δὲ τὸν τῆς μανίας ἐπώνυμον, τὸν πρώην ἐπὶ Πρόβου βασιλέως ἀρξάμενον. Πρὸ γὰρ ὅλων ἑβδομήκοντα ἐτῶν ἡ πλάνη, καί εἰσι μέχρι τοῦ νῦν ἄνθρωποι αὐτοῖς ὀφθαλμοῖς θεωρήσαντες ἐκεῖνον. Ἀλλ' οὐχ ὅτι πρὸ ὀλίγου χρόνου ἦν, διὰ τοῦτο μίσει: ἀλλὰ διὰ τὰ δυσσεβῆ δόγματα μίσει τὸν τῆς κακίας ἐργάτην, τὸ δοχεῖον παντὸς ῥύπου, τὸν πάσης αἱρέσεως βόρβορον ὑποδεξάμενον. Φιλοτιμούμενος γὰρ ἐν κακοῖς ἐξαίρετος γενέσθαι, τὰ πάντων λαβὼν, καὶ μίαν αἵρεσιν πεπληρωμένην βλασφημιῶν καὶ πάσης παρανομίας συστησάμενος, λυμαίνεται τὴν ἐκκλησίαν,( μᾶλλον δὲ τοὺς ἐκτὸς τῆς ἐκκλησίας) ὡς λέων περιπατῶν καὶ καταπίνων. Μὴ πρόσεχε αὐτῶν τῇ χρηστολογίᾳ, μηδὲ τῇ νομιζομένῃ ταπεινοφροσύνῃ: ὄφεις γάρ εἰσι γεννήματα ἐχιδνῶν. Καὶ Ἰούδας ἔλεγε, Χαῖρε Ῥαββὶ, καὶ προεδίδου. Μὴ τοῖς φιλήμασι πρόσεχε, ἀλλὰ τὸν ἰὸν φυλάσσου. Καὶ ἵνα μὴ μάτην δοκῶμεν αὐτοῦ κατηγορεῖν, ἐν παρεξόδῳ τίς ἐστιν οὗτος ὁ Μάνης εἴπωμεν, καὶ τί διδάσκει ἐκ μέρους: ὅλον γὰρ αὐτοῦ τὸν βόρβορον, οὐδ' ὁ πᾶς αἰὼν κατ' ἀξίαν διηγήσεται. Μνημονευέσθω δὲ ταῦτα παρὰ σοὶ εἰς εὔκαιρον βοήθειαν, ἅπερ εἴρηται μὲν καὶ τοῖς πρὸ τούτου, λεχθήσεται δὲ καὶ τοῖς νῦν: ἵνα οἱ μὲν ἀγνοοῦντες μάθωσιν, οἱ δὲ εἰδότες ὑπομνησθῶσιν. Οὐκ ἔστιν ἀπὸ χριστιανῶν ὁ Μάνης, μὴ γένοιτο: οὐδὲ κατὰ τὸν Σίμωνα ἐξεβλήθη τῆς Ἐκκλησίας, οὔτε αὐτὸς οὔτε οἱ πρὸ αὐτοῦ διδάσκοντες: κλέπτης γάρ ἐστιν ἀλλοτρίων κακῶν, ἐξιδιοποιούμενος τὰ κακά. Πῶς δὲ καὶ τίνα τρόπον, ἀκουστέον. Σκυθιανός τις ἦν ἐν Αἰγύπτῳ, Σαρακηνὸς τὸ γένος, οὐδὲν κοινὸν οὔτε πρὸς Ἰουδαϊσμὸν οὔτε πρὸς Χριστιανισμὸν κεκτημένος. Οὗτος τὴν Ἀλεξάνδρειαν οἰκήσας, καὶ τὸν Ἀριστοτελικὸν μιμησάμενος βίον, τέσσαρας βίβλους συνέταξε, μίαν καλουμένην Εὐαγγέλιον, οὐ Χριστοῦ πράξεις περιέχουσαν, ἀλλ' ἁπλῶς μόνον τὴν προσηγορίαν: καὶ μίαν ἄλλην καλουμένην Κεφαλαίων: καὶ μίαν τρίτην, Μυστηρίων: καὶ τετάρτην, ἣν νῦν περιφέρουσι, Θησαυρόν. Μαθητὴς δὲ ἦν τούτου Τερέβινθος ὀνόματι. Ἀλλὰ τὸν προῃρημένον Σκυθιανὸν ἐλθεῖν εἰς τὴν Ἰουδαίαν καὶ λυμήνασθαι τὴν χώραν, νόσῳ θανατώσας ὁ Κύριος, ἔπαυσε τὴν λοιμώδη κατάστασιν. Ὁ δὲ τῆς κακίας μαθητὴς Τερέβινθος, κληρονόμος ὢν τοῦ χρυσοῦ καὶ τῶν βιβλίων καὶ τῆς αἱρέσεως, παραγενόμενος ἐν τῇ Παλαιστίνῃ, καὶ ἐν τῇ Ἰουδαίᾳ γνωριζόμενος καὶ καταγινωσκόμενος, ἔκρινεν εἰς τὴν Περσίδα μετελθεῖν. Ἵνα δὲ μὴ ἐκ τῆς προσηγορίας κἀκεῖ γνωρίζηται, Βουδδᾶν μετωνόμασεν ἑαυτόν. Ἀλλ' εἶχεν ἐκεῖ καὶ τοὺς ἀνταγωνιστὰς, τοὺς τοῦ Μίθρα: καὶ πολλῶν λόγων κινουμένων καὶ διαπληκτισμῶν, ἠλέγχετο. Καὶ πέρας συνελαυνόμενος, προσφεύγει τινὶ χήρᾳ. Εἶτα ἐπὶ δώματος ἀνελθὼν, καὶ προσκαλεσάμενος τοὺς ἀερίους δαίμονας, οὓς οἱ Μανιχαῖοι μέχρι σήμερον ἐπὶ τῆς μυσαρᾶς αὐτῶν ἰσχάδος ἐπικαλοῦνται: γενόμενος θεόπληκτος καὶ καταβληθεὶς ἀπὸ τοῦ δώματος, ἐξέψυξε: καὶ οὕτως ἐξεκόπη τὸ θηρίον δεύτερον. Ἀλλ' ἔμεινε τὰ ὑπομνηστικὰ τῆς ἀσεβείας βιβλία: καὶ κληρονόμος ἦν ἡ χήρα καὶ τῶν βιβλίων καὶ τῶν χρημάτων. Μήτε δὲ συγγενέα, μήτε[ δὲ] ἕτερόν τινα ἔχουσα, ἔκρινεν ἐκ τῶν χρημάτων ἀγοράσαι παῖδα Κούβρικον λεγόμενον: καὶ τοῦτον εἰς υἱοθεσίαν λαβοῦσα, ἐπαίδευσε τοῖς Περσῶν μαθήμασιν ὡς υἱὸν, καὶ ὤξυνε κατὰ τῆς ἀνθρωπότητος κακὸν βέλος. Καὶ Κούβρικος ὁ κακὸς οἰκέτης εἰς μέσον φιλοσόφων ἤκμαζε: καὶ τελευτησάσης τῆς χήρας, ἐκληρονόμησε τὰ χρήματα καὶ τὰ βιβλία. Εἶτα, ἵνα μὴ τὸ τῆς δουλείας τοῦ Κουβρίκου ὄνομα ἐπονείδιστον ᾖ, ἀντὶ Κουβρίκου Μάνην ἑαυτὸν ἐπωνόμασεν, ὅπερ κατὰ τὴν Περσῶν διάλεκτον τὴν ὁμιλίαν δηλοῖ. Ἐπειδὴ γὰρ διαλεκτικὸς ἐδόκει τις εἶναι, Μάνην ἑαυτὸν ἐπωνόμασεν, οἱονεὶ ὁμιλητήν τινα ἄριστον. Ἀλλ' ἐκεῖνος μὲν εὐδοξίαν ἑαυτῷ κατὰ τὴν Περσῶν γλῶσσαν ἐπραγματεύσατο: ἡ δὲ τοῦ Θεοῦ οἰκονομία καὶ ἄκοντα αὐτὸν ἑαυτοῦ κατήγορον ἐποίει γενέσθαι: ἵνα ἐν Περσίδι νομίσας ἑαυτὸν τιμᾷν, παρ' Ἕλλησι μανίας ἑαυτὸν καταγγέλλῃ ἐπώνυμον. Ἐτόλμα δὲ λέγειν ἑαυτὸν εἶναι τὸν Παράκλητον). Καὶ γέγραπται: Ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν. Ἐβλασφήμησεν οὖν, Πνεῦμα ἅγιον ἑαυτὸν εἰπών. Ὁ ἐκείνοις κοινωνῶν, βλεπέτω μετὰ τίνων ἑαυτὸν ἐντάσσει. Ἐσάλευσεν ὁ οἰκέτης τὴν οἰκουμένην, ἐπειδὴ διὰ τριῶν σείεται ἡ γῆ: καὶ τὸ τέταρτον οὐ δύναται φέρειν, ἐὰν οἰκέτης βασιλεύσῃ. Καὶ μέσος ἐλθὼν, λοιπὸν τὰ ὑπὲρ ἄνθρωπον ἐπηγγέλλετο. Ἐνόσει τοῦ βασιλέως Περσῶν ὁ υἱός: καὶ ἰατρῶν δαψίλεια παρῆν. Ἀλλ' ὁ Μάνης ἐπηγγείλατο διὰ προσευχῆς ὡσανεὶ εὐσεβὴς κατορθώσειν. Ἀπέστησαν οἱ ἰατροὶ, συναπέστη τοῦ παιδὸς ἡ ζωή: ἠλέγχθη ἡ ἀσέβεια τοῦ ἀνδρός. Καὶ δέσμιος ἦν ὁ δὴ φιλόσοφος, εἰς φυλακὴν, οὐ διὰ τὸ περὶ ἀληθείας ἐλέγξαι τὸν βασιλέα, βληθείς: οὐ διὰ τὸ καταλῦσαι τὰ εἴδωλα, ἀλλὰ διὰ τὸ ἐπαγγείλασθαι σώζειν, καὶ ψεύσασθαι: μᾶλλον δὲ εἰ δεῖ τἀληθὲς εἰπεῖν, διὰ τὸ φονεῦσαι. Τὸν γὰρ δυνάμενον διὰ τῆς ἰατρικῆς ἐπιμελείας σωθῆναι, οὗτος τοὺς ἰατροὺς ἀποστήσας ἐφόνευσε, τῇ ἀμελείᾳ θανατώσας. Ἐμοῦ δὲ λέγοντος τὰ περὶ αὐτοῦ πάμπολλα κακὰ, μέμνησο πρῶτον τὴν βλασφημίαν: δεύτερον, τὴν δουλείαν: οὐχ ὅτι αἰσχύνη ἡ δουλεία, ἀλλ' ὅτι τὸ δοῦλον ὄντα ἐλευθερίαν πλάττεσθαι, κακόν: τρίτον, τὸ ψεῦδος τῆς ἐπαγγελίας: καὶ τέταρτον, τοῦ παιδὸς τὸν φόνον: καὶ πέμπτον, τὴν αἰσχύνην τῆς φυλακῆς. Καὶ οὐκ ἦν γε αἰσχύνη τῆς φυλακῆς μόνον, ἀλλὰ καὶ ἡ ἐκ τῆς φυλακῆς φυγή. Ὁ γὰρ λέγων ἑαυτὸν Παράκλητον καὶ τῆς ἀληθείας ἀγωνιστὴν, ἔφευγεν. Οὐκ ἦν διάδοχος Ἰησοῦ τοῦ ἑτοίμως ἐρχομένου εἰς τὸν σταυρόν: ἀλλ' οὗτος ἐναντίος ἦν, φυγάς. Εἶτα ὁ βασιλεὺς Περσῶν ἐκέλευσεν ἀπαχθῆναι τοὺς δεσμοφύλακας. Αἴτιος ὁ Μάνης δι' ὑπερηφανίαν θανάτου τῷ παιδὶ, καὶ αἴτιος θανάτου τῶν δεσμοφυλάκων διὰ τὴν φυγήν. Ὁ οὖν παραίτιος θανάτου, οὗτος ἆρα προσκυνεῖσθαι ὀφείλει; Οὐκ ἔδει μιμήσασθαι Ἰησοῦν καὶ εἰπεῖν, Εἰ ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν; Οὐκ ἔδει κατὰ τὸν Ἰωνᾶν εἰπεῖν, Ἄρατέ με καὶ βάλλετε εἰς τὴν θάλασσαν: δι' ἐμὲ γὰρ ὁ κλύδων οὗτος; Φεύγει ἐκ τῆς φυλακῆς, καὶ ἔρχεται εἰς τὴν Μεσοποταμίαν: ἀλλ' ἀπαντᾷ αὐτῷ ὅπλον δικαιοσύνης Ἀρχέλαος ἐπίσκοπος. Καὶ ἐπὶ φιλοσόφων κριτῶν ἐλέγξας, ἀκροατήριον Ἑλληνικὸν συστησάμενος, ἵνα μὴ χριστιανῶν κρινάντων δοκῶσιν οἱ κριταὶ χαρίζεσθαι: Λέγε, φησὶν, ὁ Ἀρχέλαος πρὸς τὸν Μάνην, ὃ κηρύσσεις. Ὁ δὲ[ ὡς] τάφον ἀνεῳγμένον ἔχων τὸ στόμα, ἀπὸ βλασφημίας πρῶτον τοῦ ποιητοῦ τῶν ἁπάντων ἤρξατο φάσκων: Ὁ τῆς παλαιᾶς Θεὸς κακῶν ἐστιν εὑρετὴς, λέγων περὶ ἑαυτοῦ, Ἐγὼ ὁ Θεὸς πῦρ καταναλίσκον. Ὁ δὲ σοφὸς Ἀρχέλαος ὑπεξέλυσε τὴν βλασφημίαν, εἰπών: Εἰ ὁ τῆς παλαιᾶς Θεὸς, κατὰ τὸν σὸν λόγον, πῦρ ἑαυτὸν λέγει, τίνος υἱός ἐστιν ὁ λέγων, Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν; Εἰ μέμφῃ τὸν λέγοντα, Κύριος θανατοῖ καὶ ζωογονεῖ: διὰ τί τιμᾷς Πέτρον, τὴν Ταβιθὰν μὲν ἐγείραντα, τὴν δὲ Σαπφείραν θανατώσαντα; Εἰ δὲ καὶ μέμφῃ, ὅτι πῦρ ἡτοίμασε: διὰ τί οὐ μέμφῃ τὸν λέγοντα, Πορεύεσθε[ ἀπ' ἐμοῦ] εἰς τὸ πῦρ τὸ αἰώνιον; Εἰ μέμφῃ τὸν λέγοντα, Ἐγὼ Θεὸς ποιῶν εἰρήνην καὶ κτίζων κακά: ἐξήγησαι πῶς λέγει Ἰησοῦς, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἀμφοτέρων γὰρ τὰ ἴσα λεγόντων, δυοῖν θάτερον: ἢ ἀμφότεροι καλοὶ διὰ τὴν ὁμολεξίαν: ἢ εἰ ἀνέγκλητος Ἰησοῦς ταῦτα λέγων, διὰ τί ψέγεις τὸν τὰ ὅμοια ἐν τῇ παλαιᾷ λέγοντα; Εἶτα ὁ Μάνης πρὸς τοῦτον λέγει: Καὶ ποῖος Θεὸς τυφλοῖ; Παῦλος γάρ ἐστιν ὁ λέγων: Ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου. Ὁ δὲ Ἀρχέλαος καλῶς ὑποκρούσας, Προανάγνωθί, φησιν, ὀλίγον. Εἰ δὲ καὶ κεκαλυμμένον ἐστὶ τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον. Ὁρᾷς, ὅτι ἐν τοῖς ἀπολλυμένοις κεκάλυπται; Οὐ δεῖ γὰρ διδόναι τὰ ἅγια τοῖς κυσίν. Εἶτα, ἆρα μόνος ὁ τῆς παλαιᾶς Θεὸς ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων; Ἰησοῦς δὲ αὐτὸς οὐκ εἴρηκε, Διὰ τοῦτο αὐτοῖς ἐν παραβολαῖς λαλῶ, ἵνα βλέποντες μὴ βλέπωσι; Μὴ μισῶν αὐτοὺς, ἐβούλετο μὴ βλέπειν; ἢ διὰ τὸ ἀνάξιον, ἐπειδὴ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν; Ὅπου γὰρ αὐτοπροαίρετος πονηρία, ἐκεῖ καὶ ἀποχὴ τῆς χάριτος. Τῷ γὰρ ἔχοντι δοθήσεται: ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται. Εἰ δὲ δεῖ, καὶ ὥς τινες ἐξηγοῦνται, τοῦτο εἰπεῖν: οὐ φαῦλον γὰρ τὸ ῥῆμα: εἰ καὶ ἐτύφλωσε τῶν ἀπίστων τὰ νοήματα, ἐπὶ καλῷ ἐτύφλωσεν, ἵνα εἰς τὰ ἀγαθὰ ἀναβλέψωσιν. Οὐ γὰρ εἶπεν, Ἐτύφλωσεν αὐτῶν τὴν ψυχήν: ἀλλὰ, τὰ νοήματα τῶν ἀπίστων. Τὸ δὲ λεγόμενον, τοιοῦτόν ἐστι: τύφλωσον τοῦ πόρνου τὰ πορνικὰ νοήματα, καὶ σέσωσται ὁ ἄνθρωπος. Τύφλωσον τοῦ λῃστοῦ τὸ ἁρπακτικὸν καὶ λῃστρικὸν, καὶ σέσωσται ὁ ἄνθρωπος. Ἀλλ' οὐ θέλεις οὕτω νοῆσαι: ἔστι καὶ ἄλλη ἐξήγησις. Τυφλοῖ καὶ ὁ ἥλιος τοὺς ἀμβλυωποῦντας: καὶ οἱ ὀφθαλμιῶντες τυφλοῦνται, βλαπτόμενοι ὑπὸ τοῦ φωτός: οὐχ ὅτι τυφλωτικός[ ἐστιν] ὁ ἥλιος, ἀλλ' ὅτι ἡ ὑπόστασις τῶν ὀμμάτων οὐ βλέπει. Οὕτω καὶ οἱ ἄπιστοι, νοσοῦντες τὰς καρδίας, οὐ δύνανται ἐνιδεῖν τῆς θεότητος ταῖς ἀκτῖσιν. Καὶ οὐκ εἶπεν, Ἐτύφλωσε τὰ νοήματα, εἰς τὸ μὴ ἀκοῦσαι τὸ εὐαγγέλιον: ἀλλ', εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τῆς δόξης τοῦ εὐαγγελίου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τὸ μὲν γὰρ ἀκοῦσαι τοῦ εὐαγγελίου, πᾶσιν ἐφίεται: ἡ δόξα δὲ τοῦ εὐαγγελίου, τοῖς Χριστοῦ γνησίοις μόνοις ἀφώρισται. Ἔλεγεν ὁ Κύριος τοῖς μὲν ἀκοῦσαι μὴ δυναμένοις ἐν παραβολαῖς: τοῖς δὲ μαθηταῖς ἐπέλυε κατ' ἰδίαν τὰς παραβολάς. Ὁ αὐγασμὸς[ γὰρ] τῆς δόξης τοῖς πεφωτισμένοις, ἡ τύφλωσις τοῖς ἀπίστοις. Ταῦτα τὰ μυστήρια, ἃ νῦν ἡ Ἐκκλησία διηγεῖταί σοι τῷ ἐκ κατηχουμένων μεταβαλλομένῳ, οὐκ ἔστιν ἔθος ἐθνικοῖς διηγεῖσθαι. Οὐ γὰρ ἐπὶ ἐθνικῷ τὰ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος διηγούμεθα μυστήρια, οὐδὲ περὶ τῶν μυστηρίων ἐπὶ κατηχουμένων λευκῶς λαλοῦμεν: ἀλλὰ[ πολλὰ] πολλάκις λέγομεν ἐπικεκαλυμμένως, ἵνα οἱ εἰδότες πιστοὶ νοήσωσι, καὶ οἱ μὴ εἰδότες μὴ βλαβῶσι. Τούτοις καὶ ἄλλοις πλείοσιν ἀνετρέπετο ὁ δράκων: τοιαύταις συμπλοκαῖς κατεπάλαισε τὸν Μάνην ὁ Ἀρχέλαος. Φεύγει πάλιν καὶ ἐντεῦθεν, ὁ ἐκ τῆς φυλακῆς φυγών: καὶ τὸν ἀνταγωνιστὴν διαδρὰς, ἔρχεται ἐπὶ κώμην εὐτελεστάτην, κατὰ τὸν ὄφιν τὸν ἐν παραδείσῳ καταλιπόντα τὸν Ἀδὰμ καὶ τῇ Εὔᾳ προσελθόντα. Ἀλλ' ὁ καλὸς ποιμὴν Ἀρχέλαος τῶν προβάτων προνοῶν, ἀκούσας τὴν φυγὴν, εὐθέως δρομαῖος ἐπὶ τὴν τοῦ λύκου ἠπείγετο ζήτησιν. Ὁ δὲ Μάνης ἰδὼν ἐξαίφνης τὸν ἀντίδικον, ἐξεπήδησε καὶ ἔφυγεν: ἔφυγε δὲ τὴν τελευταίαν φυγήν. Οἱ γὰρ τοῦ τῶν Περσῶν βασιλέως ὑπασπισταὶ πανταχοῦ διερευνώμενοι, καταλαμβάνουσι τὸν φυγάδα: καὶ ἣν ὤφειλεν ἐπὶ τοῦ Ἀρχελάου λαβεῖν ἀπόφασιν, ταύτην ἐπιφέρουσιν αὐτῷ οἱ τοῦ βασιλέως ὑπασπισταί. Συλλαμβάνεται ὁ Μάνης, ὃν προσκυνοῦσιν οἱ αὐτοῦ μαθηταὶ, καὶ ἄγεται πρὸς τὸν βασιλέα. Ὠνείδισεν ὁ βασιλεὺς αὐτῷ τὸ ψεῦδος καὶ τὴν φυγήν: ἐχλεύασε τὴν δουλείαν: ἐξεδίκησε τοῦ παιδὸς τὸν φόνον: κατέκρινε καὶ διὰ τὸν τῶν δεσμοφυλάκων φόνον. Ἐκδαρῆναι τὸν Μάνην Περσικῷ νόμῳ προστάττει. Καὶ τὸ μὲν λοιπὸν σῶμα θηρίων παρεδόθη βορᾷ: τὸ δὲ τῆς κακίστης γνώμης δοχεῖον τὸ δέρμα, θυλάκου δίκην πρὸ τῶν πυλῶν ἀνηρτήθη. Ὁ τὸν Παράκλητον ἑαυτὸν λέγων, καὶ τὰ μέλλοντα εἰδέναι ἐπαγγελλόμενος, τὴν ἰδίαν φυγὴν καὶ τὴν κατάληψιν οὐκ ἔγνω. Τούτου μαθηταὶ τρεῖς γεγόνασι, Θωμᾶς καὶ Βαδδᾶς καὶ Ἑρμᾶς. Μηδεὶς ἀναγινωσκέτω τὸ κατὰ Θωμᾶν εὐαγγέλιον: οὐ γάρ ἐστιν ἑνὸς τῶν δώδεκα ἀποστόλων, ἀλλ' ἑνὸς τῶν κακῶν τριῶν τοῦ Μάνου μαθητῶν. Μηδεὶς προσφερέσθω τοῖς ψυχοφθόροις Μανιχαίοις, τοῖς ἀχύρων ὕδασι τὸ στυγνὸν τῆς νηστείας προσποιουμένοις: τοῖς διαβάλλουσι μὲν τὸν τῶν βρωμάτων ποιητὴν, τὰ κάλλιστα δὲ τῶν βρωμάτων λαιμαργοῦσι: τοῖς διδάσκουσιν, ὅτι ὁ τήνδε τὴν βοτάνην ἐκτίλλων, εἰς αὐτὴν μεταβάλλεται. Εἰ γὰρ ὁ ἐκτέμνων βοτάνας ἤ τι τῶν λαχάνων, εἰς τοῦτο μεταβάλλεται, γεωργοὶ καὶ κηπουρῶν παῖδες εἰς πόσα μεταβληθήσονται; Κατὰ τοσούτων ὁ κηπουρὸς ἤνεγκε τὴν δρεπάνην, ὡς ὁρῶμεν: εἰς ποῖα ἆρα μεταβάλλεται; Γέλωτος ἀληθῶς τὰ διδάγματα καὶ καταγνώσεως πλήρη καὶ αἰσχύνης. Ὁ αὐτὸς ἀνὴρ ποιμὴν ὢν προβάτων, καὶ πρόβατον ἔθυσε καὶ λύκον ἀπέκτεινεν: εἰς ποῖον ἆρα μεταβάλλεται; Πολλοὶ τῶν ἀνθρώπων ἰχθύας ἐσαγήνευσαν, καὶ ὄρνεα ἴξευσαν: εἰς ποῖον ἆρα μεταβάλλονται οἱ τῆς ἁρπαγῆς; Ἀργίας ἔκγονοι Μανιχαῖοι, οἱ μὴ ἐργαζόμενοι καὶ τὰ τῶν ἐργαζομένων κατεσθίοντες: οἱ τοὺς προσφέροντας αὐτοῖς τὰ βρώματα μειδιῶσι προσώποις δεχόμενοι, καὶ ἀντὶ εὐλογιῶν κατάρας ἀποδίδοντες. Ὅταν γάρ τις αὐτοῖς[ τι] προσενέγκῃ ἀνόητος, Μικρὸν ἔξω, φησὶ, στῆθι, καὶ εὐλογήσω σε. Εἶτα δεξάμενος εἰς χεῖρας τὸν ἄρτον,( ὡς οἱ ἐξ αὐτῶν μετανοήσαντες ἐξωμολογήσαντο), Ἐγώ σε οὐκ ἐποίησά, φησιν ὁ Μανιχαῖος τῷ ἄρτῳ: καὶ κατάρας πέμπει εἰς τὸν ὕψιστον, καὶ καταρᾶται τὸν πεποιηκότα, καὶ οὕτως ἐσθίει τὸ πεποιημένον. Εἰ μισεῖς τὰς τροφὰς, τί μειδιῶν τῷ προσώπῳ ἀπέβλεψας τῷ προσενέγκαντι; Εἰ τῷ ἐνέγκαντι ἔχεις χάριν, διὰ τί πέμπεις τῷ κατασκευάσαντι καὶ δημιουργήσαντι Θεῷ τὴν βλασφημίαν; Καὶ πάλιν, Ἐγώ σε οὐκ ἔσπειρά, φησι: σπαρείη ὁ σπείρας σε. Ἐγώ σε οὐκ ἐθέρισα δρεπάνοις: ἐκθερισθείη ὁ θερίσας σε. Ἐγώ σε πυρὶ οὐκ ὤπτησα: ὀπτηθείη ὁ ὀπτήσας σε. Καλὰ τὰ ἀμοιβαῖα τῆς χάριτος. Μεγάλα μὲν κακὰ καὶ ταῦτα, ἀλλ' ἔτι μ

Intertext edge

Open linked passage

Note