Catecheses to the Illuminandi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem">
—
⋯
Original / primary: Textus receptus
8.1
[ 8] ΚΑΤΗΧΗΣΙΣ Η ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τὸ, ΠΑΝΤΟΚΡΑΤΟΡΑ. Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἱερεμίου: Ὁ Θεὸς ὁ μέγας, καὶ ὁ ἰσχυρὸς Κύριος: ὁ μέγας τῇ βουλῇ, καὶ δυνατὸς τοῖς ἔργοις, ὁ παντοκράτωρ, ὁ μεγαλώνυμος Κύριος, καὶ τὰ ἑξῆς. Διὰ μὲν τοῦ πιστεύειν ΕΙΣ ἙΝΑ ΘΕΟΝ, πᾶσαν πολύθεον ἐκκόπτομεν πλάνην, ὅπλῳ κεχρημένοι τούτῳ πρὸς Ἕλληνας καὶ πᾶσαν ἐναντίαν αἱρετικῶν δύναμιν. Διὰ δὲ τοῦ προστιθέναι, ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ, πρὸς τοὺς ἐκ περιτομῆς μαχόμεθα, τοὺς ἀρνουμένους τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ. Καθὼς γὰρ εἴρηται τῇ χθὲς ἡμέρᾳ, καὶ πρὶν τρανῶσαι τὰ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ εἰπεῖν ὅτι ΠΑΤΗΡ, ἤδη ἐδηλώσαμεν, ὅτι υἱοῦ ἐστι πατήρ: ἵνα ὥσπερ νοοῦμεν, ὅτι Θεός ἐστιν, οὕτω νοήσωμεν, ὅτι καὶ υἱὸν ἔχει. Προστίθεμεν δὲ πρὸς ἐκείνοις, ὅτι καὶ ΠΑΝΤΟΚΡΑΤΩΡ ἐστίν. Τοῦτο δὲ καὶ διὰ Ἕλληνας καὶ Ἰουδαίους[ ὁμοῦ] καὶ πάντας αἱρετικούς φαμεν. Ἑλλήνων μὲν γάρ τινες, ψυχὴν τοῦ κόσμου τὸν Θεὸν εἶπον: καὶ ἕτεροι, τὴν ἐξουσίαν αὐτοῦ φθάνειν εἰς οὐρανὸν μόνον, μηκέτι δὲ καὶ εἰς γῆν. Καί τινες πλανηθέντες μετ' ἐκείνων, κακῶς τῷ ῥητῷ συγχρησάμενοι τῷ λέγοντι, Καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν, ἐτόλμησαν τοῦ Θεοῦ τὴν πρόνοιαν ἕως νεφελῶν περιγράψαι καὶ οὐρανοῦ, ἀπαλλοτριῶσαι δὲ τοῦ Θεοῦ τὰ ἐπὶ γῆς: ἐπιλαθόμενοι τοῦ ψαλμοῦ τοῦ λέγοντος, Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ: ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Εἰ γὰρ ὑψηλότερον μὲν οὐρανοῦ οὐδέν ἐστι, βαθύτερον δὲ τῆς γῆς ὁ ᾅδης: ὁ τὰ κατώτερα κρατῶν, ἅπτεται καὶ τῆς γῆς. Αἱρετικοὶ δὲ πάλιν, καθὼς εἴρηται καὶ πρότερον, οὐκ οἴδασιν ἕνα παντοκράτορα Θεόν. Παντοκράτωρ γάρ ἐστιν, ὁ πάντων κρατῶν, ὁ πάντων ἐξουσιάζων. Οἱ δὲ λέγοντες, τὸν μὲν εἶναι τῆς ψυχῆς δεσπότην, τὸν δέ τινα τοῦ σώματος, οὐδέτερον αὐτῶν τέλειον λέγουσι, τῷ λείπειν ἑκάτερον θατέρῳ. Ὁ γὰρ ψυχῆς ἐξουσίαν ἔχων, σώματος δὲ ἐξουσίαν μὴ ἔχων, πῶς παντοκράτωρ; Καὶ ὁ δεσπόζων σωμάτων, μὴ ἐξουσιάζων δὲ πνευμάτων, πῶς παντοκράτωρ; Ἀλλ' ἀπελέγχει τούτους ὁ Κύριος, ἀπεναντίας λέγων: Φοβήθητε μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Εἰ γὰρ μὴ ἔχει ἑκατέρων τὴν ἐξουσίαν, πῶς ἀμφότερα ὑποβάλλει τῇ τιμωρίᾳ ὁ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Πατήρ; Πῶς γὰρ δυνήσεται τὸ ἀλλότριον σῶμα λαβὼν, βαλεῖν εἰς γέενναν: ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσῃ; Ἀλλ' ἡ θεία γραφὴ καὶ τὰ τῆς ἀληθείας δόγματα, ἕνα Θεὸν οἶδε, πάντων μὲν κρατοῦντα τῇ δυνάμει, πολλῶν δὲ ἀνεχόμενον διὰ τὸ θέλειν. Κρατεῖ γὰρ καὶ τῶν εἰδωλολατρῶν, ἀλλ' ἀνέχεται δι' ἀνεξικακίαν. Κρατεῖ καὶ τῶν ἀθετούντων αὐτὸν αἱρετικῶν, ἀλλ' ἀνέχεται διὰ μακροθυμίαν. Κρατεῖ καὶ τοῦ διαβόλου, ἀλλ' ἀνέχεται διὰ μακροθυμίαν: οὐ γὰρ ἀδυνατῶν ἀνέχεται, ὡς νικώμενος. Ἀρχὴ γάρ ἐστι πλάσματος Κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι, οὐχ ὑπ' αὐτοῦ( ἀνάξιος γάρ ἐστιν), ἀλλ' ὑπὸ τῶν ἀγγέλων τῶν ὑπ' αὐτοῦ πεποιημένων. Συνεχώρησε δὲ αὐτῷ[ καὶ] τὸ ζῇν, ἵνα δύο γένηται πράγματα: αὐτός τε μειζόνως ἀσχημονῇ νικώμενος, καὶ[ οἱ] ἄνθρωποι στεφανωθῶσιν. Ὦ πανσόφου θείας προνοίας, ἥτις τὴν πονηρὰν προαίρεσιν εἰς ὑπόθεσιν σωτηρίας λαμβάνει τῶν πιστῶν. Ὥσπερ γὰρ τὴν μισάδελφον τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ προαίρεσιν, ἔλαβεν εἰς ὑπόθεσιν τῆς ἰδίας οἰκονομίας, καὶ συγχωρήσας αὐτοῖς κατὰ μῖσος πωλῆσαι τὸν ἀδελφὸν, ὑπόθεσιν ἔλαβε τοῦ βασιλεῦσαι τοῦτον ὃν ἤθελεν: οὕτω συνεχώρησε παλαίειν τῷ διαβόλῳ, ἵνα οἱ νικῶντες στεφανωθῶσι, καὶ ἵνα νίκης γενομένης, ὁ μὲν μεῖζον ἀσχημονῆται, ὑπὸ τῶν ἡττόνων νικώμενος, ἄνθρωποι δὲ μεγάλως εὐδοκιμῶσι, τόν ποτε ἀρχάγγελον νικήσαντες. Οὐδὲν οὖν ὑπεξῄρηται τῆς τοῦ Θεοῦ δυνάμεως. Περὶ αὐτοῦ γὰρ λέγει ἡ γραφή, Ὅτι τὰ σύμπαντα δοῦλα σά. Τὰ σύμπαντα μὲν, δοῦλα αὐτοῦ: εἷς δὲ αὐτοῦ μόνος Υἱὸς, καὶ ἓν τὸ ἅγιον αὐτοῦ Πνεῦμα, ἐκτὸς τούτων πάντων: καὶ τὰ σύμπαντα δοῦλα, διὰ τοῦ ἑνὸς Υἱοῦ ἐν ἁγίῳ Πνεύματι δουλεύει τῷ δεσπότῃ. Κρατεῖ τοίνυν τῶν πάντων ὁ Θεὸς, καὶ ἀνέχεται καὶ φονέων καὶ λῃστῶν, καὶ πόρνων διὰ μακροθυμίαν: ὁρίσας καιρὸν τῆς προθεσμίας, καθ' ὃν ἀποδίδωσιν ἑκάστῳ: ἵνα οἱ πολυχρόνιον λαβόντες τὴν προθεσμίαν, ἀμετανόητον δὲ ἔχοντες τὴν καρδίαν, μειζόνως καταδικασθῶσι. Βασιλεῖς εἰσιν ἀνθρώπων οἱ ἐπὶ τῆς γῆς βασιλεύοντες, ἀλλ' οὐκ ἄνευ τῆς ἄνωθεν ἐξουσίας. Καὶ ἔγνω ποτὲ τοῦτο τῇ πείρᾳ ὁ Ναβουχοδονόσορ, εἰπών: Ὅτι ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Οὐκ ἔστιν ὁ πλοῦτος, καὶ τὸ χρυσίον καὶ τὸ ἀργύριον τοῦ διαβόλου, καθὼς νομίζουσί τινες. Τοῦ γὰρ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός: διαβόλου δὲ οὐδὲν ἀπιστότερον. Καὶ φανερῶς διὰ τοῦ προφήτου λέγει ὁ Θεός: Ἐμὸν τὸ χρυσίον καὶ ἐμὸν τὸ ἀργύριον,[ καὶ ᾧ τινι θέλω δίδωμι αὐτό]. Σὺ μόνον χρῆσαι καλῶς, καὶ οὐκ ἔστι μεμπτὸν τὸ ἀργύριον. Ὅταν δὲ σὺ τῷ καλῷ χρήσῃ κακῶς, τότε, μὴ θέλων μέμψασθαι τὴν σὴν διοίκησιν, ἀνάγεις τὴν μέμψιν ἐπὶ τὸν δημιουργὸν ἀσεβῶς. Δύναταί τις καὶ διὰ χρημάτων δικαιωθῆναι. Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν: πάντως ὅτι ἀπὸ χρημάτων. Γυμνὸς ἤμην, καὶ περιεβάλετέ με: πάντως ὅτι διὰ χρημάτων. Καὶ θέλεις γνῶναι, ὅτι δύναται θύρα γενέσθαι βασιλείας οὐρανῶν τὰ χρήματα; Πώλησόν σού, φησι, τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Ταῦτα δέ μοι λέλεκται διὰ τοὺς αἱρετικοὺς, τοὺς ἀναθεματίζοντας τὰ κτήματα καὶ τὰ χρήματα καὶ τὰ σώματα. Οὔτε γὰρ δοῦλον βούλομαί σε χρημάτων εἶναι, οὔτε ὡς ἐχθροῖς προσέχειν τοῖς εἰς ὑπηρεσίαν ὑπὸ τοῦ Θεοῦ σοι δοθεῖσι. Μὴ τοίνυν ποτὲ εἴπῃς τοῦ διαβόλου εἶναι τὰ χρήματα. Κἂν γὰρ λέγῃ, Ταῦτα πάντα σοι δώσω, ὅτι ἐμοὶ παραδέδοται, δύναται μέν τις αὐτοῦ καὶ ἀθετῆσαι τὸ ῥῆμα: τῷ ψεύστῃ γὰρ οὐ δεῖ πιστεύειν. Τάχα δὲ καὶ ἀναγκασθεὶς ὑπὸ τῆς τοῦ παρόντος δυνάμεως, εἶπε τὴν ἀλήθειαν: οὐ γὰρ εἶπε, ταῦτα πάντα σοι δώσω, ὅτι ἐμά ἐστιν: ἀλλ', ὅτι ἐμοὶ παραδέδοται. Οὐ γὰρ τὴν δεσποτείαν ἥρπασεν, ἀλλὰ τὸ ἐγκεχειρῆσθαι καὶ οἰκονομεῖν τέως ὡμολόγησε. Ζητείσθω δὲ κατὰ καιρὸν ὑπὸ τῶν ἐξηγουμένων, πότερον ψεύδεται ἢ ἀληθεύει. Εἷς τοίνυν ἐστὶν ὁ Θεὸς, ὁ Πατὴρ, ὁ παντοκράτωρ, ὃν ἐτόλμησαν αἱρετικῶν παῖδες δυσφημεῖν. Ἐτόλμησαν γὰρ δυσφημῆσαι τὸν Κύριον Σαβαὼθ, τὸν καθήμενον ἐπάνω τῶν Χερουβίμ. Ἐτόλμησαν δυσφημῆσαι τὸν Ἀδωναῒ Κύριον, ἐτόλμησαν βλασφημῆσαι τὸν ἐν προφήταις παντοκράτορα Θεόν. Σὺ δὲ ἕνα προσκύνει τὸν παντοκράτορα Θεὸν, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ: φυγὼν τὴν πολυθεΐαν καὶ φυγὼν πᾶσαν αἵρεσιν, καὶ λέγων κατὰ τὸν Ἰώβ: Κύριον δὲ τὸν παντοκράτορα ἐπικαλέσομαι, τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Καὶ τό: Ἐπὶ τούτοις πᾶσιν, τιμὴ παρὰ παντοκράτορος: ᾧ ἡ δόξα καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.