Catecheses to the Illuminandi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem">
—
⋯
Original / primary: Textus receptus
9.1
[ 9] ΚΑΤΗΧΗΣΙΣ Θʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τὸ, ΠΟΙΗΤΗΝ ΟΥΡΑΝΟΥ ΚΑΙ ΓΗΣ, ὉΡΑΤΩΝ ΤΕ ΠΑΝΤΩΝ ΚΑΙ ΑΟΡΑΤΩΝ. Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἰώβ: Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; καὶ τὰ ἑξῆς. Σαρκὸς μὲν ὀφθαλμοῖς θεωρῆσαι τὸν Θεὸν, ἀδύνατον: τὸ γὰρ ἀσώματον σαρκὸς ὄμμασιν ὑποπίπτειν οὐ δύναται. Καὶ μεμαρτύρηκεν αὐτὸς ὁ μονογενὴς Υἱὸς Θεοῦ, λέγων: Θεὸν οὐδεὶς πώποτε τεθέαται. Κἂν γὰρ κατὰ τὸ γεγραμμένον ἐν τῷ Ἱεζεχιὴλ, ὅτι εἶδεν ὁ Ἱεζεχιήλ, ἐκλαμβάνοι τις: ἀλλὰ τί λέγει ἡ γραφή; Εἶδεν ὁμοίωμα δόξης Κυρίου, οὐκ αὐτὸν τὸν Κύριον, ἀλλὰ τὸ ὁμοίωμα τῆς δόξης, καὶ οὐκ αὐτὴν τὴν δόξαν, ὡς ἔστιν ἀληθῶς. Καὶ ἰδὼν τὸ ὁμοίωμα τῆς δόξης μόνον, καὶ οὐκ αὐτὴν τὴν δόξαν, ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τοῦ φόβου. Εἰ δὲ τὸ τῆς δόξης ὁμοίωμα θεαθὲν, φόβον καὶ ἀγωνίαν περιεποίει τοῖς προφήταις: αὐτὸν εἴ τις ἐπεχείρησε θεωρῆσαι τὸν Θεὸν, πάντως ἂν καὶ τοῦ ζῇν ἀπηλλάττετο, κατὰ τὸ εἰρημένον: Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται. Διὰ τοῦτο, κατὰ τὴν μεγίστην αὐτοῦ φιλανθρωπίαν, ὁ Θεὸς παραπέτασμα τῆς οἰκείας θεότητος ἐξέτεινε τὸν οὐρανὸν, ἵνα μὴ ἀπολώμεθα. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' ὁ προφήτης εἶπεν: Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται. Καὶ τί θαυμάζεις, εἰ ὁ Ἱεζεχιὴλ τὸ ὁμοίωμα τῆς δόξης ἰδὼν ἔπεσεν, ὅπου τῷ Δανιὴλ ὁ Γαβριὴλ, οἰκέτης ὢν τοῦ Κυρίου, ὤφθη, καὶ παραχρῆμα ἔπτηξε καὶ ἔπεσεν ἐπὶ πρόσωπον: καὶ ἄχρις ὅτου ἐξεβιάσατο ἑαυτὸν ὁ ἄγγελος εἰς ὁμοίωμα υἱοῦ ἀνθρώπου, οὐκ ἐτόλμησεν ἀποκριθῆναι ὁ προφήτης. Εἰ δὲ Γαβριὴλ ὀπτανόμενος τρόμον ἐνεποίει προφήταις, αὐτὸς ὁ Θεὸς εἰ ὤφθη καθ' ὃ ἦν, οὐκ ἀπώλλυντο πάντες; Θείαν τοίνυν φύσιν ἰδεῖν σαρκὸς ὄμμασιν, ἀδύνατον: ἐκ δὲ τῶν ἔργων τῶν θείων, εἰς φαντασίαν τῆς δυνάμεως ἐλθεῖν δυνατὸν, κατὰ τὸν Σολομῶντα τὸν λέγοντα: Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων, ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Οὐ γὰρ εἶπεν, ὅτι ἐκ τῶν κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται: ἀλλὰ προσέθηκεν, ὅτι ἀναλόγως. Τοσούτῳ γὰρ μείζων ἑκάστῳ φαίνεται Θεὸς, ὅσῳ ἂν μείζονος θεωρίας τῶν κτισμάτων ἐπιλάβηται ὁ ἄνθρωπος: καὶ ὅταν διὰ τῆς μείζονος θεωρίας ὑψωθῇ τῇ καρδίᾳ, μείζονα καὶ περὶ Θεοῦ λαμβάνει φαντασίαν. Καὶ θέλεις γνῶναι, ὅτι Θεοῦ φύσιν καταλαβεῖν ἀδύνατον; Λέγουσιν οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ τοῦ πυρὸς ὑμνολογοῦντες τὸν Θεόν: Εὐλογητὸς εἶ ὁ ἐπιβλέπων ἀβύσσους, καθήμενος ἐπὶ τῶν Χερουβίμ. Εἰπέ μοι, τίς ἐστιν ἡ φύσις τῶν Χερουβὶμ, καὶ τότε τὸν ἐπικαθήμενον θεώρει. Καί τοί γε Ἱεζεχιὴλ ὁ προφήτης καὶ τὴν ἔκφρασιν αὐτῶν ἐποιήσατο κατὰ τὸ δυνατὸν, λέγων: Ὅτι τέσσαρα πρόσωπα τῷ ἑνί: τὸ μὲν ἀνθρώπου, τὸ δὲ λέοντος, τὸ δὲ ἀετοῦ, τὸ δὲ μόσχου: καὶ ὅτι ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ὀφθαλμοὶ αὐτοῖς πανταχόθεν: καὶ ὅτι ὑπὸ ἕκαστον τροχὸς τετραμερὴς ὑποκείμενος. Καὶ ὅμως τοῦ προφήτου τὴν ἔκφρασιν ποιουμένου, οὔπω ἡμεῖς οὐδὲ ἀναγινώσκοντες καταλαβεῖν δυνάμεθα. Εἰ δὲ τὸν θρόνον, ὃν διηγήσατο, καταλαβεῖν οὐ δυνάμεθα: τὸν ἐπικαθήμενον, ὄντα ἀόρατον καὶ ἀνεκδιήγητον Θεὸν, πῶς καταλαβεῖν δυνησόμεθα; Φύσιν μὲν Θεοῦ πολυπραγμονεῖν ἀδύνατον: δοξολογίας δὲ ἀναπέμπειν αὐτῷ ἐπὶ τοῖς ὁρωμένοις αὐτοῦ δημιουργήμασι δυνατόν. Ταῦτα δὲ ὑμῖν λέγεται διὰ τὴν τῆς Πίστεως ἀκολουθίαν καὶ διὰ τὸ λέγειν ἡμᾶς, ΠΙΣΤΕΥΟΜΕΝ ΕΙΣ ἙΝΑ ΘΕΟΝ, ΠΑΤΕΡΑ ΠΑΝΤΟΚΡΑΤΟΡΑ, ΠΟΙΗΤΗΝ ΟΥΡΑΝΟΥ ΚΑΙ ΓΗΣ, ὉΡΑΤΩΝ ΤΕ ΠΑΝΤΩΝ ΚΑΙ ΑΟΡΑΤΩΝ, ἵνα μνημονεύωμεν, ὅτι αὐτός ἐστι Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ αὐτός ἐστιν ὁ πεποιηκὼς τὸν οὐρανὸν καὶ τὴν γῆν: καὶ ἵνα ἀσφαλιζώμεθα ἑαυτοὺς διὰ τὰς ἐκτροπὰς τῶν ἀθέων αἱρετικῶν, τῶν τετολμηκότων κακῶς ἀναγορεύειν τὸν πάνσοφον τεχνίτην παντὸς τοῦδε τοῦ κόσμου, τῶν βλεπόντων μὲν σαρκὸς ὀφθαλμοῖς, τὰ δὲ ὄμματα τῆς διανοίας πεπωρωμένων. Τί γὰρ ἔχουσι μέμψασθαι τῷ μεγίστῳ δημιουργήματι τοῦ Θεοῦ; οὓς ἔδει ἐκπλαγῆναι θεωρήσαντας τῶν οὐρανῶν τὰ κύτη: οὓς ἔδει προσκυνῆσαι τὸν στήσαντα ὡς καμάραν τὸν οὐρανὸν, τὸν ἐκ ῥευστῆς ὑδάτων φύσεως, ἄπτωτον ὑπόστασιν οὐρανοῦ ποιήσαντα. Εἶπε γὰρ ὁ Θεός: Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος. Εἶπεν ὁ Θεὸς ἅπαξ: καὶ ἕστηκε καὶ οὐ πίπτει. Ὕδωρ ὁ οὐρανὸς, καὶ πύρινοι οἱ ἐν αὐτῷ, ἥλιος καὶ σελήνη καὶ τὰ ἄστρα. Καὶ πῶς τὰ πύρινα ἐν τῷ ὕδατι τρέχει; Εἰ δέ τις διὰ τὰς ἐναντίας φύσεις πυρὸς καὶ ὕδατος ἀμφιβάλλει, μνημονευέτω τοῦ πυρὸς τοῦ ἐπὶ Μωσέως ἐν Αἰγύπτῳ φλογίζοντος ἐν τῇ χαλάζῃ: καὶ βλεπέτω τοῦ Θεοῦ τὴν πάνσοφον δημιουργίαν. Ἐπειδὴ γὰρ ἦν ὑδάτων χρεία, μελλούσης τῆς γῆς γεηπονεῖσθαι, ὑδατώδη κατεσκεύασεν ὑπεράνω τὸν οὐρανὸν, ἵνα, ὅταν δι' ὑετῶν ἀρδείας γένηται χρεία τῷ τῆς γῆς χωρίῳ, ἕτοιμος ᾖ ἐκ φύσεως πρὸς τοῦτο ὁ οὐρανός. Τί δὲ, καὶ θαυμάσαι οὐκ ἔστιν ἀποβλέποντα καὶ εἰς ἡλίου κατασκεύασμα; ὡς μικρὸν γὰρ ὁρώμενον σκεῦος, μεγάλην δύναμιν περιέχει: ἐξ ἀνατολῆς φαινόμενος, καὶ μέχρι δύσεως ἀποστέλλων τὸ φῶς. Οὗ τὰς πρωϊνὰς ἀνατολὰς διαγράφων ὁ ψαλμῳδὸς ἔλεγε: Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ: τὸ γὰρ φαιδρὸν καὶ σύμμετρον τῆς πρώτης αὐτοῦ καταστάσεως φαινομένης εἰς ἀνθρώπους διέγραψε. Μεσημβρινὸν γὰρ διϊππεύοντα πολλάκις καὶ φεύγομεν διὰ τὸ φλογῶδες: ἅμα δὲ ταῖς ἀνατολαῖς τερπνός ἐστι τοῖς πᾶσιν, ὡς νυμφίος ὁρώμενος. Καὶ βλέπε τὴν διοίκησιν αὐτοῦ:( μᾶλλον δὲ οὐκ αὐτοῦ, ἀλλὰ τοῦ τὸν δρόμον αὐτῷ διὰ προστάγματος ὁρίσαντος): πῶς θέρους μὲν ὑψηλότερος γινόμενος, μακροτέρας ἀπεργάζεται τὰς ἡμέρας, διδοὺς εὐκαιρίαν εἰς ἔργα τοῖς ἀνθρώποις: χειμῶνος δὲ, συστέλλει τὸν δρόμον, ἵνα μὴ τοῦ ψύχους πλείων γένηται ὁ χρόνος, ἀλλ' ἵνα αἱ νύκτες μείζονες γινόμεναι, πρὸς ἄνεσιν μὲν συνεργῶσι τοῖς ἀνθρώποις, συνεργῶσι δὲ καὶ πρὸς καρποφορίαν τῶν γεννημάτων τῆς γῆς. Ὅρα δὲ καὶ πῶς ἀντιπαραδιδόασιν ἀλλήλαις εὐτάκτως αἱ ἡμέραι: θέρους μὲν αὐξανόμεναι, χειμῶνος δὲ συστελλόμεναι ἐν ἔαρι δὲ καὶ φθινοπώρῳ τὴν ἰσότητα τῶν διαστημάτων ἀλλήλαις χαριζόμεναι. Καὶ αἱ νύκτες πάλιν ἐπιτελοῦσι τὰ παραπλήσια: ὡς καὶ τὸν ψαλμῳδὸν λέγειν περὶ αὐτῶν: Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Τοῖς γὰρ οὐκ ἔχουσιν ὦτα αἱρετικοῖς μονονουχὶ βοῶσι καὶ διὰ τῆς εὐταξίας λέγουσι, μὴ ἄλλον τινὰ εἶναι Θεὸν, ἢ τὸν δημιουργὸν καὶ ὁροθέτην καὶ τὸν ἐκτάξαντα τὰ ὅλα. Μηδεὶς δὲ ἀνασχέσθω λεγόντων τινῶν, ἄλλον μὲν εἶναι τὸν φωτὸς ποιητὴν, ἄλλον δὲ σκότους. Μνημονευέτω γὰρ Ἡσαΐου λέγοντος: Ἐγὼ ὁ Θεὸς ὁ ποιήσας φῶς καὶ κτίσας σκότος. Τί ἀσχάλλεις ἐπ' αὐτῷ, ὦ ἄνθρωπε; τί βαρέως φέρεις τὸν καιρὸν τὸν εἰς ἀνάπαυσιν σὴν δοθέντα; Οὐκ ἂν οἰκέτης παρὰ δεσποτῶν ἔλαβεν ἀνάπαυσιν, εἰ μὴ τὸ σκότος ἐπάναγκες ἐπῆγε προθεσμίαν. Πῶς δὲ πολλάκις καμόντες ἐν ἡμέρᾳ, ἐν νυξὶν ἀνανεούμεθα, καὶ ὁ τῇ χθὲς ἡμέρᾳ γεγονὼς ἐν καμάτοις, ἕωθεν γίνεται ῥωμαλέος διὰ τὴν τῆς νυκτὸς ἀνάπαυσιν. Τί δὲ νυκτὸς πρὸς σοφίαν χρησιμώτερον; Ἐν ταύτῃ μὲν γὰρ πολλάκις τὰ περὶ Θεοῦ φανταζόμεθα: ἐν αὐτῇ δὲ ἀνάγνωσιν καὶ θεωρίαν τῶν θείων λογίων ποιούμεθα. Πότε δὲ εἰς ψαλμῳδίαν μᾶλλον καὶ προσευχὴν συντέταται ἡ διάνοια ἡμῶν; Ἆρα οὐκ ἐν νυκτί; Πότε δὲ πολλάκις τῶν οἰκείων ἁμαρτιῶν ἤλθομεν εἰς ὑπόμνησιν; Οὐκ ἐν νυκτί; Μὴ τοίνυν παραδεξώμεθα κακῶς, ἄλλον σκότους εἶναι ποιητήν: ἀγαθὸν γὰρ καὶ τοῦτο δείκνυσιν ἡ πεῖρα καὶ χρησιμώτατον. Ἐχρῆν δὲ αὐτοὺς οὐ μόνον ἡλίου καὶ σελήνης τὴν κατασκευὴν ἐκπλαγῆναι καὶ θαυμάσαι: ἀλλὰ γὰρ καὶ τῶν ἀστέρων τὰς εὐτάκτους χορείας, καὶ τοὺς ἀνεμποδίστους δρόμους καὶ τὰς ἀνατολὰς τὰς εὐκαίρους ἑκάστου. Καὶ πῶς οἱ μὲν σημεῖά εἰσι θέρους, οἱ δὲ χειμῶνος: καὶ πῶς οἱ μὲν τοῦ σπόρου τὸν καιρὸν δηλοῦσιν, οἱ δὲ τοῦ πλέειν τὴν ἀρχὴν σημαίνουσι: καὶ ἄνθρωπος ἐν πλοίῳ καθήμενος καὶ ἐν ἀπεριορίστοις κύμασι πλέων, εἰς ἀστέρας βλέπων εὐθύνει τὴν ναῦν. Περὶ τούτων γὰρ τῶν πραγμάτων λέγει ἡ γραφὴ καλῶς τὸ, Καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτούς: οὐκ εἰς ἀστρολογίας καὶ γενέσεως μυθολογίας. Ὅρα δὲ πῶς καὶ τὸ τῆς ἡμέρας φῶς καλῶς ἡμῖν ἐχαρίσατο ἐκ προσαγωγῆς( οὐ γὰρ ἅμα τὸν ἥλιον ἀνατέλλοντα θεωροῦμεν: ἀλλὰ προτρέχει μικρόν τι φῶς, ἵνα προμελετήσασα ἡ κόρη δύνηται βλέπειν τῆς ἀκτῖνος τὰ μείζονα:) ὅπως δὲ τὸ τῆς νυκτὸς σκότος παρεμυθήσατο τοῖς σεληνιαίοις αὐγάσμασι. Τίς ἐστιν ὑετοῦ πατὴρ, τίς δέ ἐστιν ὁ τετοκὼς βόλους δρόσου; τίς ὁ τὸν ἀέρα παχύνας εἰς νέφη, καὶ κελεύσας τῶν ὄμβρων βαστάζειν τὰ ὕδατα, καί ποτε μὲν ἄγων ἀπὸ βοῤῥᾶ νέφη χρυσαυγοῦντά, ποτε δὲ εἰς ἓν εἶδος μεταποιῶν ταῦτα καὶ πάλιν μεταφέρων εἰς ποικίλα κύκλων καὶ ἄλλα σχήματα; Τίς ὁ δυνατὸς ἀριθμεῖν νέφη σοφίᾳ; περὶ οὗ φησιν ἐν τῷ Ἰώβ: Ἐπίσταται δὲ διακρίσεις νεφῶν, οὐρανὸν δὲ εἰς γῆν ἔκλινε: καὶ τὸ, Ὁ ἀριθμῶν νέφη σοφίᾳ: καὶ τὸ, Οὐκ ἐῤῥάγη νέφος ὑποκάτω αὐτοῦ. Τοσαῦτα γὰρ μέτρα ἐπὶ τὰ νέφη ὑδάτων ἐστὶ, καὶ οὐ ῥήγνυται: ἀλλὰ μετὰ πάσης εὐταξίας ἐπὶ τὴν γῆν κατέρχεται. Τίς ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν; τίς δέ ἐστιν, ὡς προειρήκαμεν, ὁ τετοκὼς βόλους δρόσου; Ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; ὑδατώδης γὰρ ἡ ὑπόστασις, καὶ λιθώδης ἡ ἐνέργεια. Καί ποτε μὲν τὸ ὕδωρ γίνεται χιὼν ὡσεὶ ἔριόν, ποτε δὲ ὑπουργεῖ τῷ πάσσοντι τὴν ὁμίχλην ὡς σποδόν, ποτε δὲ εἰς λιθώδη ὑπόστασιν μεταβάλλεται: ἐπειδὴ οἰακίζει τὸ ὕδωρ ὡς ἂν βούληται. Μονοειδὴς ἡ φύσις, καὶ πολυδύναμος ἡ ἐνέργεια. Τὸ ὕδωρ, οἶνος μὲν ἐν ἀμπέλοις, εὐφραίνων καρδίαν ἀνθρώπου: καὶ ἔλαιον ἐν ἐλαίαις, λαμπρῦνον πρόσωπον ἀνθρώπου: καὶ εἰς ἄρτον δὲ μεταβάλλεται, στηρίζοντα καρδίαν ἀνθρώπου, καὶ εἰς παντοῖα καρπῶν δημιουργήματα. Ἐπὶ τούτοις τί ἔδει; Βλασφημεῖσθαι τὸν δημιουργὸν ἢ προσκυνεῖσθαι μᾶλλον; Καὶ τέως οὔπω λέγω τῆς σοφίας αὐτοῦ τὰ μὴ φαινόμενα. Θεώρησόν μοι τὸ ἔαρ καὶ τὰ ἄνθη, τὰ παντοῖα ἐν ὁμοιότητι διακεκριμένα: ῥόδου μὲν τὸ ἐρυθρότατον, κρίνου δὲ τὸ λευκότατον. Ἐξ ἑνὸς γὰρ ὑετοῦ ταῦτα καὶ μιᾶς τῆς γῆς, τίς ὁ διακρίνων, τίς ὁ δημιουργῶν; Θεώρησόν μοι τὴν ἀκρίβειαν. Ἐκ μιᾶς ὑποστάσεως τοῦ δένδρου, τὸ μὲν εἰς σκέπην, τὸ δὲ εἰς καρποὺς διαφόρους: καὶ εἷς ὁ τεχνίτης. Μιᾶς ἀμπέλου τὸ μέν τι εἰς καῦσιν, τὸ δὲ εἰς βλαστήματα, τὸ δὲ εἰς φυλλάδας, τὸ δὲ εἰς ἕλικας, τὸ δὲ εἰς βότρυν. Ἐκπλάγηθι καὶ τοῦ καλάμου τὴν πυκνοτάτην τῶν κόμβων περιβολὴν, ἣν ἐποίησεν ὁ τεχνίτης. Ἐκ τῆς μιᾶς γῆς ἑρπετὰ προέρχεται, καὶ θηρία, καὶ κτήνη, καὶ ξύλα, καὶ βρώματα, καὶ χρυσὸς, καὶ ἄργυρος, καὶ χαλκὸς, καὶ σίδηρος, καὶ λίθος. Μία ὑδάτων ἡ φύσις, καὶ ἐξ αὐτῆς νηκτῶν καὶ ὀρνέων ὑπόστασις: ἵνα ὥσπερ ἐκεῖνα νήχεται ἐν τοῖς ὕδασιν, οὕτω καὶ τὰ ὄρνεα ἵπτανται ἐν τῷ ἀέρι. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός. Τίς δύναται διηγήσασθαι τῶν ἰχθύων τῶν ἐν αὐτῇ τὸ κάλλος; τίς δύναται διηγήσασθαι κητῶν τὰ μεγέθη, καὶ τῶν ἀμφιβίων ζώων τὴν ὑπόστασιν, ὅπως καὶ ἐν χέρσῳ γῇ, καὶ ἐν ὕδασι διαιτᾶται; Τίς δύναται τῆς θαλάσσης διηγήσασθαι τὸν βυθὸν καὶ τὸ πλάτος, ἢ τῶν ὑπερμέτρων κυμάτων τὰς ὁρμάς; Ἀλλ' εἰς τοὺς ὅρους αὐτῆς ἕστηκε διὰ τὸν εἰπόντα: Ἄχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ: ἀλλ' ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα: ἥτις καὶ δηλοῦσα τὸν ἐπηρτημένον αὐτῇ τοῦ προστάγματος λόγον, ἐπεκδραμοῦσα διὰ τῶν κυμάτων γραμμήν τινα φανερὰν ἐναφίησι τοῖς αἰγιαλοῖς: δηλοῦσα τοῖς ὁρῶσιν ὥσπερ, ὅτι τοὺς προστεταγμένους οὐ παραβέβηκεν ὅρους. Τίς δύναται διασκέψασθαι τῶν ἀερίων ὀρνέων τὴν φύσιν; Πῶς τὰ μὲν γλῶσσαν περιφέρει μουσικήν: τὰ δὲ παντοίᾳ τῇ ζωγραφίᾳ πεποίκιλται διὰ τῶν πτερῶν: τὰ δὲ ὑπερπτάντα εἰς μέσον ἀέρα ἕστηκεν ἀκίνητα, ὡς ἱέραξ: ἀπὸ γὰρ τοῦ θείου προστάγματος, ἱέραξ ἐκπετάσας τὰς πτέρυγας ἕστηκεν ἀκίνητος, καθορῶν τὰ πρὸς νότον. Τίς δύναται ἀνθρώπων ὑψωθέντα θεωρῆσαι ἀετόν; Εἰ δὲ τῶν ὀρνέων τὸ ἀλογώτατον ὑψωθὲν οὐ δύνασαι κατανοῆσαι, πῶς τὸν πάντων ποιητὴν θέλεις κατανοῆσαι; Τίς ἐν ἀνθρώποις θηρίων πάντων οἶδε κἂν τὰ ὀνόματα; ἢ τίς ἑκάστου δύναται διασκέψασθαι τὴν φυσιολογίαν; Εἰ δὲ τῶν θηρίων μόνον οὐδὲ τὰ ὀνόματα γινώσκομεν, πῶς τὸν ποιητὴν αὐτῶν καταληψόμεθα; Ἓν τὸ τοῦ Θεοῦ πρόσταγμα τὸ λέγον: Ἐξαγαγέτω ἡ γῆ θηρία καὶ κτήνη καὶ ἑρπετὰ, κατὰ γένος: καὶ διάφοροι φύσεις ἐκ μιᾶς τῆς γῆς γεγόνασιν ἑνὶ προστάγματι: πρόβατον ἡμερώτατον καὶ λέων σαρκοβόρος: καὶ διάφοροι ζώων ἄλογοι κινήσεις, μιμήσεις ἔχουσαι διαφόρων προαιρέσεων ἀνθρωπίνων: ἵνα ἀλώπηξ μὲν δηλώσῃ τὸ ἐν ἀνθρώποις δολερὸν, ὄφις δὲ τῶν φίλων τοὺς ἰοβόλους, ἵππος δὲ χρεμετιστὴς τῶν νέων τοὺς ἀκολάστους. Μύρμηξ δὲ ὁ γοργώτατος, ἵνα διεγείρῃ τὸν ὀκνηρὸν, τὸν νωθρόν. Ὅταν γάρ τις ἀργὴν ἔχῃ τὴν νεότητα, τότε ὑπὸ τῶν ἀλόγων ζώων διδάσκεται, διελεγχόμενος ὑπὸ τῆς θείας γραφῆς λεγούσης: Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος. Βλέπων γάρ, φησιν, ἐκεῖνον ἑαυτῷ εὐκαίρως θησαυρίζοντα τὴν τροφὴν, μιμοῦ καὶ θησαύρισον σεαυτῷ καρποὺς ἔργων ἀγαθῶν εἰς τοὺς μέλλοντας αἰῶνας. Καὶ πάλιν: Πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε, ὡς ἐργάτις ἐστὶ, πῶς ἄνθη παντοῖα περιτρέχουσα συντίθησί σοι πρὸς ὠφέλειαν τὸ μέλι: ἵνα καὶ αὐτὸς περιερχόμενος τὰς θείας γραφὰς, τῆς ἑαυτοῦ σωτηρίας περιδράξῃ, καὶ τούτων ἐμφορούμενος εἴπῃς: Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου: ὑπὲρ μέλι[ καὶ κηρίον] τῷ στόματί μου. Ἆρα οὐχὶ δοξάζεσθαι μᾶλλον ὁ τεχνίτης ἄξιος; Τί γὰρ, εἰ καὶ σὺ μὴ πάντων γινώσκεις τὴν ὑπόστασιν, ἤδη ἀργὰ καὶ τὰ γενόμενα; Μὴ γὰρ πασῶν βοτανῶν δύνασαι γνῶναι τὴν ἐνέργειαν; ἢ τὴν ὠφέλειαν δύνασαι μαθεῖν πᾶσαν, τὴν ἐκ παντὸς ζώου προχωροῦσαν; Ἤδη καὶ ἐξ ἰοβόλων ἐχιδνῶν ἀντίδοτοι προεχώρησαν εἰς σωτηρίαν ἀνθρώποις. Ἀλλ' ἐρεῖς μοι, δεινὸς ὁ ὄφις: φοβοῦ τὸν Κύριον, καὶ οὐ δυνήσεταί σε βλάψαι. Σκορπίος πληκτικός: φοβοῦ τὸν Κύριον, καὶ οὐ πλήξει σε. Λέων αἱμοβόρος: φοβοῦ τὸν Κύριον, καὶ παρακαθήσεταί σοι, ὡς τῷ Δανιήλ. Ἔστι δὲ θαυμάσαι ἀληθῶς καὶ τῶν ζώων τὴν ἐνέργειαν: πῶς τὰ μὲν ἐν κέντροις, ὥσπερ ὁ σκορπίος, ἔχει τὸ ὀξὺ, ἑτέροις δὲ ἐν τοῖς ὀδοῦσιν ἡ δύναμις: καὶ ἄλλα δι' ὀνύχων καταγωνίζεται: βασιλίσκῳ δὲ τὸ βλέμμα ἡ δύναμις. Ἐκ τῆς ποικίλης οὖν δημιουργίας, νόησον τοῦ δημιουργοῦ τὴν ἐνέργειαν. Ἀλλ' ἴσως ταῦτα οὐ γινώσκεις: μηδέν σοι καὶ τοῖς ἔξωθέν σου ζώοις. Εἴσελθε λοιπὸν εἰς σεαυτὸν, καὶ ἐκ τῆς σῆς ὑποστάσεως νόησον τὸν τεχνίτην. Τί μεμπτὸν ἐν τῷ σώματί σου πέπλασται; Κράτει σεαυτοῦ, καὶ οὐδὲν φαῦλον ἐκ πάντων τῶν μελῶν. Ἐξ ἀρχῆς ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ γυμνὸς ἦν μετὰ τῆς Εὔας, ἀλλ' οὐ διὰ τὰ μέλη ἦν ἀπόβλητος. Οὐκ ἄρα τὰ μέλη τῆς ἁμαρτίας αἴτια, ἀλλ' οἱ χρώμενοι τοῖς μέλεσι κακῶς: σοφὸς δὲ ὁ τῶν μελῶν ποιητής. Τίς ὁ παρασκευάσας εἰς τεκνογονίαν μήτρας ὄγκους; τίς ὁ τὸ ἄψυχον ἐν αὐτῇ ψυχώσας; τίς ὁ νεύροις καὶ ὀστέοις ἡμᾶς ἐνείρας, δέρμα δὲ καὶ κρέας περιβαλὼν, καὶ ἅμα τῷ γεννηθῆναι τὸ βρέφος, ἐκ μαστῶν πηγὰς γάλακτος ἐκφέρων; Πῶς τὸ μὲν βρέφος εἰς παιδίον αὔξει, καὶ τοῦτο εἰς νεανίαν, εἶτα εἰς ἄνδρα, καὶ πάλιν ὁ αὐτὸς εἰς πρεσβύτην μεταβάλλεται, μηδενὸς καταλαμβάνοντος τῆς μεταβολῆς τὴν καθ' ἡμέραν ἀκρίβειαν; πῶς τῆς τροφῆς τὸ μὲν ἐξαιματοῦται, τὸ δὲ εἰς προχώρησιν διακρίνεται, τὸ δὲ εἰς σάρκα μεταβάλλεται; Τίς ὁ τὴν καρδίαν ἀεικινήτως κινῶν; τίς ὁ τὴν ἁπαλότητα τῶν ὀφθαλμῶν τῇ τῶν βλεφάρων περιβολῇ σοφῶς ἀσφαλισάμενος; Περὶ γὰρ τῆς ποικίλης καὶ θαυμασίας τῶν ὀφθαλμῶν κατασκευῆς, αἱ πολύστιχοι τῶν ἰατρῶν μόγις ἐξηγοῦνται βίβλοι. Τίς ὁ τὴν μίαν ἀναπνοὴν εἰς ὅλον τὸ σῶμα διαδούς; Βλέπεις ἄνθρωπε τὸν τεχνίτην, βλέπεις τὸν σοφὸν δημιουργόν. Ταῦτά σοι νῦν ἐπλάτυνεν ὁ λόγος, πολλῶν καὶ ἅλλων μυρίων καταλελειμμένων, καὶ μάλιστα τῶν ἀσωμάτων καὶ ἀοράτων: ἵνα μισήσῃς μὲν τοὺς βλασφημοῦντας τὸν σοφὸν καὶ ἀγαθὸν τεχνίτην, ἐκ δὲ τῶν εἰρημένων καὶ ἀναγινωσκομένων, καὶ ὧν ἂν αὐτὸς εὑρεῖν ἢ νοῆσαι δυνηθείης, καὶ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως τὸν γενεσιουργὸν θεωρήσας, γόνυ κάμπτων εὐσεβῶς τῷ τῶν ὅλων ποιητῇ, τῶν αἰσθητῶν λέγω καὶ νοητῶν, ὁρατῶν τε πάντων καὶ ἀοράτων, μετ' εὐγνώμονος καὶ εὐφήμου γλώττης, ἀδιαλείπτοις χείλεσιν ἀνυμνῇς[ καὶ καρδίᾳ] τὸν Θεὸν, λέγων: Ὡς θαυμαστὰ τὰ ἔργα σου, Κύριε: πάντα ἐν σοφίᾳ ἐποίησας. Σοὶ γὰρ πρέπει τιμὴ, δόξα καὶ μεγαλωσύνη, νῦν τε καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.