Mystagogical Catecheses
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem">
—
⋯
Original / primary: Textus receptus
1.1
[ 1] ΜΥΣΤΑΓΩΓΙΑ ΠΡΩΤΗ ΠΡΟΣ ΤΟΥΣ ΝΕΟΦΩΤΙΣΤΟΥΣ Καὶ ἀνάγνωσις ἐκ τῆς Πέτρου ἐπιστολῆς αʹ καθολικῆς, ἀπὸ τοῦ: Νήψατε, γρηγορήσατε, ἕως τέλους τῆς ἐπιστολῆς: τοῦ αὐτοῦ Κυρίλλου καὶ Ἰωάννου ἐπισκόπου. Ἐπόθουν ὑμῖν καὶ πάλαι, ὦ γνήσια καὶ ἐπιπόθητα τῆς Ἐκκλησίας τέκνα, περὶ τῶν πνευματικῶν τούτων καὶ ἐπουρανίων διαλεχθῆναι μυστηρίων. Ἀλλ' ἐπειδὴ σαφῶς ἠπιστάμην ὄψιν ἀκοῆς πολλῷ πιστοτέραν εἶναι, ἀνέμενον τὸν παρόντα καιρόν, ὅπως εὐπροσαγωγοτέρους ὑμᾶς περὶ τῶν λεγομένων ἐκ ταύτης λαβὼν τῆς ἑσπέρας εἰς τὸν φωτεινότερον καὶ εὐωδέστερον λειμῶνα τοῦδε τοῦ παραδείσου χειραγωγήσω. Ἄλλως δὲ καὶ χωρητικοὶ τῶν θειοτέρων κατέστητε μυστηρίων, τοῦ θείου καὶ ζωοποιοῦ βαπτίσματος. Ἐπεὶ τοίνυν λοιπὸν τῶν ἐντελεστέρων δεῖ μαθημάτων παρατιθέναι τράπεζαν, φέρε ταῦτα ὑμᾶς ἀκριβῶς παιδεύσωμεν, ἵνα εἰδῆτε τὴν ἔμφασιν τὴν πρὸς ὑμῶν κατ' ἐκείνην γενομένην τοῦ βαπτίσματος τὴν ἑσπέραν. Εἰσῄειτε πρῶτον εἰς τὸν προαύλιον τοῦ βαπτίσματος οἶκον, καὶ πρὸς τὰς δυσμὰς ἑστῶτες ἠκούετε καὶ προσετάττεσθε ἐκτείνειν τὴν χεῖρα, καὶ ὡς παρόντι ἀπετάττεσθε τῷ Σατανᾷ. Χρὴ δὲ τοῦτο ὑμᾶς εἰδέναι, ὅτι ἐν παλαιᾷ ἱστορίᾳ οὗτος κεῖται ὁ τύπος. Ὅτε γὰρ Φαραώ, ὁ πικρότατος καὶ ὠμότατος τύραννος, κατέθλιβε τῶν Ἑβραίων τὸν ἐλεύθερον καὶ εὐγενῆ λαόν, ὁ Θεὸς ἀπέστειλε τὸν Μωϋσῆν ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς πονηρᾶς τῶν Αἰγυπτίων δουλείας. Καὶ αἵματι μὲν ἀμνοῦ ἐχρίοντο αἱ φλιαί, ἵνα φύγῃ ὁ ὀλοθρεύων τοὺς τὸ σημεῖον ἔχοντας τοῦ αἵματος οἴκους, παραδόξως δὲ ἠλευθεροῦτο ὁ τῶν Ἑβραίων λαός. Ἐπειδὴ δὲ καὶ ἐλευθερωθέντας κατεδίωξε καὶ παραδόξως εἶδε τὴν θάλασσαν αὐτοῖς τεμνομένην, ὅμως ἐχώρει, ἴχνεσιν ἴχνη συμβάλλων, καὶ παραχρῆμα ὑποβρύχιος ἐγίνετο, καταποντούμενος ἐν θαλάσσῃ ἐρυθρᾷ. Μετάβηθί μοι λοιπὸν ἀπὸ τῶν παλαιῶν ἐπὶ τὰ νέα, ἀπὸ τοῦ τύπου ἐπὶ τὴν ἀλήθειαν. Ἐκεῖ Μωϋσῆς ἀπὸ τοῦ Θεοῦ εἰς Αἴγυπτον πεμπόμενος, ἐνταῦθα Χριστὸς ἐκ τοῦ Πατρὸς εἰς τὸν κόσμον ἀποστελλόμενος: ἐκεῖ, ἵνα ἐξαγάγῃ λαὸν ἐξ Αἰγύπτου θλιβόμενον, ὧδε Χριστός, ἵνα ῥύσηται τοὺς ἐν τῷ κόσμῳ ὑπὸ τῆς ἁμαρτίας καταπονουμένους: ἐκεῖ αἷμα ἀμνοῦ ὀλοθρευτοῦ ἦν ἀποτρόπαιον, ἐνταῦθα τοῦ Ἀμνοῦ τοῦ ἀμώμου Ἰησοῦ Χριστοῦ τὸ αἷμα δαιμόνων καθέστηκε φυγαδευτήριον. Ἐκεῖνος ὁ τύραννος κατεδίωκεν ἕως θαλάσσης τὸν παλαιὸν ἐκεῖνον λαόν, καὶ σοὶ ὁ ἰταμός, ὁ ἀναίσχυντος καὶ ἀρχέκακος οὗτος δαίμων ἕως αὐτῶν ἠκολούθει τῶν σωτηρίων ναμάτων. Ἐκεῖνος ὑποβρύχιος ἐν θαλάσσῃ γίνεται, καὶ οὗτος ἐν τῷ σωτηρίῳ ὕδατι ἀφανίζεται. Ἀλλ' ὅμως ἀκούεις τεταμένῃ τῇ χειρὶ ὡς πρὸς παρόντα εἰπεῖν:« Ἀποτάσσομαί σοι, Σατανᾶ.» Βούλομαι καὶ τίνος ἕνεκεν ἵστασθε πρὸς δυσμὰς εἰπεῖν: ἀναγκαῖον γάρ. Ἐπειδὴ τοῦ φαινομένου σκότους τόπος αἱ δυσμαί, ἐκεῖνος δὲ σκότος τυγχάνων ἐν σκότῳ ἔχει καὶ τὸ κράτος: τούτου χάριν συμβολικῶς πρὸς δυσμὰς ἀποβλέποντες, ἀποτάσσεσθε τῷ σκοτεινῷ ἐκείνῳ καὶ ζοφερῷ ἄρχοντι. Τί οὖν ὑμῶν ἕκαστος ἑστὼς ἔλεγεν; Ἀποτάσσομαί σοι, Σατανᾶ, σοὶ τῷ πονηρῷ καὶ ὠμοτάτῳ τυράννῳ: οὐκέτι σου δέδοικα, λέγων, τὴν ἰσχύν. Κατέλυσε γὰρ ταύτην ὁ Χριστός, αἵματός μοι καὶ σαρκὸς κοινωνήσας, ἵνα διὰ τούτων τῶν παθημάτων καταργήσῃ θανάτῳ τὸν θάνατον, ὅπως μὴ διὰ παντὸς ἔνοχος γένωμαι δουλείας. Ἀποτάσσομαί σοι τῷ δολερῷ καὶ πανουργοτάτῳ ὄφει. Ἀποτάσσομαί σοι ἐπιβούλῳ ὄντι, καὶ προσποιήσει φιλίας πράξαντι πᾶσαν ἀνομίαν, καὶ ἐμποιήσαντι τοῖς ἡμετέροις προγόνοις ἀποστασίαν. Ἀποτάσσομαί σοι, Σατανᾶ, τῷ πάσης κακίας δημιουργῷ καὶ συνεργῷ. Εἶτα ἐν δευτέρᾳ λέξει μανθάνεις λέγειν:« Καὶ πᾶσι τοῖς ἔργοις σου.» Ἔργα δὲ τοῦ Σατανᾶ, πᾶσά ἐστιν ἁμαρτία, ᾗ καὶ ἀποτάσσεσθαι ἀναγκαῖον, ὡσεὶ καὶ τύραννόν τις ἀποφυγὼν πάντως που καὶ τὰ τούτου ὅπλα ἀπέφυγε. Πᾶσα οὖν κατ' εἶδος ἁμαρτία ἐγκατείλεκται τοῖς τοῦ διαβόλου ἔργοις. Πλὴν τοῦτο ἴσθι ὅτι ὅσα λέγεις, μάλιστα κατ' ἐκείνην τὴν φρικωδεστάτην ὥραν, ἔγγραφά ἐστιν ἐν τοῖς ἀοράτοις τοῦ Θεοῦ γραφόμενα βιβλίοις. Ἐπειδὰν τοίνυν ἐναντίως τι διαπραττόμενος τούτοις ἁλῷς, ὡς παραβάτης κριθήσῃ. Ἀποτάσσῃ τοίνυν τοῖς ἔργοις τοῦ Σατανᾶ, πάσαις φημὶ πράξεσι καὶ ἐννοίαις παρὰ λόγον γινομέναις. Εἶτα λέγεις:« Καὶ πάσῃ τῇ πομπῇ αὐτοῦ.» Πομπὴ δὲ διαβόλου ἐστὶ θεατρομανίαι, καὶ ἱπποδρομίαι, καὶ κυνηγεσία, καὶ πᾶσα τοιαύτη ματαιότης, ᾗς εὐχόμενος ἐλευθερωθῆναι ὁ ἅγιος τῷ Θεῷ λέγει: Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα. Μὴ περισπούδαστόν σοι ἔστω ἡ θεατρομανία, ἔνθα αἱ ἀσελγεῖς εἰσι τῶν μίμων ὄψεις, ὕβρεσι πεπραγμέναι καὶ πάσαις ἀσχημοσύναις, καὶ ἐκτεθηλυμένων ἀνδρῶν ἐμμανεῖς ὀρχήσεις: μήτε ἡ τῶν ἐν κυνηγίοις ἑαυτοὺς θηρίοις ἐκδιδόντων, ἵνα τὴν ἀθλίαν κολακεύσωσι γαστέρα: οἵ, ἵνα κοιλίας τροφαῖς θεραπεύσωσιν, αὐτοὶ γαστρὸς ἀτιθάσων ἀληθῶς τροφὴ γίνονται θηρίων: ἵνα δὲ δικαίως εἴπω, ὑπὲρ οἰκείου θεοῦ τῆς κοιλίας τὴν ἑαυτῶν ζωὴν κατὰ κρημνῶν μονομαχούντων. Φεῦγε καὶ τὰς ἱπποδρομίας, τὸ ἐμμανὲς θέαμα καὶ ψυχὰς ἐκτραχηλίζον: ταῦτα γὰρ πάντα πομπή ἐστι διαβόλου. Ἀλλὰ καὶ τὰ ἐν εἰδωλίοις καὶ πανηγύρεσι κρεμνώμενα, ἔσθ' ὅτε κρέα, ἢ ἄρτοι, ἢ ἄλλα τοιαῦτα μιανθέντα τῇ τῶν παμμιάρων ἐπικλήσει δαιμόνων, ἐγκαταλεχθείη ἂν τῇ τοῦ διαβόλου πομπῇ. Ὥσπερ γὰρ ὁ ἄρτος καὶ ὁ οἶνος τῆς εὐχαριστίας, πρὸ τῆς ἁγίας ἐπικλήσεως τῆς προσκυνητῆς Τριάδος, ἄρτος ἦν καὶ οἶνος λιτός, ἐπικλήσεως δὲ γενομένης, ὁ μὲν ἄρτος γίνεται σῶμα Χριστοῦ, ὁ δὲ οἶνος αἷμα Χριστοῦ: τὸν αὐτὸν δὴ τρόπον, τὰ τοιαῦτα βρώματα τῆς πομπῆς τοῦ Σατανᾶ, τῇ ἰδίᾳ φύσει λιτὰ ὄντα, τῇ ἐπικλήσει τῶν δαιμόνων βέβηλα γίνεται. Μετὰ ταῦτα λέγεις:« Καὶ τῇ λατρείᾳ σου.» Λατρεία δέ ἐστι διαβόλου, ἡ ἐν εἰδωλίοις εὐχή: τὰ πρὸς τιμὴν γινόμενα τῶν ἀψύχων εἰδώλων: τὸ ἅπτειν λύχνους, ἢ θυμιᾶν παρὰ πηγὰς ἢ ποταμούς, ὥς τινες ἀπ' ὀνειράτων ἢ ἐκ δαιμόνων ἀπατηθέντες, ἐπὶ τοῦτο διέβησαν, οἰόμενοι καὶ σωματικῶν παθῶν τὴν ἴασιν εὑρίσκειν: μὴ τοιαῦτα μετέλθῃς. Οἰωνοσκοπία, μαντεία, κληδονισμοί, ἢ περιάμματα, ἢ ἐν πετάλοις ἐπιγραφαί, μαγείαις, ἢ ἄλλαις τισὶ κακοτεχνίαις, καὶ ὅσα τοιαῦτα, λατρεία ἐστὶ διαβόλου. Φεῦγε οὖν ταῦτα: εἰ γὰρ τούτοις ὑποπέσοις μετὰ τὴν ἀπόταξιν τοῦ Σατανᾶ καὶ τὴν πρὸς τὸν Χριστὸν σύνταξιν, πικροτέρου πειραθήσῃ τοῦ τυράννου, ἴσως ὡς οἰκείου περιέποντος πάλαι, καὶ τῆς πικρᾶς ἀνιέντος σε δουλείας, νῦν δὲ σφόδρα παρὰ σοῦ καταπικρανθέντος, καὶ τοῦ Χριστοῦ στερηθήσῃ, κἀκείνου πειραθήσῃ. Οὐκ ἤκουσας παλαιᾶς ἱστορίας τὰ περὶ τοῦ Λὼτ ἡμῖν καὶ τῶν τούτου θυγατέρων διηγουμένης; Οὐχὶ αὐτὸς μὲν σέσωσται μετὰ τῶν θυγατέρων, ἐπειδὴ τὸ ὄρος κατείληφεν, ἡ δὲ τούτου γυνὴ στήλη γέγονεν ἁλός, ἐστηλιτευμένη δι' αἰῶνος, ἔχουσα τῆς πονηρᾶς προαιρέσεως καὶ ὑποστροφῆς τὴν μνήμην; Πρόσεχε τοίνυν σεαυτῷ, καὶ μὴ στρέφου πάλιν, βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον, εἰς τὴν ἁλμυρὰν τοῦ βίου τούτου πρᾶξιν: ἀλλὰ φεῦγε εἰς τὸ ὄρος πρὸς Ἰησοῦν Χριστόν, τὸν τμηθέντα λίθον ἄνευ χειρῶν, καὶ τὴν οἰκουμένην πληρώσαντα. Ὅτε οὖν τῷ Σατανᾷ ἀποτάττῃ, πᾶσαν τὴν πρὸς αὐτὸν πατῶν διαθήκην, λύεις τὰς παλαιὰς πρὸς τὸν ᾅδην συνθήκας, ἀνοίγεταί σοι ὁ παράδεισος τοῦ Θεοῦ, ὃν ἐφύτευσε κατὰ ἀνατολάς, ὅθεν διὰ τὴν παράβασιν ἐξόριστος γέγονεν ὁ ἡμέτερος προπάτωρ. Καὶ τούτου σύμβολον τὸ στραφῆναί σε ἀπὸ δυσμῶν πρὸς ἀνατολάς, τοῦ φωτὸς τὸ χωρίον. Τότε σοι ἐλέγετο εἰπεῖν:« Πιστεύω εἰς τὸν Πατέρα καὶ εἰς τὸν Υἱὸν καὶ εἰς τὸ ἅγιον Πνεῦμα καὶ εἰς ἓν βάπτισμα μετανοίας.» Περὶ ὧν ἐν ταῖς προτέραις κατηχήσεσιν, ὡς ἡ τοῦ Θεοῦ χάρις ἔδωκεν, ἐν πλάτει σοι εἴρηται. Τούτοις οὖν ἀσφαλιζόμενος τοῖς λόγοις, νῆφε. Ὁ γὰρ ἀντίδικος ἡμῶν διάβολος, καθὼς ἀρτίως ἀνέγνωσται, ὡς λέων περιπατεῖ, ζητῶν τινὰ καταπιεῖν. Ἀλλ' ἐν μὲν τοῖς πρὸ τούτου χρόνοις κατέπιεν ὁ θάνατος ἰσχύσας: ἐπὶ δὲ τοῦ ἁγίου τῆς παλιγγενεσίας λουτροῦ, ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου: οὐκ ἔτι γὰρ πενθεῖς, ἐκδεδυμένος τὸν παλαιὸν ἄνθρωπον: ἀλλὰ πανηγυρίζεις, ἐνδεδυμένος ἱμάτιον σωτηρίου, Ἰησοῦν Χριστόν. Ταῦτα ἐν τῷ ἐξωτέρῳ ἐγίνετο οἴκῳ. Θεοῦ δὲ θέλοντος, ὅταν ἐν ταῖς ἑξῆς μυσταγωγίαις εἰς τὰ ἅγια τῶν ἁγίων εἰσέλθωμεν, ἐκεῖ εἰσόμεθα τῶν αὐτόθι ἐπιτελουμένων τὰ σύμβολα. Τῷ δὲ Θεῷ δόξα, κράτος, μεγαλωσύνη, σὺν Υἱῷ καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.