Mystagogical Catecheses
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem">
—
⋯
Original / primary: Textus receptus
2.1
[ 2] ΚΑΤΗΧΗΣΙΣ ΜΥΣΤΑΓΩΓΙΚΗ Βʹ ΠΕΡΙ ΒΑΠΤΙΣΜΑΤΟΣ Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς:« Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;» ἕως τοῦ:« οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν». Χρήσιμαι ὑμῖν αἱ καθ' ἡμέραν μυσταγωγίαι, καὶ διδασκαλίαι καινότεραι, καινοτέρων οὖσαι πραγμάτων ἀπαγγελτικαί, καὶ μάλιστα ὑμῖν, τοῖς ἀνακαινισθεῖσιν ἀπὸ παλαιότητος εἰς καινότητα. Διὰ τοῦτο ἀναγκαίως ὑμῖν παραθήσομαι τὰ ἑξῆς τῆς χθεσινῆς μυσταγωγίας, ἵνα μάθητε τίνων ἦν σύμβολα τὰ ὑφ' ὑμῶν ἐν τῷ ἐσωτέρῳ γενόμενα οἴκῳ. Εὐθύς γ' οὖν εἰσελθόντες, ἀπεδύεσθε τὸν χιτῶνα: καὶ τοῦτο ἦν εἰκὼν τοῦ τὸν παλαιὸν ἄνθρωπον ἀπεκδύσασθαι σὺν ταῖς πράξεσιν. Ἀποδυθέντες γυμνοὶ ἦτε, μιμούμενοι καὶ ἐν τούτῳ τὸν ἐπὶ τοῦ σταυροῦ γυμνωθέντα Χριστόν, καὶ τῇ γυμνότητι ἀπεκδυσάμενον τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ μετὰ παρρησίας ἐν τῷ ξύλῳ θριαμβεύσαντα. Ἐπειδὴ γὰρ τοῖς ἡμετέροις μέλεσιν ἐνεφώλευον αἱ ἀντικείμεναι δυνάμεις, οὐκ ἔτι φορεῖν ὑμῖν ἔξεστι τὸν παλαιὸν ἐκεῖνον χιτῶνα, οὐ τοῦτον πάντως λέγω τὸν αἰσθητόν, ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον ἐν ταῖς ἐπιθυμίαις τῆς ἀπάτης. Ὃν μὴ εἴη πάλιν ἐνδύσασθαι τῇ ἅπαξ τοῦτον ἀποδυσαμένῃ ψυχῇ, ἀλλὰ λέγειν κατὰ τὴν ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων τοῦ Χριστοῦ νύμφην:« Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν;» Ὢ θαυμασίου πράγματος: γυμνοὶ ἦτε ἐν ὄψεσι πάντων, καὶ οὐκ ᾐσχύνεσθε. Ἀληθῶς γὰρ μίμημα ἐφέρετε τοῦ πρωτοπλάστου Ἀδάμ, ὃς ἐν τῷ παραδείσῳ γυμνὸς ἦν καὶ οὐκ ᾐσχύνετο. Εἶτα ἀποδυθέντες, ἐλαίῳ ἠλείφεσθε ἐπορκιστῷ ἀπ' ἄκρων κορυφῆς τριχῶν ἕως τῶν κατωτάτων, καὶ κοινωνοὶ ἐγίνεσθε τῆς καλλιελαίου Ἰησοῦ Χριστοῦ. Ἐκκοπέντες γὰρ ἐκ τῆς ἀγριελαίου, ἐνεκεντρίζεσθε εἰς τὴν καλλιέλαιον, καὶ κοινωνοὶ ἐγίνεσθε τῆς πιότητος τῆς ἀληθινῆς ἐλαίας. Τὸ οὖν ἐπορκιστὸν ἔλαιον σύμβολον ἦν τῆς κοινωνίας τῆς πιότητος τοῦ Χριστοῦ, φυγαδευτήριον τυγχάνον παντὸς ἴχνους ἀντικειμένης ἐνεργείας. Ὥσπερ γὰρ τὰ ἐμφυσήματα τῶν ἁγίων, καὶ ἡ τοῦ ὀνόματος τοῦ Θεοῦ ἐπίκλησις, ὥσπερ σφοδροτάτη φλόξ, καίει καὶ ἐκδιώκει δαίμονας, οὕτω τὸ ἐπορκιστὸν τοῦτο ἔλαιον ἐπικλήσει Θεοῦ καὶ εὐχῇ δύναμιν τηλικαύτην λαμβάνει ὡς οὐ μόνον καῖον τὰ ἴχνη τῶν ἁμαρτημάτων ἀποκαθαίρειν, ἀλλὰ καὶ τὰς ἀοράτους τοῦ πονηροῦ ἐκδιώκειν δυνάμεις. Μετὰ ταῦτα ἐπὶ τὴν ἁγίαν τοῦ θείου βαπτίσματος ἐχειραγωγεῖσθε κολυμβήθραν, ὡς ὁ Χριστὸς ἀπὸ τοῦ σταυροῦ ἐπὶ τὸ προκείμενον μνῆμα. Καὶ ἠρωτᾶτο ἕκαστος εἰ πιστεύει εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ ὡμολογεῖτε τὴν σωτήριον ὁμολογίαν, καὶ κατεδύετε τρίτον εἰς τὸ ὕδωρ καὶ πάλιν ἀνεδύετε, καὶ ἐνταῦθα διὰ συμβόλου τὴν τριήμερον τοῦ Χριστοῦ αἰνιττόμενοι ταφήν. Καθάπερ γὰρ ὁ Σωτὴρ ἡμῶν τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ καρδίᾳ τῆς γῆς πεποίηκεν, οὕτω καὶ ὑμεῖς ἐν τῇ πρώτῃ ἀναδύσει τὴν πρώτην ἐμιμεῖσθε τοῦ Χριστοῦ ἐν τῇ γῇ ἡμέραν καὶ τῇ καταδύσει τὴν νύκτα: ὥσπερ γὰρ ὁ ἐν νυκτὶ οὐκέτι βλέπει, ὁ δὲ ἐν ἡμέρᾳ φωτὶ διάγει, οὕτως ἐν τῇ καταδύσει ὡς ἐν νυκτὶ οὐδὲν ἑωρᾶτε, ἐν δὲ τῇ ἀναδύσει πάλιν ὡς ἐν ἡμέρᾳ ἐτυγχάνετε ὄντες. Καὶ ἐν τῷ αὐτῷ ἀπεθνῄσκετε καὶ ἐγεννᾶσθε, καὶ τὸ σωτήριον ἐκεῖνο ὕδωρ καὶ τάφος ὑμῖν ἐγίνετο καὶ μήτηρ. Καὶ ὅπερ Σολομὼν ἐπὶ ἄλλων εἴρηκε, τοῦτο ἁρμόσαι ἂν ὑμῖν: ἐκεῖ μὲν γὰρ ἔλεγε:« Καιρὸς τοῦ τεκεῖν, καὶ καιρὸς τοῦ ἀποθανεῖν.» Ἐφ' ὑμῖν δὲ τὸ ἀνάπαλιν: καιρὸς τοῦ ἀποθανεῖν, καὶ καιρὸς τοῦ γεννηθῆναι. Καὶ εἷς καιρὸς ἀμφοτέρων τούτων ποιητικός, καὶ σύνδρομος ἐγίνετο τῷ θανάτῳ ἡ γέννησις ἡ ὑμετέρα. Ὢ ξένου καὶ παραδόξου πράγματος: οὐκ ἀληθῶς ἀπεθάνομεν, οὐδ' ἀληθῶς ἐτάφημεν, οὐδ' ἀληθῶς σταυρωθέντες ἀνέστημεν, ἀλλ' ἐν εἰκόνι ἡ μίμησις, ἐν ἀληθείᾳ δὲ ἡ σωτηρία. Χριστὸς ὄντως ἐσταυρώθη καὶ ὄντως ἐτάφη καὶ ἀληθῶς ἀνέστη: καὶ πάντα ἡμῖν ταῦτα κεχάρισται, ἵνα μιμήσει τῶν παθῶν αὐτοῦ κοινωνήσαντες, ἀληθείᾳ τὴν σωτηρίαν κερδήσωμεν. Ὢ φιλανθρωπίας ὑπερβαλλούσης: Χριστὸς ἐδέξατο ἐπὶ τῶν ἀχράντων χειρῶν ἥλους καὶ ἤλγησε, κἀμοὶ ἀναλγητὶ καὶ ἀπονητὶ χαρίζεται διὰ τῆς κοινωνίας τὴν σωτηρίαν. Μηδεὶς οὖν νομιζέτω τὸ βάπτισμα ἀφέσεως ἁμαρτιῶν μόνον, καὶ υἱοθεσίας χάριν τυγχάνειν, ὡς τὸ Ἰωάννου ἐτύγχανε βάπτισμα μόνης ἀφέσεως ἁμαρτημάτων παρεκτικόν: ἀλλ' ἀκριβῶς εἰδότων ἡμῶν, ὅτι ὡς ἔστιν ἁμαρτημάτων καθαρτήριον καὶ Πνεύματος ἁγίου δωρεᾶς πρόξενον, οὕτω καὶ τῶν τοῦ Χριστοῦ παθημάτων ἀντίτυπον. Διὰ τοῦτο γὰρ καὶ Παῦλος ἀρτίως βοῶν ἔλεγεν:« Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος.» Ἴσως γὰρ πρός τινας ταῦτα ἔλεγε διατεθέντας, ὡς ἀφέσεως ἁμαρτημάτων καὶ υἱοθεσίας προξενητικὸν τὸ βάπτισμα, οὐκ ἔτι δὲ καὶ τῶν ἀληθινῶν τοῦ Χριστοῦ παθημάτων ἐν μιμήσει ἔχον τὴν κοινωνίαν. Ἵνα οὖν μάθωμεν, ὅτι ὅσα ὁ Χριστὸς ὑπέμεινε, δι' ἡμᾶς καὶ τὴν ἡμετέραν σωτηρίαν ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δοκήσει ταῦτα πέπονθε, καὶ ἡμεῖς κοινωνοὶ αὐτοῦ τῶν παθημάτων γινόμεθα: μετὰ πάσης ἐβόα Παῦλος τῆς ἀκριβείας:« Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Καλῶς δὲ καὶ τὸ« σύμφυτοι». Ἐπειδὴ γὰρ ἐνταῦθα πεφύτευται ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ἡμεῖς κοινωνίᾳ τοῦ βαπτίσματος τοῦ θανάτου« σύμφυτοι» αὐτοῦ γεγόναμεν. Ἐπίστησον δὲ μετὰ πολλῆς προσοχῆς τὸν νοῦν τοῖς τοῦ ἀποστόλου λόγοις. Οὐκ εἶπεν, εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ θανάτῳ, ἀλλὰ, τῷ ὁμοιώματι τοῦ θανάτου. Ἀληθῶς γὰρ ἐπὶ Χριστοῦ θάνατος ἀληθής, ἐχωρίζετο γὰρ τοῦ σώματος ἡ ψυχή, καὶ ἀληθινὴ ταφή: ἐν σινδόνι γὰρ καθαρᾷ τὸ ἅγιον αὐτοῦ σῶμα εἰλεῖτο, καὶ πάντα ἀληθῶς ἐν αὐτῷ συνέβαινεν. Ἐπὶ δὲ ἡμῶν θανάτου μὲν καὶ παθημάτων ὁμοίωμα: σωτηρίας δὲ οὐχ ὁμοίωμα, ἀλλὰ ἀλήθεια. Ταῦτα διδαχθέντες αὐτάρκως, κατέχετε διὰ τῆς μνήμης, παρακαλῶ, ἵνα κἀγὼ ὁ ἀνάξιος ἐπὶ ὑμῶν λέγω:« Ἀγαπῶ δὲ ὑμᾶς, ὅτι πάντοτέ μου μέμνησθε, καὶ τὰς παραδόσεις, ἃς παρέδωκα ὑμῖν, κατέχετε.» Δυνατὸς δέ ἐστιν ὁ Θεός, ὁ παραστήσας ὑμᾶς ὡς ἐκ νεκρῶν ζῶντας, δοῦναι ὑμῖν ἐν καινότητι ζωῆς περιπατεῖν: ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.