Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Mystagogical Catecheses
Cyril of JerusalemMystagogic 5 · textus-receptusMore by Cyril of Jerusalem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem"> —
⋯
More
Original / primary: Textus receptus
5.1
[ 5] ΚΑΤΗΧΗΣΙΣ ΜΥΣΤΑΓΩΓΙΚΗ Εʹ Καὶ ἀνάγνωσις Πέτρου καθολικῆς ἐπιστολῆς:« Διὸ ἀποθέμενοι πᾶσαν κακίαν καὶ δόλον καὶ καταλαλιάν», καὶ τὰ ἑξῆς. Τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, ἐν ταῖς προλαβούσαις συνάξεσιν, ἀρκούντως ἀκηκόατε περί τε βαπτίσματος καὶ χρίσματος καὶ μεταλήψεως σώματος καὶ αἵματος Χριστοῦ. Νῦν δὲ ἐπὶ τὰ ἑξῆς μεταβαίνειν ἀναγκαῖον, σήμερον τὴν στεφάνην ἐπιθήσοντας τῇ πνευματικῇ ὑμῶν τῆς ὠφελείας οἰκοδομῇ. Ἑωρᾶτε τοίνυν τὸν διάκονον τὸν νίψασθαι διδόντα τῷ ἱερεῖ, καὶ τοῖς κυκλοῦσι τὸ τοῦ Θεοῦ θυσιαστήριον πρεσβυτέροις. Οὐ πάντως δὲ διὰ τοῦτο ἐδίδου διὰ τὸν σωματικὸν ῥύπον: οὐκ ἔστι τοῦτο. Οὐδὲ γὰρ ῥύπον σώματος ἔχοντες, τὴν ἀρχὴν εἰσῄειμεν εἰς τὴν ἐκκλησίαν. Ἀλλὰ σύμβολον τοῦ δεῖν ἡμᾶς πάντων καθαρεύειν τῶν ἁμαρτημάτων τε καὶ ἀνομημάτων, τὸ νίψασθαι. Ἐπειδὴ γὰρ χεῖρες σύμβολον πράξεως, νιπτόμεθα δὲ ταύτας, τὸ καθαρὸν δηλονότι καὶ ἄμωμον τῶν πράξεων αἰνιττόμενοι. Οὐκ ἤκουσας τοῦ μακαρίου Δαβὶδ αὐτὸ τοῦτό σε μυσταγωγοῦντος καὶ λέγοντος:« Νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε»; Οὐκοῦν τὸ νίψασθαι τὰς χεῖρας, τὸ ἀνυπεύθυνον εἶναι ἁμαρτημάτων ἐστίν. Εἶτα βοᾷ ὁ διάκονος:« Ἀλλήλους ἀπολάβετε καὶ ἀλλήλους ἀσπαζώμεθα.» Μὴ ὑπολάβῃς τὸ φίλημα ἐκεῖνο σύνηθες εἶναι τοῖς ἐπ' ἀγορᾶς γινομένοις ὑπὸ τῶν κοινῶν φίλων: οὐκ ἔστι τοῦτο τοιοῦτο, ἀλλὰ τὸ φίλημα τοῦτο ἀνακίρνησι τὰς ψυχὰς ἀλλήλαις, καὶ πᾶσαν ἀμνησικακίαν αὐταῖς μνηστεύεται. Σημεῖον τοίνυν ἐστὶ τὸ φίλημα τοῦ ἀνακραθῆναι τὰς ψυχὰς καὶ πᾶσαν ἐξορίζειν μνησικακίαν. Διὰ τοῦτο ὁ χριστὸς ἔλεγεν:« Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.» Οὐκοῦν τὸ φίλημα διαλλαγή ἐστι, καὶ διὰ τοῦτο ἅγιον, ὥς που ὁ μακάριος Παῦλος ἐβόα λέγων:« Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ», καὶ Πέτρος:« Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.» Μετὰ τοῦτο βοᾷ ὁ ἱερεύς:« Ἄνω τὰς καρδίας.» Ἀληθῶς γὰρ κατ' ἐκείνην τὴν φρικωδεστάτην ὥραν δεῖ ἄνω ἔχειν τὴν καρδίαν πρὸς τὸν Θεόν, καὶ μὴ κάτω περὶ τὴν γῆν καὶ τὰ γήινα πράγματα. Δυνάμει τοίνυν προστάττει ὁ ἱερεὺς κατ' ἐκείνην τὴν ὥραν πάντας ἀφιέναι φροντίδας βιωτικάς, μερίμνας κατ' οἶκον, καὶ ἔχειν ἐν οὐρανῷ τὴν καρδίαν πρὸς τὸν φιλάνθρωπον Θεόν. Εἶτα ἀποκρίνεσθε:« Ἔχομεν πρὸς τὸν Κύριον», τούτῳ συγκατατιθέμενοι, δι' ὧν ὁμολογεῖτε. Μηδεὶς δὲ τοιοῦτος παρέστω, ὡς στόματι μὲν λέγειν:« Ἔχομεν πρὸς τὸν Κύριον», τῇ δὲ διανοίᾳ περὶ τὰς βιωτικὰς ἔχειν τὸν νοῦν φροντίδας. Πάντοτε μὲν οὖν Θεοῦ μνημονευτέον: εἰ δὲ τοῦτο διὰ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην ἀδύνατον, κατ' ἐκείνην μάλιστα τὴν ὥραν τοῦτο φιλοτιμητέον. Εἶτα ὁ ἱερεὺς λέγει:« Εὐχαριστήσωμεν τῷ Κυρίῳ.» Ὄντως γὰρ εὐχαριστεῖν ὀφείλομεν, ὅτι ἀναξίους ὄντας ἡμᾶς ἐκάλεσεν εἰς τὴν τηλικαύτην χάριν, ὅτι ἐχθροὺς ὄντας κατήλλαξεν, ὅτι πνεύματος υἱοθεσίας κατηξίωσεν. Εἶτα λέγετε:« Ἄξιον καὶ δίκαιον.» Εὐχαριστοῦντες γὰρ ἡμεῖς ἄξιον ποιοῦμεν πρᾶγμα καὶ δίκαιον: αὐτὸς δὲ οὐ δίκαιον, ἀλλ' ὑπὲρ τὸ δίκαιον ποιῶν, ἡμᾶς εὐηργέτησε καὶ τηλικούτων ἠξίωσεν ἀγαθῶν. Μετὰ ταῦτα μνημονεύομεν οὐρανοῦ, καὶ γῆς, καὶ θαλάσσης, ἡλίου καὶ σελήνης, ἄστρων, πάσης κτίσεως λογικῆς τε καὶ ἀλόγου, ὁρατῆς τε καὶ ἀοράτου, ἀγγέλων, ἀρχαγγέλων, δυνάμεων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν, θρόνων, τῶν χερουβὶμ τῶν πολυπροσώπων, δυνάμει λέγοντες τὸ τοῦ Δαβίδ:« Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί.» Μνημονεύομεν καὶ τῶν σεραφίμ, ἃ ἐν Πνεύματι ἁγίῳ ἐθεάσατο Ἡσαΐας παρεστηκότα κύκλῳ τοῦ θρόνου τοῦ Θεοῦ, καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατακαλύπτοντα τὸ πρόσωπον, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶ πετόμενα, καὶ λέγοντα:« Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ.» Διὰ τὸ γὰρ τὴν παραδοθεῖσαν ἡμῖν ἐκ τῶν σεραφὶμ δοξολογίαν ταύτην λέγομεν, ὅπως κοινωνοὶ τῆς ὑμνῳδίας ταῖς ὑπερκοσμίοις γενώμεθα στρατιαῖς. Εἶτα ἁγιάσαντες ἑαυτοὺς διὰ τῶν πνευματικῶν τούτων ὕμνων, παρακαλοῦμεν τὸν φιλάνθρωπον Θεὸν τὸ ἅγιον Πνεῦμα ἐξαποστεῖλαι ἐπὶ τὰ προκείμενα, ἵνα ποιήσῃ τὸν μὲν ἄρτον σῶμα Χριστοῦ, τὸν δὲ οἶνον αἷμα Χριστοῦ: παντὸς γὰρ οὗ ἂν ἐφάψηται τὸ ἅγιον Πνεῦμα, τοῦτο ἡγίασται καὶ μεταβέβληται. Εἶτα μετὰ τὸ ἀπαρτισθῆναι τὴν πνευματικὴν θυσίαν, τὴν ἀναίμακτον λατρείαν, ἐπὶ τῆς θυσίας ἐκείνης τοῦ ἱλασμοῦ, παρακαλοῦμεν τὸν Θεὸν ὑπὲρ κοινῆς τῶν ἐκκλησιῶν εἰρήνης, ὑπὲρ τῆς τοῦ κόσμου εὐσταθείας, ὑπὲρ βασιλέων, ὑπὲρ στρατοπέδων καὶ συμμάχων, ὑπὲρ τῶν ἐν ἀσθενείαις, ὑπὲρ τῶν καταπονουμένων, καὶ ἁπαξαπλῶς ὑπὲρ πάντων τῶν βοηθείας δεομένων δεόμενοι δὲ πάντες ἡμεῖς ταύτην προσφέρομεν τὴν θυσίαν. Εἶτα μνημονεύομεν καὶ τῶν κεκοιμημένων, πρῶτον πατριαρχῶν, προφητῶν, ἀποστόλων, μαρτύρων, ὅπως ὁ Θεὸς εὐχαῖς αὐτῶν καὶ πρεσβείαις προσδέξηται ἡμῶν τὴν δέησιν. Εἶτα καὶ ὑπὲρ τῶν κεκοιμημένων ἁγίων πατέρων καὶ ἐπισκόπων, καὶ πάντων ἁπλῶς τῶν ἡμῖν προκεκοιμημένων, μεγίστην ὄνησιν πιστεύοντες ἔσεσθαι ταῖς ψυχαῖς, ὑπὲρ ὧν ἡ δέησις ἀναφέρεται, τῆς ἁγίας καὶ φρικωδεστάτης προκειμένης θυσίας. Καὶ βούλομαι ὑμᾶς ἀπὸ ὑποδείγματος πεῖσαι. Οἶδα γὰρ πολλοὺς τοῦτο λέγοντας ὅτι: Τί ὠφελεῖται ψυχή, μετὰ ἁμαρτημάτων ἀπαλλασσομένη τοῦδε τοῦ κόσμου, ἢ οὐ μεθ' ἁμαρτημάτων, ἐὰν ἐπὶ τῆς προσφορᾶς μνημονεύηται; Ἆρα γάρ, εἴ τις βασιλεὺς προσκεκρουκότας αὐτῷ ἐξορίστους ποιήσειεν, εἶτα οἱ τούτοις διαφέροντες, στέφανον πλέξαντες, ὑπὲρ τῶν ἐν τιμωρίαις αὐτῷ τοῦτον προσενέγκοιεν, οὐκ ἂν αὐτοῖς ἄνεσιν δῴη τῶν κολάσεων; Τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς, ὑπὲρ τῶν κεκοιμημένων αὐτῷ τὰς δεήσεις προσφέροντες, κἂν ἁμαρτωλοὶ ὦσιν, οὐ στέφανον πλέκομεν, ἀλλὰ Χριστὸν ἐσφαγιασμένον ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων προσφέρομεν, ἐξιλεούμενοι ὑπὲρ αὐτῶν τε καὶ ἡμῶν τὸν φιλάνθρωπον Θεόν. Εἶτα μετὰ ταῦτα τὴν εὐχὴν λέγεις ἐκείνην, ἣν ὁ Σωτὴρ παρέδωκε τοῖς οἰκείοις αὐτοῦ μαθηταῖς, μετὰ καθαρᾶς συνειδήσεως Πατέρα ἐπιγραφόμενος τὸν Θεὸν καὶ λέγων:« Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.» Ὢ τῆς μεγίστης τοῦ Θεοῦ φιλανθρωπίας: τοῖς ἀποπηδήσασιν αὐτοῦ καὶ ἐν ἐσχάτοις γενομένοις κακοῖς τοσαύτην δεδώρηται κακῶν ἀμνηστίαν καὶ χάριτος μετουσίαν, ὡς καὶ Πατέρα ἐπικαλεῖσθαι. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὶ δὲ εἶεν ἂν καὶ οἱ τὴν τοῦ ἐπουρανίου φοροῦντες εἰκόνα, ἐν οἷς ἐστὶν ὁ Θεὸς ἐνοικῶν καὶ ἐμπεριπατῶν.« Ἁγιασθήτω τὸ ὄνομά σου.» Ἅγιόν ἐστι φύσει τὸ τοῦ Θεοῦ ὄνομα, κἂν λέγωμεν, κἂν μὴ λέγωμεν. Ἐπειδὴ δὲ ἐν τοῖς ἁμαρτάνουσιν ἔσθ' ὅτε βεβηλοῦται κατὰ τὸ« Δι' ὑμᾶς τὸ ὄνομά μου διὰ παντὸς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν», εὐχόμεθα ἐν ἡμῖν ἁγιασθῆναι τὸ τοῦ Θεοῦ ὄνομα: οὐχ ὅτι ἐκ τοῦ μὴ εἶναι ἅγιον ἐπὶ τὸ εἶναι ἔρχεται, ἀλλ' ὅτι ἐν ἡμῖν ἅγιον γίνεται ἁγιαζομένοις καὶ ἄξια τοῦ ἁγιασμοῦ ποιοῦσιν.« Ἐλθέτω ἡ βασιλεία σου.» Καθαρᾶς ψυχῆς ἐστι τὸ σὺν παρρησίᾳ φάναι:« Ἐλθέτω ἡ βασιλεία σου». Ὁ γὰρ ἀκούσας Παύλου λέγοντος:« Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι», ἀλλὰ καθάρας ἑαυτὸν πράξει καὶ ἐννοίᾳ καὶ λόγῳ ἐρεῖ τῷ Θεῷ:« Ἐλθέτω ἡ βασιλεία σου.»« Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.» Οἱ θεῖοι καὶ μακάριοι τοῦ Θεοῦ ἄγγελοι τὸ τοῦ Θεοῦ θέλημα ποιοῦσι, καθὼς ὁ Δαβὶδ ψάλλων ἔλεγεν:« Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ.» Δυνάμει τοίνυν εὐχόμενος τοῦτο λέγεις: Ὡς ἐν ἀγγέλοις γίνεταί σου τὸ θέλημα, οὕτω καὶ ἐπὶ τῆς γῆς ἐν ἐμοὶ γένηται, Δέσποτα. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.« Ὁ ἄρτος οὗτος ὁ κοινὸς οὐκ ἔστιν ἐπιούσιος: ὁ δὲ ἄρτος οὗτος ὁ ἅγιος ἐπιούσιός ἐστιν, ἀντὶ τοῦ ἐπὶ τὴν οὐσίαν τῆς ψυχῆς κατατασσόμενος. Οὗτος ὁ ἄρτος οὐκ εἰς κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, ἀλλ' εἰς πᾶσάν σου τὴν σύστασιν ἀναδίδοται εἰς ὠφέλειαν ψυχῆς τε καὶ σώματος. Τὸ δὲ σήμερον ἀντὶ τοῦ καθ' ἡμέραν λέγει, ὡς καὶ ὁ Παῦλος ἔλεγεν:» Ἄχρις οὗ τὸ σήμερον καλεῖται.«» Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.« Πολλὰ ἔχομεν ἁμαρτήματα: πταίομεν γὰρ καὶ ἐν λόγῳ καὶ ἐν διανοίᾳ, καὶ πλεῖστα καταγνώσεως ἄξια ποιοῦμεν.» Καὶ ἐὰν εἴπωμεν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ψευδόμεθα«, ὡς λέγει Ἰωάννης. Καὶ συνθήκας πρὸς τὸν Θεὸν τιθέμεθα, συγχωρῆσαι ἡμῖν παρακαλοῦντες τὰ ἁμαρτήματα, ὡς καὶ ἡμεῖς τοῖς πέλας τὰ ὀφειλήματα. Ἐννοοῦντες τοίνυν ἀνθ' οἵων οἷα λαμβάνομεν, μὴ ἀναμείνωμεν μηδὲ ὑπερτιθώμεθα συγχωρεῖν ἀλλήλοις. Τὰ πταίσματα τὰ γινόμενα εἰς ἡμᾶς μικρά ἐστι καὶ εὐτελῆ καὶ εὐδιάλυτα, τὰ δὲ εἰς Θεὸν ὑφ' ἡμῶν γινόμενα μεγάλα ἐστί, καὶ τῆς αὐτοῦ μόνης δεόμεθα φιλανθρωπίας. Πρόσεχε οὖν, μὴ διὰ τὰ μικρὰ καὶ εὐτελῆ εἰς σὲ ἁμαρτήματα ἀποκλείσῃς σεαυτῷ τῶν βαρυτάτων ἁμαρτημάτων τὴν παρὰ Θεοῦ συγχώρησιν.» Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν«, Κύριε. Ἆρα τοῦτο διδάσκει εὔχεσθαι ἡμᾶς, μηδόλως πειρασθῆναι, ὁ Κύριος; Καὶ πῶς εἴρηται ἀλλαχοῦ: Ἀνὴρ ἀπείραστος ἀδόκιμος, καὶ πάλιν:» Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις:«; Ἀλλὰ μήποτε τὸ εἰσελθεῖν ἐστιν εἰς πειρασμὸν τὸ καταβαπτισθῆναι ὑπὸ τοῦ πειρασμοῦ: ἔοικε γὰρ ὁ πειρασμὸς ὥσπερ χειμάρρῳ τινὶ δυσκόλῳ πρὸς διάβασιν. Οἱ μὲν οὖν ἐν πειρασμοῖς μὴ καταβαπτιζόμενοι διαβαίνουσιν, ἄριστοί τινες κολυμβηταὶ γινόμενοι καὶ μηδόλως ὑπ' αὐτοῦ κατασυρόμενοι. Οἱ δὲ μὴ τοιοῦτοι εἰσιόντες καταβαπτίζονται: οἷον, ὡς ἐπὶ παραδείγματος, Ἰούδας εἰσελθὼν εἰς τὸν τῆς φιλοχρηματίας πειρασμὸν οὐ διενήξατο, ἀλλὰ καταβαπτισθεὶς ὡς σωματικῶς καὶ πνευματικῶς ἀπεπνίγη. Πέτρος εἰσῆλθεν εἰς τὸν τῆς ἀρνήσεως πειρασμόν, ἀλλὰ εἰσελθὼν οὐ κατεβαπτίσθη, ἀλλὰ γενναίως διενήξατο καὶ ἐρρύσθη ἀπὸ τοῦ πειρασμοῦ. Ἄκουε πάλιν ἀλλαχοῦ ὁλοκλήρων ἁγίων χοροῦ εὐχαριστοῦντος ἐπὶ τῷ ἐξαιρεθῆναι τοῦ πειρασμοῦ:» Ἐδοκίμασας ἡμᾶς, ὁ Θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον: εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα: ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν: ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.« Ὁρᾷς αὐτοὺς παρρησιαζομένους ἐπὶ τῷ διελθεῖν καὶ μὴ ἐμπαγῆναι;» Καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν«: τὸ εἰς ἀναψυχὴν ἐλθεῖν ταὐτόν ἐστι τὸ ἀπὸ πειρασμοῦ ῥυσθῆναι.» Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.« Εἰ ἦν τὸ» Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν« τοῦ μηδόλως πειρασθῆναι παραστατικόν, οὐκ ἂν ἔλεγεν:» Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.« Πονηρὸς δὲ ὁ ἀντικείμενος δαίμων, ἀφ' οὗ ῥυσθῆναι εὐχόμεθα. Εἶτα μετὰ τὴν πλήρωσιν τῆς εὐχῆς λέγεις» Ἀμήν«, ἐπισφραγίζων διὰ τοῦ Ἀμήν, ὃ σημαίνει» γένοιτο«, τὰ ἐν τῇ θεοδιδάκτῳ εὐχῇ. Μετὰ ταῦτα λέγει ὁ ἱερεύς:» Τὰ ἅγια τοῖς ἁγίοις«. Ἅγια τὰ προκείμενα, ἐπιφοίτησιν δεξάμενα ἁγίου Πνεύματος: ἅγιοι καὶ ὑμεῖς, Πνεύματος ἁγίου καταξιωθέντες. Τὰ ἅγια οὖν τοῖς ἁγίοις κατάλληλα. Εἶτα ὑμεῖς λέγετε:» Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός«. Ἀληθῶς γὰρ εἷς ἅγιος, φύσει ἅγιος: ἡμεῖς γάρ, εἰ καὶ ἅγιοι, ἀλλ' οὐ φύσει, ἀλλὰ μετοχῇ καὶ ἀσκήσει καὶ εὐχῇ. Μετὰ ταῦτα ἀκούετε τοῦ ψάλλοντος μετὰ μέλους θείου προτρεπρομένου ὑμᾶς εἰς τὴν κοινωνίαν τῶν ἁγίων μυστηρίων καὶ λέγοντος:» Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος.« Μὴ τῷ λάρυγγι τῷ σωματικῷ ἐπιτρέπητε τὸ κριτικόν, ἀλλὰ τῇ ἀνενδοιάστῳ πίστει: γευόμενοι γὰρ οὐκ ἄρτου καὶ οἴνου γεύεσθε, ἀλλὰ ἀντιτύπου σώματος καὶ αἵματος Χριστοῦ. Προσιὼν οὖν μὴ τεταμένοις τοῖς τῶν χειρῶν καρποῖς προσέρχου, μηδὲ διῃρημένοις τοῖς δακτύλοις: ἀλλὰ τὴν ἀριστερὰν θρόνον ποιήσας τῇ δεξιᾷ, ὡς μελλούσῃ Βασιλέα ὑποδέχεσθαι, καὶ κοιλάνας τὴν παλάμην δέχου τὸ σῶμα τοῦ Χριστοῦ, ἐπιλέγων» Ἀμήν«. Μετ' ἀσφαλείας οὖν ἁγιάσας τοὺς ὀφθαλμοὺς τῇ ἐπαφῇ τοῦ ἁγίου σώματος μεταλάμβανε, προσέχων μὴ παραπολέσῃς τι ἐκ τούτου: ὅπερ γὰρ ἐὰν ἀπολέσῃς, τοῦτο ὡς ἀπὸ οἰκείου ἐζημιώθης μέλους. Εἰπὲ γάρ μοι, εἴ τίς σοι ἔδωκε ψήγματα χρυσίου, οὐκ ἂν μετὰ πάσης ἀσφαλείας ἐκράτεις, φυλαττόμενος μή τι αὐτῶν παραπολέσῃς καὶ ζημίαν ὑποστῇς; Οὐ πολλῷ οὖν μᾶλλον ἀσφαλέστερον τοῦ χρυσίου καὶ λίθων τιμίων τιμιωτέρον διασκοπήσεις ὑπὲρ τοῦ μὴ ψῖχα ἐκπεσεῖν; Εἶτα μετὰ τὸ κοινωνῆσαί σε τοῦ σώματος τοῦ Χριστοῦ, προσέρχου καὶ τῷ ποτηρίῳ τοῦ αἵματος, μὴ ἀνατείνων τᾶς χεῖρας, ἀλλὰ κύπτων, καὶ τρόπῳ προσκυνήσεως καὶ σεβάσματος λέγων τὸ» Ἀμὴν«, ἁγιάζου καὶ ἐκ τοῦ αἵματος μεταλαμβάνων Χριστοῦ. Ἔτι δὲ τῆς νοτίδος ἐνούσης τοῖς χείλεσι χερσὶν ἐπαφώμενος καὶ ὀφθαλμοὺς καὶ μέτωπον καὶ τὰ λοιπὰ ἁγίαζε αἰσθητήρια. Εἶτα ἀναμείνας τὴν εὐχήν, εὐχαρίστει τῷ Θεῷ τῷ καταξιώσαντί σε τῶν τηλικούτων μυστηρίων. Ταύτας κατέχετε τὰς παραδόσεις ἀσπίλους, καὶ ἀπροσκόπους ἑαυτοὺς διαφυλάξατε: τῆς κοινωνίας ἑαυτοὺς μὴ ἀπορρήξητε, μὴ διὰ μολυσμὸν ἁμαρτίας τῶν ἱερῶν τούτων καὶ πνευματικῶν ἑαυτοὺς ἀποστερήσητε μυστηρίων. Ὁ δὲ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη,» ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note