Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Procatechesis
Cyril of JerusalemProcateche 15 · textus-receptusMore by Cyril of Jerusalem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem"> —
⋯
More
Original / primary: Textus receptus
15.1
Ὄψομαι τὴν σπουδὴν ἑκάστου, ὄψομαι τὸ εὐλαβὲς ἑκάστης. Πυρούσθω ἡ διάνοια πρὸς εὐλάβειαν, χαλκευέσθω ἡ ψυχὴ, σφυροκοπείσθω τὸ σκληρὸν τῆς ἀπιστίας, ἀποπεσάτωσαν αἱ περιτταὶ τοῦ σιδήρου λεπίδες, μενέτω τὸ καθαρόν: ἀποπεσάτω τοῦ σιδήρου ὁ ἰὸς, μενέτω δὲ τὸ γνήσιον. Ποτὲ ὑμῖν δείξῃ ὁ Θεὸς ἐκείνην τὴν νύκτα, τὸ σκότος τὸ ἡμεροφανὲς, περὶ οὗ εἴρηται: Σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡ ἡμέρα φωτισθήσεται: τότε ὑμῶν ἑκάστῳ καὶ ἑκάστῃ παραδείσου θύρα ἀνοιχθῇ. Τότε ὑδάτων ἀπολαύσητε Χριστοφόρων, ἐχόντων εὐωδίαν. Τότε Χριστοῦ προσηγορίαν λάβητε, καὶ ἐνέργειαν θείων πραγμάτων. Ἤδη μοι τῆς διανοίας τὸ ὄμμα ἀναβλέψατε: ἤδη μοι χοροὺς ἀγγελικοὺς ἐννοήσατε, καὶ δεσπότην τῶν ὅλων Θεὸν καθεζόμενον, Ὑιὸν δὲ μονογενῆ ἐν δεξιᾷ συγκαθήμενον, καὶ Πνεῦμα συμπαρόν, Θρόνους δὲ καὶ Κυριότητας λειτουργοῦντας: καὶ ὑμῶν δὲ ἕκαστον καὶ ἑκάστην, σωζόμενον καὶ σωζομένην. Ἤδη ὑμῶν τὰ ὦτα ὥσπερ κατηχεῖσθαι ποιήσατε ἐκείνην τὴν καλὴν ἠχὴν, ὅτε ὑμῶν σωθέντων οἱ ἄγγελοι ἐπιφωνήσουσι: Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι,[ καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι] ὅτε, ὥσπερ ἀστέρες τῆς Ἐκκλησίας, εἰσέλθητε φαιδροὶ τῷ σώματι, καὶ φωτεινοὶ τῇ ψυχῇ.

Intertext edge

Open linked passage

Note