Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Procatechesis
Cyril of JerusalemProcateche 6 · textus-receptusMore by Cyril of Jerusalem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem"> —
⋯
More
Original / primary: Textus receptus
6.1
Βλέπε μοι πηλίκην[ σοι] ἀξίαν ὁ Ἰησοῦς χαρίζεται. Κατηχούμενος ἐλέγου, ἔξωθεν περιηχούμενος: ἀκούων ἐλπίδα, καὶ μὴ εἰδώς: ἀκούων μυστήρια, καὶ μὴ νοῶν: ἀκούων γραφὰς, καὶ μὴ εἰδὼς τὸ βάθος. Οὐκ ἔτι περιηχῇ, ἀλλ' ἐνηχῇ: τὸ γὰρ ἔνοικον Πνεῦμα, λοιπὸν οἴκους θείους τὴν διάνοιάν σου ἐργάζεται. Ὅταν ἀκούσῃς τὰ περὶ τῶν μυστηρίων γεγραμμένα, τότε νοήσεις ἃ μὴ ᾔδεις. Καὶ μὴ νομίσῃς ὅτι μικρὸν πρᾶγμα λαμβάνεις: ἄνθρωπος ὢν οἰκτρὸς, Θεοῦ λαμβάνεις προσηγορίαν. Ἄκουε Παύλου λέγοντος: Πιστὸς ὁ Θεός: ἄκουε ἄλλης γραφῆς λεγούσης: Θεὸς πιστὸς καὶ δίκαιος. Τοῦτο προβλέπων ὁ Ψαλμῳδὸς ἔλεγεν ἐκ προσώπου τοῦ Θεοῦ, ἐπειδὴ μέλλουσιν ἄνθρωποι Θεοῦ προσηγορίαν λαμβάνειν: Ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες: ἀλλὰ βλέπε, μὴ πιστοῦ μὲν ἡ προσηγορία, ἀπίστου δὲ ἡ προαίρεσις. Εἰσῆλθες εἰς ἀγῶνα, κάμε τὸν δρόμον: ἄλλον καιρὸν τοιοῦτον οὐκ ἔχεις. Εἴ σοι γάμων ἡμέραι προέκειντο, οὐκ ἂν κατεφρόνησας πάντων, καὶ περὶ τὴν ἑτοιμασίαν τῆς ἑστιάσεως ἐγένου; μέλλων δὲ τὴν ψυχὴν καθοσιοῦν τῷ ἐπουρανίῳ νυμφίῳ, οὐκ ἀργήσεις σωματικῶν, ἵνα ἄρῃς πνευματικά;

Intertext edge

Open linked passage

Note