Fragments
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epictetus" aria-label="More works by Epictetus">
—
⋯
Original / primary: Perseus Grc2
14.p26
14.p26
ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων.
14.p27
14.p27
τοὺς δυσχερεῖς δὲ φιλοσόφους εἰς μέσον ἄγοντες, οἷς οὐ δοκεῖ κατὰ φύσιν ἡδονὴ εἶναι, ἀλλʼ ἐπιγίγνεσθαι τοῖς κατὰ φύσιν, δικαιοσύνῃ, σωφροσύνῃ, ἐλευθερίᾳ. τί ποτʼ οὖν ἡ ψυχὴ ἐπὶ μὲν τοῖς τοῦ σώματος ἀγαθοῖς μικροτέροις οὖσι χαίρει καὶ γαληνιᾷ, ὥς φησιν Ἐπίκουρος, ἐπὶ δὲ τοῖς αὑτῆς ἀγαθοῖς μεγίστοις οὖσιν οὐχ ἥδεται; καίτοι καὶ δέδωκέ μοι ἡ φύσις αἰδῶ καὶ πολλὰ ὑπερυθριῶ, ὅταν τι ὑπολάβω αἰσχρὸν λέγειν. τοῦτό με τὸ κίνημα οὐκ ἐᾷ τὴν ἡδονὴν θέσθαι ἀγαθὸν καὶ τέλος τοῦ βίου.