Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De prophetarum vita et obitu
EpiphaniusObit 1 · pg-scrape-grcMore by Epiphanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Ναθὰν ὁ προφήτης ἐγένετο ἐν ἡμέραις Δαυὶδ ἐκ φυλῆς Θώκ. Οὗτος δὲ ἦν ἐκ Γαβάθ, καὶ αὐτός ἐστιν ὁ διδάξας τὸν Δαυὶδ τὸν νόμον τοῦ κυρίου. Καὶ ἔγνω Ναθάν, ὅτι ὁ βασιλεὺς Δαυὶδ ἐν τῇ Βηρσαβεὲ παρέβη. Καὶ σπεύδοντα ἐλθεῖν ἐκ Γαβὰθ εἰς Ἱερουσαλὴμ καὶ κωλῦ- σαι τὸν Δαυὶδ ἀπὸ τῆς ἀνομίας ταύτης ἐκώλυσεν αὐτὸν ὁ Βελίαρ ὅτι κατὰ τὴν ὁδὸν εὗρε νεκρὸν κείμενον γυμνόν· καὶ ἐπέμεινε τοῦ θάψαι αὐτὸν ἐκεῖ, ἵνα μὴ ὑπὸ θηρίων ἀναλωθῇ. Καὶ τῇ νυκτὶ ἐκείνῃ ἔγνω, ὅτι ἐποίησε Λαυὶδ τὴν ἁμαρτίαν, καὶ ἐπέστρεψε πενθῶν εἰς Γαβάθ. Καὶ ὡς ἀνεῖλε Δαυὶδ Οὐρίαν τὸν ἄνδρα τῆς Βηρσαβεέ, ἀπέστειλεν ὁ θεὸς τὸν Ναθὰν καὶ ἤλεγξε τὸν Δαυὶδ περὶ τῆς ἁμαρτίας αὐτοῦ. Καὶ ἐφοβήθη Δαυὶδ τὸν κύριον, ὅτι ἠλέγχθη ὃ ἐποίησε· καὶ ἔγνω Δαυίδ, ὅτι πνεῦμα θεοῦ ἅγιον ἐπὶ Ναθὰν τὸν προφήτην ἐστί· καὶ ἐτίμησεν αὐτὸν ὡς ὅσιον θεοῦ· καὶ αὐτὸς πάνυ γηράσας ἀπέθανε· καὶ ἐτάφη ἐν Γα- βὰθ ἐν τῇ γῇ αὐτοῦ.
1.2.1
Ἀχίας δὲ ὁ Σηλωνίτης· οὗτος ἦν ἀπὸ Σηλὼμ ἐκ 5 φυλῆς Ἰούδα, ὅπου ἦν ἡ σκηνὴ τῆς κιβωτοῦ τὸ παλαιόν· ἐκ πόλεως Ἀρμαθαὶμ Ἠλεὶ τοῦ ἱερέως. Οὗτος ὁ προφήτης εἶπε περὶ Σολομῶν τοῦ υἱοῦ Δαυίδ, ὅτι προσκρούσει τῷ θεῷ· οὗτος ἤλεγξε καὶ τὸν Ἱεροβοάμ, ὅτι ἐὰν βασιλεύσῃ, δόλῳ πορεύσεται μετὰ κυρίου· εἶδε γὰρ ὀπτασίαν ζεῦγος βοῶν καταπατοῦν τὸν λαὸν καὶ κατὰ τῶν ἱερέων ἐπιτρέχον· καὶ προσεῖπε τῷ Σολομῶν, ὅτι γυναῖκες αὐτὸν ἐκστήσουσιν ἀπὸ τοῦ κυρίου. Καὶ τῷ Ἱεροβοὰμ εἶπεν, ὅτι διὰ τῶν δύο δαμάλεών σου προσκρούσεις τῷ κυρίῳ, καὶ εἰς δουλείαν ἔσται τὸ γένος σου. Ἀπέθανε δὲ Ἀχίας καὶ ἐτάφη σύνεγγυς τῆς δρυὸς τῆς οὔσης ἐν Σηλώμ.
1.3.1
Ἰωὰμ ὁ προφήτης ἐγεννήθη ἐν Σαμαρείᾳ· οὗτός ἐστιν ὃν ἐπάταξεν ὁ λέων ἐν τῇ ὁδῷ καὶ ἀπέθανεν, ὅτι ἤλεγξε τὸν Ἱεροβοὰμ ἐπὶ ταῖς χρυσαῖς δαμάλεσιν αὐτοῦ, ἃς ἐποίησεν, ὅτε καὶ κατηράσατο τὴν θυσίαν Ἱεροβοάμ, καὶ ἐξέτεινε τὴν χεῖρα τοῦ κακῶσαι αὐτόν, καὶ ἐξηράνθη ἡ χεὶρ τοῦ Ἱεροβοάμ. Καὶ μετὰ ταῦτα ἠπατήθη ὑπὸ τοῦ ψευδοπροφήτου

Intertext edge

Open linked passage

Note