Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De prophetarum vita et obitu
EpiphaniusObit 7 · pg-scrape-grcMore by Epiphanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ ἐν πυρί. Οὗτός ἐστιν Ἠλίας ὁ τὸ πῦρ τρίτον ἐξ οὐρανοῦ κατενέγκας, καὶ τὸν ὑετὸν τῇ ἰδίᾳ γλώττῃ βαστάσας καὶ νεκροὺς ἐγείρας καὶ εἰς οὐρανὸν ἀναληφθεὶς ἐν λαίλαπι πυρός.
7.2.1
Ἐλισσαῖος ὁ προφήτης. Οὗτος ἦν ἐξ Ἀβελμοὺθ ἐκ τῆς γῆς Ῥουβίμ. Καὶ ἐπὶ τούτῳ γέγονε τεράστιον. Ὅτι ἡνίκα ἐτέχθη ἐν Γαλγάλοις, ἡ δάμαλις ἡ χρυσὴ ἡ ἐν Σηλὼμ ὀξὺ ἐβόησεν, ὥστε ἀκουσθῆναι ἐν Ἱερουσαλήμ. Καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων, ὅτι προφήτης ἐτέχθη σήμερον, ὃς καθελεῖ τὰ γλυπτὰ καὶ συνθλάσει τὰ χωνευτά. Πολλὰ δὲ τεράστια ἐποίησεν ὁ θεὸς διὰ χειρὸς Ἐλισσαίου· καὶ θανὼν ἐτάφη ἐν Σαμαρείᾳ ἐν Σεβαστοπόλει. Οὗτος ἐπροφήτευσε περὶ τῆς τοῦ κυρίου παρουσίας. Καὶ τὰ ὕδατα Ἰερηχὼ ἄτεκνα ὄντα ἤγουν ἁλμυρὰ ἰάσατο εἰπών· τάδε λέγει κύριος. Ἴαμαι τὰ ὕδατα ταῦτα. Καὶ ἰάθησαν ἕως τῆς σήμερον ἡμέρας. Καὶ νεκροὺς ἤγειρε καὶ λεπρὸν ὄντα Νεεμὰν τὸν Σύρον ἐκαθαίρισε τῆς λέπρας, καὶ τὸν Γιεζῆ τὸν ὑπηρέτην αὐτοῦ λεπρὸν ἐποίησε γενέσθαι. Καὶ νεκρὸς ὢν νεκρὸν ἤγειρεν.

Intertext edge

Open linked passage

Note