Index apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
113.1.1
ιαʹ. Ἰούδας ὁ ἀδελφὸς τοῦ κυρίου μετὰ Ἰάκωβον τὸν ἑαυτοῦ ἀδελφὸν καὶ Συμεὼν ἐξάδελφον τοῦ κυρίου, λιπὼν δὲ αὐτὸν ἐπίσκοπον ἐν Ἱεροσολύμοις ἔτη ζʹ, ἐκήρυξε δὲ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, ἐποίησε δὲ καὶ καθολικὴν ἐπιστολήν, καὶ πρώην ἔσχε δύο υἱοὺς Ἰάκωβον καὶ Ζωκήρ, ἀπέθανε δὲ ἐν Ἱερουσαλὴμ ἐνδόξως.
113.2.1
Σίμων ὁ ἐπικληθεὶς Ἰούδας, ὁ καὶ ἐπίσκοπος γενόμενος μετὰ τελευτὴν Ἰακώβου ἐν Ἱερουσαλὴμ ἐπὶ Τραιανοῦ τοῦ βασιλέως σταυρῷ προσδεθεὶς ἐτελειώθη ἐν Ὀστρακίνῃ τῆς Αἰγύπτου ζήσας ἔτη ρκʹ.
113.3.1
Σίμων ὁ Καναναῖος ὁ τοῦ Κλωπᾶ, ὁ καὶ Ἰούδας μετὰ Ἰάκωβον τὸν δίκαιον ἐπίσκοπος γέγονεν ἐν Ἱεροσολύμοις καὶ ζήσας ρκʹ ἔτη σταυρῷ παραδοθεὶς ἐμαρτύρησεν ἐπὶ Τραιανοῦ βασιλέως.
113.4.1
Ματθίας δὲ εἷς ὢν τῶν οʹ μαθητῶν ὃν ἀνέδειξεν 114 ὁ κύριος ἡμῶν μετὰ τὴν ἀνάδειξιν τὴν ἐκ νεκρῶν, ὃς καὶ συγκατεριτμήθη μετὰ τῶν ἕνδεκα ἀποστόλων ἀντὶ Ἰούδα τοῦ Ἰσκαριότου, ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου ἡμῶν ἐν τῇ ἔξω Αἰθιοπίᾳ καὶ ἐκεῖ ἐμαρτύρησεν ὑπὸ τῶν Αἰθιόπων ἐπὶ Ὕσσου λιμένα.
113.5.1
Παῦλος δὲ ὁ ἀπόστολος μετὰ τὴν εἰς οὐρανοὺς τοῦ κυρίου ἀνάληψιν ἤρξατο κηρύσσειν τὸ εὐαγγέλιον τοῦ κυρίου ἀρξάμενος ἀπὸ Ἱεροσολύμων προῆλθεν ἕως τοῦ Ἰλλυρικοῦ καὶ τῆς Ἰταλίας καὶ Ἱσπανίας, οὗ καὶ ἐπιστολαὶ μετὰ σοφίας παρ' ἡμῖν φέρονται. Ἐπὶ δὲ Νέρωνος υἱοῦ Κλαυδίου βα 115 σιλέως ἐν πόλει Ῥώμῃ τὴν κεφαλὴν ἀπετμήθη, ἐμαρτύρησεν Ἐπιφὶ εʹ, πρὸ γʹ Καλανδῶν Ἰουλίων· καὶ ἐκεῖ ἐτάφη πλησίον τοῦ ἁγίου ἀποστόλου Πέτρου, ἐκεῖ εἰσιν ἕως σήμερον ἐν Χριστῷ. Μαρτύριον Παύλου τοῦ ἀποστόλου. Ἐπὶ Νέρωνος τοῦ Καίσαρος Ῥωμαίων ἐμαρτύρησεν αὐτόθι Παῦλος ὁ ἀποστόλος ξίφει τὴν κεφαλὴν ἀποτμηθεὶς ἐν τῷ τριακοστῷ καὶ ἕκτῳ ἔτει τοῦ σωτηρίου πάθους, τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος ἐν Ῥώμῃ πέμπτῃ ἡμέρᾳ κατὰ Συρομακεδόνας Πανέμου μηνός, ὅστις λέγεται παρ' Αἰγυπτίοις Ἐπιφί, παρὰ δὲ Ῥωμαίοις πρὸ τριῶν Καλανδῶν Ἰουλίων μηνὶ Ἰουνίῳ, καθ' ἣν ἐτελειώθη ὁ ἅγιος ἀπόστολος τῷ κατ' αὐτὸν μαρτυρίῳ ἑξηκοστῷ καὶ ἐννάτῳ ἔτει τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας. Ἐστὶν οὖν ὁ πᾶς χρόνος, ἐξ οὗ ἐμαρτύρησε τριακόσια τριάκοντα ἔτη μέχρι τῆς παρούσης ταύτης ὑπατίας, τετάρτης μὲν Ἀρκαδίου, τρίτης δὲ Ὁνωρίου τῶν δύο ἀδελφῶν αὐτοκρατόρων Αὐγούστων, ἐννάτης ἰνδικτίωνος τῆς πεντεκαιδεκαετηρικῆς περιόδου μηνὸς Ἰουνίου εἰκοστῆς ἐννάτης ἡμέρας.
113.6.1
Μάρκος ὁ εὐαγγελιστὴς ἦν μὲν Κυρηναῖος τῆς Λιβύης, ἐκήρυξε δὲ τὸ εὐαγγέλιον Ἀλεξανδρεῦσι καὶ πάσῃ τῇ περιχώρῳ αὐτῶν ἕως Πενταπόλεως καὶ ἐν πάσῃ τῇ Αἰγύπτῳ ἐκδοθὲν ὑπὸ Πέτρου τοῦ ἀποστόλου μετέδωκε τὸ τῆς εὐσε 116 βείας μυστήριον ἐν τῇ μεγαλοπόλει Ἀλεξανδρείᾳ συρθεὶς ἐν σχοινίοις ἐτελεύτησε καὶ τεφρωθεὶς ὑπὸ τῶν εἰδωλομανῶν Ἑλλήνων ἐν τοῖς Βουκόλου τόποις κατετέθη καί ἐστιν ἕως σήμερον, ἐστὶ δὲ ἡ ἡμέρα τῆς κοινήσεως αὐτοῦ Φαρμουθὶ κύριε, ὅ ἐστιν Ἀπρίλλιος. Μάρκος ὁ εὐαγγελιστὴς καὶ πρῶτος Ἀλεξανδρείας ἐπίσκοπος Ἀλεξανδρεῦσι καὶ πάσῃ τῇ περιχώρᾳ αὐτῆς ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου, ἀπὸ Αἰγύπτου καὶ μέχρι Πενταπόλεως· ἐπὶ δὲ τῆς βασιλείας Τραιανοῦ ἐν Ἀλεξανδρείᾳ Βουκόλων λαβὼν κατὰ τοῦ τραχήλου καὶ συρεὶς ἀπὸ τῶν καλουμένων Βουκόλου τόπων ἕως τῶν καλουμένων Ἀγγέλων, ἐκεῖ ἐκάη πυρὶ ἀπὸ τῶν εἰδωλομανῶν μηνὶ Φαρμουθὶ λʹ καὶ ἐκεῖ ἐτάφη ἐν τοῖς Βουκόλου. Μάρκος ὁ εὐαγγελιστὴς Ἀλεξανδρεῦσι καὶ πάσῃ τῇ περιχώρῳ αὐτῆς ἕως τῆς Πενταπόλεως κηρύξας τὸ εὐαγγέλιον τοῦ κυρίου, θάπτεται ἐν Ἀλεξανδρείᾳ ἐν τοῖς Βουκόλων μετὰ Ἴκταρος τοῦ ἐν τῇ Λύκῳ πρωτομάρτυρος, ὃν Ἀλέξανδρος κατήνεγκε καὶ ἔθηκεν, ἔνθα πάντες οἱ ἐπίσκοποι κεῖνται.
113.7.1
Λουκᾶς δὲ ὁ εὐαγγελιστής, ἰατρὸς μὲν τὴν τέχνην, αὐτὸς δὲ συνέγραψε τὸ κατὰ Λουκᾶν εὐαγγέλιον, κατ' ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου. Ἐκηρύχθη δὲ ἐν Ἑλλάδι καὶ ἐν Ῥώμῃ καὶ ἐν Ἰταλίᾳ, ἔγραψε δὲ καὶ τὰς πράξεις τῶν ἀποστόλων κατ' ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου, συναπεδήμει 117 γὰρ τοῖς ἀποστόλοις, μάλιστα τῷ ἁγίῳ Παύλῳ, ὃς καὶ μνημονεύων ὁ μακάριος Παῦλος ἐν ἐπιστολαῖς γράφει· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ἐν κυρίῳ, ἐπίσκοπος Θηβῶν ἐκεῖ ἀπέθανεν καὶ ἐτάφη. Λουκᾶς ὁ εὐαγγελιστὴς Ἀντιοχεὺς μὲν τὸ γένος ἦν, ἰατρὸς δὲ τὴν τέχνην, συνεγράψατο δὲ τὸ μὲν εὐαγγέλιον κατ' ἐπιτροπὴν Πέτρου τοῦ ἀποστόλου, τὰς δὲ πράξεις τῶν ἀποστόλων κατ' ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου· συναπεδήμησε γὰρ τοῖς ἀποστόλοις καὶ μάλιστα τῷ Παύλῳ, οὗ καὶ μνημονεύσας ὁ Παῦλος ἔγραψεν ἐν ἐπιστολῇ· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς ἐν κυρίῳ. Ἀπέθανε δὲ ἐν Ἐφέσῳ καὶ ἐτάφη ἐκεῖ, μετετέθη δὲ ὕστερον ἐν Κωνσταντινουπόλει μετὰ καὶ Ἀνδρέου καὶ Τιμοθέου τῶν ἀποστόλων· κατὰ τοὺς καιροὺς Κωνσταντίου τοῦ βασιλέως υἱοῦ Κωνσταντίνου τοῦ μεγάλου. Ἔστιν ὁ διηγούμενος τὰς πράξεις τῶν ἀποστόλων Λουκᾶς ὁ εὐαγγελιστής. Ἀντιοχεὺς γὰρ οὗτος ὑπάρχων τὸ γένος, ἰατρὸς δὲ τὴν ἐπιστήμην, συναπεδήμει τοῖς ἀποστόλοις καὶ μάλιστα τῷ Παύλῳ, καὶ εἰδὼς ἀκριβῶς γράφει· διηγεῖται δέ· ὡς ἀγγέλων ὑπολαβόντων ἀνελήφθη ὁ κύριος καὶ τὴν τοῦ ἁγίου πνεύματος ἔκχυσιν γενομένην ἐν τῇ πεντεκοστῇ ἐπί τε τοῖς ἀποστόλοις καὶ πάντας τοὺς τότε παρόντας, τήν τε κατάστασιν τοῦ Ματθία ἀντὶ Ἰούδα τοῦ προδότου καὶ τὴν κατάστασιν τῶν ἑπτὰ διακόνων καὶ τὴν ἐκλογὴν τοῦ Παύλου καὶ ὅσα ἔπαθεν, καὶ ὅσα οἱ ἀπόστολοι διὰ προσευχῆς καὶ τῆς εἰς αὐτὸν τὸν Χριστὸν πίστεως ἐθαυματούργησαν.