Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Index apostolorum
EpiphaniusApos 1 · pg-scrape-grcMore by Epiphanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Σίμων Πέτρος ὁ τῶν ἀποστόλων κορυφαῖος, ὡς διὰ τῶν ἐπιστολῶν αὐτοῦ φαίνεται δηλῶν ἐν Πόντῳ καὶ Γαλα 108 τίᾳ καὶ Καππαδοκίᾳ καὶ Βιθυνίᾳ καὶ ἐν Ἰταλίᾳ, Ἀσίᾳ καὶ ἐν τῷ Ἰλλυρικῷ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὕστερον δὲ ἐν Ῥώμῃ ἐπὶ Νέρωνος βασιλέως σταυροῦται κατὰ κεφαλῆς, αὐτοῦ οὕτως παθεῖν ἀξιώσαντος, θάπτεται δὲ ἐν αὐτῇ τῇ Ῥώμῃ πρὸ τριῶν Καλανδῶν Ἰουλίων, ὅ ἐστιν Ἐπιφὶ εʹ.
1.2.1
Ἀνδρέας δὲ ὁ ἀδελφὸς αὐτοῦ, ὡς οἱ πρὸ ἡμῶν παραδεδώκασιν, ἐκήρυξε Σκύθαις καὶ Σογδιανοῖς καὶ Γορσίνοις καὶ ἐν Σεβαστοπόλει τῇ μεγάλῃ, ὅπου ἐστὶν ἡ παρεμβολὴ Ἄψαρος καὶ Ὕσσου λιμὴν καὶ Φᾶσις ποταμός, ἔνθα οἰκοῦσιν 109 Αἰθίοπες, θάπτεται δὲ ἐν Πάτραις τῆς Ἀχαίας σταυρῷ προσδεθεὶς ὑπὸ Αἰγέα τοῦ βασιλέως Πατρῶν.
1.3.1
Ἰάκωβος δὲ ὁ τοῦ Ζεβεδαίου, ἀδελφὸς δὲ Ἰωάννου τοῦ εὐαγγελιστοῦ, ταῖς δώδεκα φυλαῖς τῆς διασπορᾶς ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὑπὸ δὲ Ἡρώδου τοῦ τετράρχου τῶν Ἰουδαίων ἀνῃρέθη μαχαίρᾳ καὶ ἐκεῖ ἐτάφη ἐν τῇ Ἰουδαίᾳ.
1.4.1
Ἰωάννης δὲ ὁ ἀδελφὸς αὐτοῦ, ἐν μὲν τῇ Ἀσίᾳ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὑπὸ δὲ Τραιανοῦ τοῦ βασιλέως τῶν Ῥωμαίων ἐξορισθεὶς ὑπ' αὐτοῦ ἐν Πάτμῳ τῇ νήσῳ διὰ τοῦ λόγου τοῦ κυρίου, ἐκεῖ ὢν συνέγραψε τὸ εὐαγγέλιον τὸ κατὰ Ἰωάννην, καὶ ἐξέδοτο αὐτὸ διὰ Γαΐου 110 τοῦ ξενοδόχου, μετὰ δὲ τὴν Τραιανοῦ τελευτὴν ἐπάνεισιν ἀπὸ τῆς νήσου εἰς τὴν Ἔφεσον καὶ ἐκεῖ ζῶντα ἑαυτὸν ἔθαψεν, ὢν ἐτῶν ρκʹ τῇ τοῦ θεοῦ βουλήσει.
1.5.1
Φίλιππος δὲ ὁ ἀπόστολος· οὗτος ἦν ἀπὸ Βηθσαιδᾶ ἐκ τῆς κώμης Πέτρου καὶ Ἀνδρέου, ἐν δὲ τῇ ἄνω Φρυγίᾳ ἐκήρυξε τὸ εὐαγγέλιον, θνήσκει δὲ ἐν Ἱεραπόλει καὶ ἐκεῖ θάπτεται ἐνδόξως μετὰ τῶν αὐτοῦ.
1.6.1
Βαρθολομαῖος δὲ ὁ ἀπόστολος Ἰνδοῖς τοῖς καλουμένοις Εὐδαίμοσιν ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ τὸ κατὰ Ματθαῖον ἅγιον εὐαγγέλιον αὐτοῖς τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν συγγράψας ἐκοιμήθη δὲ ἐν Ἀλβανίᾳ πόλει τῆς μεγάλης Ἀρμενίας καὶ ἐκεῖ ἐτάφη.

Intertext edge

Open linked passage

Note