Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Index discipulorum
EpiphaniusDisc 119 · pg-scrape-grcMore by Epiphanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
119.1.1
ζʹ. Φίλιππος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, ὁ καὶ Σίμωνα καὶ τὸν εὐνοῦχον βαπτίσας ἐν Τράλλεσι τῆς Ἀσίας ἐπίσκοπος γέγονεν.
119.2.1
Πρόχωρος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, Νικομηδείας τῆς κατὰ Βιθυνίαν ἐπίσκοπος γέγονεν.
119.3.1
Νικάνωρ ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, κατ' αὐτὴν τὴν ἡμέραν καὶ αὐτὸς τὸν βίον ἐξετέλεσε, καθ' ἣν καὶ ὁ συνδιάκονος αὐτοῦ καὶ πρωτομάρτυς Στέφανος σὺν δισχιλίοις ἄλλοις τῶν ἠλπικότων εἰς Χριστόν.
119.4.1
Σίμων ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, ὁ καὶ ἐπίσκοπος Βόστρων Ἀράβων γενόμενος· ἐκαύθη ὑπὸ τῶν Ἑλλήνων.
119.5.1
Παρμενᾶς ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, οὗτος ἐπ' ὄψεσι τῶν ἀποστόλων ἀπέθανεν ἐν τῇ διακονίᾳ αὐτοῦ.
119.6.1
Νικόλαος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, οὗτος γέγονε μὲν Σαμαρείας ἐπίσκοπος· ἑτεροδοξήσας δὲ ἅμα τῷ Σίμωνι ἀπέστη.
119.7.1
Κλεόπας ὁ καὶ Συμεὼν ὁ ἀνέψιος τοῦ κυρίου, ὃς καὶ εἶδεν αὐτὸν καὶ ὡμίλησεν ἅμα καὶ τῷ Λουκᾷ συνοδεύσας μετὰ τὸ ἀναστῆναι τοῦτον ἐκ τῶν νεκρῶν, ὡς ἐν τῷ 120 εὐαγγελίῳ γέγραπται· οὗτος ἐπίσκοπος Ἱεροσολύμων ἐγένετο δεύτερος.
119.8.1
Σίλας ὁ μετὰ Παύλου τῷ λόγῳ διακονήσας ἐν Κορίνθῳ ἐπίσκοπος γέγονεν.
119.9.1
Κρήσκης, οὗ μέμνηται ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ ἐπιστολῇ, ὁ καὶ ἐπίσκοπος Χαλκηδόνος τῶν ἐν Γαλλίαις γενόμενος ἐκεῖ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· ἐπὶ δὲ Τραιανοῦ βασιλέως καὶ ἐμαρτύρησε καὶ ἐτάφη ἐκεῖ.
119.10.1
Ἐπαινετός, οὗ ὁ ἀπόστολος μέμνηται ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ἐπίσκοπος Καρθαγένης ἐγένετο.
119.11.1
Ἀνδρόνικος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ μέμνηται, ἐπίσκοπος Παννονίας ἐγένετο. ιηʹ. Ἀμπλίας, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ἐπίσκοπος Ὀδύσσου ἐγένετο.
119.12.1
Οὐρβανός, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ἐπίσκοπος Μακεδονίας ἐγένετο.
119.13.1
Στάχυς, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ μέμνηται ὁ Παῦλος, ἐπίσκοπος πρῶτος Βυζαντίου κατέστη ὑπὸ Ἀνδρέου τοῦ ἀποστόλου ἐν Ἀργυροπόλει τῆς Θρᾴκης.
119.14.1
Ἀπελλῆς, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ 121 Παῦλος μέμνηται, ἐπίσκοπος Σμύρνης ἐγένετο πρὸ τοῦ ἁγίου Πολυκάρπου.
119.15.1
Ἀριστόβουλος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Βρεττανίας ἐγένετο.
119.16.1
Νάρκισσος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Ἀθηνῶν ἐγένετο.
119.17.1
Ἡρωδίων, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Πατρῶν ἐγένετο. κεʹ. Ῥοῦφος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Θηβῶν ἐγένετο.
119.18.1
Ἀσύγκριτος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Ὑρκανίας γέγονεν.
119.19.1
Φλέγων, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Μαραθῶνος γέγονεν.
119.20.1
Ἑρμῆς, οὗ καὶ αὑτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται ἀπόστολος, ἐπίσκοπος Δαλματίας ἐγένετο.
119.21.1
Ἑρμᾶς, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται ἀπόστολος, ἐπίσκοπος Φιλίππων πόλεως ἐγένετο.

Intertext edge

Open linked passage

Note