Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Index discipulorum
EpiphaniusDisc 122 · pg-scrape-grcMore by Epiphanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
122.1.1
λʹ. Πατρόβας, οὗ καὶ αὐτοῦ ὁ αὐτὸς ἀπόστολος Παῦλος μέμνηται, ἐπίσκοπος ἐν Νε Ποτιόλοις ἐγένετο.
122.2.1
Ἄγαβος, ὁ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων μνημονευόμενος, οὗτος καὶ προφητικοῦ ἠξιώθη χαρίσματος.
122.3.1
Λῖνος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται, πρῶτος ἐπίσκοπος Ῥώμης μετὰ Πέτρον τὸν κορυφαῖον ἐγένετο.
122.4.1
Γάϊος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται, ἐπίσκοπος Ἐφέσου μετὰ Τιμόθεον γέγονεν.
122.5.1
Φιλόλογος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Σινώπης ὑπὸ Ἀνδρέου ἐγένετο.
122.6.1
Ὀλυμπᾶς, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, οὗτος ἐν Ῥώμῃ ἅμα Πέτρῳ τῷ κορυφαίῳ ἐμαρτύρησε τὴν κεφαλὴν ἀποτμηθείς. λ ςʹ. Ῥωδίων, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, καὶ αὐτὸς ὁμοίως ἐν Ῥώμῃ μετὰ Πέτρου καὶ Ὀλυμπᾶ τῷ μαρτυρίῳ ἐτελειώθη τὴν κεφαλὴν καὶ αὐτὸς ἀποτμηθείς.
122.7.1
Ἰάσων, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ταρσοῦ ἐγένετο. 123
122.8.1
Σωσίπατρος, οὗ καὶ αὐτοῦ ὁμοίως ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἰκονίου ἐγένετο.
122.9.1
Λούκιος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος ἐν Λαοδικείᾳ τῆς Συρίας ἐγένετο.
122.10.1
Τέρτιος ὁ κατ' αὐτὴν τὴν πρὸς Ῥωμαίους ἐπιστολὴν τοῦ Παύλου γράψας ἐπίσκοπος δεύτερος Ἰκονίου ἐγένετο.
122.11.1
Ἔραστος, οὗ καὶ αὐτοῦ μέμνηται Παῦλος ἐν τῇ αὐτῇ ἐπιστολῇ, οἰκονόμος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἐγένετο, ἔπειτα ἐπίσκοπος Πανεάδος ἐγένετο.
122.12.1
Φύγελος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται ὡς ἑτεροδοξήσαντος καὶ τὰ Σίμωνος φρονήσαντος, ἐπίσκοπος Ἐφέσου γέγονεν.
122.13.1
Ἑρμογένης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος ὁμοίως ὡς ἑτεροδοξήσαντος μέμνηται, ἐπίσκοπος ἐν Μεγάροις ἐγένετο.
122.14.1
Δημᾶς, οὗ καὶ αὐτοῦ ὁμοίως ὁ ἀπόστολος Παῦλος μέμνηται ὡς ἀποστήσαντος· δηλοῖ γὰρ περὶ τῶν τριῶν ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ αὐτοῦ ἐπιστολῇ, ὅτι ἑτεροδοξήσαντες Φύγελος καὶ Ἑρμογένης ἀντέστησαν τῇ διδασκαλίᾳ αὐτοῦ. Ὁ δὲ Δημᾶς ἀγαπήσας τὸν νῦν αἰῶνα κατέλιπε τὸν εὐαγγελικὸν λόγον, καὶ ἐν Θεσσαλονίκῃ ἱερεὺς τῶν εἰδώλων ἐγένετο. Περὶ τούτων καὶ Ἰωάννης ὁ ἀπόστολος ἔγραψεν· ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν.
122.15.1
Κούαρτος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Βηρυτοῦ ἐγένετο.

Intertext edge

Open linked passage

Note