Index discipulorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
126.1.1
ξεʹ. Μάρκος ὁ καὶ Ἰωάννης καλούμενος, οὗ μέμνηται ὁ Λουκᾶς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων, ἐπίσκοπος Βίβλου ἐγένετο.
126.2.1
Ἀρίσταρχος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται.
126.3.1
Πούδης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται.
126.4.1
Τρόφιμος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται. Οὗτοι οἱ τρεῖς ἐν πᾶσι τοῖς διωγμοῖς τοῦ ἀποστόλου Παύλου συγκακοπαθήσαντες αὐτῷ, τελευταῖοι καὶ διὰ μαρτυρίου σὺν ἐκείνῳ ἐτελειώθησαν ὑπὸ Νέρωνος τὰς κεφαλὰς σὺν ἐκείνῳ ἀποτμηθέντες. Τούτοις συναριθμουμένων καὶ Μάρκου καὶ Λουκᾶ τοῦ εὐαγγελιστοῦ ὁμοῦ
126.5.1
Τοῦ ἁγίου Ἐπιφανίου ἀρχιεπισκόπου Κύπρου. Ταῦτα τὰ ὀνόματα τῶν ιβʹ ἀποστόλων.
126.6.1
Πέτρος, οὗτος ἐλέγετο καὶ Σίμων καὶ Κηφᾶς καὶ Συμεών.
126.7.1
Ἀνδρέας ἀδελφὸς αὐτοῦ.
126.8.1
Ἰάκωβος. δʹ. Ἰωάννης, οὗτοι βοανεργὲς ἐκαλοῦντο, ὃ ἑρμηνεύεται υἱοὶ βροντῆς.
126.9.1
Φίλιππος .
126.10.1
Βαρθολομαῖος .
126.11.1
Ματθαῖος ὁ τελώνης.
126.12.1
Θωμᾶς, οὗτος καὶ Δίδυμος ἐκαλεῖτο.
126.13.1
Ἰάκωβος Ἀλφαίου.
126.14.1
Θαδδαῖος, οὗτος παρὰ μὲν τῷ Ματθαίῳ Λεββαῖος καλεῖται, παρὰ δὲ τῷ Λουκᾷ Ἰούδας Ἰακώβου, παρὰ δὲ τῷ Μάρκῳ Λευὶς καθήμενος παρὰ τὸ τελώνιον.
126.15.1
Σίμων ὁ Κανανίτης.
126.16.1
Ἰούδας Ἰσκαριότης, καὶ ἀντὶ τούτου Ματθίας εἰσῆλθεν Ἀδελφοὶ δὲ Πέτρος καὶ Ἀνδρέας, υἱοὶ Ἀννᾶς, καὶ Ἰάκωβος καὶ Ἰωάννης, υἱοὶ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰούδας, υἱοὶ Ἀλφαίου, ἁλιεῖς. Πέτρος καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης. Ἰάκωβος ὁ καλούμενος ἀδελφὸς τοῦ κυρίου, ποῖος ἦν ὁ γενόμενος ἐπίσκοπος Ἱερουσαλήμ, ὁ ἐπονομαζόμενος δίκαιος, ὁ εἷς ἦν υἱὸς Ζεβεδαίου καὶ ὁ ἕτερος Ἀλφαίου, καὶ ὁ ἄλλος τοῦ Ἰωσὴφ τοῦ μνήστορος, ὡς ἔλεγον Ἰουδαῖοι. Σίμωνα καὶ Ἰούδα, Ἰωσὴ τὸν ἀδελφόν, Ματθαῖος λέγει αὐτοὺς καλεῖσθαι τελῶνας, Λουκᾶς δὲ καὶ Λευῒν κεκλῆσθαι τελῶνα. Ἰωνᾶς δὲ ἑρμηνεύεται περιστερά.