Index discipulorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου τὸ κατὰ σάρκα, ὁ καὶ ἐπικληθεὶς δίκαιος καὶ πρῶτος ἐπίσκοπος Ἱεροσολύμων χειροτονηθείς, λίθοις βληθεὶς ὑπὸ τῶν Ἰουδαίων ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ ἐκοιμήθη καὶ ἐκεῖ ἐτάφη ἐν τῷ ναῷ πλησίον τῶν ἱερέων.
1.2.1
Τιμόθεος ὁ ὑπὸ Παύλου ἐπίσκοπος γενόμενος Ἐφέσου ἐν τῷ Ἰλλυρικῷ καὶ ἐν ἁπάσῃ τῇ Ἑλλάδι ἀρξάμενος ἀπὸ Ἐφέσου, ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου Ἰησοῦ Χριστοῦ· ἐκεῖ οὖν ἀπέθανε καὶ ἐκεῖ ἐτάφη ἐνδόξως.
1.3.1
Τίτος ὁ ἐπίσκοπος Κρήτης αὐτῇ τῇ Κρήτῃ, ταῖς τε πέριξ νήσοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, κἀκεῖσε ἀποθανὼν ἐτάφη ἐνδόξως.
1.4.1
Βαρνάβας ὁ μετὰ Παύλου τῷ λόγῳ διακονήσας πρῶτος ἐν Ῥώμῃ τὸν Χριστὸν ἐκήρυξε· μετέπειτα δὲ Μεδιολάνων ἐπίσκοπος ἐγένετο.
1.5.1
Ἀνανίας ὁ βαπτίσας τὸν ἅγιον Παῦλον Δαμασκοῦ ἐπίσκοπος ἐγένετο.
1.6.1
Στέφανος ὁ πρωτομάρτυς, ὁ εἷς τῶν ἑπτὰ διακόνων, λιθοβληθεὶς ἐτελειώθη ὑπὸ τῶν Ἰουδαίων ἐν Ἱερουσαλήμ, ὡς Λουκᾶς μαρτυρεῖ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων.