Testimonia ex divinis et sacris scripturis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1.1
Δαυιδ λέγει ἐν τῷ μδ ψαλμῷ· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τὸν μετόχους σου.
12.2.1
Καὶ Ησαϊας λέγει· Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. 13a. t ιγ ὅτι χωρὶς πατρὸς ἐπὶ γῆς καὶ μιξέως– 13a. 1 Ιερεμιας λέγει· οἴμοι ἐγὼ μῆτερ· ὡς τίνα με τέτοκας ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ. 13a. 2 Καὶ Δαυιδ λέγει ἐν τῷ κα ψαλμῷ· Ὁ Θεὸς ὁ Θεός μου πρόσχες μοι. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ. 13a. 3 Καὶ Δανιηλ. Ἐθεώρει ἕως οὗ ἀπεσχίθη λίθος ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα. 13b. t Καὶ ὅτι λίθος, Ησαϊας λέγει· 13b. 1a Ἰδοὺ τίθημι λίθον προσκόμματος ἐν Σιων, καὶ πέτραν σκανδάλου. Καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται. 13b. 2 Καὶ Ζαχαριας λέγει· Ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν, ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.