Testimonia ex divinis et sacris scripturis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Δαυιδ ὁ μέγας πρῶτος λέγει ἐν τῷ ρθ ψαλμῷ· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.
1.2.1
Καὶ ἡ Σοφια δὲ ὁμοίως λέγει· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους, καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.
1.3.1
Καὶ Δαυιδ αὖθις λέγει ἐν οα ψαλμῷ· Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.