Testimonia ex divinis et sacris scripturis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1.1
Ἡ Σοφια λέγει· Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ· καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον· καὶ ἡνίκα ἐπ' ἀνέμων ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη· καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ' οὐρανόν· καὶ ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα.
3.2.1
Καὶ Δαυιδ ἐν τῷ λβ ψαλμῷ λέγει· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.
3.3.1
Καὶ πάλιν ἡ Σοφια λέγει· Εἶδα τὰ ἔργα σου παροῦσα, ὅτε ἐποίεις τὸν κόσμον.