Testimonia ex divinis et sacris scripturis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
41.1.1
Δαυιδ ἐν τῷ β ψαλμῷ λέγει· Ἵνα τί ἐρρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτῶν.
41.2.1
Καὶ πάλιν ἐν τῷ γ ψαλμῷ λέγει· Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ· πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτοῦ ἐν τῷ Θεῷ αὐτοῦ.
41.3.1
Καὶ Ιερεμιας λέγει· Πνεῦμα πρὸ πρόσωπον ἡμῶν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, οὐ εἴπαμεν· ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα. Καὶ πάλιν λέγει·
41.4.1
Ὅτι ἐνεχείρισαν λόγους εἰς σύλληψίν μου καὶ παγίδας ἔκριψάν μοι. Καὶ σύ, Κύριε, ἔγνως πᾶσαν αὐτῶν τὴν βουλὴν ἐπ' ἐμὲ εἰς θάνατον· μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου μὴ ἐξαλείψῃς.