Testimonia ex divinis et sacris scripturis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
48.1.1
Μιχαιας λέγει· Πατάξουσιν ἐπὶ σιαγόνα τὸν κριτὴν τοῦ Ισραηλ.
48.2.1
Καί· Βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται ἄρχοντες καὶ προκυνήσουσιν αὐτόν.
48.3.1
Καὶ ἀλλαχοῦ λέγει· Ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω. τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.