Testimonia ex divinis et sacris scripturis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
Ησαϊας οὕτως λέγει· Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανόν, καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς, καὶ πνοὴν τοῖς πατοῦσιν αὐτήν· ἐγὼ Κύριος ὁ Θεὸς ὁ κάλεσάς σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλῆς, καθημένους ἐν σκότει.
4.2.1
Καὶ Μαλαχιας λέγει· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, καὶ ἐπιβλέψεται ὁδόν.
4.3.1
Καὶ πάλιν· Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.
4.4.1
Καὶ Δαυιδ ἐν τῷ ρ ψαλμῷ λέγει· Ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς.