Testimonia ex divinis et sacris scripturis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
55.1.1
Δαυιδ ἐν τῷ λζ ψαλμῷ λέγει· Ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.
55.2.1
Καὶ πάλιν· Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.
55.3.1
Καὶ Ησαϊας λέγει· Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι αὐτὸν οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγῃ τὸ στόμα αὐτοῦ ἐν τῇ ταπεινώσει.