Testimonia ex divinis et sacris scripturis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
58.1.1
Ησαϊας βοᾷ λέγων· Ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς οἱ πάντες ἰάθημεν.
58.2.1
Καὶ ὁ Σιραχ λέγει· Ἔτυπτόν με, καὶ οὐκ ἐπόνεσα.
58.3.1
Καὶ Δαυιδ ἐν τῷ ξγ ψαλμῷ λέγει· Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν.