Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Testimonia ex divinis et sacris scripturis
EpiphaniusScri 6 · pg-scrape-grcMore by Epiphanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
ὅτι ὤφθη, καὶ Θεὸς ὢν γέγονεν ἄνθρωπος– Ιερεμιας λέγει· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ δέδωκεν αὐτὴν Ιακωβ τῷ παιδὶ αὐτοῦ καὶ Ισραηλ τῷ ἠγαπημένῳ ὑπ' αὐτόν.
6.2.1
Καὶ πάλιν· Ἀνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν;
6.3.1
Καὶ πάλιν· Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.
6.4.1
Καὶ Δαυιδ λέγει· Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε.
6.5.1
Καὶ πάλιν· Καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος.
6.6.1
Ωσηε λέγει· Σάρξ μου ἐξ αὐτῶν· τί σε διαθῶ Εφραϊμ; ὑπερασπίσω σου Ισραηλ, διότι Θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος.
6.7.1
Ησαϊας λέγει· Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε.
6.8.1
Καὶ πάλιν· Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν.
6.9.1
Καὶ πάλιν· Ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ᾔδειμεν.

Intertext edge

Open linked passage

Note