Testimonia ex divinis et sacris scripturis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
71.1.1
Ησαϊας λέγει· Ἀπὸ προσώπου ἀδικίας ἤρτηται ὁ δίκαιος· ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ.
71.2.1
Καὶ πάλιν λέγει· Ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον· καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.
71.3.1
Καὶ Ιακωβ λέγει· Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;
71.4.1
Καὶ ἐν τοῖς Ἀριθμοῖς λέγει· Ἀνακλιθεὶς ἀνεπαύσατα ὡς λέων καὶ ὡς σκύμνος.
71.5.1
Καὶ Δαυιδ ἐν τῷ κα ψαλμῷ λέγει· Εἰς χοῦν θανάτου κατήγαγές με.