Testimonia ex divinis et sacris scripturis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
74.1.1
Δαυιδ ἐν τῷ ια ψαλμῷ λέγει· Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος.
74.2.1
Καὶ πάλιν ὁ αὐτὸς λέγει ἐν τῷ ιε ψαλμῷ. Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
74.3.1
Καὶ πάλιν ὁ αὐτὸς λέγει ἐν τῷ κθ ψαλμῷ· Ἀνήγαγες ἐξ Ἅδου τὴν ψυχήν μου ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
74.4.1
Καὶ Ιερεμιας λέγει· Διὰ τοῦτο ἐξηγέρθην, καὶ ἰδοὺ καὶ ὁ ὕπνος μου ἡδὺς ἐγένετο.
74.5.1
Καὶ Δαυιδ ἐν τῷ πζ ψαλμῷ λέγει· Ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον.
74.6.1
Καὶ πάλιν· Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος.
74.7.1
Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ πα ψαλμῷ λέγει· Ἀνάστα, ὁ Θεὸς, κρίνων τὴν γῆν.
74.8.1
Καὶ Ησαϊας λέγει· Ὁ ἀναγαγὼν ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν.
74.9.1
Καὶ Ναουμ λέγει· Ταχεῖς ἰδοὺ οἱ πόδες ἐπὶ τὰ ὄρη εὐαγγελιζομένου εἰρήνην.