Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Testimonia ex divinis et sacris scripturis
EpiphaniusScri 7 · pg-scrape-grcMore by Epiphanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Δαυιδ ἐν τῷ πη ψαλμῷ λέγει· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυιδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ.
7.2.1
Καὶ πάλιν· Ὤμοσε Κύριος τῷ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.
7.3.1
Καὶ πάλιν· θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.
7.4.1
Καὶ Ησαϊας λέγει· θήσω τὴν βασιλείαν αὐτοῦ ἐπὶ τὸν θρόνον Δαυιδ, τοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν δικαιο σύνῃ καὶ κρίματι.
7.5.1
Καὶ πάλιν Ιερεμιας· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυιδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς· ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ισραηλ καὶ Ιουδας κατασκηνώσει ἐπ' αὐτόν.

Intertext edge

Open linked passage

Note