Testimonia ex divinis et sacris scripturis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
85.1.1
Ωσηε λέγει· Ὀρθριοῦσι πρός με λέγοντες· πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον, ὅτι αὐτὸς πέπαικε καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, καὶ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐναντίον αὐτοῦ.
85.2.1
Καὶ Ησαϊας λέγει· Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφραντήσονται οἱ ἐν τῇ γῇ.
85.3.1
Καὶ Ζαχαριας λέγει· Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.
85.4.1
Καὶ πάλιν Ωσηε λέγει· Ἐκ χειρὸς Ἅδου ῥύσομαι αὐτοὺς, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου θάνατε; ποῦ τὸ κέντρον σου Ἅδη;
85.5.1
Καὶ Ιεζεκιηλ λέγει· Τάδε λέγει Κύριος· ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ισραηλ, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἀνοιξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν λαός μου· καὶ δώσω πνεῦμα εἰς ὑμᾶς, καὶ ζήσεσθε.