Testimonia ex divinis et sacris scripturis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
87.1.1
Ησαϊας λέγει· Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίῳ δεκτὸν καὶ ἡμέραν ἀνταποδώσεως τῷ Θεῷ ἡμῶν.
87.2.1
Καὶ πάλιν· Γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι ὡς ὡραῖος ἐπὶ τῶν ὡραίων, ὡς εὐαγγελιζόμενος ἀκοὴν εἰρήνης, ἀκουστὴν ποίων τὴν σωτηρίαν σου.