Testimonia ex divinis et sacris scripturis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
91.1.1
Δαυιδ ἐν τῷ νθ ψαλμῷ λέγει· Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.
91.2.1
Καὶ Ησαϊας λέγει· Φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον μαθεῖν.
91.3.1
Καὶ Ιεζεκιηλ λέγει· Εἶπε Κύριος πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, δὸς τὴν σημείωσιν ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀδικίαις, καὶ διέλθετε μέσην τὴν Ιερουσαλημ· καὶ κόπτετε καὶ μὴ φείσησθε καὶ μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον καὶ γυναῖκας, νήπια θηλάζοντα πάντας ἐξαλείψατε· ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖόν μου μὴ ἐγγίσητε.