Testimonia ex divinis et sacris scripturis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
95.1.1
Ιωηλ λέγει· Δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐν τῇ γῇ κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· καὶ ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
95.2.1
Καὶ πάλιν λέγει· Πάρεστιν ἡ ἡμέρα Κυρίου, ὅτι ἐγγὺς ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης.
95.3.1
Καὶ ὁ Ἐκκλησιαστὴς λέγει· Εὐφραίνου, νεανίσκε, ἐκ νεότητός σου, καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ μνήσθητι τοῦ κτίσαντός σε, ἕως οὗ μὴ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας σου, ἕως οὗ μὴ σκοτασθῇ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες, καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς.