Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Andromaca
EuripidesAndromaca 1 · textus-receptusMore by Euripides
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides"> —
⋯
More
Original / primary: Textus receptus
1.1
1ἈνδρομάχηἈσιάτιδος γῆς σχῆμα, Θηβαία πόλι, ὅθεν ποθ’ ἕδνων σὺν πολυχρύσῳ χλιδῇΠριάμου τύραννον ἑστίαν ἀφικόμηνδάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι, ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ, νῦν δ’, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή· ἐμοῦ πέφυκεν ἢ γενήσεταί ποτεἥτις πόσιν μὲν Ἕκτορ’ ἐξ Ἀχιλλέωςθανόντ’ ἐσεῖδον, παῖδά θ’ ὃν τίκτω πόσειῥιφθέντα πύργων Ἀστυάνακτ’ ἀπ’ ὀρθίων, ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον· αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτωνοἴκων νομισθεῖσ’ Ἑλλάδ’ εἰσαφικόμηντῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέραςδοθεῖσα λείας Τρωικῆς ἐξαίρετον. Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίαςσύγχορτα ναίω πεδί’, ἵν’ ἡ θαλασσίαΠηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτιςφεύγουσ’ ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼςΘετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων. ἔνθ’ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως, Πηλέα δ’ ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας, ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν. κἀγὼ δόμοις τοῖσδ’ ἄρσεν’ ἐντίκτω κόρον, πλαθεῖσ’ Ἀχιλλέως παιδί, δεσπότῃ γ’ ἐμῷ.
1.2
26καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμωςἐλπίς μ’ ἀεὶ προσῆγε σωθέντος τέκνουἀλκήν τιν’ εὑρεῖν κἀπικούρησιν κακῶν· ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖτοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος, κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι. λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοιςτίθημ’ ἄπαιδα καὶ πόσει μισουμένην, αὐτὴ δὲ ναίειν οἶκον ἀντ’ αὐτῆς θέλωτόνδ’, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ· ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ’ ἐδεξάμην, νῦν δ’ ἐκλέλοιπα· Ζεὺς τάδ’ εἰδείη μέγας, ὡς οὐχ ἑκοῦσα τῷδ’ ἐκοινώθην λέχει. ἀλλ’ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν, πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε. καὶ νῦν κατ’ οἴκους ἔστ’, ἀπὸ Σπάρτης μολὼνἐπ’ αὐτὸ τοῦτο· δειματουμένη δ’ ἐγὼδόμων πάροικον Θέτιδος εἰς ἀνάκτορονθάσσω τόδ’ ἐλθοῦσ’, ἤν με κωλύσῃ θανεῖν. Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέωςσέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων. ὃς δ’ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη. ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ’ ἐμοὶ πάραπροσωφελῆσαι, παιδί τ’ οὐδέν ἐστ’, ἀπὼνΔελφῶν κατ’ αἶαν, ἔνθα Λοξίᾳ δίκηνδίδωσι μανίας, ᾗ ποτ’ εἰς Πυθὼ μολὼνᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην, εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενοςθεὸν παράσχοιτ’ εἰς τὸ λοιπὸν εὐμενῆ.
1.3
56Θεράπαιναδέσποιν’— ἐγώ τοι τοὔνομ’ οὐ φεύγω τόδεκαλεῖν σ’, ἐπείπερ καὶ κατ’ οἶκον ἠξίουντὸν σόν, τὸ Τροίας ἡνίκ’ ᾠκοῦμεν πέδον, εὔνους δὲ καὶ σοὶ ζῶντί τ’ ἦ τῷ σῷ πόσει, καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους, φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται, οἴκτῳ δὲ τῷ σῷ· δεινὰ γὰρ βουλεύεταιΜενέλαος εἰς σὲ παῖς θ’, ἅ σοι φυλακτέα. Ἀνδρομάχηὦ φιλτάτη σύνδουλε— σύνδουλος γὰρ εἶτῇ πρόσθ’ ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ— τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ, κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ; θεράπαινατὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ, κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου. Ἀνδρομάχηοἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον; πόθεν ποτ’; ὦ δύστηνος, ὡς ἀπωλόμην. Θεράπαιναοὐκ οἶδ’, ἐκείνων δ’ ᾐσθόμην ἐγὼ τάδε· φροῦδος δ’ ἐπ’ αὐτὸν Μενέλεως δόμων ἄπο. Ἀνδρομάχηἀπωλόμην ἄρ’. ὦ τέκνον, κτενοῦσί σεδισσοὶ λαβόντες γῦπες· ὁ δὲ κεκλημένοςπατὴρ ἔτ’ ἐν Δελφοῖσι τυγχάνει μένων. Θεράπαιναδοκῶ γὰρ οὐκ ἂν ὧδέ σ’ ἂν πράσσειν κακῶςκείνου παρόντος· νῦν δ’ ἔρημος εἶ φίλων. Ἀνδρομάχηοὐδ’ ἀμφὶ Πηλέως ἦλθεν, ὡς ἥξοι, φάτις; Θεράπαιναγέρων ἐκεῖνος ὥστε σ’ ὠφελεῖν παρών. Ἀνδρομάχηκαὶ μὴν ἔπεμψ’ ἐπ’ αὐτὸν οὐχ ἅπαξ μόνον. Θεράπαιναμῶν οὖν δοκεῖς σου φροντίσαι τιν’ ἀγγέλων; Ἀνδρομάχηπόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν; Θεράπαινατί δῆτα φήσω χρόνιος οὖσ’ ἐκ δωμάτων; Ἀνδρομάχηπολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ. Θεράπαινακίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ. Ἀνδρομάχηὁρᾷς; ἀπαυδᾷς ἐν κακοῖς φίλοισι σοῖς. Θεράπαιναοὐ δῆτα· μηδὲν τοῦτ’ ὀνειδίσῃς ἐμοί. ἀλλ’ εἶμ’, ἐπεί τοι κοὐ περίβλεπτος βίοςδούλης γυναικός, ἤν τι καὶ πάθω κακόν. Ἀνδρομάχηχώρει νυν· ἡμεῖς δ’, οἷσπερ ἐγκείμεσθ’ ἀεὶθρήνοισι καὶ γόοισι καὶ δακρύμασι, πρὸς αἰθέρ’ ἐκτενοῦμεν· ἐμπέφυκε γὰργυναιξὶ τέρψις τῶν παρεστώτων κακῶνἀνὰ στόμ’ ἀεὶ καὶ διὰ γλώσσης ἔχειν. πάρεστι δ’ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν, πόλιν πατρῴαν τὸν θανόντα θ’ Ἕκτοραστερρόν τε τὸν ἐμὸν δαίμον’ ᾧ συνεζύγηνδούλειον ἦμαρ εἰσπεσοῦσ’ ἀναξίως. χρὴ δ’ οὔποτ’ εἰπεῖν οὐδέν’ ὄλβιον βροτῶν, πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃςὅπως περάσας ἡμέραν ἥξει κάτω.
1.4
103ἈνδρομάχηἸλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν’ ἄτανἠγάγετ’ εὐναίαν εἰς θαλάμους Ἑλέναν. ἇς ἕνεκ’, ὦ Τροία, δορὶ καὶ πυρὶ δηιάλωτονεἷλέ σ’ ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρηςκαὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχηεἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος· αὐτὰ δ’ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας, δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ. πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ ἔλειπονἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις. ὤμοι ἐγὼ μελέα, τί μ’ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαιἙρμιόνας δούλαν; ἇς ὕπο τειρομέναπρὸς τόδ’ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσατάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.
1.5
117Χορόςὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσειςδαρὸν οὐδὲ λείπεις, Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν, εἴ τί σοι δυναίμανἄκος τῶν δυσλύτων πόνων τεμεῖν, οἳ σὲ καὶ Ἑρμιόναν ἔριδι στυγερᾷ συνέκλῃσαν, τλάμον’ ἀμφὶ λέκτρωνδιδύμων ἐπίκοινον ἐοῦσανἀμφὶ παῖδ’ Ἀχιλλέως.
1.6
126Χορόςγνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις. δεσπόταις ἁμιλλᾷἸλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέτῃσιν; λεῖπε δεξίμηλονδόμον τᾶς ποντίας θεοῦ. τί σοικαιρὸς ἀτυζομένᾳ δέμας αἰκέλιον καταλείβεινδεσποτῶν ἀνάγκαις; τὸ κρατοῦν δέ σ’ ἔπεισι. τί μόχθονοὐδὲν οὖσα μοχθεῖς;
1.7
135Χορόςἀλλ’ ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν, γνῶθι δ’ οὖσ’ ἐπὶ ξέναςδμωὶς ἐπ’ ἀλλοτρίαςπόλεος, ἔνθ’ οὐ φίλων τιν’ εἰσορᾷςσῶν, ὦ δυστυχεστάτα, παντάλαινα νύμφα.
1.8
141Χορόςοἰκτροτάτα γὰρ ἔμοιγ’ ἔμολες, γύναι Ἰλιάς, οἴκουςδεσποτῶν ἐμῶν· φόβῳ δ’ ἡσυχίαν ἄγομεν— τὸ δὲ σὸν οἴκτῳ φέρουσα τυγχάνω— μὴ παῖς τᾶς Διὸς κόραςσοί μ’ εὖ φρονοῦσαν εἰδῇ.⋯⋯
1.9
147Ἑρμιόνηκόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆςστολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλωνοὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἄποδόμων ἀπαρχὰς δεῦρ’ ἔχουσ’ ἀφικόμην, ἀλλ’ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸςΜενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρπολλοῖς σὺν ἕδνοις, ὥστ’ ἐλευθεροστομεῖν. ὑμᾶς μὲν οὖν τοῖσδ’ ἀνταμείβομαι λόγοις· σὺ δ’ οὖσα δούλη καὶ δορίκτητος γυνὴδόμους κατασχεῖν ἐκβαλοῦσ’ ἡμᾶς θέλειςτούσδε, στυγοῦμαι δ’ ἀνδρὶ φαρμάκοισι σοῖς, νηδὺς δ’ ἀκύμων διὰ σέ μοι διόλλυται· δεινὴ γὰρ ἠπειρῶτις εἰς τὰ τοιάδεψυχὴ γυναικῶν· ὧν ἐπισχήσω σ’ ἐγώ, κοὐδέν σ’ ὀνήσει δῶμα Νηρῇδος τόδε, οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῇ. ἢν δ’ οὖν βροτῶν τίς σ’ ἢ θεῶν σῷσαι θέλῃ, δεῖ σ’ ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτωνπτῆξαι ταπεινὴν προσπεσεῖν τ’ ἐμὸν γόνυ, σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτωντευχέων χερὶ σπείρουσαν Ἀχελῴου δρόσον, γνῶναί θ’ ἵν’ εἶ γῆς. οὐ γάρ ἐσθ’ Ἕκτωρ τάδε, οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ’ Ἑλλὰς πόλις. εἰς τοῦτο δ’ ἥκεις ἀμαθίας, δύστηνε σύ, ἣ παιδὶ πατρός, ὃς σὸν ὤλεσεν πόσιν, τολμᾷς ξυνεύδειν καὶ τέκν’ αὐθέντου πάρατίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος· πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μίγνυταικόρη τ’ ἀδελφῷ, διὰ φόνου δ’ οἱ φίλτατοιχωροῦσι, καὶ τῶνδ’ οὐδὲν ἐξείργει νόμος. ἃ μὴ παρ’ ἡμᾶς εἴσφερ’· οὐδὲ γὰρ καλὸνδυοῖν γυναικοῖν ἄνδρ’ ἕν’ ἡνίας ἔχειν, ἀλλ’ εἰς μίαν βλέποντες εὐναίαν Κύπρινστέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει. Χορόςἐπίφθονόν τοι χρῆμα θηλείας φρενὸςκαὶ ξυγγάμοισι δυσμενὲς μάλιστ’ ἀεί.
1.10
183Ἀνδρομάχηφεῦ φεῦ· κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῷ νέῳτὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει. ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοιλόγων ἀπώσῃ πόλλ’ ἔχουσαν ἔνδικα, ἢν δ’ αὖ κρατήσω, μὴ’ πὶ τῷδ’ ὄφλω βλάβην· οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγουςπικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο· ὅμως δ’ ἐμαυτὴν οὐ προδοῦσ’ ἁλώσομαι. εἴπ’, ὦ νεᾶνι, τῷ σ’ ἐχεγγύῳ λόγῳπεισθεῖσ’ ἀπωθῶ γνησίων νυμφευμάτων; ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις, τύχῃ θ’ ὑπερθεῖ, κἄμ’ ἐλευθέραν ὁρᾷς; ἢ τῷ νέῳ τε καὶ σφριγῶντι σώματιπόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένηοἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω; πότερον ἵν’ αὐτὴ παῖδας ἀντὶ σοῦ τέκωδούλους ἐμαυτῇ τ’ ἀθλίαν ἐφολκίδα; ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεταιΦθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκῃς; φιλοῦσι γάρ μ’ Ἕλληνες Ἕκτορός τ’ ἄπο; αὐτή τ’ ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν; οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις, ἀλλ’ εἰ ξυνεῖναι μὴ’ πιτηδεία κυρεῖς. φίλτρον δὲ καὶ τόδ’· οὐ τὸ κάλλος, ὦ γύναι, ἀλλ’ ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας. σὺ δ’ ἤν τι κνισθῇς, ἡ Λάκαινα μὲν πόλιςμέγ’ ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης· πλουτεῖς δ’ ἐν οὐ πλουτοῦσι· Μενέλεως δέ σοιμείζων Ἀχιλλέως. ταῦτά τοί σ’ ἔχθει πόσις. χρὴ γὰρ γυναῖκα, κἂν κακῷ πόσει δοθῇ, στέργειν, ἅμιλλάν τ’ οὐκ ἔχειν φρονήματος. εἰ δ’ ἀμφὶ Θρῄκην χιόνι τὴν κατάρρυτοντύραννον ἔσχες ἄνδρ’, ἵν’ ἐν μέρει λέχοςδίδωσι πολλαῖς εἷς ἀνὴρ κοινούμενος, ἔκτεινας ἂν τάσδ’; εἶτ’ ἀπληστίαν λέχουςπάσαις γυναιξὶ προστιθεῖσ’ ἂν ηὑρέθης. αἰσχρόν γε· καίτοι χείρον’ ἀρσένων νόσονταύτην νοσοῦμεν, ἀλλὰ προύστημεν καλῶς. ὦ φίλταθ’ Ἕκτορ, ἀλλ’ ἐγὼ τὴν σὴν χάρινσοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις, καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖςἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν. καὶ ταῦτα δρῶσα τῇ ἀρετῇ προσηγόμηνπόσιν· σὺ δ’ οὐδὲ ῥανίδ’ ὑπαιθρίας δρόσουτῷ σῷ προσίζειν ἀνδρὶ δειμαίνουσ’ ἐᾷς. μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι, ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρωνφεύγειν τρόπους χρὴ τέκν’, ὅσοις ἔνεστι νοῦς.
1.11
232Χορόςδέσποιν’, ὅσον σοι ῥᾳδίως προσίσταται, τοσόνδε πείθου τῇδε συμβῆναι λόγοις. Ἑρμιόνητί σεμνομυθεῖς κεἰς ἀγῶν’ ἔρχῃ λόγων, ὡς δὴ σὺ σώφρων, τἀμὰ δ’ οὐχὶ σώφρονα; Ἀνδρομάχηοὔκουν ἐφ’ οἷς γε νῦν καθέστηκας λόγοις. Ἑρμιόνηὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι. Ἀνδρομάχηνέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι. Ἑρμιόνησὺ δ’ οὐ λέγεις γε, δρᾷς δέ μ’ εἰς ὅσον δύνῃ. Ἀνδρομάχηοὐκ αὖ σιωπῇ Κύπριδος ἀλγήσεις πέρι; Ἑρμιόνητί δ’; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ; Ἀνδρομάχηναί, καλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά. Ἑρμιόνηοὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν. Ἀνδρομάχηκἀκεῖ τά γ’ αἰσχρὰ κἀνθάδ’ αἰσχύνην ἔχει. Ἑρμιόνησοφὴ σοφὴ σύ· κατθανεῖν δ’ ὅμως σε δεῖ. Ἀνδρομάχηὁρᾷς ἄγαλμα Θέτιδος εἰς σ’ ἀποβλέπον; Ἑρμιόνημισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνῳ. ἈνδρομάχηἙλένη νιν ὤλεσ’, οὐκ ἐγώ, μήτηρ δὲ σή. Ἑρμιόνηἦ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν; Ἀνδρομάχηἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα. Ἑρμιόνηἐκεῖνο λέξον, οὗπερ εἵνεκ’ ἐστάλην. Ἀνδρομάχηλέγω σ’ ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον σε δεῖ. Ἑρμιόνηλείψεις τόδ’ ἁγνὸν τέμενος ἐναλίας θεοῦ; Ἀνδρομάχηεἰ μὴ θανοῦμαί γ’· εἰ δὲ μή, οὐ λείψω ποτέ. Ἑρμιόνηὡς τοῦτ’ ἄραρε, κοὐ μενῶ πόσιν μολεῖν. Ἀνδρομάχηἀλλ’ οὐδ’ ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι. Ἑρμιόνηπῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι— Ἀνδρομάχησὺ δ’ οὖν κάταιθε· θεοὶ γὰρ εἴσονται τάδε. Ἑρμιόνηκαὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας. Ἀνδρομάχησφάζ’, αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε. Ἑρμιόνηὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος, ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ’ ἐγώ σ’ ἕδραςἐκ τῆσδ’ ἑκοῦσαν ἐξαναστήσω τάχα· τοιόνδ’ ἔχω σου δέλεαρ. ἀλλὰ γὰρ λόγουςκρύψω, τὸ δ’ ἔργον αὐτὸ σημανεῖ τάχα. κάθησ’ ἑδραία· καὶ γὰρ εἰ πέριξ σ’ ἔχοιτηκτὸς μόλυβδος, ἐξαναστήσω σ’ ἐγὼπρὶν ᾧ πέποιθας παῖδ’ Ἀχιλλέως μολεῖν. Ἀνδρομάχηπέποιθα. δεινὸν δ’ ἑρπετῶν μὲν ἀγρίωνἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα· ὃ δ’ ἔστ’ ἐχίδνης καὶ πυρὸς περαιτέρω, οὐδεὶς γυναικὸς φάρμακ’ ἐξηύρηκέ πωκακῆς· τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν.
1.12
274ΧορόςἮ μεγάλων ἀχέων ἄρ’ ὑπῆρξεν, ὅτ’ Ἰδαίανἐς νάπαν ἦλθ’ ὁ Μαί- ας τε καὶ Διὸς τόκος, τρίπωλον ἅρμα δαιμόνωνἄγων τὸ καλλιζυγές, ἔριδι στυγερᾷ κεκορυθμένον εὐμορφίαςσταθμοὺς ἐπὶ βούτα, βοτῆρά τ’ ἀμφὶ μονότροπον νεανίανἔρημόν θ’ ἑστιοῦχον αὐλάν.
1.13
284Χορόςταὶ δ’ ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶνπιδάκων νίψαν αἰ- γλᾶντα σώματα ῥοαῖς, ἔβαν δὲ Πριαμίδαν ὑπερ- βολαῖς λόγων δυσφρόνωνπαραβαλλόμεναι, δολίοις δ’ ἕλε Κύπρις λόγοις, τερπνοῖς μὲν ἀκοῦσαι, πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλειταλαίνᾳπεργάμοις τε Τροίας.
1.14
293Χορόςἀλλ’ εἴθ’ ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸνἁ τεκοῦσά νιν Πάρινπρὶν Ἰδαῖ- ον κατοικίσαι λέπας· ὅτε νιν παρὰ θεσπεσίῳ δάφνᾳβόασε Κασάνδρα κτανεῖν, μεγάλαν Πριάμου πόλεως λώβαν. τίν’ οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετοδαμογερόν- των βρέφος φονεύειν;
1.15
301Χορόςοὔτ’ ἂν ἐπ’ Ἰλιάσι ζυγὸν ἤλυθεδούλιον, σύ τ’ ἂν γύναι, τυράννωνἔσχες ἂν δόμων ἕδρας· παρέλυσε δ’ ἂν Ἑλλάδος ἀλγεινοὺςμόχθους οὓς ἀμφὶ Τροίανδεκέτεις ἀλάληντο νέοι λόγχαις. λέχη τ’ ἔρημ’ ἂν οὔποτ’ ἐξελείπετο, καὶ τεκέωνὀρφανοὶ γέροντες.
1.16
309Μενέλαοςἥκω λαβὼν σὸν παῖδ’, ὃν εἰς ἄλλους δόμουςλάθρᾳ θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου. σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σῴσειν τόδε, τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ’ ἐφηυρέθηςἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι. κεἰ μὴ τόδ’ ἐκλιποῦσ’ ἐρημώσεις πέδον, ὅδ’ ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται. ταῦτ’ οὖν λογίζου, πότερα κατθανεῖν θέλειςἢ τόνδ’ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ, ἣν εἰς ἔμ’ εἴς τε παῖδ’ ἐμὴν ἁμαρτάνεις. Ἀνδρομάχηὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶνοὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν. εὔκλεια δ’ οἷς μὲν ἔστ’ ἀληθείας ὕπο, εὐδαιμονίζω· τοὺς δ’ ὑπὸ ψευδῶν, ἔχεινοὐκ ἀξιώσω, πλὴν τύχῃ φρονεῖν δοκεῖν. σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲΤροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν; ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγωντοσόνδ’ ἔπνευσας, καὶ γυναικὶ δυστυχεῖδούλῃ κατέστης εἰς ἀγῶν’; οὐκ ἀξιῶοὔτ’ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι. ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖνλαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι, πλὴν εἴ τι πλούτῳ· τοῦτο δ’ ἰσχύει μέγα. Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους· τέθνηκα τῇ σῇ θυγατρὶ καί μ’ ἀπώλεσε· μιαιφόνον μὲν οὐκέτ’ ἂν φύγοι μύσος. ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ’ ἀγωνιῇφόνον· τὸ συνδρῶν γάρ σ’ ἀναγκάσει χρέος. ἢν δ’ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω, τὸν παῖδά μου κτενεῖτε; κᾆτα πῶς πατὴρτέκνου θανόντος ῥᾳδίως ἀνέξεται; οὐχ ὧδ’ ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ· ἀλλ’ εἶσιν οἷ χρή— Πηλέως γὰρ ἄξιαπατρός τ’ Ἀχιλλέως ἔργα δρῶν φανήσεται— ὤσει δὲ σὴν παῖδ’ ἐκ δόμων· σὺ δ’ ἐκδιδοὺςἄλλῳ τί λέξεις; πότερον ὡς κακὸν πόσινφεύγει τὸ ταύτης σῶφρον; ἀλλὰ πεύσεται. γαμεῖ δὲ τίς νιν; ἤ σφ’ ἄνανδρον ἐν δόμοιςχήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ, κακῶν τοσούτων οὐχ ὁρᾷς ἐπιρροάς; πόσας ἂν εὐνὰς θυγατέρ’ ἠδικημένηνβούλοι’ ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω; οὐ χρὴ’ πὶ μικροῖς μεγάλα πορσύνειν κακὰοὐδ’, εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν, ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν. ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομενκαὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὐτὴ λέγει, ἑκόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοιπίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομενἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσοναβλάβην ὀφείλω προστιθεῖσ’ ἀπαιδίαν. ἡμεῖς μὲν οὖν τοιοίδε· τῆς δὲ σῆς φρενὸς— ἕν σου δέδοικα· διὰ γυναικείαν ἔρινκαὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν. Χορόςἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας, καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός. Μενέλαοςγύναι, τάδ’ ἐστὶ σμικρὰ καὶ μοναρχίαςοὐκ ἄξι’, ὡς φῄς, τῆς ἐμῆς οὐδ’ Ἑλλάδος. εὖ δ’ ἴσθ’, ὅτου τις τυγχάνει χρείαν ἔχων, τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν. κἀγὼ θυγατρί— μεγάλα γὰρ κρίνω τάδε, λέχους στέρεσθαι— σύμμαχος καθίσταμαι. τὰ μὲν γὰρ ἄλλα δεύτερ’ ἂν πάσχοι γυνή, ἀνδρὸς δ’ ἁμαρτάνουσ’ ἁμαρτάνει βίου. δούλων δ’ ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼνκαὶ τῶν ἐκείνου τοὺς ἐμούς, ἡμᾶς τε πρός· φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοιὀρθῶς πεφύκασ’, ἀλλὰ κοινὰ χρήματα. μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαιτἄμ’ ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός. ἀλλ’ ἐξανίστω τῶνδ’ ἀνακτόρων θεᾶς· ὡς, ἢν θάνῃς σύ, παῖς ὅδ’ ἐκφεύγει μόρον, σοῦ δ’ οὐ θελούσης κατθανεῖν, τόνδε κτενῶ. δυοῖν δ’ ἀνάγκη θατέρῳ λιπεῖν βίον.
1.17
384Ἀνδρομάχηοἴμοι, πικρὰν κλήρωσιν αἵρεσίν τέ μοιβίου καθίστης· καὶ λαχοῦσά γ’ ἀθλίακαὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι. ὦ μεγάλα πράσσων αἰτίας μικρᾶς πέρι, πιθοῦ· τί καίνεις μ’; ἀντὶ τοῦ; ποίαν πόλινπρούδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ; ποῖον δ’ ἔπρησα δῶμ’; ἐκοιμήθην βίᾳσὺν δεσπόταισι· κᾆτ’ ἔμ’, οὐ κεῖνον κτενεῖς, τὸν αἴτιον τῶνδ’, ἀλλὰ τὴν ἀρχὴν ἀφεὶςπρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρῃ; οἴμοι κακῶν τῶνδ’, ὦ τάλαιν’ ἐμὴ πατρίς, ὡς δεινὰ πάσχω. τί δέ με καὶ τεκεῖν ἐχρῆνἄχθος τ’ ἐπ’ ἄχθει τῷδε προσθέσθαι διπλοῦν; ἀτὰρ τί ταῦτα δύρομαι, τὰ δ’ ἐν ποσὶνοὐκ ἐξικμάζω καὶ λογίζομαι κακά; ἥτις σφαγὰς μὲν Ἕκτορος τροχηλάτουςκατεῖδον οἰκτρῶς τ’ Ἴλιον πυρούμενον, αὐτὴ δὲ δούλη ναῦς ἐπ’ Ἀργείων ἔβηνκόμης ἐπισπασθεῖσ’· ἐπεὶ δ’ ἀφικόμηνΦθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι. τί δῆτ’ ἐμοὶ ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν; πρὸς τὰς παρούσας ἢ παρελθούσας τύχας; εἷς παῖς ὅδ’ ἦν μοι λοιπὸς ὀφθαλμὸς βίου· τοῦτον κτενεῖν μέλλουσιν οἷς δοκεῖ τάδε. οὐ δῆτα τοὐμοῦ γ’ εἵνεκ’ ἀθλίου βίου· ἐν τῷδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται, ἐμοὶ δ’ ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου. ἰδοὺ προλείπω βωμὸν ἥδε χειρίασφάζειν φονεύειν, δεῖν, ἀπαρτῆσαι δέρην. ὦ τέκνον, ἡ τεκοῦσά σ’, ὡς σὺ μὴ θάνῃς, στείχω πρὸς Ἅιδην· ἢν δ’ ὑπεκδράμῃς μόρον, μέμνησο μητρός, οἷα τλᾶσ’ ἀπωλόμην, καὶ πατρὶ τῷ σῷ διὰ φιλημάτων ἰὼνδάκρυά τε λείβων καὶ περιπτύσσων χέραςλέγ’ οἷ’ ἔπραξα. πᾶσι δ’ ἀνθρώποις ἄρ’ ἦνψυχὴ τέκν’· ὅστις δ’ αὔτ’ ἄπειρος ὢν ψέγει, ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ’ εὐδαιμονεῖ. Χορόςᾤκτιρ’ ἀκούσασ’· οἰκτρὰ γὰρ τὰ δυστυχῆβροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῇ. εἰς ξύμβασιν δὲ χρῆν σε παῖδα σὴν ἄγειν, Μενέλαε, καὶ τήνδ’, ὡς ἀπαλλαχθῇ πόνων.
1.18
425Μενέλαοςλάβεσθέ μοι τῆσδ’, ἀμφελίξαντες χέρας, δμῶες· λόγους γὰρ οὐ φίλους ἀκούσεταιἐγώ σ’, ἵν’ ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς, προύτεινα παιδὸς θάνατον, ᾧ σ’ ὑπήγαγονεἰς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν. καὶ τἀμφὶ σοῦ μὲν ὧδ’ ἔχοντ’ ἐπίστασο· τὰ δ’ ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ, ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέλῃ. ἀλλ’ ἕρπ’ ἐς οἴκους τούσδ’, ἵν’ εἰς ἐλευθέρουςδούλη γεγῶσα μήποθ’ ὑβρίζειν μάθῃς. Ἀνδρομάχηοἴμοι· δόλῳ μ’ ὑπῆλθες, ἠπατήμεθα. Μενέλαοςκήρυσσ’ ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα. Ἀνδρομάχηἦ ταῦτ’ ἐν ὑμῖν τοῖς παρ’ Εὐρώτᾳ σοφά; Μενέλαοςκαὶ τοῖς γε Τροίᾳ, τοὺς παθόντας ἀντιδρᾶν. Ἀνδρομάχητὰ θεῖα δ’ οὐ θεῖ’ οὐδ’ ἔχειν ἡγῇ δίκην; Μενέλαοςὅταν τάδ’ ᾖ, τότ’ οἴσομεν· σὲ δὲ κτενῶ. Ἀνδρομάχηἦ καὶ νεοσσὸν τόνδ’, ὑπὸ πτερῶν σπάσας; Μενέλαοςοὐ δῆτα· θυγατρὶ δ’, ἢν θέλῃ, δώσω κτανεῖν. Ἀνδρομάχηοἴμοι· τί δῆτά σ’ οὐ καταστένω, τέκνον; Μενέλαοςοὔκουν θρασεῖά γ’ αὐτὸν ἐλπὶς ἀναμένει. Ἀνδρομάχηὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶνΣπάρτης ἔνοικοι, δόλια βουλευτήρια, ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν, ἑλικτὰ κοὐδὲν ὑγιές, ἀλλὰ πᾶν πέριξφρονοῦντες, ἀδίκως εὐτυχεῖτ’ ἀν’ Ἑλλάδα. τί δ’ οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι; οὐκ αἰσχροκερδεῖς; οὐ λέγοντες ἄλλα μὲνγλώσσῃ, φρονοῦντες δ’ ἄλλ’ ἐφευρίσκεσθ’ ἀεί; ὄλοισθ’. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺςὡς σοὶ δέδοκται· κεῖνα γάρ μ’ ἀπώλεσεν, ὅθ’ ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶνπόσις θ’ ὁ κλεινός, ὅς σε πολλάκις δορὶναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν. νῦν δ’ εἰς γυναῖκα γοργὸς ὁπλίτης φανεὶςκτείνεις μ’. ἀπόκτειν’· ὡς ἀθώπευτόν γέ σεγλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν. ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτῃ μέγας, ἡμεῖς δὲ Τροίᾳ γ’. εἰ δ’ ἐγὼ πράσσω κακῶς, μηδὲν τόδ’ αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν.
1.19
464Χορόςοὐδέποτε δίδυμα λέκτρ’ ἐπαινέσω βροτῶνοὐδ’ ἀμφιμάτορας κόρους, ἔριδας οἴκων δυσμενεῖς τε λύπας. μίαν μοι στεργέτω πόσις γάμοιςἀκοινώ- νητον ἀνδρὸς εὐνάν.
1.20
471Χορόςοὐδέ γ’ ἐνὶ πόλεσι δίπτυχοι τυραννίδεςμιᾶς ἀμείνονες φέρειν, ἄχθος ἐπ’ ἄχθει καὶ στάσις πολίταις· τεκόντοιν θ’ ὕμνον ἐργάταιν δυοῖνἔριν Mοῦ- σαι φιλοῦσι κραίνειν.
1.21
479Χορόςπνοαὶ δ’ ὅταν φέρωσι ναυτίλους θοαί, κατὰ πηδαλίων δίδυμαι πραπίδων γνῶμαι, σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερονφαυλοτέρας φρενὸς αὐτοκρατοῦς. ἑνὸς ἁ δύνασις ἀνά τε μέλαθρακατά τε πόλιας, ὁπόταν εὑ- ρεῖν θέλωσι καιρόν.
1.22
486Χορόςἔδειξεν ἡ Λάκαινα τοῦ στρατηλάταΜενέλα· διὰ γὰρ πυρὸς ἦλθ’ ἑτέρῳ λέχεϊ, κτείνει δὲ τὴν τάλαιναν Ἰλιάδα κόρανπαῖδά τε δύσφρονος ἔριδος ὕπερ. ἄθεος ἄνομος ἄχαρις ὁ φόνος· ἔτι σε, πότνια, μετατροπὰτῶνδ’ ἔπεισιν ἔργων.
1.23
494Χορόςκαὶ μὴν ἐσορῶτόδε σύγκρατον ζεῦγος πρὸ δόμωνψήφῳ θανάτου κατακεκριμένον. δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ, μητρὸς λεχέων ὃς ὑπερθνῄσκειςοὐδὲν μετέχωνοὐδ’ αἴτιος ὢν βασιλεῦσιν.
1.24
501Ἀνδρομάχηἅδ’ ἐγὼ χέρας αἱματη- ρὰς βρόχοισι κεκλῃμέναπέμπομαι κατὰ γαίας. Παῖςμᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾷπτέρυγι συγκαταβαίνω. Ἀνδρομάχηθῦμα δάιον, ὦ χθονὸςΦθίας κράντορες. Παῖςὦ πάτερ, μόλε φίλοις ἐπίκουρος. Ἀνδρομάχηκείσῃ δή, τέκνον ὦ φίλος, μαστοῖς ματέρος ἀμφὶ σᾶςνεκρὸς ὑπὸ χθονί, σὺν νεκρῷ τ’⋯ Παῖςὤμοι μοι, τί πάθω; τάλαςδῆτ’ ἐγὼ σύ τε, μᾶτερ.
1.25
515Μενέλαοςἴθ’ ὑποχθόνιοι· καὶ γὰρ ἀπ’ ἐχθρῶνἥκετε πύργων· δύο δ’ ἐκ δισσαῖνθνῄσκετ’ ἀνάγκαιν· σὲ μὲν ἡμετέραψῆφος ἀναιρεῖ, παῖδα δ’ ἐμὴ παῖςτόνδ’ Ἑρμιόνη· καὶ γὰρ ἀνοίαμεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν, ἐξὸν κτείνεινκαὶ φόβον οἴκων ἀφελέσθαι.
1.26
523Ἀνδρομάχηὦ πόσις πόσις, εἴθε σὰνχεῖρα καὶ δόρυ σύμμαχονκτησαίμαν, Πριάμου παῖ. Παῖςδύστανος, τί δ’ ἐγὼ μόρουπαράτροπον μέλος εὕρω; Ἀνδρομάχηλίσσου, γούνασι δεσπότουχρίμπτων, ὦ τέκνον. Παῖςὦ φίλος, φίλος, ἄνες θάνατόν μοι. Ἀνδρομάχηλείβομαι δάκρυσιν κόρας, στάζω λισσάδος ὡς πέτραςλιβὰς ἀνήλιος, ἁ τάλαιν’⋯ Παῖςὤμοι μοι, τί δ’ ἐγὼ κακῶνμῆχος ἐξανύσωμαι;
1.27
537Μενέλαοςτί με προσπίτνεις, ἁλίαν πέτρανἢ κῦμα λιταῖς ὣς ἱκετεύων; τοῖς γὰρ ἐμοῖσιν γέγον’ ὠφελία, σοὶ δ’ οὐδὲν ἔχω φίλτρον, ἐπεί τοιμέγ’ ἀναλώσας ψυχῆς μόριονΤροίαν εἷλον καὶ μητέρα σήν· ἧς ἀπολαύωνἍιδην χθόνιον καταβήσῃ.
1.28
545Χορόςκαὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας, σπουδῇ τιθέντα δεῦρο γηραιὸν πόδα. Πηλεύςὑμᾶς ἐρωτῶ τόν τ’ ἐφεστῶτα σφαγῇ, τί ταῦτα; πῶς ταῦτ’; ἐκ τίνος λόγου νοσεῖδόμος; τί πράσσετ’ ἄκριτα μηχανώμενοι; Μενέλα’, ἐπίσχες· μὴ τάχυν’ ἄνευ δίκης⋯ ἡγοῦ σὺ θᾶσσον, οὐ γὰρ ὡς ἔοικέ μοισχολῆς τόδ’ ἔργον· ἀλλ’ ἀνηβητηρίανῥώμην μ’ ἐπαινῶ λαμβάνειν, εἴπερ ποτέ⋯ πρῶτον μὲν οὖν κατ’ οὖρον ὥσπερ ἱστίοιςἐμπνεύσομαι τῇδ’· εἰπέ, τίνι δίκῃ χέραςβρόχοισιν ἐκδήσαντες οἵδ’ ἄγουσί σεκαὶ παῖδ’; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι, ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν. Ἀνδρομάχηοἵδ’, ὦ γεραιέ, σὺν τέκνῳ θανουμένηνἄγουσί μ’ οὕτως ὡς ὁρᾷς. τί σοι λέγω; οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίᾳμετῆλθον, ἀλλὰ μυρίων ὑπ’ ἀγγέλων. ἔριν δὲ τὴν κατ’ οἶκον οἶσθά που κλύωντῆς τοῦδε θυγατρός, ὧν τ’ ἀπόλλυμαι χάριν. καὶ νῦν με βωμοῦ Θέτιδος, ἣ τὸν εὐγενῆἔτικτέ σοι παῖδ’, ἣν σὺ θαυμαστὴν σέβεις, ἄγουσ’ ἀποσπάσαντες, οὔτε τῳ δίκῃκρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμωνμείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίανγνόντες τέκνου τε τοῦδ’, ὃν οὐδὲν αἴτιονμέλλουσι σὺν ἐμοὶ τῇ ταλαιπώρῳ κτενεῖν. ἀλλ’ ἀντιάζω σ’, ὦ γέρον, τῶν σῶν πάροςπίτνουσα γονάτων— χειρὶ δ’ οὐκ ἔξεστί μοιτῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος— ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθααἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ’ ἐμοί, γέρον. Πηλεύςχαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά, καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι. Μενέλαοςἐγὼ δ’ ἀπαυδῶ γ’ ἄλλος οὐχ ἥσσων σέθενκαὶ τῆσδε πολλῷ κυριώτερος γεγώς. Πηλεύςπῶς; ἦ τὸν ἀμὸν οἶκον οἰκήσεις μολὼνδεῦρ’; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν; Μενέλαοςεἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ. Πηλεύςοὑμὸς δέ γ’ αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας. Μενέλαοςοὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ’ ἐμά; Πηλεύςναί, δρᾶν εὖ, κακῶς δ’ οὔ, μηδ’ ἀποκτείνειν βίᾳ. Μενέλαοςὡς τήνδ’ ἀπάξεις οὔποτ’ ἐξ ἐμῆς χερός. Πηλεύςσκήπτρῳ δὲ τῷδε σὸν καθαιμάξω κάρα; Μενέλαοςψαῦσόν γ’, ἵν’ εἰδῇς, καὶ πέλας πρόσελθέ μου.
1.29
590Πηλεύςσὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν; σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου; ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος, ἄκλῃστ’ ἄδουλα δώμαθ’ ἑστίας λιπών, ὡς δὴ γυναῖκα σώφρον’ ἐν δόμοις ἔχωνπασῶν κακίστην. οὐδ’ ἂν εἰ βούλοιτό τιςσώφρων γένοιτο Σπαρτιατίδων κόρη, αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμουςγυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοιςδρόμους παλαίστρας τ’ οὐκ ἀνασχετοὺς ἐμοὶκοινὰς ἔχουσι. κᾆτα θαυμάζειν χρεὼνεἰ μὴ γυναῖκας σώφρονας παιδεύετε; Ἑλένην ἐρέσθαι χρῆν τάδ’, ἥτις ἐκ δόμωντὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασενεανίου μετ’ ἀνδρὸς εἰς ἄλλην χθόνα. κἄπειτ’ ἐκείνης οὕνεχ’ Ἑλλήνων ὄχλοντοσόνδ’ ἀθροίσας ἤγαγες πρὸς Ἴλιον; ἣν χρῆν σ’ ἀποπτύσαντα μὴ κινεῖν δόρυ, κακὴν ἐφευρόντ’, ἀλλ’ ἐᾶν αὐτοῦ μένεινμισθόν τε δόντα μήποτ’ εἰς οἴκους λαβεῖν. ἀλλ’ οὔτι ταύτῃ σὸν φρόνημ’ ἐπούρισας, ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας, παίδων τ’ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις, πολιούς τ’ ἀφείλου πατέρας εὐγενῆ τέκνα. ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δὲ σὲμιάστορ’ ὥς τιν’ εἰσδέδορκ’ Ἀχιλλέως. ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος, κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασινὅμοι’ ἐκεῖσε δεῦρό τ’ ἤγαγες πάλιν. κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶκῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖνκακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρμητρῷ’ ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι, μνηστῆρες, ἐσθλῆς θυγατέρ’ ἐκ μητρὸς λαβεῖν. πρὸς τοῖσδε δ’ εἰς ἀδελφὸν οἷ’ ἐφύβρισας, σφάξαι κελεύσας θυγατέρ’ εὐηθέστατα; οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ ἔχῃς. ἑλὼν δὲ Τροίαν— εἶμι γὰρ κἀνταῦθά σοι— οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών, ἀλλ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφοςφίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα, ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ. κἄπειτ’ ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνωνπορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆκτείνεις ἀτίμως παῖδά θ’, ὃς κλαίοντά σεκαὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην, κεἰ τρὶς νόθος πέφυκε. πολλάκις δέ τοιξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾷ, νόθοι τε πολλοὶ γνησίων ἀμείνονες. ἀλλ’ ἐκκομίζου παῖδα. κύδιον βροτοῖςπένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιονγαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ’ οὐδὲν εἶ.
1.30
642Χορόςσμικρᾶς ἀπ’ ἀρχῆς νεῖκος ἀνθρώποις μέγαγλῶσσ’ ἐκπορίζει· τοῦτο δ’ οἱ σοφοὶ βροτῶνἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν. Μενέλαοςτί δῆτ’ ἂν εἴποις τοὺς γέροντας, ὡς σοφοί, καὶ τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε; ὅτ’ ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς, κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῷ λέγειςἡμῖν δ’ ὀνείδη διὰ γυναῖκα βάρβαρον, ἣν χρῆν σ’ ἐλαύνειν τήνδ’ ὑπὲρ Νείλου ῥοὰςὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀείοὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματαπλεῖσθ’ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν, τοῦ σοῦ δὲ παιδὸς αἵματος κοινουμένην. Πάρις γάρ, ὃς σὸν παῖδ’ ἔπεφν’ Ἀχιλλέα, Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ’ ἥδ’ Ἕκτορος. καὶ τῇδέ γ’ εἰσέρχῃ σὺ ταὐτὸν εἰς στέγοςκαὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον, τίκτειν δ’ ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾷς. ἁγὼ προνοίᾳ τῇ τε σῇ κἀμῇ, γέρον, κτανεῖν θέλων τήνδ’ ἐκ χερῶν ἁρπάζομαι. καίτοι φέρ’· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου· ἢν παῖς μὲν ἡμὴ μὴ τέκῃ, ταύτης δ’ ἄποβλάστωσι παῖδες, τῆσδε γῆς Φθιώτιδοςστήσεις τυράννους, βάρβαροι δ’ ὄντες γένοςἝλλησιν ἄρξουσ’; εἶτ’ ἐγὼ μὲν οὐ φρονῶμισῶν τὰ μὴ δίκαια, σοὶ δ’ ἔνεστι νοῦς; κἀκεῖνο νῦν ἄθρησον· εἰ σὺ παῖδα σὴνδούς τῳ πολιτῶν, εἶτ’ ἔπασχε τοιάδε, σιγῇ καθῆσ’ ἄν; οὐ δοκῶ· ξένης δ’ ὕπερτοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους; καὶ μὴν ἴσον γ’ ἀνήρ τε καὶ γυνὴ στένειἀδικουμένη πρὸς ἀνδρός· ὡς δ’ αὔτως ἀνὴργυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων. καὶ τῷ μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος, τῇ δ’ ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα. οὔκουν δίκαιον τοῖς γ’ ἐμοῖς ἐπωφελεῖν; γέρων γέρων εἶ. τὴν δ’ ἐμὴν στρατηγίανλέγων ἔμ’ ὠφελοῖς ἂν ἢ σιγῶν πλέον. Ἑλένη δ’ ἐμόχθησ’ οὐχ ἑκοῦσ’, ἀλλ’ ἐκ θεῶν, καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα· ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορεςἔβησαν εἰς τἀνδρεῖον· ἡ δ’ ὁμιλίαπάντων βροτοῖσι γίγνεται διδάσκαλος. εἰ δ’ εἰς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼγυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν. οὐδ’ ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν. ταῦτ’ εὖ φρονῶν σ’ ἐπῆλθον, οὐκ ὀργῆς χάριν· ἢν δ’ ὀξυθυμῇς, σοὶ μὲν ἡ γλωσσαλγίαμείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία. Χορόςπαύσασθον ἤδη· λῷστα γὰρ μακρῷ τάδε· λόγων ματαίων, μὴ δύο σφαλῆθ’ ἅμα.
1.31
693Πηλεύςοἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται· ὅταν τροπαῖα πολεμίων στήσῃ στρατός, οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε, ἀλλ’ ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται, ὃς εἷς μετ’ ἄλλων μυρίων πάλλων δόρυ, οὐδὲν πλέον δρῶν ἑνὸς ἔχει πλείω λόγον. σεμνοὶ δ’ ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλινφρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες· οἱ δ’ εἰσὶν αὐτῶν μυρίῳ σοφώτεροι, εἰ τόλμα προσγένοιτο βούλησίς θ’ ἅμα. ὡς καὶ σὺ σός τ’ ἀδελφὸς ἐξωγκωμένοιΤροίᾳ κάθησθε τῇ τ’ ἐκεῖ στρατηγίᾳ, μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι. δείξω δ’ ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάρινἥσσω νομίζειν Πηλέως ἐχθρόν ποτε, εἰ μὴ φθερῇ τῆσδ’ ὡς τάχιστ’ ἀπὸ στέγηςκαὶ παῖς ἄτεκνος, ἣν ὅ γ’ ἐξ ἡμῶν γεγὼςἐλᾷ δι’ οἴκων τῶνδ’ ἐπισπάσας κόμης· ἣ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεταιτίκτοντας ἄλλους, οὐκ ἔχουσ’ αὐτὴ τέκνα. ἀλλ’, εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι, ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων; φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθωεἴ τίς με λύειν τῆσδε κωλύσει χέρας. ἔπαιρε σαυτήν· ὡς ἐγὼ καίπερ τρέμωνπλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι. ὧδ’, ὦ κάκιστε, τῆσδ’ ἐλυμήνω χέρας; βοῦν ἢ λέοντ’ ἤλπιζες ἐντείνειν βρόχοις; ἢ μὴ ξίφος λαβοῦσ’ ἀμυνάθοιτό σεἔδεισας; ἕρπε δεῦρ’ ὑπ’ ἀγκάλας, βρέφος, ξύλλυε μητρὸς δεσμόν· ἐν Φθίᾳ σ’ ἐγὼθρέψω μέγαν τοῖσδ’ ἐχθρόν. εἰ δ’ ἀπῆν δορὸςτοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών, τἄλλ’ ὄντες ἴστε μηδενὸς βελτίονες. Χορόςἀνειμένον τι χρῆμα πρεσβυτῶν γένοςκαὶ δυσφύλακτον ὀξυθυμίας ὕπο.
1.32
729Μενέλαοςἄγαν προνωπὴς εἰς τὸ λοιδορεῖν φέρῃ· ἐγὼ δὲ πρὸς βίαν μὲν εἰς Φθίαν μολὼνοὔτ’ οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι. καὶ νῦν μέν— οὐ γὰρ ἄφθονον σχολὴν ἔχω— ἄπειμ’ ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσωΣπάρτης⋯ πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη, νῦν δ’ ἐχθρὰ ποιεῖ· τήνδ’ ἐπεξελθεῖν θέλωστρατηλατήσας χὑποχείριον λαβεῖν. ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν, ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶςγαμβροὺς διδάξω καὶ διδάξομαι λόγους. κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν ᾖσώφρων καθ’ ἡμᾶς, σώφρον’ ἀντιλήψεται· θυμούμενος δὲ τεύξεται θυμουμένων, ἔργοισι δ’ ἔργα διάδοχ’ ἀντιλήψεται. τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω· σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις, ἀδύνατος, οὐδὲν ἄλλο πλὴν λέγειν μόνον. Πηλεύςἡγοῦ, τέκνον μοι, δεῦρ’ ὑπ’ ἀγκάλαις σταθείς, σύ τ’, ὦ τάλαινα· χείματος γὰρ ἀγρίουτυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους. Ἀνδρομάχηὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς, σῴσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα. ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦπτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με, γέροντα μὲν σ’ ὁρῶντες, ἀσθενῆ δ’ ἐμὲκαὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε, μὴ νῦν φυγόντες εἶθ’ ἁλῶμεν ὕστερον. Πηλεύςοὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον· χώρει· τίς ὑμῶν ἅψεται; κλαίων ἄραψαύσει. θεῶν γὰρ οὕνεχ’ ἱππικοῦ τ’ ὄχλουπολλῶν θ’ ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα· ἡμεῖς δ’ ἔτ’ ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς, ἀλλ’ εἴς γε τοιόνδ’ ἄνδρ’ ἀποβλέψας μόνοντροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν. πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ᾖκρείσσων· τί γὰρ δεῖ δειλὸν ὄντ’ εὐσωματεῖν;
1.33
766Χορόςμὴ γενοίμαν ἢ πατέρων ἀγαθῶνεἴην πολυκτήτων τε δόμων μέτοχος. εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶςοὐ σπάνις εὐγενέταις, κηρυσσομένοισι δ’ ἀπ’ ἐσθλῶν δωμάτωντιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶνἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δ’ ἀρετὰκαὶ θανοῦσι λάμπει.
1.34
777Χορόςκρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχεινἢ ξὺν φθόνῳ σφάλλειν δυνάμει τε δίκαν. ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν, ἐν δὲ χρόνῳ τελέθειξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμων. ταύταν ᾔνεσα ταύταν καὶ φέρομαι βιοτάν, μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοιςκαὶ πόλει δύνασθαι.
1.35
789Χορόςὦ γέρον Αἰακίδα, πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ- ρων ὁμιλῆσαι δορὶκλεινοτάτῳ· καὶ ἐπ’ Ἀργῴου δορὸς ἄξενον ὑγρὰνἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδωνκλεινὰν ἐπὶ ναυστολίαν, Ἰλιάδα τε πόλιν ὅτε πάροςεὐδόκιμον ὁ Διὸς ἶνις ἀμφέβαλε φόνῳ, κοινὰν τὰν εὔκλειαν ἔχοντ’ Εὐρώπαν ἀφικέσθαι.
1.36
802Τροφόςὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῷδιάδοχον ἐν τῇδ’ ἡμέρᾳ πορσύνεται. δέσποινα γὰρ κατ’ οἶκον, Ἑρμιόνην λέγω, πατρός τ’ ἐρημωθεῖσα συννοίᾳ θ’ ἅμα, οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖνκαὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει, πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένωνἐκ τῶνδ’ ἀτίμως δωμάτων ἀποσταλῇ, ἢ κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν. μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρηνεἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶςξίφη καθαρπάζουσιν ἐξαιρούμενοι. οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμέναἔγνωκε πράξασ’ οὐ καλῶς. ἐγὼ μὲν οὖνδέσποιναν εἴργουσ’ ἀγχόνης κάμνω, φίλαι· ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσωθανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδωνφίλων νέοι μολόντες εὐπιθέστεροι. Χορόςκαὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομενβοὴν ἐφ’ οἷσιν ἦλθες ἀγγέλλουσα σύ. δείξειν δ’ ἔοικεν ἡ τάλαιν’ ὅσον στένειπράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾷφεύγουσα χεῖρας προσπόλων πόθῳ θανεῖν.
1.37
825Ἑρμιόνηἰώ μοί μοι· σπάραγμα κόμας ὀνύχων τε δάι’ ἀ- μύγματα θήσομαι. Τροφόςὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῇ;
1.38
829Ἑρμιόνηαἰαῖ αἰαῖ· ἔρρ’ αἰθέριον πλοκάμων ἐμῶν ἄπο, λεπτόμιτον φάρος. Τροφόςτέκνον, κάλυπτε στέρνα, σύνδησαι πέπλους.
1.39
833Ἑρμιόνητί δέ με δεῖ στέρνακαλύπτειν πέπλοις; δῆλα καὶἀμφιφανῆ καὶ ἄκρυπτα δε- δράκαμεν πόσιν. Τροφόςἀλγεῖς, φόνον ῥάψασα συγγάμῳ σέθεν;
1.40
837Ἑρμιόνηκατὰ μὲν οὖν στένωδαΐας τόλμας, ἂν ἔρεξ’· ὦ κατάρατος ἐγὼ κατά- ρατος ἀνθρώποις. Τροφόςσυγγνώσεταί σοι τήνδ’ ἁμαρτίαν πόσις.
1.41
841Ἑρμιόνητί μοι ξίφοςἐκ χερὸς ἠγρεύσω; ἀπόδος, ὦ φίλα,’ πόδος, ἵν’ ἀνταίανἐρείσω πλαγάν· τί με βρόχων εἴργεις; Τροφόςἀλλ’ εἴ σ’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς; Ἑρμιόνηοἴμοι πότμου. ποῦ μοι πυρὸς φίλα φλόξ; ποῦ δ’ εἰς πέτρας ἀερθῶ, ἢ κατὰ πόντον ἢ καθ’ ὕλαν ὀρέων, ἵνα θανοῦσα νερτέροισιν μέλω;
1.42
851Τροφόςτί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοιπᾶσιν βροτοῖσιν ἢ τότ’ ἦλθον ἢ τότε.
1.43
854Ἑρμιόνηἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίανὡσεὶ μονάδ’ ἔρημον οὖσαν ἐνάλου κώπας.— ὀλεῖ ὀλεῖ με· τᾷδ’ οὐκέτ’ ἐνοικήσωνυμφιδίῳ στέγᾳ. τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ; ἢ δούλα δούλας γόνασι προσπέσω; Φθιάδος ἐκ γᾶςκυανόπτερος ὄρνις εἴθ’ εἴην, ἢ πευκᾶενσκάφος, ἃ διὰ Κυανέας ἐπέρασεν ἀκτὰςπρωτόπλοος πλάτα.
1.44
866Τροφόςὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπῄνεσα, ὅτ’ εἰς γυναῖκα Τρῳάδ’ ἐξημάρτανες, οὔτ’ αὖ τὸ νῦν σου δεῖμ’ ὃ δειμαίνεις ἄγαν. οὐχ ὧδε κῆδος σὸν διώσεται πόσιςφαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις. οὐ γάρ τί σ’ αἰχμάλωτον ἐκ Τροίας ἔχει, ἀλλ’ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼνἕδνοισι, πόλεώς τ’ οὐ μέσως εὐδαίμονος. πατὴρ δέ σ’ οὐχ ὧδ’ ὡς σὺ δειμαίνεις, τέκνον, προδοὺς ἐάσει δωμάτων τῶνδ’ ἐκπεσεῖν. ἀλλ’ εἴσιθ’ εἴσω μηδὲ φαντάζου δόμωνπάροιθε τῶνδε, μή τιν’ αἰσχύνην λάβῃς, πρόσθεν μελάθρων τῶνδ’ ὁρωμένη, τέκνον. Χορόςκαὶ μὴν ὅδ’ ἀλλόχρως τις ἔκδημος ξένοςσπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται. Ὀρέστηςξέναι γυναῖκες, ἦ τάδ’ ἔστ’ Ἀχιλλέωςπαιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι; Χορόςἔγνως· ἀτὰρ δὴ τίς σὺ πυνθάνῃ τάδε; ὈρέστηςἈγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος, ὄνομα δ’ Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸςμαντεῖα Δωδωναῖ’. ἐπεὶ δ’ ἀφικόμηνΦθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν πέριγυναικός, εἰ ζῇ κεὐτυχοῦσα τυγχάνειἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρναίουσ’ ἀφ’ ἡμῶν πεδί’ ὅμως ἐστὶν φίλη. Ἑρμιόνηὦ ναυτίλοισι χείματος λιμὴν φανεὶςἈγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων, οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας, πράσσοντας οὐκ εὖ. στεμμάτων δ’ οὐχ ἥσσοναςσοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς. Ὀρέστηςἔα· τί χρῆμα; μῶν ἐσφάλμεθ’ ἢ σαφῶς ὁρῶδόμων ἄνασσαν τήνδε Μενέλεω κόρην; Ἑρμιόνηἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴἙλένη κατ’ οἴκους πατρί· μηδὲν ἀγνόει. Ὀρέστηςὦ Φοῖβ’ ἀκέστορ, πημάτων δοίης λύσιν. τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά; Ἑρμιόνητὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ’ ἔχει, τὰ δ’ ἐκ θεῶν του· πανταχῇ δ’ ὀλώλαμεν. Ὀρέστηςτίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πωπαίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος; Ἑρμιόνητοῦτ’ αὐτὸ καὶ νοσοῦμεν· εὖ μ’ ὑπηγάγου.
1.45
907Ὀρέστηςἄλλην τιν’ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις; Ἑρμιόνητὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν. Ὀρέστηςκακόν γ’ ἔλεξας, ἄνδρα δίσσ’ ἔχειν λέχη. Ἑρμιόνητοιαῦτα ταῦτα. κᾆτ’ ἔγωγ’ ἠμυνάμην. Ὀρέστηςμῶν εἰς γυναῖκ’ ἔρραψας οἷα δὴ γυνή; Ἑρμιόνηφόνον γ’ ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ. Ὀρέστηςκἄκτεινας, ἤ τις συμφορά σ’ ἀφείλετο; Ἑρμιόνηγέρων γε Πηλεύς, τοὺς κακίονας σέβων. Ὀρέστηςσοὶ δ’ ἦν τις ὅστις τοῦδ’ ἐκοινώνει φόνου; Ἑρμιόνηπατήρ γ’ ἐπ’ αὐτὸ τοῦτ’ ἀπὸ Σπάρτης μολών. Ὀρέστηςκἄπειτα τοῦ γέροντος ἡσσήθη χερί; Ἑρμιόνηαἰδοῖ γε· καί μ’ ἔρημον οἴχεται λιπών. Ὀρέστηςσυνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν. Ἑρμιόνηἔγνως· ὀλεῖ γάρ μ’ ἐνδίκως. τί δεῖ λέγειν; ἀλλ’ ἄντομαί σε Δία καλοῦσ’ ὁμόγνιον, πέμψον με χώρας τῆσδ’ ὅποι προσωτάτωἢ πρὸς πατρῷον μέλαθρον· ὡς δοκοῦσί γεδόμοι τ’ ἐλαύνειν φθέγμ’ ἔχοντες οἵδε με, μισεῖ τε γαῖα Φθιάς. εἰ δ’ ἥξει πάροςΦοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις, κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν· ἢ δουλεύσομεννόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ. πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανες; κακῶν γυναικῶν εἴσοδοί μ’ ἀπώλεσαν, αἵ μοι λέγουσαι τούσδ’ ἐχαύνωσαν λόγους· Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοιςδούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην; μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ’ ἐμοῖς δόμοιςβλέπουσ’ ἂν αὐγὰς τἄμ’ ἐκαρποῦτ’ ἂν λέχη. κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους, σοφῶν πανούργων ποικίλων λαλημάτων, ἐξηνεμώθην μωρίᾳ. τί γάρ μ’ ἐχρῆνπόσιν φυλάσσειν, ᾗ παρῆν ὅσων ἔδει; πολὺς μὲν ὄλβος· δωμάτων δ’ ἠνάσσομεν· παῖδας δ’ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν, ἡ δ’ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς. ἀλλ’ οὔποτ’ οὔποτ’— οὐ γὰρ εἰσάπαξ ἐρῶ— χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή, πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶνγυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν· ἣ μέν τι κερδαίνουσα συμφθείρει λέχος, ἣ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει, πολλαὶ δὲ μαργότητι⋯ κἀντεῦθεν δόμοινοσοῦσιν ἀνδρῶν. πρὸς τάδ’ εὖ φυλάσσετεκλῄθροισι καὶ μοχλοῖσι δωμάτων πύλας· ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοιδρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά. Χορόςἄγαν ἐφῆκας γλῶσσαν εἰς τὸ σύμφυτον. συγγνωστὰ μέν νυν σοὶ τάδ’, ἀλλ’ ὅμως χρεὼνκοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους.
1.46
957Ὀρέστηςσοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺςλόγους ἀκούειν τῶν ἐναντίων πάρα. ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμωνἔριν τε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος, φυλακὰς ἔχων ἔμιμνον, εἴτ’ αὐτοῦ μενεῖςεἴτ’ ἐκφοβηθεῖσ’ αἰχμαλωτίδος φόνῳγυναικὸς οἴκων τῶνδ’ ἀπηλλάχθαι θέλεις. ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς, εἰ δ’ ἐνδιδοίης, ὥσπερ ἐνδίδως, λόγον, πέμψων σ’ ἀπ’ οἴκων τῶνδ’. ἐμὴ γὰρ οὖσα πρὶνσὺν τῷδε ναίεις ἀνδρὶ σοῦ πατρὸς κάκῃ, ὃς πρὶν τὰ Τροίας εἰσβαλεῖν ὁρίσματαγυναῖκ’ ἐμοί σε δοὺς ὑπέσχεθ’ ὕστεροντῷ νῦν σ’ ἔχοντι, Τρῳάδ’ εἰ πέρσοι πόλιν. ἐπεὶ δ’ Ἀχιλλέως δεῦρ’ ἐνόστησεν γόνος, σῷ μὲν συνέγνων πατρί, τὸν δ’ ἐλισσόμηνγάμους ἀφεῖναι σούς, ἐμὰς λέγων τύχαςκαὶ τὸν παρόντα δαίμον’, ὡς φίλων μὲν ἂνγήμαιμ’ ἀπ’ ἀνδρῶν, ἔκτοθεν δ’ οὐ ῥᾳδίως, φεύγων ἀπ’ οἴκων ἃς ἐγὼ φεύγω φυγάς. ὃ δ’ ἦν ὑβριστὴς εἴς τ’ ἐμῆς μητρὸς φόνοντάς θ’ αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί. κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθενἤλγουν μὲν ἤλγουν, συμφοραῖς δ’ ἠνειχόμην, σῶν δὲ στερηθεὶς ᾠχόμην ἄκων γάμων. νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχαςκαὶ ξυμφορὰν τήνδ’ εἰσπεσοῦσ’ ἀμηχανεῖς, ἄξω σ’ ἀπ’ οἴκων καὶ πατρὸς δώσω χερί. τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖςοὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου. Ἑρμιόνηνυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸςμέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε. ἀλλ’ ὡς τάχιστα τῶνδέ μ’ ἔκπεμψον δόμων, μὴ φθῇ με προσβὰς δῶμα καὶ μολὼν πόσις, ἢ πρέσβυς οἴκους μ’ ἐξερημοῦσαν μαθὼνΠηλεὺς μετέλθῃ πωλικοῖς διώγμασιν. Ὀρέστηςθάρσει γέροντος χεῖρα· τὸν δ’ Ἀχιλλέωςμηδὲν φοβηθῇς παῖδ’, ὅσ’ εἰς ἔμ’ ὕβρισε. τοία γὰρ αὐτῷ μηχανὴ πεπλεγμένηβρόχοις ἀκινήτοισιν ἕστηκεν φόνουπρὸς τῆσδε χειρός· ἣν πάρος μὲν οὐκ ἐρῶ, τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα. ὁ μητροφόντης δ’, ἢν δορυξένων ἐμῶνμείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα, δείξει γαμεῖν σφε μηδέν’ ὧν ἐχρῆν ἐμέ. πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκηνἄνακτα Φοῖβον· οὐδέ νιν μετάστασιςγνώμης ὀνήσει θεῷ διδόντα νῦν δίκας, ἀλλ’ ἔκ τ’ ἐκείνου διαβολαῖς τε ταῖς ἐμαῖςκακῶς ὀλεῖται· γνώσεται δ’ ἔχθραν ἐμήν. ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴνδαίμων δίδωσι κοὐκ ἐᾷ φρονεῖν μέγα.
1.47
1009Χορόςὦ Φοῖβε πυργώσας τὸν ἐν Ἰλίῳ εὐτειχῆ πάγονκαὶ πόντιε κυανέαις ἵπποις διφρεύ- ων ἅλιον πέλαγος, τίνος οὕνεκ’ ἄτιμον ὀργᾶςἃν χέρα τεκτοσύνας Ἐ- νυαλίῳ δοριμήστορι προσθέν- τες τάλαιναν τάλαι- ναν μεθεῖτε Τροίαν;
1.48
1019Χορόςπλείστους δ’ ἐπ’ ἀκταῖσιν Σιμοεντίσιν εὐίππουςὄχουςἐζεύξατε καὶ φονίους ἀνδρῶν ἁμίλ- λας ἔθετ’ ἀστεφάνους· ἀπὸ δὲ φθίμενοι βεβᾶσινἸλιάδαι βασιλῆες, οὐδ’ ἔτι πῦρ ἐπιβώμιον ἐν Τροί- ᾳ θεοῖσιν λέλαμ- πεν καπνῷ θυώδει.
1.49
1027Χορόςβέβακε δ’ Ἀτρείδας ἀλόχου παλάμαις, αὐτά τ’ ἐναλλάξασα φόνον θανάτῳπρὸς τέκνων ἀπηύραθεοῦ. θεοῦ νιν κέλευμ’ ἐπεστράφημαντόσυνον, ὅτε νιν Ἀργόθεν πορευθεὶςἈγαμεμνόνιος κέλωρ, ἀδύτων ἐπιβὰςκτεάνων, ματρὸς φονεὺς⋯ ὦ δαῖμον, ὦ Φοῖβε, πῶς πείθομαι;
1.50
1037Χορόςπολλαὶ δ’ ἀν’ Ἑλλάνων ἀγόρους στοναχὰςμέλποντο δυστάνων τεκέων, ἄλοχοι δ’ ἐξέλειπον οἴκουςπρὸς ἄλλον εὐνάτορ’. οὐχὶ σοὶ μόνᾳδύσφρονες ἐπέπεσον, οὐ φίλοισι, λῦπαι· νόσον Ἑλλὰς ἔτλα, νόσον· διέβα δὲ Φρυγῶνκαὶ πρὸς εὐκάρπους γύαςσκηπτὸς σταλάσσων τὸν Ἅιδα φόνον.
1.51
1047ΠηλεύςΦθιώτιδες γυναῖκες, ἱστοροῦντί μοισημήνατ’· ᾐσθόμην γὰρ οὐ σαφῆ λόγονὡς δώματ’ ἐκλιποῦσα Μενέλεω κόρηφρούδη τάδ’· ἥκω δ’ ἐκμαθεῖν σπουδὴν ἔχωνεἰ ταῦτ’ ἀληθῆ· τῶν γὰρ ἐκδήμων φίλωνδεῖ τοὺς κατ’ οἶκον ὄντας ἐκπονεῖν τύχας. ΧορόςΠηλεῦ, σαφῶς ἤκουσας· οὐδ’ ἐμοὶ καλὸνκρύπτειν ἐν οἷς παροῦσα τυγχάνω κακοῖς· βασίλεια γὰρ τῶνδ’ οἴχεται φυγὰς δόμων. Πηλεύςτίνος φόβου τυχοῦσα; διαπέραινέ μοι. Χορόςπόσιν τρέμουσα, μὴ δόμων νιν ἐκβάλῃ. Πηλεύςμῶν ἀντὶ παιδὸς θανασίμων βουλευμάτων; Χορόςναί, καὶ γυναικὸς αἰχμαλωτίδος φόβῳ. Πηλεύςσὺν πατρὶ δ’ οἴκους ἢ τίνος λείπει μέτα; ΧορόςἈγαμέμνονός νιν παῖς βέβηκ’ ἄγων χθονός. Πηλεύςποίαν περαίνων ἐλπίδ’; ἦ γῆμαι θέλων; Χορόςκαὶ σῷ γε παιδὸς παιδὶ πορσύνων μόρον. Πηλεύςκρυπτὸς καταστὰς ἢ κατ’ ὄμμ’ ἐλθὼν μάχῃ; Χορόςἁγνοῖς ἐν ἱεροῖς Λοξίου Δελφῶν μέτα. Πηλεύςοἴμοι· τόδ’ ἤδη δεινόν. οὐχ ὅσον τάχοςχωρήσεταί τις Πυθικὴν πρὸς ἑστίανκαὶ τἀνθάδ’ ὄντα τοῖς ἐκεῖ λέξει φίλοις, πρὶν παῖδ’ Ἀχιλλέως κατθανεῖν ἐχθρῶν ὕπο; Ἄγγελοςὤμοι μοι· οἵας ὁ τλήμων ἀγγελῶν ἥκω τύχαςσοί τ’, ὦ γεραιέ, καὶ φίλοισι δεσπότου. Πηλεύςαἰαῖ· πρόμαντις θυμὸς ὥς τι προσδοκᾷ. Ἄγγελοςοὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθῃς, γέρονΠηλεῦ· τοιάσδε φασγάνων πληγὰς ἔχειΔελφῶν ὑπ’ ἀνδρῶν καὶ Μυκηναίου ξένου. Χορόςἆ ἆ, τί δράσεις, ὦ γεραιέ; μὴ πέσῃς· ἔπαιρε σαυτόν. Πηλεύςοὐδέν εἰμ’· ἀπωλόμην. φρούδη μὲν αὐδή, φροῦδα δ’ ἄρθρα μου κάτω. Ἄγγελοςἄκουσον, εἰ καὶ σοῖς φίλοις ἀμυναθεῖνχρῄζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας. Πηλεύςὦ μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασινοἵα με τὸν δύστηνον ἀμφιβᾶσ’ ἔχεις. πῶς δ’ οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος; σήμαιν’· ἀκοῦσαι δ’ οὐκ ἀκούσθ’ ὅμως θέλω.
1.52
1085Ἄγγελοςἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον, τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδουςθέᾳ διδόντες ὄμματ’ ἐξεπίμπλαμεν. καὶ τοῦθ’ ὕποπτον ἦν ἄρ’· εἰς δὲ συστάσειςκύκλους τ’ ἐχώρει λαὸς οἰκήτωρ θεοῦ. Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλινἐς οὖς ἑκάστῳ δυσμενεῖς ηὔδα λόγους· Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦχρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν, τὸ δεύτερον παρόντ’ ἐφ’ οἷσι καὶ πάροςδεῦρ’ ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων; κἀκ τοῦδ’ ἐχώρει ῥόθιον ἐν πόλει κακόν· ἀρχαί τε, πληροῦντές τε βουλευτήρια, ἰδίᾳ θ’ ὅσοι θεοῦ χρημάτων ἐφέστασαν, φρουρὰν ἐτάξαντ’ ἐν περιστύλοις δόμοις. ἡμεῖς δὲ μῆλα, φυλλάδος Παρνασίαςπαιδεύματ’, οὐδὲν τῶνδέ πω πεπυσμένοι, λαβόντες ᾖμεν ἐσχάραις τ’ ἐφέσταμενσὺν προξένοισι μάντεσίν τε Πυθικοῖς. καί τις τόδ’ εἶπεν· Ὦ νεανία, τί σοιθεῷ κατευξώμεσθα; τίνος ἥκεις χάριν; ὃ δ’ εἶπε· Φοίβῳ τῆς πάροιθ’ ἁμαρτίαςδίκας παρασχεῖν βουλόμεσθ’· ᾔτησα γὰρπατρός ποτ’ αὐτὸν αἵματος δοῦναι δίκην. κἀνταῦθ’ Ὀρέστου μῦθος ἰσχύων μέγαἐφαίνεθ’, ὡς ψεύδοιτο δεσπότης ἐμός, ἥκων ἐπ’ αἰσχροῖς. ἔρχεται δ’ ἀνακτόρωνκρηπῖδος ἐντός, ὡς πάρος χρηστηρίωνεὔξαιτο Φοίβῳ· τυγχάνει δ’ ἐν ἐμπύροις· τῷ δὲ ξιφήρης ἆρ’ ὑφειστήκει λόχοςδάφνῃ σκιασθείς· ὧν Κλυταιμήστρας τόκοςεἷς ἦν ἁπάντων τῶνδε μηχανορράφος. χὣ μὲν κατ’ ὄμμα στὰς προσεύχεται θεῷ· οἳ δ’ ὀξυθήκτοις φασγάνοις ὡπλισμένοικεντοῦσ’ ἀτευχῆ παῖδ’ Ἀχιλλέως λάθρᾳ. χωρεῖ δὲ πρύμναν· οὐ γὰρ εἰς καιρὸν τυπεὶςἐτύγχαν’· ἐξέλκει δὲ καὶ παραστάδοςκρεμαστὰ τεύχη πασσάλων καθαρπάσαςἔστη’ πὶ βωμοῦ γοργὸς ὁπλίτης ἰδεῖν, βοᾷ δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε· Τίνος μ’ ἕκατι κτείνετ’ εὐσεβεῖς ὁδοὺςἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας;— τῶν δ’ οὐδὲν οὐδεὶς μυρίων ὄντων πέλαςἐφθέγξατ’, ἀλλ’ ἔβαλλον ἐκ χερῶν πέτροις. πυκνῇ δὲ νιφάδι πάντοθεν σποδούμενοςπροὔτεινε τεύχη κἀφυλάσσετ’ ἐμβολὰςἐκεῖσε κἀκεῖσ’ ἀσπίδ’ ἐκτείνων χερί. ἀλλ’ οὐδὲν ἦνεν· ἀλλὰ πόλλ’ ὁμοῦ βέλη, οἰστοί, μεσάγκυλ’ ἔκλυτοί τ’ ἀμφώβολοι, σφαγῆς ἐχώρουν βουπόροι ποδῶν πάρος. δεινὰς δ’ ἂν εἶδες πυρρίχας φρουρουμένουβέλεμνα παιδός. ὡς δέ νιν περισταδὸνκύκλῳ κατεῖχον οὐ διδόντες ἀμπνοάς, βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν, τὸ Τρωικὸν πήδημα πηδήσας ποδοῖνχωρεῖ πρὸς αὐτούς· οἳ δ’ ὅπως πελειάδεςἱέρακ’ ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν. πολλοὶ δ’ ἔπιπτον μιγάδες ἔκ τε τραυμάτωναὐτοί θ’ ὑπ’ αὐτῶν στενοπόρους κατ’ ἐξόδους, κραυγὴ δ’ ἐν εὐφήμοισι δύσφημος δόμοιςπέτραισιν ἀντέκλαγξ’· ἐν εὐδίᾳ δέ πωςἔστη φαεννοῖς δεσπότης στίλβων ὅπλοις· πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατοδεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸνστρέψας πρὸς ἀλκήν. ἔνθ’ Ἀχιλλέως πίτνειπαῖς ὀξυθήκτῳ πλευρὰ φασγάνῳ τυπεὶςΔελφοῦ πρὸς ἀνδρός, ὅσπερ αὐτὸν ὤλεσε, πολλῶν μετ’ ἄλλων· ὡς δὲ πρὸς γαῖαν πίτνει, τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον, βάλλων ἀράσσων; πᾶν δ’ ἀνήλωται δέμαςτὸ καλλίμορφον τραυμάτων ὑπ’ ἀγρίων. νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλαςἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων. ἡμεῖς δ’ ἀναρπάσαντες ὡς τάχος χεροῖνκομίζομέν νιν σοὶ κατοιμῶξαι γόοιςκλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφῳ. τοιαῦθ’ ὁ τοῖς ἄλλοισι θεσπίζων ἄναξ, ὁ τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής, δίκας διδόντα παῖδ’ ἔδρασ’ Ἀχιλλέως. ἐμνημόνευσε δ’, ὥσπερ ἄνθρωπος κακός, παλαιὰ νείκη· πῶς ἂν οὖν εἴη σοφός;
1.53
1166Χορόςκαὶ μὴν ὅδ’ ἄναξ ἤδη φοράδηνΔελφίδος ἐκ γῆς δῶμα πελάζει. τλήμων ὁ παθών, τλήμων δέ, γέρον, καὶ σύ· δέχῃ γὰρ τὸν Ἀχίλλειονσκύμνον ἐς οἴκους οὐχ ὡς σὺ θέλεις· αὐτός τε κακοῖς πήμασι κύρσαςεἰς ἓν μοίρας συνέκυρσας.
1.54
1173Πηλεύςὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδεκαὶ δέχομαι χερὶ δώμασί τ’ ἀμοῖς. ἰώ μοί μοι, αἰαῖ, ὦ πόλι Θεσσαλία, διολώλαμεν, οἰχόμεθ’· οὐκέτι μοι γένος, οὐκέτι μοι τέκναλείπεται οἴκοις· ὦ σχέτλιος παθέων ἐγώ· εἰς τίναδὴ φίλον αὐγὰς βάλλων τέρψομαι; ὦ φίλιον στόμα καὶ γένυ καὶ χέρες, εἴθε σ’ ὑπ’ Ἰλίῳ ἤναρε δαίμωνΣιμοεντίδα παρ’ ἀκτάν.
1.55
1184Χορόςοὗτός τ’ ἂν ὡς ἐκ τῶνδ’ ἐτιμᾶτ’ ἄν, γέρον, θανών, τὸ σὸν δ’ ἦν ὧδ’ ἂν εὐτυχέστερον.
1.56
1186Πηλεύςὦ γάμος, ὦ γάμος, ὃς τάδε δώματακαὶ πόλιν ἀμὰν ὤλεσας· αἰαῖ, ἒ ἔ· ὦ παῖ, μήποτε σῶν λεχέων τὸ δυσώνυμονὤφελ’ ἐμὸν γένος εἰς τέκνα καὶ δόμονἀμφιβαλέσθαιἙρμιόνας Ἀίδαν ἐπὶ σοί, τέκνον, ἀλλὰ κεραυνῷ πρόσθεν ὀλέσθαι· μηδ’ ἐπὶ τοξοσύνᾳ φονίῳ πατρὸςαἷμα τὸ διογενές ποτε Φοίβουβροτὸς εἰς θεὸν ἀνάψαι.
1.57
1197Χορόςὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοιςνόμῳ τῷνερτέρων κατάρξω. Πηλεύςὀττοτοτοτοῖ, διάδοχα δ’ ὦ τάλας ἐγὼγέρων καὶδυστυχὴς δακρύω. Χορόςθεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν. Πηλεύςὦ φίλος, δόμον ἔλιπες ἔρημον, ὤμοι μοι, ταλαίπωρον ἐμὲγέροντ’ ἄπαιδα νοσφίσας. Χορόςθανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων. Πηλεύςοὐ σπαράξομαι κόμαν, οὐκ ἐμῷ’ πιθήσομαικάρᾳ κτύπημα χειρὸς ὀλοόν; ὦ πόλις, διπλῶν τέκνωνμ’ ἐστέρησ’ ὁ Φοῖβος.
1.58
1214Χορόςὦ κακὰ παθὼν ἰδών τε δυστυχὴς γέρον, τίν’ αἰῶν’ εἰς τὸ λοιπὸν ἕξεις; Πηλεύςἄτεκνος ἔρημος, οὐκ ἔχων πέρας κακῶνδιαντλή- σω πόνους ἐς Ἅιδαν. Χορόςμάτην δέ σ’ ἐν γάμοισιν ὤλβισαν θεοί. Πηλεύςἀμπτάμεναφροῦδα πάντα, κεῖται⋯ κόμπων μεταρσίων πρόσω. Χορόςμόνος μόνοισιν ἐν δόμοις ἀναστρέφῃ. Πηλεύςοὐκέτ’ εἶ, πόλις, πόλις, σκῆπτρά τ’ ἐρρέτω τάδε ἐπὶ γαῖαν, σύ τ’, ὦ κατ’ ἄντρα νύχια Νηρέως κόρη, πανώλεθρόνμ’ ὄψεαι πίτνοντα πρὸς γᾶν.
1.59
1226Χορόςἰὼ ἰώ· τί κεκίνηται; τίνος αἰσθάνομαιθείου; κοῦραι, λεύσσετ’ ἀθρήσατε· δαίμων ὅδε τις λευκὴν αἰθέραπορθμευόμενος τῶν ἱπποβότωνΦθίας πεδίων ἐπιβαίνει.
1.60
1231ΘέτιςΠηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτωνἥκω Θέτις λιποῦσα Νηρέως δόμους. καὶ πρῶτα μέν δὴ τοῖς παρεστῶσιν κακοῖςμηδέν τι λίαν δυσφορεῖν παρῄνεσα· κἀγὼ γάρ, ἣν ἄκλαυτα χρῆν τίκτειν τέκνα, ἀπώλεσ’ ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδαςἈχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος. ὧν δ’ οὕνεκ’ ἦλθον σημανῶ, σὺ δ’ ἐνδέχου. τὸν μὲν θανόντα τόνδ’ Ἀχιλλέως γόνονθάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν, Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλλῃ τάφοςφόνον βίαιον τῆς Ὀρεστείας χερός· γυναῖκα δ’ αἰχμάλωτον, Ἀνδρομάχην λέγω, Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον, Ἑλένῳ συναλλαχθεῖσαν εὐναίοις γάμοις, καὶ παῖδα τόνδε, τῶν ἀπ’ Αἰακοῦ μόνονλελειμμένον δή. βασιλέα δ’ ἐκ τοῦδε χρὴἄλλον δι’ ἄλλου διαπερᾶν Μολοσσίαςεὐδαιμονοῦντας· οὐ γὰρ ὧδ’ ἀνάστατονγένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον, Τροίας τε· καὶ γὰρ θεοῖσι κἀκείνης μέλει, καίπερ πεσούσης Παλλάδος προθυμίᾳ. σὲ δ’, ὡς ἂν εἰδῇς τῆς ἐμῆς εὐνῆς χάριν, θεὰ γεγῶσα καὶ θεοῦ πατρὸς τέκος, κακῶν ἀπαλλάξασα τῶν βροτησίωνἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν. κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτατὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾷ· ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδατὸν φίλτατον σοὶ παῖδ’ ἐμοί τ’ Ἀχιλλέαὄψῃ δόμους ναίοντα νησιωτικοὺςΛευκὴν κατ’ ἀκτὴν ἐντὸς Εὐξείνου πόρου. ἀλλ’ ἕρπε Δελφῶν εἰς θεόδμητον πόλιννεκρὸν κομίζων τόνδε, καὶ κρύψας χθονὶἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸνΣηπιάδος ἵζου· μίμνε δ’, ἔστ’ ἂν ἐξ ἁλὸςλαβοῦσα πεντήκοντα Νηρῄδων χορὸνἔλθω κομιστήν σου· τὸ γὰρ πεπρωμένονδεῖ σ’ ἐκκομίζειν· Ζηνὶ γὰρ δοκεῖ τάδε. παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ· πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶνψῆφος κέκρανται κατθανεῖν τ’ ὀφείλεται. Πηλεύςὦ πότνι’, ὦ γενναῖα συγκοιμήματα, Νηρέως γένεθλον, χαῖρε· ταῦτα δ’ ἀξίωςσαυτῆς τε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν. παύω δὲ λύπην σοῦ κελευούσης, θεά, καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς, οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας. κᾆτ’ οὐ γαμεῖν δῆτ’ ἔκ τε γενναίων χρεὼνδοῦναί τ’ ἐς ἐσθλούς, ὅστις εὖ βουλεύεται, κακῶν δὲ λέκτρων μὴ’ πιθυμίαν ἔχειν, μηδ’ εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις; οὐ γάρ ποτ’ ἂν πράξειαν ἐκ θεῶν κακῶς.
1.61
1284Χορόςπολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί· καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.

Intertext edge

Open linked passage

Note