Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Bachae
EuripidesBachae 1 · textus-receptusMore by Euripides
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides"> —
⋯
More
Original / primary: Textus receptus
1.1
1Διόνυσοςἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόναΔιόνυσος, ὃν τίκτει ποθʼ ἡ Κάδμου κόρηΣεμέλη λοχευθεῖσʼ ἀστραπηφόρῳ πυρί· μορφὴν δʼ ἀμείψας ἐκ θεοῦ βροτησίανπάρειμι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ. ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίαςτόδʼ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπιατυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα, ἀθάνατον Ἥρας μητέρʼ εἰς ἐμὴν ὕβριν. αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδετίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νινπέριξ ἐγὼ ʼκάλυψα βοτρυώδει χλόῃ. λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύαςΦρυγῶν τε, Περσῶν θʼ ἡλιοβλήτους πλάκαςΒάκτριά τε τείχη τήν τε δύσχιμον χθόναΜήδων ἐπελθὼν Ἀραβίαν τʼ εὐδαίμοναἈσίαν τε πᾶσαν, ἣ παρʼ ἁλμυρὰν ἅλακεῖται μιγάσιν Ἕλλησι βαρβάροις θʼ ὁμοῦπλήρεις ἔχουσα καλλιπυργώτους πόλεις, ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν, τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰςτελετάς, ἵνʼ εἴην ἐμφανὴς δαίμων βροτοῖς. πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδοςἀνωλόλυξα, νεβρίδʼ ἐξάψας χροὸςθύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος· ἐπεί μʼ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν, Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός, Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινοςἐς Ζῆνʼ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους, Κάδμου σοφίσμαθʼ, ὧν νιν οὕνεκα κτανεῖνΖῆνʼ ἐξεκαυχῶνθʼ, ὅτι γάμους ἐψεύσατο. τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησʼ ἐγὼμανίαις, ὄρος δʼ οἰκοῦσι παράκοποι φρενῶν· σκευήν τʼ ἔχειν ἠνάγκασʼ ὀργίων ἐμῶν, καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαιγυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων· ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναιχλωραῖς ὑπʼ ἐλάταις ἀνορόφοις ἧνται πέτραις. δεῖ γὰρ πόλιν τήνδʼ ἐκμαθεῖν, κεἰ μὴ θέλει, ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων, Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μʼ ὕπερφανέντα θνητοῖς δαίμονʼ ὃν τίκτει Διί.
1.2
43Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδαΠενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι, ὃς θεομαχεῖ τὰ κατʼ ἐμὲ καὶ σπονδῶν ἄποὠθεῖ μʼ, ἐν εὐχαῖς τʼ οὐδαμοῦ μνείαν ἔχει. ὧν οὕνεκʼ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαιπᾶσίν τε Θηβαίοισιν. ἐς δʼ ἄλλην χθόνα, τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα, δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλιςὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγεινζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν. ὧν οὕνεκʼ εἶδος θνητὸν ἀλλάξας ἔχωμορφήν τʼ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν. ἀλλʼ, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας, θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρωνἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί, αἴρεσθε τἀπιχώριʼ ἐν πόλει Φρυγῶντύμπανα, Ῥέας τε μητρὸς ἐμά θʼ εὑρήματα, βασίλειά τʼ ἀμφὶ δώματʼ ἐλθοῦσαι τάδεκτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις. ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰςἐλθὼν ἵνʼ εἰσί, συμμετασχήσω χορῶν.
1.3
64ΧορόςἈσίας ἀπὸ γᾶςἱερὸν Τμῶλον ἀμείψασα θοάζωΒρομίῳ πόνον ἡδὺνκάματόν τʼ εὐκάματον, Βάκ- χιον εὐαζομένα. τίς ὁδῷ τίς ὁδῷ; τίς; μελάθροις ἔκτοπος ἔστω, στόμα τʼ εὔφη- μον ἅπας ἐξοσιούσθω· τὰ νομισθέντα γὰρ αἰεὶΔιόνυσον ὑμνήσω.
1.4
73Χορόςὦμάκαρ, ὅστις εὐδαίμωντελετὰς θεῶν εἰδὼςβιοτὰν ἁγιστεύει καὶθιασεύεται ψυχὰνἐν ὄρεσσι βακχεύωνὁσίοις καθαρμοῖσιν, τά τε ματρὸς μεγάλας ὄρ- για Κυβέλας θεμιτεύων, ἀνὰ θύρσον τε τινάσσων, κισσῷ τε στεφανωθεὶςΔιόνυσον θεραπεύει. ἴτε βάκχαι, ἴτε βάκχαι, Βρόμιον παῖδα θεὸν θεοῦΔιόνυσον κατάγουσαιΦρυγίων ἐξ ὀρέων Ἑλ- λάδος εἰς εὐρυχόρους ἀ- γυιάς, τὸν Βρόμιον·
1.5
88Χορόςὅνποτʼ ἔχουσʼ ἐν ὠδίνωνλοχίαις ἀνάγκαισιπταμένας Διὸς βροντᾶς νη- δύος ἔκβολον μάτηρἔτεκεν, λιποῦσʼ αἰῶ- να κεραυνίῳ πληγᾷ· λοχίοις δʼ αὐτίκα νιν δέ- ξατο θαλάμαις Κρονίδας Ζεύς, κατὰ μηρῷ δὲ καλύψαςχρυσέαισιν συνερείδειπερόναις κρυπτὸν ἀφʼ Ἥρας. ἔτεκεν δʼ, ἁνίκα Μοῖραιτέλεσαν, ταυρόκερων θεὸνστεφάνωσέν τε δρακόντωνστεφάνοις, ἔνθεν ἄγραν θη- ροτρόφον μαινάδες ἀμφι- βάλλονται πλοκάμοις.
1.6
105Χορόςὦ Σεμέλας τροφοὶ Θῆ- βαι, στεφανοῦσθε κισσῷ· βρύετε βρύετε χλοήρειμίλακι καλλικάρπῳκαὶ καταβακχιοῦσθε δρυὸςἢ ἐλάτας κλάδοισι, στικτῶν τʼ ἐνδυτὰ νεβρίδωνστέφετε λευκοτρίχων πλοκάμωνμαλλοῖς· ἀμφὶ δὲ νάρθηκας ὑβριστὰςὁσιοῦσθʼ· αὐτίκα γᾶ πᾶσα χορεύσει— Βρόμιος ὅστις ἄγῃ θιάσουσ— εἰς ὄρος εἰς ὄρος, ἔνθα μένειθηλυγενὴς ὄχλοςἀφʼ ἱστῶν παρὰ κερκίδων τʼοἰστρηθεὶς Διονύσῳ.
1.7
120Χορόςὦ θαλάμευμα Κουρ- ήτων ζάθεοί τε ΚρήταςΔιογενέτορες ἔναυλοι, ἔνθα τρικόρυθες ἄντροιςβυρσότονον κύκλωμα τόδεμοι Κορύβαντες ηὗρον· βακχείᾳ δʼ ἀνὰ συντόνῳκέρασαν ἁδυβόᾳ Φρυγίωναὐλῶν πνεύματι ματρός τε Ῥέας ἐςχέρα θῆκαν, κτύπον εὐάσμασι Βακχᾶν· παρὰ δὲ μαινόμενοι Σάτυροιματέρος ἐξανύσαντο θεᾶς, ἐς δὲ χορεύματασυνῆψαν τριετηρίδων, αἷς χαίρει Διόνυσος.
1.8
135Χορόςἡδὺς ἐν ὄρεσιν, ὅταν ἐκ θιάσων δρομαί- ων πέσῃ πεδόσε, νε- βρίδος ἔχων ἱερὸν ἐνδυτόν, ἀγρεύωναἷμα τραγοκτόνον, ὠμοφάγον χάριν, ἱέμε- νος ἐς ὄρεα Φρύγια, Λύδιʼ, ὁ δʼ ἔξαρχος Βρόμιος, εὐοἷ. ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δʼ οἴνῳ, ῥεῖ δὲ μελισσᾶννέκταρι. Συρίας δʼ ὡς λιβάνου κα- πνὸν ὁ Βακχεὺς ἀνέχωνπυρσώδη φλόγα πεύκαςἐκ νάρθηκος ἀίσσειδρόμῳ καὶ χοροῖσινπλανάτας ἐρεθίζωνἰαχαῖς τʼ ἀναπάλλων, τρυφερόν τε πλόκαμον εἰς αἰθέρα ῥίπτων. ἅμα δʼ εὐάσμασι τοιάδʼ ἐπιβρέμει· Ὦ ἴτε βάκχαι, ὦ ἴτε βάκχαι, Τμώλου χρυσορόου χλιδᾷμέλπετε τὸν Διόνυσονβαρυβρόμων ὑπὸ τυμπάνων, εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸνἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε, λωτὸς ὅταν εὐκέλαδοςἱερὸς ἱερὰ παίγματα βρέμῃ, σύνοχαφοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομέ- να δʼ ἄρα, πῶλος ὅπως ἅμα ματέριφορβάδι, κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα.
1.9
170Τειρεσίαςτίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων, Ἀγήνορος παῖδʼ, ὃς πόλιν Σιδωνίανλιπὼν ἐπύργωσʼ ἄστυ Θηβαίων τόδε. ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτιζητεῖ νιν· οἶδε δʼ αὐτὸς ὧν ἥκω πέριἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ, θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχεινστεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν. Κάδμοςὦ φίλταθʼ, ὡς σὴν γῆρυν ᾐσθόμην κλύωνσοφὴν σοφοῦ παρʼ ἀνδρός, ἐν δόμοισιν ὤν· ἥκω δʼ ἕτοιμος τήνδʼ ἔχων σκευὴν θεοῦ· δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆςΔιόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸςὅσον καθʼ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν. ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδακαὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοιγέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός. ὡς οὐ κάμοιμʼ ἂν οὔτε νύκτʼ οὔθʼ ἡμέρανθύρσῳ κροτῶν γῆν· ἐπιλελήσμεθʼ ἡδέωςγέροντες ὄντες. Τειρεσίαςταὔτʼ ἐμοὶ πάσχεις ἄρα· κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς. Κάδμοςοὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν; Τειρεσίαςἀλλʼ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι. Κάδμοςγέρων γέροντα παιδαγωγήσω σʼ ἐγώ. Τειρεσίαςὁ θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται. Κάδμοςμόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν; Τειρεσίαςμόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δʼ ἄλλοι κακῶς. Κάδμοςμακρὸν τὸ μέλλειν· ἀλλʼ ἐμῆς ἔχου χερός. Τειρεσίαςἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα. Κάδμοςοὐ καταφρονῶ ʼγὼ τῶν θεῶν θνητὸς γεγώς. Τειρεσίαςοὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν. πατρίους παραδοχάς, ἅς θʼ ὁμήλικας χρόνῳκεκτήμεθʼ, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος, οὐδʼ εἰ διʼ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν. ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι, μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν; οὐ γὰρ διῄρηχʼ ὁ θεός, οὔτε τὸν νέονεἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον, ἀλλʼ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχεινκοινάς, διαριθμῶν δʼ οὐδένʼ αὔξεσθαι θέλει. Κάδμοςἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδʼ οὐχ ὁρᾷς, ἐγὼ προφήτης σοι λόγων γενήσομαι. Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ, Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς. ὡς ἐπτόηται· τί ποτʼ ἐρεῖ νεώτερον;
1.10
215Πενθεύςἔκδημος ὢν μὲν τῆσδʼ ἐτύγχανον χθονός, κλύω δὲ νεοχμὰ τήνδʼ ἀνὰ πτόλιν κακά, γυναῖκας ἡμῖν δώματʼ ἐκλελοιπέναιπλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοιςὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμοναΔιόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς· πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναικρατῆρας, ἄλλην δʼ ἄλλοσʼ εἰς ἐρημίανπτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν, πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους, τὴν δʼ Ἀφροδίτην πρόσθʼ ἄγειν τοῦ Βακχίου. ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέραςσῴζουσι πανδήμοισι πρόσπολοι στέγαις· ὅσαι δʼ ἄπεισιν, ἐξ ὄρους θηράσομαι, Ἰνώ τʼ Ἀγαύην θʼ, ἥ μʼ ἔτικτʼ Ἐχίονι, Ἀκταίονός τε μητέρʼ, Αὐτονόην λέγω. καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσινπαύσω κακούργου τῆσδε βακχείας τάχα. λέγουσι δʼ ὥς τις εἰσελήλυθε ξένος, γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός, ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην, οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων, ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεταιτελετὰς προτείνων εὐίους νεάνισιν. εἰ δʼ αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης, παύσω κτυποῦντα θύρσον ἀνασείοντά τεκόμας, τράχηλον σώματος χωρὶς τεμών. ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν, ἐκεῖνος ἐν μηρῷ ποτʼ ἐρράφθαι Διός, ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαιςσὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο. ταῦτʼ οὐχὶ δεινῆς ἀγχόνης ἔστʼ ἄξια, ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος; ἀτὰρ τόδʼ ἄλλο θαῦμα, τὸν τερασκόπονἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶπατέρα τε μητρὸς τῆς ἐμῆσ— πολὺν γέλων— νάρθηκι βακχεύοντʼ· ἀναίνομαι, πάτερ, τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον. οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέρανθύρσου μεθήσεις χεῖρʼ, ἐμῆς μητρὸς πάτερ; σὺ ταῦτʼ ἔπεισας, Τειρεσία· τόνδʼ αὖ θέλειςτὸν δαίμονʼ ἀνθρώποισιν ἐσφέρων νέονσκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν. εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο, καθῆσʼ ἂν ἐν βάκχαισι δέσμιος μέσαις, τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος, οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων. Χορόςτῆς δυσσεβείας. ὦ ξένʼ, οὐκ αἰδῇ θεοὺςΚάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν, Ἐχίονος δʼ ὢν παῖς καταισχύνεις γένος;
1.11
266Τειρεσίαςὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸςκαλὰς ἀφορμάς, οὐ μέγʼ ἔργον εὖ λέγειν· σὺ δʼ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις, ἐν τοῖς λόγοισι δʼ οὐκ ἔνεισί σοι φρένες. θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τʼ ἀνὴρκακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων. οὗτος δʼ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς, οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσοςκαθʼ Ἑλλάδʼ ἔσται. δύο γάρ, ὦ νεανία, τὰ πρῶτʼ ἐν ἀνθρώποισι· Δημήτηρ θεά— γῆ δʼ ἐστίν, ὄνομα δʼ ὁπότερον βούλῃ κάλει· αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς· ὃς δʼ ἦλθʼ ἔπειτʼ, ἀντίπαλον ὁ Σεμέλης γόνοςβότρυος ὑγρὸν πῶμʼ ηὗρε κεἰσηνέγκατοθνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺςλύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς, ὕπνον τε λήθην τῶν καθʼ ἡμέραν κακῶνδίδωσιν, οὐδʼ ἔστʼ ἄλλο φάρμακον πόνων. οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς, ὥστε διὰ τοῦτον τἀγάθʼ ἀνθρώπους ἔχειν. καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸςμηρῷ; διδάξω σʼ ὡς καλῶς ἔχει τόδε. ἐπεί νιν ἥρπασʼ ἐκ πυρὸς κεραυνίουΖεύς, ἐς δʼ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν, Ἥρα νιν ἤθελʼ ἐκβαλεῖν ἀπʼ οὐρανοῦ· Ζεὺς δʼ ἀντεμηχανήσαθʼ οἷα δὴ θεός. ῥήξας μέρος τι τοῦ χθόνʼ ἐγκυκλουμένουαἰθέρος, ἔθηκε τόνδʼ ὅμηρον ἐκδιδούς,⋯ Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νινβροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός, ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸςἭρᾳ ποθʼ ὡμήρευσε, συνθέντες λόγον.
1.12
298μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμονκαὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει· ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμʼ ἔλθῃ πολύς, λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ. Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά· στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσινφόβος διεπτόησε πρὶν λόγχης θιγεῖν. μανία δὲ καὶ τοῦτʼ ἐστὶ Διονύσου πάρα. ἔτʼ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραιςπηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα, πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον, μέγαν τʼ ἀνʼ Ἑλλάδα. ἀλλʼ ἐμοί, Πενθεῦ, πιθοῦ· μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν, μηδʼ, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ, φρονεῖν δόκει τι· τὸν θεὸν δʼ ἐς γῆν δέχουκαὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα. οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσειγυναῖκας ἐς τὴν Κύπριν, ἀλλʼ ἐν τῇ φύσειτὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντʼ ἀείτοῦτο σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασινοὖσʼ ἥ γε σώφρων οὐ διαφθαρήσεται. ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαιςπολλοί, τὸ Πενθέως δʼ ὄνομα μεγαλύνῃ πόλις· κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος. ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς, κισσῷ τʼ ἐρεψόμεσθα καὶ χορεύσομεν, πολιὰ ξυνωρίς, ἀλλʼ ὅμως χορευτέον, κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο. μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοιςἄκη λάβοις ἂν οὔτʼ ἄνευ τούτων νοσεῖς. Χορόςὦ πρέσβυ, Φοῖβόν τʼ οὐ καταισχύνεις λόγοις, τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν. Κάδμοςὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν. οἴκει μεθʼ ἡμῶν, μὴ θύραζε τῶν νόμων. νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς. κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς, παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶςὡς ἔστι, Σεμέλη θʼ ἵνα δοκῇ θεὸν τεκεῖν, ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ. ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον, ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατοδιεσπάσαντο, κρείσσονʼ ἐν κυναγίαιςἈρτέμιδος εἶναι κομπάσαντʼ, ἐν ὀργάσιν. ὃ μὴ πάθῃς σύ· δεῦρό σου στέψω κάρακισσῷ· μεθʼ ἡμῶν τῷ θεῷ τιμὴν δίδου.
1.13
343Πενθεύςοὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δʼ ἰών, μηδʼ ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί; τῆς σῆς δʼ ἀνοίας τόνδε τὸν διδάσκαλονδίκην μέτειμι. στειχέτω τις ὡς τάχος, ἐλθὼν δὲ θάκους τοῦδʼ ἵνʼ οἰωνοσκοπεῖμοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν, ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ, καὶ στέμματʼ ἀνέμοις καὶ θυέλλαισιν μέθες. μάλιστα γάρ νιν δήξομαι δράσας τάδε. οἳ δʼ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατετὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσονκαινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται. κἄνπερ λάβητε, δέσμιον πορεύσατεδεῦρʼ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼνθάνῃ, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών. Τειρεσίαςὦ σχέτλιʼ, ὡς οὐκ οἶσθα ποῦ ποτʼ εἶ λόγων. μέμηνας ἤδη· καὶ πρὶν ἐξέστης φρενῶν. στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθαὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίουὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέονδρᾶν. ἀλλʼ ἕπου μοι κισσίνου βάκτρου μέτα, πειρῶ δʼ ἀνορθοῦν σῶμʼ ἐμόν, κἀγὼ τὸ σόν· γέροντε δʼ αἰσχρὸν δύο πεσεῖν· ἴτω δʼ ὅμως, τῷ Βακχίῳ γὰρ τῷ Διὸς δουλευτέον. Πενθεὺς δʼ ὅπως μὴ πένθος εἰσοίσει δόμοιςτοῖς σοῖσι, Κάδμε· μαντικῇ μὲν οὐ λέγω, τοῖς πράγμασιν δέ· μῶρα γὰρ μῶρος λέγει.
1.14
370ΧορόςὉσία πότνα θεῶν, Ὁσία δʼ ἃ κατὰ γᾶνχρυσέαν πτέρυγα φέρεις, τάδε Πενθέως ἀίεις; ἀίεις οὐχ ὁσίανὕβριν ἐς τὸν Βρόμιον, τὸνΣεμέλας, τὸν παρὰ καλλι- στεφάνοις εὐφροσύναις δαί- μονα πρῶτον μακάρων; ὃς τάδʼ ἔχει, θιασεύειν τε χοροῖςμετά τʼ αὐλοῦ γελάσαιἀποπαῦσαί τε μερίμνας, ὁπόταν βότρυος ἔλθῃγάνος ἐν δαιτὶ θεῶν, κισ- σοφόροις δʼ ἐν θαλίαις ἀν- δράσι κρατὴρ ὕπνον ἀμ- φιβάλλῃ
1.15
386Χορόςἀχαλίνων στομάτωνἀνόμου τʼ ἀφροσύναςτὸ τέλος δυστυχία· ὁ δὲ τᾶς ἡσυχίαςβίοτος καὶ τὸ φρονεῖνἀσάλευτόν τε μένει καὶσυνέχει δώματα· πόρσωγὰρ ὅμως αἰθέρα ναίον- τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι. τὸ σοφὸν δʼ οὐ σοφίατό τε μὴ θνητὰ φρονεῖν. βραχὺς αἰών· ἐπὶ τούτῳδέ τις ἂν μεγάλα διώκωντὰ παρόντʼ οὐχὶ φέροι. μαι- νομένων οἵδε τρόποι καὶκακοβούλων παρʼ ἔμοι- γε φωτῶν.
1.16
402Χορόςἱκοίμαν ποτὶ Κύπρον, νᾶσον τᾶς Ἀφροδίτας, ἵνʼ οἱ θελξίφρονες νέμον- ται θνατοῖσιν Ἔρωτες, Πάφον θʼ ἃν ἑκατόστομοιβαρβάρου ποταμοῦ ῥοαὶκαρπίζουσιν ἄνομβροι. οὗ δʼ ἁ καλλιστευομέναΠιερία μούσειος ἕδρα, σεμνὰ κλιτὺς Ὀλύμπου, ἐκεῖσʼ ἄγε με, Βρόμιε Βρόμιε, πρόβακχʼ εὔιε δαῖμον. ἐκεῖ Χάριτες, ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκ- χαις θέμις ὀργιάζειν.
1.17
417Χορόςὁ δαίμων ὁ Διὸς παῖςχαίρει μὲν θαλίαισιν, φιλεῖ δʼ ὀλβοδότειραν Εἰ- ρήναν, κουροτρόφον θεάν. ἴσαν δʼ ἔς τε τὸν ὄλβιοντόν τε χείρονα δῶκʼ ἔχεινοἴνου τέρψιν ἄλυπον· μισεῖ δʼ ᾧ μὴ ταῦτα μέλει, κατὰ φάος νύκτας τε φίλαςεὐαίωνα διαζῆν, σοφὰν δʼ ἀπέχειν πραπίδα φρένα τεπερισσῶν παρὰ φωτῶν· τὸ πλῆθος ὅ τιτὸ φαυλότερον ἐνόμισε χρῆ- ταί τε, τόδʼ ἂν δεχοίμαν.
1.18
434ΘεράπωνΠενθεῦ, πάρεσμεν τήνδʼ ἄγραν ἠγρευκότεςἐφʼ ἣν ἔπεμψας, οὐδʼ ἄκρανθʼ ὡρμήσαμεν. ὁ θὴρ δʼ ὅδʼ ἡμῖν πρᾶος οὐδʼ ὑπέσπασενφυγῇ πόδʼ, ἀλλʼ ἔδωκεν οὐκ ἄκων χέραςοὐδʼ ὠχρός, οὐδʼ ἤλλαξεν οἰνωπὸν γένυν, γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετοἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος. κἀγὼ διʼ αἰδοῦς εἶπον· Ὦ ξένʼ, οὐχ ἑκὼνἄγω σε, Πενθέως δʼ ὅς μʼ ἔπεμψʼ ἐπιστολαῖς. ἃς δʼ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασαςκἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης, φροῦδαί γʼ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδαςσκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν· αὐτόματα δʼ αὐταῖς δεσμὰ διελύθη ποδῶνκλῇδές τʼ ἀνῆκαν θύρετρʼ ἄνευ θνητῆς χερός. πολλῶν δʼ ὅδʼ ἁνὴρ θαυμάτων ἥκει πλέωςἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν. Πενθεύςμέθεσθε χειρῶν τοῦδʼ· ἐν ἄρκυσιν γὰρ ὢνοὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μʼ ἐκφυγεῖν. ἀτὰρ τὸ μὲν σῶμʼ οὐκ ἄμορφος εἶ, ξένε, ὡς ἐς γυναῖκας, ἐφʼ ὅπερ ἐς Θήβας πάρει· πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο, γένυν παρʼ αὐτὴν κεχυμένος, πόθου πλέως· λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις, οὐχ ἡλίου βολαῖσιν, ἀλλʼ ὑπὸ σκιᾶς, τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος. πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος. Διόνυσοςοὐ κόμπος οὐδείς· ῥᾴδιον δʼ εἰπεῖν τόδε. τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων. Πενθεύςοἶδʼ, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ. Διόνυσοςἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς. Πενθεύςπόθεν δὲ τελετὰς τάσδʼ ἄγεις ἐς Ἑλλάδα; ΔιόνυσοςΔιόνυσος ἡμᾶς εἰσέβησʼ, ὁ τοῦ Διός. ΠενθεύςΖεὺς δʼ ἔστʼ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς; Διόνυσοςοὔκ, ἀλλʼ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις. Πενθεύςπότερα δὲ νύκτωρ σʼ ἢ κατʼ ὄμμʼ ἠνάγκασεν; Διόνυσοςὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια. Πενθεύςτὰ δʼ ὄργιʼ ἐστὶ τίνʼ ἰδέαν ἔχοντά σοι; Διόνυσοςἄρρητʼ ἀβακχεύτοισιν εἰδέναι βροτῶν. Πενθεύςἔχει δʼ ὄνησιν τοῖσι θύουσιν τίνα; Διόνυσοςοὐ θέμις ἀκοῦσαί σʼ, ἔστι δʼ ἄξιʼ εἰδέναι. Πενθεύςεὖ τοῦτʼ ἐκιβδήλευσας, ἵνʼ ἀκοῦσαι θέλω.
1.19
476Διόνυσοςἀσέβειαν ἀσκοῦντʼ ὄργιʼ ἐχθαίρει θεοῦ. Πενθεύςτὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν; Διόνυσοςὁποῖος ἤθελʼ· οὐκ ἐγὼ ʼτασσον τόδε. Πενθεύςτοῦτʼ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων. Διόνυσοςδόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν. Πενθεύςἦλθες δὲ πρῶτα δεῦρʼ ἄγων τὸν δαίμονα; Διόνυσοςπᾶς ἀναχορεύει βαρβάρων τάδʼ ὄργια. Πενθεύςφρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ. Διόνυσοςτάδʼ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι. Πενθεύςτὰ δʼ ἱερὰ νύκτωρ ἢ μεθʼ ἡμέραν τελεῖς; Διόνυσοςνύκτωρ τὰ πολλά· σεμνότητʼ ἔχει σκότος. Πενθεύςτοῦτʼ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν. Διόνυσοςκἀν ἡμέρᾳ τό γʼ αἰσχρὸν ἐξεύροι τις ἄν. Πενθεύςδίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν. Διόνυσοςσὲ δʼ ἀμαθίας γε κἀσεβοῦντʼ ἐς τὸν θεόν. Πενθεύςὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων. Διόνυσοςεἴφʼ ὅ τι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσῃ; Πενθεύςπρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν. Διόνυσοςἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δʼ αὐτὸν τρέφω. Πενθεύςἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν. Διόνυσοςαὐτός μʼ ἀφαιροῦ· τόνδε Διονύσου φορῶ. Πενθεύςεἱρκταῖσί τʼ ἔνδον σῶμα σὸν φυλάξομεν. Διόνυσοςλύσει μʼ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω. Πενθεύςὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς. Διόνυσοςκαὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ. Πενθεύςκαὶ ποῦ ʼστιν; οὐ γὰρ φανερὸς ὄμμασίν γʼ ἐμοῖς. Διόνυσοςπαρʼ ἐμοί· σὺ δʼ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς. Πενθεύςλάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε. Διόνυσοςαὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν. Πενθεύςἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν. Διόνυσοςοὐκ οἶσθʼ ὅ τι ζῇς, οὐδʼ ὃ δρᾷς, οὐδʼ ὅστις εἶ. ΠενθεύςΠενθεύς, Ἀγαύης παῖς, πατρὸς δʼ Ἐχίονος. Διόνυσοςἐνδυστυχῆσαι τοὔνομʼ ἐπιτήδειος εἶ. Πενθεύςχώρει· καθείρξατʼ αὐτὸν ἱππικαῖς πέλαςφάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας. ἐκεῖ χόρευε· τάσδε δʼ ἃς ἄγων πάρεικακῶν συνεργοὺς ἢ διεμπολήσομενἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπουπαύσας, ἐφʼ ἱστοῖς δμωίδας κεκτήσομαι. Διόνυσοςστείχοιμʼ ἄν· ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼνπαθεῖν. ἀτάρ τοι τῶνδʼ ἄποινʼ ὑβρισμάτωνμέτεισι Διόνυσός σʼ, ὃν οὐκ εἶναι λέγεις· ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.
1.20
519Χορός⋯ Ἀχελῴου θύγατερ, πότνιʼ εὐπάρθενε Δίρκα, σὺ γὰρ ἐν σαῖς ποτε παγαῖςτὸ Διὸς βρέφος ἔλαβες, ὅτε μηρῷ πυρὸς ἐξ ἀ- θανάτου Ζεὺς ὁ τεκὼν ἥρ- πασέ νιν, τάδʼ ἀναβοάσας· Ἴθι, Διθύραμβʼ, ἐμὰν ἄρ- σενα τάνδε βᾶθι νηδύν· ἀναφαίνω σε τόδʼ, ὦ Βάκ- χιε, Θήβαις ὀνομάζειν. σὺ δέ μʼ, ὦ μάκαιρα Δίρκα, στεφανηφόρους ἀπωθῇθιάσους ἔχουσαν ἐν σοί. τί μʼ ἀναίνῃ; τί με φεύγεις; ἔτι ναὶ τὰν βοτρυώδηΔιονύσου χάριν οἴνας, ἔτι σοι τοῦ Βρομίου μελήσει.
1.21
537Χορόςοἵαν οἵαν ὀργὰνἀναφαίνει χθόνιονγένος ἐκφύς τε δράκοντόςποτε Πενθεύς, ὃν Ἐχίωνἐφύτευσε χθόνιος, ἀγριωπὸν τέρας, οὐ φῶ- τα βρότειον, φόνιον δʼ ὥσ- τε γίγαντʼ ἀντίπαλον θεοῖς· ὃς ἔμʼ ἐν βρόχοισι τὰν τοῦΒρομίου τάχα ξυνάψει, τὸν ἐμὸν δʼ ἐντὸς ἔχει δώ- ματος ἤδη θιασώτανσκοτίαις κρυπτὸν ἐν εἱρκταῖς. ἐσορᾷς τάδʼ, ὦ Διὸς παῖΔιόνυσε, σοὺς προφήταςἐν ἁμίλλαισιν ἀνάγκας; μόλε, χρυσῶπα τινάσσων, ἄνα, θύρσον κατʼ Ὄλυμπον, φονίου δʼ ἀνδρὸς ὕβριν κατάσχες.
1.22
556Χορόςπόθι Νύσας ἄρα τᾶς θη- ροτρόφου θυρσοφορεῖςθιάσους, ὦ Διόνυσʼ, ἢκορυφαῖς Κωρυκίαις; τάχα δʼ ἐν ταῖς πολυδένδρεσ- σιν Ὀλύμπου θαλάμαις, ἔν- θα ποτʼ Ὀρφεὺς κιθαρίζωνσύναγεν δένδρεα μούσαις, σύναγεν θῆρας ἀγρώτας. μάκαρ ὦ Πιερία, σέβεταί σʼ Εὔιος, ἥξειτε χορεύσων ἅμα βακχεύ- μασι, τόν τʼ ὠκυρόανδιαβὰς Ἀξιὸν εἱλισ- σομένας Μαινάδας ἄξει, Λυδίαν πατέρα τε, τὸντᾶς εὐδαιμονίας βροτοῖςὀλβοδόταν, τὸν ἔκλυονεὔιππον χώραν ὕδασινκαλλίστοισι λιπαίνειν.
1.23
576Διόνυσοςἰώ, κλύετʼ ἐμᾶς κλύετʼ αὐδᾶς, ἰὼ βάκχαι, ἰὼ βάκχαι. Χορόςτίς ὅδε, τίς ὅδε πόθεν ὁ κέλαδοςἀνά μʼ ἐκάλεσεν Εὐίου; Διόνυσοςἰὼ ἰώ, πάλιν αὐδῶ, ὁ Σεμέλας, ὁ Διὸς παῖς. Χορόςἰὼ ἰὼ δέσποτα δέσποτα, μόλε νυν ἡμέτερον ἐςθίασον, ὦ Βρόμιε Βρόμιε. Διόνυσοςσεῖε πέδον χθονὸς Ἔννοσι πότνια. Χορόςἆ ἆ, τάχα τὰ Πενθέως μέλαθρα διατι- νάξεται πεσήμασιν.— ὁ Διόνυσος ἀνὰ μέλαθρα· σέβετέ νιν.— σέβομεν ὤ.— εἴδετε λάινα κίοσιν ἔμβολαδιάδρομα τάδε; Βρόμιος ὅδʼ ἀλα- λάζεται στέγας ἔσω. Διόνυσοςἅπτε κεραύνιον αἴθοπα λαμπάδα· σύμφλεγε σύμφλεγε δώματα Πενθέος. Χορόςἆ ἆ, πῦρ οὐ λεύσσεις, οὐδʼ αὐγάζῃ, Σεμέλας ἱερὸν ἀμφὶ τάφον, ἅνποτε κεραυνόβολος ἔλιπε φλόγαΔίου βροντᾶς; δίκετε πεδόσε τρομερὰ σώματαδίκετε, Μαινάδες· ὁ γὰρ ἄναξἄνω κάτω τιθεὶς ἔπεισιμέλαθρα τάδε Διὸς γόνος.
1.24
604Διόνυσοςβάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳπρὸς πέδῳ πεπτώκατʼ; ᾔσθησθʼ, ὡς ἔοικε, Βακχίουδιατινάξαντος δῶμα Πενθέως· ἀλλʼ ἐξανίστατεσῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον. Χορόςὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος, ὡς ἐσεῖδον ἀσμένη σε, μονάδʼ ἔχουσʼ ἐρημίαν. Διόνυσοςεἰς ἀθυμίαν ἀφίκεσθʼ, ἡνίκʼ εἰσεπεμπόμην, Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκάνας πεσούμενος; Χορόςπῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις; ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών; Διόνυσοςαὐτὸς ἐξέσῳσʼ ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου. Χορόςοὐδέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις; Διόνυσοςταῦτα καὶ καθύβρισʼ αὐτόν, ὅτι με δεσμεύειν δοκῶνοὔτʼ ἔθιγεν οὔθʼ ἥψαθʼ ἡμῶν, ἐλπίσιν δʼ ἐβόσκετο. πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξʼ ἡμᾶς ἄγων, τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν, θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο, χείλεσιν διδοὺς ὀδόντας· πλησίον δʼ ἐγὼ παρὼνἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳἀνετίναξʼ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφῳπῦρ ἀνῆψʼ· ὃ δʼ ὡς ἐσεῖδε, δώματʼ αἴθεσθαι δοκῶν, ᾖσσʼ ἐκεῖσε κᾆτʼ ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρεινἐννέπων, ἅπας δʼ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν. διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος, ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω. κᾆθʼ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω, φάσμʼ ἐποίησεν κατʼ αὐλήν· ὃ δʼ ἐπὶ τοῦθʼ ὡρμημένοςᾖσσε κἀκέντει φαεννὸν αἰθέρʼ, ὡς σφάζων ἐμέ. πρὸς δὲ τοῖσδʼ αὐτῷ τάδʼ ἄλλα Βάκχιος λυμαίνεται· δώματʼ ἔρρηξεν χαμᾶζε· συντεθράνωται δʼ ἅπανπικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δʼ ὕποδιαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δʼ ἐκβὰς ἐγὼδωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας. ὡς δέ μοι δοκεῖ— ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω— ἐς προνώπιʼ αὐτίχʼ ἥξει. τί ποτʼ ἄρʼ ἐκ τούτων ἐρεῖ; ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα. πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρονʼ εὐοργησίαν.
1.25
642Πενθεύςπέπονθα δεινά· διαπέφευγέ μʼ ὁ ξένος, ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος. ἔα ἔα· ὅδʼ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιοςφαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς; Διόνυσοςστῆσον πόδʼ, ὀργῇ δʼ ὑπόθες ἥσυχον πόδα. Πενθεύςπόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς; Διόνυσοςοὐκ εἶπον— ἢ οὐκ ἤκουσασ— ὅτι λύσει μέ τις; Πενθεύςτίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί. Διόνυσοςὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς. Πενθεύς⋯ Διόνυσοςὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν. Πενθεύςκλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ. Διόνυσοςτί δʼ; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί; Πενθεύςσοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ σʼ εἶναι σοφόν. Διόνυσοςἃ δεῖ μάλιστα, ταῦτʼ ἔγωγʼ ἔφυν σοφός. κείνου δʼ ἀκούσας πρῶτα τοὺς λόγους μάθε, ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι· ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα. ἌγγελοςΠενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός, ἥκω Κιθαιρῶνʼ ἐκλιπών, ἵνʼ οὔποτελευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί. Πενθεύςἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου; Ἄγγελοςβάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆςοἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν, ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ, ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα. θέλω δʼ ἀκοῦσαι, πότερά σοι παρρησίᾳφράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα· τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικʼ, ἄναξ, καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν. Πενθεύςλέγʼ, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ. τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών. ὅσῳ δʼ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι, τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχναςγυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν.
1.26
677Ἄγγελοςἀγελαῖα μὲν βοσκήματʼ ἄρτι πρὸς λέπαςμόσχων ὑπεξήκριζον, ἡνίχʼ ἥλιοςἀκτῖνας ἐξίησι θερμαίνων χθόνα. ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν, ὧν ἦρχʼ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρουμήτηρ Ἀγαύη σή, τρίτου δʼ Ἰνὼ χοροῦ. ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι, αἳ μὲν πρὸς ἐλάτης νῶτʼ ἐρείσασαι φόβην, αἳ δʼ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάραεἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂςᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳθηρᾶν καθʼ ὕλην Κύπριν ἠρημωμένας. ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαιςσταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας, μυκήμαθʼ ὡς ἤκουσε κεροφόρων βοῶν. αἳ δʼ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνονἀνῇξαν ὀρθαί, θαῦμʼ ἰδεῖν εὐκοσμίας, νέαι παλαιαὶ παρθένοι τʼ ἔτʼ ἄζυγες. καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμαςνεβρίδας τʼ ἀνεστείλανθʼ ὅσαισιν ἁμμάτωνσύνδεσμʼ ἐλέλυτο, καὶ καταστίκτους δορὰςὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν. αἳ δʼ ἀγκάλαισι δορκάδʼ ἢ σκύμνους λύκωνἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα, ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτιβρέφη λιπούσαις· ἐπὶ δʼ ἔθεντο κισσίνουςστεφάνους δρυός τε μίλακός τʼ ἀνθεσφόρου. θύρσον δέ τις λαβοῦσʼ ἔπαισεν ἐς πέτραν, ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς· ἄλλη δὲ νάρθηκʼ ἐς πέδον καθῆκε γῆς, καὶ τῇδε κρήνην ἐξανῆκʼ οἴνου θεός· ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν, ἄκροισι δακτύλοισι διαμῶσαι χθόναγάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνωνθύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί. ὥστʼ, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγειςεὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε. ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες, κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔρινὡς δεινὰ δρῶσι θαυμάτων τʼ ἐπάξια· καί τις πλάνης κατʼ ἄστυ καὶ τρίβων λόγωνἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκαςναίοντες ὀρέων, θέλετε θηρασώμεθαΠενθέως Ἀγαύην μητέρʼ ἐκ βακχευμάτωνχάριν τʼ ἄνακτι θώμεθα; εὖ δʼ ἡμῖν λέγεινἔδοξε, θάμνων δʼ ἐλλοχίζομεν φόβαιςκρύψαντες αὑτούς· αἳ δὲ τὴν τεταγμένηνὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα, Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνονΒρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευʼ ὄροςκαὶ θῆρες, οὐδὲν δʼ ἦν ἀκίνητον δρόμῳ.
1.27
728κυρεῖ δʼ Ἀγαύη πλησίον θρῴσκουσά μου· κἀγὼ ʼξεπήδησʼ ὡς συναρπάσαι θέλων, λόχμην κενώσας ἔνθʼ ἐκρυπτόμην δέμας. ἣ δʼ ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες, θηρώμεθʼ ἀνδρῶν τῶνδʼ ὕπʼ· ἀλλʼ ἕπεσθέ μοι, ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι. ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμενβακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόηνμόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα. καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόρινμυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα, ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν. εἶδες δʼ ἂν ἢ πλεύρʼ ἢ δίχηλον ἔμβασινῥιπτόμενʼ ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲἔσταζʼ ὑπʼ ἐλάταις ἀναπεφυρμένʼ αἵματι. ταῦροι δʼ ὑβρισταὶ κἀς κέρας θυμούμενοιτὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας, μυριάσι χειρῶν ἀγόμενοι νεανίδων. θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις. χωροῦσι δʼ ὥστʼ ὄρνιθες ἀρθεῖσαι δρόμῳπεδίων ὑποτάσεις, αἳ παρʼ Ἀσωποῦ ῥοαῖςεὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν· Ὑσιάς τʼ Ἐρυθράς θʼ, αἳ Κιθαιρῶνος λέπαςνέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι, ἐπεσπεσοῦσαι πάντʼ ἄνω τε καὶ κάτωδιέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα· ὁπόσα δʼ ἐπʼ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕποπροσείχετʼ οὐδʼ ἔπιπτεν ἐς μέλαν πέδον, οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοιςπῦρ ἔφερον, οὐδʼ ἔκαιεν. οἳ δʼ ὀργῆς ὕποἐς ὅπλʼ ἐχώρουν φερόμενοι βακχῶν ὕπο· οὗπερ τὸ δεινὸν ἦν θέαμʼ ἰδεῖν, ἄναξ. τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος, κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶνἐτραυμάτιζον κἀπενώτιζον φυγῇγυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος. πάλιν δʼ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα, κρήνας ἐπʼ αὐτὰς ἃς ἀνῆκʼ αὐταῖς θεός. νίψαντο δʼ αἷμα, σταγόνα δʼ ἐκ παρηίδωνγλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός. τὸν δαίμονʼ οὖν τόνδʼ ὅστις ἔστʼ, ὦ δέσποτα, δέχου πόλει τῇδʼ· ὡς τά τʼ ἄλλʼ ἐστὶν μέγας, κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω, τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς. οἴνου δὲ μηκέτʼ ὄντος οὐκ ἔστιν Κύπριςοὐδʼ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.
1.28
775Χορόςταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρουςπρὸς τὸν τύραννον, ἀλλʼ ὅμως εἰρήσεται· Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ. Πενθεύςἤδη τόδʼ ἐγγὺς ὥστε πῦρ ὑφάπτεταιὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας. ἀλλʼ οὐκ ὀκνεῖν δεῖ· στεῖχʼ ἐπʼ Ἠλέκτρας ἰὼνπύλας· κέλευε πάντας ἀσπιδηφόρουςἵππων τʼ ἀπαντᾶν ταχυπόδων ἐπεμβάταςπέλτας θʼ ὅσοι πάλλουσι καὶ τόξων χερὶψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομενβάκχαισιν· οὐ γὰρ ἀλλʼ ὑπερβάλλει τάδε, εἰ πρὸς γυναικῶν πεισόμεσθʼ ἃ πάσχομεν. Διόνυσοςπείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων, Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμωςοὔ φημι χρῆναί σʼ ὅπλʼ ἐπαίρεσθαι θεῷ, ἀλλʼ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεταικινοῦντα βάκχας σʼ εὐίων ὀρῶν ἄπο. Πενθεύςοὐ μὴ φρενώσεις μʼ, ἀλλὰ δέσμιος φυγὼνσῴσῃ τόδʼ; ἢ σοὶ πάλιν ἀναστρέψω δίκην; Διόνυσοςθύοιμʼ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενοςπρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ. Πενθεύςθύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι, πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς. Διόνυσοςφεύξεσθε πάντες· καὶ τόδʼ αἰσχρόν, ἀσπίδαςθύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτουςΠενθεύςἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ, ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται. Διόνυσοςὦ τᾶν, ἔτʼ ἔστιν εὖ καταστῆσαι τάδε. Πενθεύςτί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς; Διόνυσοςἐγὼ γυναῖκας δεῦρʼ ὅπλων ἄξω δίχα. Πενθεύςοἴμοι· τόδʼ ἤδη δόλιον ἔς με μηχανᾷ. Διόνυσοςποῖόν τι, σῷσαί σʼ εἰ θέλω τέχναις ἐμαῖς; Πενθεύςξυνέθεσθε κοινῇ τάδʼ, ἵνα βακχεύητʼ ἀεί. Διόνυσοςκαὶ μὴν ξυνεθέμην— τοῦτό γʼ ἔστι— τῷ θεῷ. Πενθεύςἐκφέρετέ μοι δεῦρʼ ὅπλα, σὺ δὲ παῦσαι λέγων.
1.29
810Διόνυσοςἆ. βούλῃ σφʼ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν; Πενθεύςμάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν. Διόνυσοςτί δʼ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν; Πενθεύςλυπρῶς νιν εἰσίδοιμʼ ἂν ἐξῳνωμένας. Διόνυσοςὅμως δʼ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά; Πενθεύςσάφʼ ἴσθι, σιγῇ γʼ ὑπʼ ἐλάταις καθήμενος. Διόνυσοςἀλλʼ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ. Πενθεύςἀλλʼ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε. Διόνυσοςἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ; Πενθεύςἄγʼ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ. Διόνυσοςστεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους. Πενθεύςτί δὴ τόδʼ; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ; Διόνυσοςμή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ. Πενθεύςεὖ γʼ εἶπας αὖ τόδʼ· ὥς τις εἶ πάλαι σοφός. ΔιόνυσοςΔιόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε. Πενθεύςπῶς οὖν γένοιτʼ ἂν ἃ σύ με νουθετεῖς καλῶς; Διόνυσοςἐγὼ στελῶ σε δωμάτων ἔσω μολών. Πενθεύςτίνα στολήν; ἦ θῆλυν; ἀλλʼ αἰδώς μʼ ἔχει. Διόνυσοςοὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ. Πενθεύςστολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτʼ ἐμὸν βαλεῖν; Διόνυσοςκόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ. Πενθεύςτὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι; Διόνυσοςπέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δʼ ἔσται μίτρα. Πενθεύςἦ καί τι πρὸς τοῖσδʼ ἄλλο προσθήσεις ἐμοί; Διόνυσοςθύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας. Πενθεύςοὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν. Διόνυσοςἀλλʼ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην. Πενθεύςὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν. Διόνυσοςσοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά. Πενθεύςκαὶ πῶς διʼ ἄστεως εἶμι Καδμείους λαθών; Διόνυσοςὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δʼ ἡγήσομαι. Πενθεύςπᾶν κρεῖσσον ὥστε μὴ ʼγγελᾶν βάκχας ἐμοί. ἐλθόντʼ ἐς οἴκους⋯ ἃν δοκῇ βουλεύσομαι. Διόνυσοςἔξεστι· πάντῃ τό γʼ ἐμὸν εὐτρεπὲς πάρα. Πενθεύςστείχοιμʼ ἄν· ἢ γὰρ ὅπλʼ ἔχων πορεύσομαιἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν. Διόνυσοςγυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται, ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην. Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω· τεισώμεθʼ αὐτόν. πρῶτα δʼ ἔκστησον φρενῶν, ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖοὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν, ἔξω δʼ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται. χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖνγυναικόμορφον ἀγόμενον διʼ ἄστεωςἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν. ἀλλʼ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼνἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς, Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν ΔιὸςΔιόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός, δεινότατος, ἀνθρώποισι δʼ ἠπιώτατος.
1.30
862Χορόςἆρʼ ἐν παννυχίοις χοροῖςθήσω ποτὲ λευκὸνπόδʼ ἀναβακχεύουσα, δέρανεἰς αἰθέρα δροσερὸν ῥίπτουσʼ, ὡς νεβρὸς χλοεραῖς ἐμπαί- ζουσα λείμακος ἡδοναῖς, ἡνίκʼ ἂν φοβερὰν φύγῃθήραν ἔξω φυλακᾶςεὐπλέκτων ὑπὲρ ἀρκύων, θωΰσσων δὲ κυναγέταςσυντείνῃ δράμημα κυνῶν· μόχθοις τʼ ὠκυδρόμοις τʼ ἀέλ- λαις θρῴσκει πεδίονπαραποτάμιον, ἡδομέναβροτῶν ἐρημίαις σκιαρο- κόμοιό τʼ ἔρνεσιν ὕλας. τί τὸ σοφόν; ἢ τί τὸ κάλλιονπαρὰ θεῶν γέρας ἐν βροτοῖςἢ χεῖρʼ ὑπὲρ κορυφᾶςτῶν ἐχθρῶν κρείσσω κατέχειν; ὅ τι καλὸν φίλον ἀεί.
1.31
882Χορόςὁρμᾶται μόλις, ἀλλʼ ὅμωςπιστόν τι τὸ θεῖονσθένος· ἀπευθύνει δὲ βροτῶντούς τʼ ἀγνωμοσύναν τιμῶν- τας καὶ μὴ τὰ θεῶν αὔξον- τας σὺν μαινομένᾳ δόξᾳ. κρυπτεύουσι δὲ ποικίλωςδαρὸν χρόνου πόδα καὶθηρῶσιν τὸν ἄσεπτον. οὐγὰρ κρεῖσσόν ποτε τῶν νόμωνγιγνώσκειν χρὴ καὶ μελετᾶν. κούφα γὰρ δαπάνα νομί- ζειν ἰσχὺν τόδʼ ἔχειν, ὅ τι ποτʼ ἄρα τὸ δαιμόνιον, τό τʼ ἐν χρόνῳ μακρῷ νόμιμονἀεὶ φύσει τε πεφυκός. τί τὸ σοφόν; ἢ τί τὸ κάλλιονπαρὰ θεῶν γέρας ἐν βροτοῖςἢ χεῖρʼ ὑπὲρ κορυφᾶςτῶν ἐχθρῶν κρείσσω κατέχειν; ὅ τι καλὸν φίλον ἀεί.
1.32
902Χορόςεὐδαίμων μὲν ὃς ἐκ θαλάσσαςἔφυγε χεῖμα, λιμένα δʼ ἔκιχεν· εὐδαίμων δʼ ὃς ὕπερθε μόχθωνἐγένεθʼ· ἑτέρᾳ δʼ ἕτερος ἕτερονὄλβῳ καὶ δυνάμει παρῆλθεν. μυρίαι δʼ ἔτι μυρίοιςεἰσὶν ἐλπίδες· αἳ μὲντελευτῶσιν ἐν ὄλβῳβροτοῖς, αἳ δʼ ἀπέβησαν· τὸ δὲ κατʼ ἦμαρ ὅτῳ βίοτοςεὐδαίμων, μακαρίζω.
1.33
912Διόνυσοςσὲ τὸν πρόθυμον ὄνθʼ ἃ μὴ χρεὼν ὁρᾶνσπεύδοντά τʼ ἀσπούδαστα, Πενθέα λέγω, ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι, σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων, μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος· πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ. Πενθεύςκαὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ, δισσὰς δὲ Θήβας καὶ πόλισμʼ ἑπτάστομον· καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖςκαὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι. ἀλλʼ ἦ ποτʼ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν. Διόνυσοςὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής, ἔνσπονδος ἡμῖν· νῦν δʼ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν. Πενθεύςτί φαίνομαι δῆτʼ; οὐχὶ τὴν Ἰνοῦς στάσινἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γʼ ἐμῆς; Διόνυσοςαὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σʼ ὁρῶν. ἀλλʼ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχʼ ὅδε, οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα. Πενθεύςἔνδον προσείων αὐτὸν ἀνασείων τʼ ἐγὼκαὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα. Διόνυσοςἀλλʼ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει, πάλιν καταστελοῦμεν· ἀλλʼ ὄρθου κάρα. Πενθεύςἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή. Διόνυσοςζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλωνστολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν. Πενθεύςκἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα· τἀνθένδε δʼ ὀρθῶς παρὰ τένοντʼ ἔχει πέπλος. Διόνυσοςἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων, ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς. Πενθεύςπότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι; Διόνυσοςἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶαἴρειν νιν· αἰνῶ δʼ ὅτι μεθέστηκας φρενῶν.
1.34
945Πενθεύςἆρʼ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰςαὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν; Διόνυσοςδύναιʼ ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρέναςοὐκ εἶχες ὑγιεῖς, νῦν δʼ ἔχεις οἵας σε δεῖ. Πενθεύςμοχλοὺς φέρωμεν; ἢ χεροῖν ἀνασπάσωκορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα; Διόνυσοςμὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματακαὶ Πανὸς ἕδρας ἔνθʼ ἔχει συρίγματα. Πενθεύςκαλῶς ἔλεξας· οὐ σθένει νικητέονγυναῖκας· ἐλάταισιν δʼ ἐμὸν κρύψω δέμας. Διόνυσοςκρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών, ἐλθόντα δόλιον μαινάδων κατάσκοπον. Πενθεύςκαὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣςλέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν. Διόνυσοςοὐκοῦν ἐπʼ αὐτὸ τοῦτʼ ἀποστέλλῃ φύλαξ· λήψῃ δʼ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος. Πενθεύςκόμιζε διὰ μέσης με Θηβαίας χθονός· μόνος γὰρ αὐτῶν εἰμʼ ἀνὴρ τολμῶν τόδε. Διόνυσοςμόνος σὺ πόλεως τῆσδʼ ὑπερκάμνεις, μόνος· τοιγάρ σʼ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν. ἕπου δέ· πομπὸς δʼ εἶμʼ ἐγὼ σωτήριος, κεῖθεν δʼ ἀπάξει σʼ ἄλλος. Πενθεύςἡ τεκοῦσά γε. Διόνυσοςἐπίσημον ὄντα πᾶσιν. Πενθεύςἐπὶ τόδʼ ἔρχομαι. Διόνυσοςφερόμενος ἥξεις⋯ Πενθεύςἁβρότητʼ ἐμὴν λέγεις. Διόνυσοςἐν χερσὶ μητρός. Πενθεύςκαὶ τρυφᾶν μʼ ἀναγκάσεις. Διόνυσοςτρυφάς γε τοιάσδε. Πενθεύςἀξίων μὲν ἅπτομαι. Διόνυσοςδεινὸς σὺ δεινὸς κἀπὶ δείνʼ ἔρχῃ πάθη, ὥστʼ οὐρανῷ στηρίζον εὑρήσεις κλέος. ἔκτεινʼ, Ἀγαύη, χεῖρας αἵ θʼ ὁμόσποροιΚάδμου θυγατέρες· τὸν νεανίαν ἄγωτόνδʼ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δʼ ἐγὼκαὶ Βρόμιος ἔσται. τἄλλα δʼ αὐτὸ σημανεῖ.
1.35
977Χορόςἴτε θοαὶ Λύσσας κύνες ἴτʼ εἰς ὄρος, θίασον ἔνθʼ ἔχουσι Κάδμου κόραι, ἀνοιστρήσατέ νινἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷλυσσώδη κατάσκοπον μαινάδων. μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτραςἢ σκόλοπος ὄψεταιδοκεύοντα, μαινάσιν δʼ ἀπύσει· Τίς ὅδʼ ὀρειδρόμωνμαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολʼἔμολεν, ὦ βάκχαι; τίς ἄρα νιν ἔτεκεν; οὐ γὰρ ἐξ αἵματοςγυναικῶν ἔφυ, λεαίνας δέ τινοςὅδʼ ἢ Γοργόνων Λιβυσσᾶν γένος. ἴτω δίκα φανερός, ἴτω ξιφηφόροςφονεύουσα λαιμῶν διαμπὰξτὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονοςγόνον γηγενῆ.
1.36
997Χορόςὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τʼ ὀργᾷπερὶ σὰ Βάκχιʼ, ὄργια ματρός τε σᾶςμανείσᾳ πραπίδιπαρακόπῳ τε λήματι στέλλεται, τἀνίκατον ὡς κρατήσων βίᾳ, γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσι- στος ἐς τὰ θεῶν ἔφυ· βροτείως τʼ ἔχειν ἄλυπος βίος. τὸ σοφὸν οὐ φθονῶ· χαίρω θηρεύουσα· τὰ δʼ ἕτερα μεγάλαφανερά τʼ· ὤ, νάειν ἐπὶ τὰ καλὰ βίον, ἦμαρ ἐς νύκτα τʼ εὐ- αγοῦντʼ εὐσεβεῖν, τὰ δʼ ἔξω νόμιμαδίκας ἐκβαλόντα τιμᾶν θεούς. ἴτω δίκα φανερός, ἴτω ξιφηφόροςφονεύουσα λαιμῶν διαμπὰξτὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονοςτόκον γηγενῆ.
1.37
1017Χορόςφάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖνδράκων ἢ πυριφλέγων ὁρᾶσθαι λέων. ἴθʼ, ὦ Βάκχε, θηραγρευτᾷ βακχᾶνγελῶντι προσώπῳ περίβαλε βρόχονθανάσιμον ὑπʼ ἀγέλαν πεσόν- τι τὰν μαινάδων.
1.38
1024Ἄγγελος Βὦ δῶμʼ ὃ πρίν ποτʼ εὐτύχεις ἀνʼ Ἑλλάδα, Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲςδράκοντος ἔσπειρʼ Ὄφεος ἐν γαίᾳ θέρος, ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλʼ ὅμωςχρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν. Χορόςτί δʼ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον; ἌγγελοςΠενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός. Χορόςὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας. Ἄγγελοςπῶς φῄς; τί τοῦτʼ ἔλεξας; ἦ ʼπὶ τοῖς ἐμοῖςχαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι; Χορόςεὐάζω ξένα μέλεσι βαρβάροις· οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω. ἌγγελοςΘήβας δʼ ἀνάνδρους ὧδʼ ἄγεις⋯⋯ Χορόςὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαικράτος ἔχουσʼ ἐμόν. Ἄγγελοςσυγγνωστὰ μέν σοι, πλὴν ἐπʼ ἐξειργασμένοιςκακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν. Χορόςἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκειἄδικος ἄδικά τʼ ἐκπορίζων ἀνήρ;
1.39
1043Ἄγγελοςἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸςλιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς, λέπας Κιθαιρώνειον εἰσεβάλλομενΠενθεύς τε κἀγώ— δεσπότῃ γὰρ εἱπόμην— ξένος θʼ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας. πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος, τά τʼ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄποσῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι. ἦν δʼ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον, πεύκαισι συσκιάζον, ἔνθα μαινάδεςκαθῆντʼ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις. αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότακισσῷ κομήτην αὖθις ἐξανέστεφον, αἳ δʼ, ἐκλιποῦσαι ποικίλʼ ὡς πῶλοι ζυγά, βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος. Πενθεὺς δʼ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλονἔλεξε τοιάδʼ· Ὦ ξένʼ, οὗ μὲν ἕσταμεν, οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων· ὄχθων δʼ ἔπʼ, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα, ἴδοιμʼ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν. τοὐντεῦθεν ἤδη τοῦ ξένου τὸ θαῦμʼ ὁρῶ· λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδονκατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον· κυκλοῦτο δʼ ὥστε τόξον ἢ κυρτὸς τροχὸςτόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον· ὣς κλῶνʼ ὄρειον ὁ ξένος χεροῖν ἄγωνἔκαμπτεν ἐς γῆν, ἔργματʼ οὐχὶ θνητὰ δρῶν. Πενθέα δʼ ἱδρύσας ἐλατίνων ὄζων ἔπι, ὀρθὸν μεθίει διὰ χερῶν βλάστημʼ ἄνωἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν, ὀρθὴ δʼ ἐς ὀρθὸν αἰθέρʼ ἐστηρίζετο, ἔχουσα νώτοις δεσπότην ἐφήμενον· ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας. ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω, καὶ τὸν ξένον μὲν οὐκέτʼ εἰσορᾶν παρῆν, ἐκ δʼ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαιΔιόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες, ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τʼ ὄργιαγέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν. καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πρὸς οὐρανὸνκαὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός.
1.40
1084σίγησε δʼ αἰθήρ, σῖγα δʼ ὕλιμος νάπηφύλλʼ εἶχε, θηρῶν δʼ οὐκ ἂν ἤκουσας βοήν. αἳ δʼ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναιἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας. ὃ δʼ αὖθις ἐπεκέλευσεν· ὡς δʼ ἐγνώρισανσαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι, ᾖξαν πελείας ὠκύτητʼ οὐχ ἥσσονεςποδῶν τρέχουσαι συντόνοις δραμήμασι, μήτηρ Ἀγαύη σύγγονοί θʼ ὁμόσποροιπᾶσαί τε βάκχαι· διὰ δὲ χειμάρρου νάπηςἀγμῶν τʼ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς. ὡς δʼ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον, πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλουςἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν, ὄζοισί τʼ ἐλατίνοισιν ἠκοντίζετο. ἄλλαι δὲ θύρσους ἵεσαν διʼ αἰθέροςΠενθέως, στόχον δύστηνον· ἀλλʼ οὐκ ἤνυτον. κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχωνκαθῆσθʼ ὁ τλήμων, ἀπορίᾳ λελημμένος. τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδουςῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς. ἐπεὶ δὲ μόχθων τέρματʼ οὐκ ἐξήνυτον, ἔλεξʼ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳπτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτηνθῆρʼ ὡς ἕλωμεν, μηδʼ ἀπαγγείλῃ θεοῦχοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέραπροσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός· ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴςπίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασινΠενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.
1.41
1114πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνουκαὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄποἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοιτλήμων Ἀγαύη, καὶ λέγει, παρηίδοςψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθενΠενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος· οἴκτιρε δʼ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖςἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς. ἣ δʼ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφουςκόρας ἑλίσσουσʼ, οὐ φρονοῦσʼ ἃ χρὴ φρονεῖν, ἐκ Βακχίου κατείχετʼ, οὐδʼ ἔπειθέ νιν. λαβοῦσα δʼ ὠλένης ἀριστερὰν χέρα, πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονοςἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους, ἀλλʼ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν· Ἰνὼ δὲ τἀπὶ θάτερʼ ἐξειργάζετο, ῥηγνῦσα σάρκας, Αὐτονόη τʼ ὄχλος τε πᾶςἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσʼ ὁμοῦ βοή, ὃ μὲν στενάζων ὅσον ἐτύγχανʼ ἐμπνέων, αἳ δʼ ἠλάλαζον. ἔφερε δʼ ἣ μὲν ὠλένην, ἣ δʼ ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲπλευραὶ σπαραγμοῖς· πᾶσα δʼ ᾑματωμένηχεῖρας διεσφαίριζε σάρκα Πενθέως. κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοιςπέτραις, τὸ δʼ ὕλης ἐν βαθυξύλῳ φόβῃ, οὐ ῥᾴδιον ζήτημα· κρᾶτα δʼ ἄθλιον, ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν, πήξασʼ ἐπʼ ἄκρον θύρσον ὡς ὀρεστέρουφέρει λέοντος διὰ Κιθαιρῶνος μέσου, λιποῦσʼ ἀδελφὰς ἐν χοροῖσι μαινάδων. χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένητειχέων ἔσω τῶνδʼ, ἀνακαλοῦσα Βάκχιοντὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας, τὸν καλλίνικον, ᾧ δάκρυα νικηφορεῖ. ἐγὼ μὲν οὖν τῇδʼ ἐκποδὼν τῇ ξυμφορᾷἄπειμʼ, Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα. τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶνκάλλιστον· οἶμαι δʼ αὐτὸ καὶ σοφώτατονθνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.
1.42
1153Χορόςἀναχορεύσωμεν Βάκχιον, ἀναβοάσωμεν ξυμφορὰντὰν τοῦ δράκοντος Πενθέος ἐκγενέτα· ὃς τὰν θηλυγενῆ στολὰννάρθηκά τε, πιστὸν Ἅιδαν, ἔλαβεν εὔθυρσον, ταῦρον προηγητῆρα συμφορᾶς ἔχων. βάκχαι Καδμεῖαι, τὸν καλλίνικον κλεινὸν ἐξεπράξατεἐς στόνον, ἐς δάκρυα. καλὸς ἀγών, χέρʼ αἵματι στάζουσανπεριβαλεῖν τέκνου.
1.43
1165Χορόςἀλλʼ, εἰσορῶ γὰρ ἐς δόμους ὁρμωμένηνΠενθέως Ἀγαύην μητέρʼ ἐν διαστρόφοιςὄσσοις, δέχεσθε κῶμον εὐίου θεοῦ.
1.44
1168ἈγαύηἈσιάδες βάκχαι— Χορόςτί μʼ ὀροθύνεις, ὤ; Ἀγαύηφέρομεν ἐξ ὀρέωνἕλικα νεότομον ἐπὶ μέλαθρα, μακάριον θήραν. Χορόςὁρῶ καί σε δέξομαι σύγκωμον. Ἀγαύηἔμαρψα τόνδʼ ἄνευ βρόχωνλέοντος ἀγροτέρου νέον ἶνιν· ὡς ὁρᾶν πάρα. Χορόςπόθεν ἐρημίας; ἈγαύηΚιθαιρὼν⋯ ΧορόςΚιθαιρών; Ἀγαύηκατεφόνευσέ νιν. Χορόςτίς ἁ βαλοῦσα; Ἀγαύηπρῶτον ἐμὸν τὸ γέρας. μάκαιρʼ Ἀγαύη κλῃζόμεθʼ ἐν θιάσοις. Χορόςτίς ἄλλα; Ἀγαύητὰ Κάδμου⋯ Χορόςτί Κάδμου; Ἀγαύηγένεθλαμετʼ ἐμὲ μετʼ ἐμὲ τοῦδʼἔθιγε θηρός· εὐτυχής γʼ ἅδʼ ἄγρα. Χορός⋯
1.45
1184Ἀγαύημέτεχέ νυν θοίνας. Χορόςτί; μετέχω, τλᾶμον; Ἀγαύηνέος ὁ μόσχος ἄρ- τι γένυν ὑπὸ κόρυθʼ ἁπαλότριχακατάκομον θάλλει. Χορόςπρέπει γʼ ὥστε θὴρ ἄγραυλος φόβῃ. Ἀγαύηὁ Βάκχιος κυναγέταςσοφὸς σοφῶς ἀνέπηλʼ ἐπὶ θῆρατόνδε μαινάδας. Χορόςὁ γὰρ ἄναξ ἀγρεύς. Ἀγαύηἐπαινεῖς; Χορόςἐπαινῶ. Ἀγαύητάχα δὲ Καδμεῖοι⋯ Χορόςκαὶ παῖς γε Πενθεὺς⋯ Ἀγαύηματέρʼ ἐπαινέσεται, λαβοῦσαν ἄγραν τάνδε λεοντοφυῆ. Χορόςπερισσάν. Ἀγαύηπερισσῶς. Χορόςἀγάλλῃ; Ἀγαύηγέγηθα, μεγάλα μεγάλα καὶφανερὰ τᾷδʼ ἄγρᾳ κατειργασμένα.
1.46
1200Χορόςδεῖξόν νυν, ὦ τάλαινα, σὴν νικηφόρονἀστοῖσιν ἄγραν ἣν φέρουσʼ ἐλήλυθας. Ἀγαύηὦ καλλίπυργον ἄστυ Θηβαίας χθονὸςναίοντες, ἔλθεθʼ ὡς ἴδητε τήνδʼ ἄγραν, Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν, οὐκ ἀγκυλητοῖς Θεσσαλῶν στοχάσμασιν, οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσιχειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼνκαὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην; ἡμεῖς δέ γʼ αὐτῇ χειρὶ τόνδε θʼ εἵλομεν, χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν. ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας. Πενθεύς τʼ ἐμὸς παῖς ποῦ ʼστιν; αἰρέσθω λαβὼνπηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις, ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδελέοντος ὃν πάρειμι θηράσασʼ ἐγώ. Κάδμοςἕπεσθέ μοι φέροντες ἄθλιον βάροςΠενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος, οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασινφέρω τόδʼ, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖςδιασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳλαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ. ἤκουσα γάρ του θυγατέρων τολμήματα, ἤδη κατʼ ἄστυ τειχέων ἔσω βεβὼςσὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα· πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαιτὸν κατθανόντα παῖδα Μαινάδων ὕπο. καὶ τὴν μὲν Ἀκτέωνʼ Ἀρισταίῳ ποτὲτεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θʼ ἅμαἔτʼ ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας, τὴν δʼ εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶστείχειν Ἀγαύην, οὐδʼ ἄκραντʼ ἠκούσαμεν· λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα. Ἀγαύηπάτερ, μέγιστον κομπάσαι πάρεστί σοι, πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷθνητῶν· ἁπάσας εἶπον, ἐξόχως δʼ ἐμέ, ἣ τὰς παρʼ ἱστοῖς ἐκλιποῦσα κερκίδαςἐς μείζονʼ ἥκω, θῆρας ἀγρεύειν χεροῖν. φέρω δʼ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδελαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοιςὡς ἀγκρεμασθῇ· σὺ δέ, πάτερ, δέξαι χεροῖν· γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασινκάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ, μακάριος, ἡμῶν τοιάδʼ ἐξειργασμένων.
1.47
1244Κάδμοςὦ πένθος οὐ μετρητὸν οὐδʼ οἷόν τʼ ἰδεῖν, φόνον ταλαίναις χερσὶν ἐξειργασμένων. καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσινἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς. οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτʼ ἐμῶν· ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλʼ ἄγαν, Βρόμιος ἄναξ ἀπώλεσʼ οἰκεῖος γεγώς. Ἀγαύηὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυἔν τʼ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸςεὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις, ὅτʼ ἐν νεανίαισι Θηβαίοις ἅμαθηρῶν ὀριγνῷτʼ· ἀλλὰ θεομαχεῖν μόνονοἷός τʼ ἐκεῖνος. νουθετητέος, πάτερ, σοὐστίν. τίς αὐτὸν δεῦρʼ ἂν ὄψιν εἰς ἐμὴνκαλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα; Κάδμοςφεῦ φεῦ· φρονήσασαι μὲν οἷʼ ἐδράσατεἀλγήσετʼ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλουςἐν τῷδʼ ἀεὶ μενεῖτʼ ἐν ᾧ καθέστατε, οὐκ εὐτυχοῦσαι δόξετʼ οὐχὶ δυστυχεῖν. Ἀγαύητί δʼ οὐ καλῶς τῶνδʼ ἢ τί λυπηρῶς ἔχει; Κάδμοςπρῶτον μὲν ἐς τόνδʼ αἰθέρʼ ὄμμα σὸν μέθες. Ἀγαύηἰδού· τί μοι τόνδʼ ἐξυπεῖπας εἰσορᾶν; Κάδμοςἔθʼ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ; Ἀγαύηλαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος. Κάδμοςτὸ δὲ πτοηθὲν τόδʼ ἔτι σῇ ψυχῇ πάρα; Ἀγαύηοὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πωςἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν. Κάδμοςκλύοις ἂν οὖν τι κἀποκρίναιʼ ἂν σαφῶς; Ἀγαύηὡς ἐκλέλησμαί γʼ ἃ πάρος εἴπομεν, πάτερ. Κάδμοςἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα; ἈγαύηΣπαρτῷ μʼ ἔδωκας, ὡς λέγουσʼ, Ἐχίονι. Κάδμοςτίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει; ἈγαύηΠενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ. Κάδμοςτίνος πρόσωπον δῆτʼ ἐν ἀγκάλαις ἔχεις; Ἀγαύηλέοντος, ὥς γʼ ἔφασκον αἱ θηρώμεναι. Κάδμοςσκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.
1.48
1280Ἀγαύηἔα, τί λεύσσω; τί φέρομαι τόδʼ ἐν χεροῖν; Κάδμοςἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε. Ἀγαύηὁρῶ μέγιστον ἄλγος ἡ τάλαινʼ ἐγώ. Κάδμοςμῶν σοι λέοντι φαίνεται προσεικέναι; Ἀγαύηοὔκ, ἀλλὰ Πενθέως ἡ τάλαινʼ ἔχω κάρα. Κάδμοςᾠμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι. Ἀγαύητίς ἔκτανέν νιν;— πῶς ἐμὰς ἦλθεν χέρας; Κάδμοςδύστηνʼ ἀλήθειʼ, ὡς ἐν οὐ καιρῷ πάρει. Ἀγαύηλέγʼ, ὡς τὸ μέλλον καρδία πήδημʼ ἔχει. Κάδμοςσύ νιν κατέκτας καὶ κασίγνηται σέθεν. Ἀγαύηποῦ δʼ ὤλετʼ; ἦ κατʼ οἶκον; ἢ ποίοις τόποις; Κάδμοςοὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες. Ἀγαύητί δʼ ἐς Κιθαιρῶνʼ ἦλθε δυσδαίμων ὅδε; Κάδμοςἐκερτόμει θεὸν σάς τε βακχείας μολών. Ἀγαύηἡμεῖς δʼ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν; Κάδμοςἐμάνητε, πᾶσά τʼ ἐξεβακχεύθη πόλις. ἈγαύηΔιόνυσος ἡμᾶς ὤλεσʼ, ἄρτι μανθάνω. Κάδμοςὕβριν γʼ ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν. Ἀγαύητὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ; Κάδμοςἐγὼ μόλις τόδʼ ἐξερευνήσας φέρω. Ἀγαύηἦ πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς; Κάδμος⋯ ἈγαύηΠενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκʼ ἐμῆς; Κάδμοςὑμῖν ἐγένεθʼ ὅμοιος, οὐ σέβων θεόν. τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην, ὑμᾶς τε τόνδε θʼ, ὥστε διολέσαι δόμουςκἄμʼ, ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼςτῆς σῆς τόδʼ ἔρνος, ὦ τάλαινα, νηδύοςαἴσχιστα καὶ κάκιστα κατθανόνθʼ ὁρῶ, ᾧ δῶμʼ ἀνέβλεφʼ— ὃς συνεῖχες, ὦ τέκνον, τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς, πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲοὐδεὶς ὑβρίζειν ἤθελʼ εἰσορῶν τὸ σὸνκάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες. νῦν δʼ ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαιὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένοςἔσπειρα κἀξήμησα κάλλιστον θέρος. ὦ φίλτατʼ ἀνδρῶν— καὶ γὰρ οὐκέτʼ ὢν ὅμωςτῶν φιλτάτων ἔμοιγʼ ἀριθμήσῃ, τέκνον— οὐκέτι γενείου τοῦδε θιγγάνων χερί, τὸν μητρὸς αὐδῶν πατέρα προσπτύξῃ, τέκνον, λέγων· Τίς ἀδικεῖ, τίς σʼ ἀτιμάζει, γέρον; τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν; λέγʼ, ὡς κολάζω τὸν ἀδικοῦντά σʼ, ὦ πάτερ. νῦν δʼ ἄθλιος μέν εἰμʼ ἐγώ, τλήμων δὲ σύ. οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι. εἰ δʼ ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ, ἐς τοῦδʼ ἀθρήσας θάνατον ἡγείσθω θεούς. Χορόςτὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δʼ ἔχει δίκηνπαῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί. Ἀγαύηὦ πάτερ, ὁρᾷς γὰρ τἄμʼ ὅσῳ μετεστράφη⋯⋯
1.49
1330Διονυσοςδράκων γενήσῃ μεταβαλών, δάμαρ τε σὴἐκθηριωθεῖσʼ ὄφεος ἀλλάξει τύπον, ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς. ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός, ἐλᾷς μετʼ ἀλόχου, βαρβάρων ἡγούμενος. πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματιπόλεις· ὅταν δὲ Λοξίου χρηστήριονδιαρπάσωσι, νόστον ἄθλιον πάλινσχήσουσι· σὲ δʼ Ἄρης Ἁρμονίαν τε ῥύσεταιμακάρων τʼ ἐς αἶαν σὸν καθιδρύσει βίον. ταῦτʼ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγωΔιόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖνἔγνωθʼ, ὅτʼ οὐκ ἠθέλετε, τὸν Διὸς γόνονεὐδαιμονεῖτʼ ἂν σύμμαχον κεκτημένοι. ΚάδμοςΔιόνυσε, λισσόμεσθά σʼ, ἠδικήκαμεν. Διόνυσοςὄψʼ ἐμάθεθʼ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε. Κάδμοςἐγνώκαμεν ταῦτʼ· ἀλλʼ ἐπεξέρχῃ λίαν. Διόνυσοςκαὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην. Κάδμοςὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς. Διόνυσοςπάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ. Ἀγαύηαἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί. Διόνυσοςτί δῆτα μέλλεθʼ ἅπερ ἀναγκαίως ἔχει; Κάδμοςὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸνπάντες, σύ θʼ ἡ τάλαινα σύγγονοί τε σαί, ἐγώ θʼ ὁ τλήμων· βαρβάρους ἀφίξομαιγέρων μέτοικος· ἔτι δέ μοι τὸ θέσφατονἐς Ἑλλάδʼ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν. καὶ τὴν Ἄρεως παῖδʼ Ἁρμονίαν, δάμαρτʼ ἐμήν, δράκων δρακαίνης φύσιν ἔχουσαν ἀγρίανἄξω ʼπὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς, ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαικακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτηνἈχέροντα πλεύσας ἥσυχος γενήσομαι. Ἀγαύηὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι. Κάδμοςτί μʼ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ, ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος; Ἀγαύηποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη; Κάδμοςοὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ.
1.50
1368Ἀγαύηχαῖρʼ, ὦ μέλαθρον, χαῖρʼ, ὦ πατρίαπόλις· ἐκλείπω σʼ ἐπὶ δυστυχίᾳφυγὰς ἐκ θαλάμων. Κάδμοςστεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου⋯⋯ Ἀγαύηστένομαί σε, πάτερ. Κάδμοςκἀγὼ σέ, τέκνον, καὶ σὰς ἐδάκρυσα κασιγνήτας. Ἀγαύηδεινῶς γὰρ τάνδʼ αἰκείανΔιόνυσος ἄναξ τοὺς σοὺς εἰςοἴκους ἔφερεν. Διόνυσοςκαὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν, ἀγέραστον ἔχων ὄνομʼ ἐν Θήβαις. Ἀγαύηχαῖρε, πάτερ, μοι. Κάδμοςχαῖρʼ, ὦ μελέαθύγατερ. χαλεπῶς δʼ ἐς τόδʼ ἂν ἥκοις. Ἀγαύηἄγετʼ, ὦ πομποί, με κασιγνήταςἵνα συμφυγάδας ληψόμεθʼ οἰκτράς. ἔλθοιμι δʼ ὅπουμήτε Κιθαιρὼν ἔμʼ ἴδοι μιαρὸςμήτε Κιθαιρῶνʼ ὄσσοισιν ἐγώ, μήθʼ ὅθι θύρσου μνῆμʼ ἀνάκειται· Βάκχαις δʼ ἄλλαισι μέλοιεν. Χορόςπολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί· καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη, τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.

Intertext edge

Open linked passage

Note