Cyclop
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides">
—
⋯
Original / primary: Textus receptus
1.1
1ΣιληνόςὮ Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνουςνῦν χὥτ’ ἐν ἥβῃ τοὐμὸν εὐσθένει δέμας· πρῶτον μέν, ἡνίκ’ ἐμμανὴς Ἥρας ὕποΝύμφας ὀρείας ἐκλιπὼν ᾤχου τροφούς· ἔπειτά γ’ ἀμφὶ γηγενῆ μάχην δορὸςἐνδέξιος σῷ ποδὶ παρασπιστὴς γεγὼςἘγκέλαδον ἰτέαν εἰς μέσην θενὼν δορὶἔκτεινα— φέρ’ ἴδω, τοῦτ’ ἰδὼν ὄναρ λέγω; οὐ μὰ Δί’, ἐπεὶ καὶ σκῦλ’ ἔδειξα βακχίῳ. καὶ νῦν ἐκείνων μείζον’ ἐξαντλῶ πόνον. ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸνλῃστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν, ἐγὼ πυθόμενος σὺν τέκνοισι ναυστολῶσέθεν κατὰ ζήτησιν. ἐν πρύμνῃ δ’ ἄκρᾳαὐτὸς λαβὼν ηὔθυνον ἀμφῆρες δόρυ, παῖδες δ’ ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλαῥοθίοισι λευκαίνοντες ἐζήτουν σ’, ἄναξ. ἤδη δὲ Μαλέας πλησίον πεπλευκόταςἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶἐξέβαλεν ἡμᾶς τήνδ’ ἐς Αἰτναίαν πέτραν, ἵν’ οἱ μονῶπες ποντίου παῖδες θεοῦKύκλωπες οἰκοῦσ’ ἄντρ’ ἔρημ’ ἀνδροκτόνοι. τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοιςδοῦλοι· καλοῦσι δ’ αὐτὸν ᾧ λατρεύομενΠολύφημον· ἀντὶ δ’ εὐίων βακχευμάτωνποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν. παῖδες μὲν οὖν μοι κλιτύων ἐν ἐσχάτοιςνέμουσι μῆλα νέα νέοι πεφυκότες, ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγαςμένων τέταγμαι τάσδε, τῷδε δυσσεβεῖΚύκλωπι δείπνων ἀνοσίων διάκονος. καὶ νῦν, τὰ προσταχθέντ’, ἀναγκαίως ἔχεισαίρειν σιδηρᾷ τῇδέ μ’ ἁρπάγῃ δόμους, ὡς τόν τ’ ἀπόντα δεσπότην Κύκλωπ’ ἐμὸνκαθαροῖσιν ἄντροις μῆλά τ’ ἐσδεχώμεθα. ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδωνὁμοῖος ὑμῖν νῦν τε χὥτε βακχίῳκῶμοι συνασπίζοντες Ἀλθαίας δόμουςπροσῇτ’ ἀοιδαῖς βαρβίτων σαυλούμενοι;
1.2
41Χορόςπαῖ γενναίων μὲν πατέρωνγενναίων τ’ ἐκ τοκάδων, πᾷ δή μοι νίσῃ σκοπέλους; οὐ τᾷδ’ ὑπήνεμος αὔρακαὶ ποιηρὰ βοτάνα; δινᾶέν θ’ ὕδωρ ποταμῶνἐν πίστραις κεῖται πέλας ἄν- τρων; οὔ σοι βλαχαὶ τεκέων;
1.3
49Χορός— ψύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇκλιτὺν δροσεράν; ὠή, ῥίψω πέτρον τάχα σου— ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα— μηλοβότα στασιωρὸνΚύκλωπος ἀγροβάτα.
1.4
55Χορόςσπαργῶντας μαστοὺς χάλασον· δέξαι θηλαῖσι σπορὰςἃς λείπεις ἀρνῶν θαλάμοις. ποθοῦσί σ’ ἁμερόκοιτοιβλαχαὶ σμικρῶν τεκέων. εἰς αὐλὰν πότ’ ἀμφιβαλεῖςποιηροὺς λείπουσα νομοὺςΑἰτναίων εἴσω σκοπέλων; Χορός— νύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇκλιτὺν δροσεράν; ὠή, ῥίψω πέτρον τάχα σου— ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα— μηλοβότα στασιωρὸνΚύκλωπος ἀγροβάτα.
1.5
63Χορόςοὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶΒάκχαι τε θυρσοφόροι, οὐ τυμπάνων ἀλαλαγμοὶκρήναις παρ’ ὑδροχύτοις, οὐκ οἴνου χλωραὶ σταγόνες· οὐδ’ ἐν Νύσᾳ μετὰ Νυμφᾶνἴακχον ἴακχον ᾠδὰνμέλπω πρὸς τὰν Ἀφροδίταν, ἃν θηρεύων πετόμανΒάκχαις σὺν λευκόποσινὦ φίλος· ὦ φίλε Βακχεῖε, ποῖ οἰοπολεῖς; ποῖ ξανθὰν χαίταν σείεις; ἐγὼ δ’ ὁ σὸς πρόπολοςθητεύω Κύκλωπιτῷ μονοδέρκτᾳ δοῦλος ἀλαίνωνσὺν τᾷδε τράγου χλαίνᾳ μελέᾳσᾶς χωρὶς φιλίας.
1.6
82Σιληνόςσιγήσατ’, ὦ τέκν’, ἄντρα δ’ ἐς πετρηρεφῆποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε. Χορόςχωρεῖτ’· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις; Σιληνόςὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφοςκώπης τ’ ἄνακτας σὺν στρατηλάτῃ τινὶστείχοντας ἐς τόδ’ ἄντρον· ἀμφὶ δ’ αὐχέσιτεύχη φέρονται κενά, βορᾶς κεχρημένοι, κρωσσούς θ’ ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι, τίνες ποτ’ εἰσίν; οὐκ ἴσασι δεσπότηνΠολύφημον οἷός ἐστιν, ἄξενον στέγηντήνδ’ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθοντὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι. ἀλλ’ ἥσυχοι γίγνεσθ’, ἵν’ ἐκπυθώμεθαπόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον. Ὀδυσσεύςξένοι, φράσαιτ’ ἂν νᾶμα ποτάμιον πόθενδίψης ἄκος λάβοιμεν, εἴ τέ τις θέλειβορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;-- τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν· Σατύρων πρὸς ἄντροις τόνδ’ ὅμιλον εἰσορῶ. χαίρειν προσεῖπα πρῶτα τὸν γεραίτατον. Σιληνόςχαῖρ’, ὦ ξέν’, ὅστις δ’ εἶ φράσον πάτραν τε σήν. ὈδυσσεύςἼθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ. Σιληνόςοἶδ’ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος. Ὀδυσσεύςἐκεῖνος οὗτός εἰμι· λοιδόρει δὲ μή· Σιληνόςπόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει; Ὀδυσσεύςἐξ Ἰλίου γε κἀπὸ Τρωικῶν πόνων. Σιληνόςπῶς; πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός; Ὀδυσσεύςἀνέμων θύελλαι δεῦρό μ’ ἥρπασαν βίᾳ. Σιληνόςπαπαῖ· τὸν αὐτὸν δαίμον’ ἐξαντλεῖς ἐμοί. Ὀδυσσεύςἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης; Σιληνόςλῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν. Ὀδυσσεύςτίς δ’ ἥδε χώρα καὶ τίνες ναίουσί νιν; ΣιληνόςΑἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος. Ὀδυσσεύςτείχη δὲ ποῦ’ στι καὶ πόλεως πυργώματα; Σιληνόςοὐκ εἴσ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε. Ὀδυσσεύςτίνες δ’ ἔχουσι γαῖαν; ἦ θηρῶν γένος; ΣιληνόςΚύκλωπες, ἄντρ’ ἔχοντες, οὐ στέγας δόμων. Ὀδυσσεύςτίνος κλύοντες; ἢ δεδήμευται κράτος; Σιληνόςνομάδες· ἀκούει δ’ οὐδὲν οὐδεὶς οὐδενός. Ὀδυσσεύςσπείρουσι δ’— ἢ τῷ ζῶσι;— Δήμητρος στάχυν; Σιληνόςγάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ. ὈδυσσεύςΒρομίου δὲ πῶμ’ ἔχουσιν, ἀμπέλου ῥοαῖς; Σιληνόςἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα. Ὀδυσσεύςφιλόξενοι δὲ χὥσιοι περὶ ξένους; Σιληνόςγλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν. Ὀδυσσεύςτί φῄς; βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ; Σιληνόςοὐδεὶς μολὼν δεῦρ’ ὅστις οὐ κατεσφάγη. Ὀδυσσεύςαὐτὸς δὲ Κύκλωψ ποῦ’ στιν; ἦ δόμων ἔσω; Σιληνόςφροῦδος πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν.
1.7
131Ὀδυσσεύςοἶσθ’ οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός; Σιληνόςοὐκ οἶδ’, Ὀδυσσεῦ· πᾶν δέ σοι δρῴημεν ἄν. Ὀδυσσεύςὅδησον ἡμῖν σῖτον, οὗ σπανίζομεν. Σιληνόςοὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας. Ὀδυσσεύςἀλλ’ ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον. Σιληνόςκαὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα. Ὀδυσσεύςἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει. Σιληνόςσὺ δ’ ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον; Ὀδυσσεύςοὐ χρυσόν, ἀλλὰ πῶμα Διονύσου φέρω. Σιληνόςὦ φίλτατ’ εἰπών, οὗ σπανίζομεν πάλαι. Ὀδυσσεύςκαὶ μὴν Μάρων μοι πῶμ’ ἔδωκε, παῖς θεοῦ. Σιληνόςὃν ἐξέθρεψα ταῖσδ’ ἐγώ ποτ’ ἀγκάλαις; Ὀδυσσεύςὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθῃς. Σιληνόςἐν σέλμασιν νεώς ἐστιν, ἢ φέρεις σύ νιν; Ὀδυσσεύςὅδ’ ἁσκὸς ὃς κεύθει νιν· ὡς ὁρᾷς, γέρον. Σιληνόςοὗτος μὲν οὐδ’ ἂν τὴν γνάθον πλήσειέ μου. Ὀδυσσεύςναί· δὶς γὰρ τόσον πῶμ’ ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῇ. Σιληνόςκαλήν γε κρήνην εἶπας ἡδεῖάν τ’ ἐμοί. Ὀδυσσεύςβούλῃ σε γεύσω πρῶτον ἄκρατον μέθυ; Σιληνόςδίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ. Ὀδυσσεύςκαὶ μὴν ἐφέλκω καὶ ποτῆρ’ ἀσκοῦ μέτα. Σιληνόςφέρ’ ἐκπάταξον, ὡς ἀναμνησθῶ πιών. Ὀδυσσεύςἰδού. Σιληνόςπαπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει. Ὀδυσσεύςεἶδες γὰρ αὐτήν; Σιληνόςοὐ μὰ Δί’, ἀλλ’ ὀσφραίνομαι. Ὀδυσσεύςγεῦσαί νυν, ὡς ἂν μὴ λόγῳ’’ παινῇς μόνον. Σιληνόςβαβαί· χορεῦσαι παρακαλεῖ μ’ ὁ Βάκχιος. ἆ ἆ ἆ. Ὀδυσσεύςμῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς; Σιληνόςὥστ’ εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο. Ὀδυσσεύςπρὸς τῷδε μέντοι καὶ νόμισμα δώσομεν. Σιληνόςχάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον. Ὀδυσσεύςἐκφέρετέ νυν τυρεύματ’ ἢ μήλων τόκον. Σιληνόςδράσω τάδ’, ὀλίγον φροντίσας γε δεσποτῶν. ὡς ἐκπιεῖν γ’ ἂν κύλικα μαινοίμην μίαν, πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα, ῥῖψαι τ’ ἐς ἅλμην Λευκάδος πέτρας ἄπο, ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς. ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται· ἵν’ ἔστι τουτί τ’ ὀρθὸν ἐξανιστάναιμαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένουψαῦσαι χεροῖν λειμῶνος, ὀρχηστύς θ’ ἅμακακῶν τε λῆστις. εἶτ’ ἐγὼ οὐ κυνήσομαιτοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίανκλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;
1.8
175Χορόςἄκου’, Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι. Ὀδυσσεύςκαὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον. Χορόςἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν; Ὀδυσσεύςκαὶ πάντα γ’ οἶκον Πριαμιδῶν ἐπέρσαμεν. Χορόςοὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε, ἅπαντες αὐτὴν διεκροτήσατ’ ἐν μέρει, ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη; τὴν προδότιν, ἣ τοὺς θυλάκους τοὺς ποικίλουςπερὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεονκλῳὸν φοροῦντα περὶ μέσον τὸν αὐχέναἐξεπτοήθη, Μενέλεων, ἀνθρώπιονλῷστον, λιποῦσα. μηδαμοῦ γένος ποτὲφῦναι γυναικῶν ὤφελ’— εἰ μὴ’ μοὶ μόνῳ. Σιληνόςἰδοὺ τάδ’ ὑμῖν ποιμένων βοσκήματα, ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί, πηκτοῦ γάλακτός τ’ οὐ σπάνια τυρεύματα. φέρεσθε· χωρεῖθ’ ὡς τάχιστ’ ἄντρων ἄπο, βότρυος ἐμοὶ πῶμ’ ἀντιδόντες εὐίου.— οἴμοι· Κύκλωψ ὅδ’ ἔρχεται· τί δράσομεν; Ὀδυσσεύςἀπολώλαμεν γάρ, ὦ γέρον· ποῖ χρὴ φυγεῖν; Σιληνόςἔσω πέτρας τῆσδ’, οὗπερ ἂν λάθοιτέ γε. Ὀδυσσεύςδεινὸν τόδ’ εἶπας, ἀρκύων μολεῖν ἔσω. Σιληνόςοὐ δεινόν· εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας. Ὀδυσσεύςοὐ δῆτ’· ἐπεί τἂν μεγάλα γ’ ἡ Τροία στένοι, εἰ φευξόμεσθ’ ἕν’ ἄνδρα, μυρίον δ’ ὄχλονΦρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι. ἀλλ’, εἰ θανεῖν δεῖ, κατθανούμεθ’ εὐγενῶς, ἢ ζῶντες αἶνον τὸν πάρος συσσώσομεν.
1.9
203Κύκλωψἄνεχε· πάρεχε· τί τάδε· τίς ἡ ῥᾳθυμία; τί βακχιάζετ’; οὐχὶ Διόνυσος τάδε, οὐ κρόταλα χαλκοῦ τυμπάνων τ’ ἀράγματα. πῶς μοι κατ’ ἄντρα νεόγονα βλαστήματα; ἦ πρός γε μαστοῖς εἰσι χὑπὸ μητέρωνπλευρὰς τρέχουσι, σχοινίνοις τ’ ἐν τεύχεσινπλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον; τί φατε; τί λέγετε; τάχα τις ὑμῶν τῷ ξύλῳδάκρυα μεθήσει· βλέπετ’ ἄνω καὶ μὴ κάτω. Χορόςἰδού, πρὸς αὐτὸν τὸν Δί’ ἀνακεκύφαμεν, καὶ τἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι. Κύκλωψἄριστόν ἐστιν εὖ παρεσκευασμένον; Χορόςπάρεστιν. ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον. Κύκλωψἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέῳ; Χορόςὥστ’ ἐκπιεῖν γέ σ’, ἢν θέλῃς, ὅλον πίθον. Κύκλωψμήλειον ἢ βόειον ἢ μεμιγμένον; Χορόςὧν ἂν θέλῃς σύ, μὴ’ μὲ καταπίῃς μόνον. Κύκλωψἥκιστ’· ἐπεί μ’ ἂν ἐν μέσῃ τῇ γαστέριπηδῶντες ἀπολέσαιτ’ ἂν ὑπὸ τῶν σχημάτων. ἔα· τίν’ ὄχλον τόνδ’ ὁρῶ πρὸς αὐλίοις; λῃσταί τινες κατέσχον ἢ κλῶπες χθόνα; ὁρῶ γέ τοι τούσδ’ ἄρνας ἐξ ἄντρων ἐμῶνστρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους, τεύχη τε τυρῶν συμμιγῆ, γέροντά τεπληγαῖς πρόσωπον φαλακρὸν ἐξῳδηκότα. Σιληνόςὤμοι, πυρέσσω συγκεκομμένος τάλας. Κύκλωψὑπὸ τοῦ; τίς ἐς σὸν κρᾶτ’ ἐπύκτευσεν, γέρον; Σιληνόςὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ σ’ οὐκ εἴων φέρειν. Κύκλωψοὐκ ᾖσαν ὄντα θεόν με καὶ θεῶν ἄπο; Σιληνόςἔλεγον ἐγὼ τάδ’· οἳ δ’ ἐφόρουν τὰ χρήματα· καὶ τόν γε τυρὸν οὐκ ἐῶντος ἤσθιοντούς τ’ ἄρνας ἐξεφοροῦντο· δήσαντες δὲ σὲκλῳῷ τριπήχει, κᾆτα τὸν ὀφθαλμὸν μέσον⋯ τὰ σπλάγχν’ ἔφασκον ἐξαμήσεσθαι βίᾳ, μάστιγί τ’ εὖ τὸ νῶτον ἀποθλίψειν σέθεν, κἄπειτα συνδήσαντες ἐς θἁδώλιατῆς νηὸς ἐμβαλόντες ἀποδώσειν τινὶπέτρους μοχλεύειν, ἢ’ ς μυλῶνα καταβαλεῖν.
1.10
241Κύκλωψἄληθες; οὔκουν κοπίδας ὡς τάχιστ’ ἰὼνθήξεις μαχαίρας καὶ μέγαν φάκελον ξύλωνἐπιθεὶς ἀνάψεις; ὡς σφαγέντες αὐτίκαπλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ’ ἄνθρακοςθερμὴν ἔδοντος δαῖτα τῷ κρεανόμῳ, τὰ δ’ ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα. ὡς ἔκπλεώς γε δαιτός εἰμ’ ὀρεσκόου· ἅλις λεόντων ἐστί μοι θοινωμένῳἐλάφων τε, χρόνιος δ’ εἴμ’ ἀπ’ ἀνθρώπων βορᾶς. Σιληνόςτὰ καινά γ’ ἐκ τῶν ἠθάδων, ὦ δέσποτα, ἡδίον’ ἐστίν. οὐ γὰρ αὖ νεωστί γεἄλλοι πρὸς ἄντρα σοι ἐσαφίκοντο ξένοι. ὈδυσσεύςΚύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων. ἡμεῖς βορᾶς χρῄζοντες ἐμπολὴν λαβεῖνσῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο. τοὺς δ’ ἄρνας ἡμῖν οὗτος ἀντ’ οἴνου σκύφουἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼνἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίᾳ. ἀλλ’ οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει, ἐπεὶ κατελήφθη σοῦ λάθρᾳ πωλῶν τὰ σά. Σιληνόςἐγώ; κακῶς γὰρ ἐξόλοι’. Ὀδυσσεύςεἰ ψεύδομαι. Σιληνόςμὰ τὸν Ποσειδῶ τὸν τεκόντα σ’, ὦ Κύκλωψ, μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα, μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας, τά θ’ ἱερὰ κύματ’ ἰχθύων τε πᾶν γένος, ἀπώμοσ’, ὦ κάλλιστον ὦ Κυκλώπιον, ὦ δεσποτίσκε, μὴ τὰ σ’ ἐξοδᾶν ἐγὼξένοισι χρήματ’. ἢ κακῶς οὗτοι κακοὶοἱ παῖδες ἀπόλοινθ’, οὓς μάλιστ’ ἐγὼ φιλῶ. Χορόςαὐτὸς ἔχ’. ἔγωγε τοῖς ξένοις τὰ χρήματαπερνάντα σ’ εἶδον· εἰ δ’ ἐγὼ ψευδῆ λέγω, ἀπόλοιθ’ ὁ πατήρ μου· τοὺς ξένους δὲ μὴ ἀδίκει.
1.11
273Κύκλωψψεύδεσθ’· ἔγωγε τῷδε τοῦ Ῥαδαμάνθυοςμᾶλλον πέποιθα καὶ δικαιότερον λέγω. θέλω δ’ ἐρέσθαι· πόθεν ἐπλεύσατ’, ὦ ξένοι; ποδαποί; τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις; ὈδυσσεύςἸθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ’ ἄπο, πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοιςσὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ. Κύκλωψἦ τῆς κακίστης οἳ μετήλθεθ’ ἁρπαγὰςἙλένης Σκαμάνδρου γείτον’ Ἰλίου πόλιν; Ὀδυσσεύςοὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες. Κύκλωψαἰσχρὸν στράτευμά γ’, οἵτινες μιᾶς χάρινγυναικὸς ἐξεπλεύσατ’ ἐς γαῖαν Φρυγῶν. Ὀδυσσεύςθεοῦ τὸ πρᾶγμα· μηδέν’ αἰτιῶ βροτῶν. ἡμεῖς δέ σ’, ὦ θεοῦ ποντίου γενναῖε παῖ, ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως· μὴ τλῇς πρὸς ἄντρα σοι ἐσαφιγμένους φίλουςκτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις· οἳ τὸν σόν, ὦναξ, πατέρ’ ἔχειν νεῶν ἕδραςἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς. ἱερεύς τ’ ἄθραυστος Ταινάρου μένει λιμὴνΜαλέας τ’ ἄκροι κευθμῶνες ἥ τε Σουνίουδίας Ἀθάνας σῶς ὑπάργυρος πέτραΓεραίστιοί τε καταφυγαί· τὰ θ’ Ἑλλάδοςδύσφρον’ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν· ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺςοἰκεῖς ὑπ’ Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ. νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ, ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένουςξένιά τε δοῦναι καὶ πέπλοις ἐπαρκέσαι, οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέληὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν. ἅλις δὲ Πριάμου γαῖ’ ἐχήρωσ’ Ἑλλάδα, πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον, ἀλόχους τ’ ἀνάνδρους γραῦς τ’ ἄπαιδας ὤλεσενπολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένουςσὺ συμπυρώσας δαῖτ’ ἀναλώσεις πικράν, ποῖ τρέψεταί τις; ἀλλ’ ἐμοὶ πιθοῦ, Κύκλωψ· πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ’ εὐσεβὲςτῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρκέρδη πονηρὰ ζημίαν ἠμείψατο. Σιληνόςπαραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶνμηδὲν λίπῃς τοῦδ’, ἤν τε τὴν γλῶσσαν δάκῃς, κομψὸς γενήσῃ καὶ λαλίστατος, Κύκλωψ.
1.12
316Κύκλωψὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός, τὰ δ’ ἄλλα κόμποι καὶ λόγων εὐμορφίαι. ἄκρας δ’ ἐναλίας ἃς καθίδρυται πατὴρχαίρειν κελεύω· τί τάδε προυστήσω λόγῳ; Ζηνὸς δ’ ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε, οὐδ’ οἶδ’ ὅ τι Ζεύς ἐστ’ ἐμοῦ κρείσσων θεός. οὔ μοι μέλει τὸ λοιπόν· ὡς δ’ οὔ μοι μέλει, ἄκουσον. ὅταν ἄνωθεν ὄμβρον ἐκχέῃ, ἐν τῇδε πέτρᾳ στέγν’ ἔχων σκηνώματα, ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκοςδαινύμενος, εὖ τέγγων τε γαστέρ’ ὑπτίαν, ἐπεκπιὼν γάλακτος ἀμφορέα, πέπλονκρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν. ὅταν δὲ βορέας χιόνα Θρῄκιος χέῃ, δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸνκαὶ πῦρ ἀναίθων— χιόνος οὐδέν μοι μέλει. ἡ γῆ δ’ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ, τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά. ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ’ οὔ, καὶ τῇ μεγίστῃ, γαστρὶ τῇδε, δαιμόνων. ὡς τοὐμπιεῖν γε κὰμφαγεῖν τοὐφ’ ἡμέρανΖεὺς οὗτος ἀνθρώποισι τοῖσι σώφροσιν, λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμουςἔθεντο ποικίλλοντες ἀνθρώπων βίον, κλαίειν ἄνωγα· τὴν δ’ ἐμὴν ψυχὴν ἐγὼοὐ παύσομαι δρῶν εὖ— κατεσθίων τε σέ. ξένιά τε λήψῃ τοιάδ’, ὡς ἄμεμπτος ὦ, πῦρ καὶ πατρῷον τόνδε λέβητά γ’, ὃς ζέσαςσὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς. ἀλλ’ ἕρπετ’ εἴσω, τῷ κατ’ αὔλιον θεῷἵν’ ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με. Ὀδυσσεύςαἰαῖ, πόνους μὲν Τρωικοὺς ὑπεξέδυνθαλασσίους τε, νῦν δ’ ἐς ἀνδρὸς ἀνοσίουγνώμην κατέσχον ἀλίμενόν τε καρδίαν. ὦ Παλλάς, ὦ δέσποινα Διογενὲς θεά, νῦν νῦν ἄρηξον· κρείσσονας γὰρ Ἰλίουπόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθρα. σύ τ’, ὦ φαεννῶν ἀστέρων οἰκῶν ἕδραςΖεῦ ξένι’, ὅρα τάδ’· εἰ γὰρ αὐτὰ μὴ βλέπεις, ἄλλως νομίζῃ Ζεὺς τὸ μηδὲν ὢν θεός.
1.13
356ΧορόςΕὐρείας φάρυγγος, ὦ Κύκλωψ, ἀναστόμου τὸ χεῖλος· ὡς ἕτοιμά σοιἑφθὰ καὶ ὀπτὰ καὶ ἀνθρακιᾶς ἄπο⋯ χναύειν, βρύκειν, κρεοκοπεῖν μέλη ξένων, δασυμάλλῳ ἐν αἰγίδι κλινομένῳ.
1.14
361ΧορόςΜή μοι μὴ προσδίδου· μόνος μόνῳ γέμιζε πορθμίδος σκάφος. χαιρέτω μὲν αὖλις ἅδε, χαιρέτω δὲ θυμάτωνἀποβώμιος ἃν ἔχει θυσίανΚύκλωψ Αἰτναῖος ξενικῶνκρεῶν κεχαρμένος βορᾷ.
1.15
369ΧορόςΝηλής, ὦ τλᾶμον, ὅστις δωμάτωνἐφεστίους ξενικοὺς ἱκτῆρας ἐκθύει δόμων, ἑφθά τε δαινύμενος, μυσαροῖσί τ’ ὀδοῦσινκόπτων βρύκωνἀνθρώπων θέρμ’ ἀπ’ ἀνθράκων κρέα,⋯ ΧορόςΜή μοι μὴ προσδίδου· μόνος μόνῳ γέμιζε πορθμίδος σκάφος. χαιρέτω μὲν αὖλις ἅδε, χαιρέτω δὲ θυμάτωνἀποβώμιος ἃν ἔχει θυσίανΚύκλωψ Αἰτναῖος ξενικῶνκρεῶν κεχαρμένος βορᾷ.
1.16
375Ὀδυσσεύςὦ Ζεῦ, τί λέξω, δείν’ ἰδὼν ἄντρων ἔσωκοὐ πιστά, μύθοις εἰκότ’, οὐδ’ ἔργοις βροτῶν; Χορόςτί δ’ ἔστ’, Ὀδυσσεῦ; μῶν τεθοίναται σέθενφίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ; Ὀδυσσεύςδισσούς γ’ ἀθρήσας κἀπιβαστάσας χεροῖν, οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος. Χορόςπῶς, ὦ ταλαίπωρ’, ἦτε πάσχοντες τάδε; Ὀδυσσεύςἐπεὶ πετραίαν τήνδ’ ἐσήλθομεν χθόνα, ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸςκορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι, τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος. ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί. κρατῆρα δ’ ἐξέπλησεν ὡς δεκάμφορον, μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα. σκύφος τε κισσοῦ παρέθετ’ εἰς εὖρος τριῶνπήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο. καὶ χάλκεον λέβητ’ ἐπέζεσεν πυρί, ὀβελούς τ’, ἄκρους μὲν ἐγκεκαυμένους πυρί, ξεστοὺς δὲ δρεπάνῳ τἄλλα, παλιούρου κλάδων, Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις. ὡς δ’ ἦν ἕτοιμα πάντα τῷ θεοστυγεῖἍιδου μαγείρῳ, φῶτε συμμάρψας δύοἔσφαζ’ ἑταίρων τῶν ἐμῶν, ῥυθμῷ θ’ ἐνὶτὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον, τὸν δ’ αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός, παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου, ἐγκέφαλον ἐξέρρανε, καὶ καθαρπάσαςλάβρῳ μαχαίρᾳ σάρκας ἐξώπτα πυρίτὰ δ’ ἐς λέβητ’ ἐφῆκεν ἕψεσθαι μέληἐγὼ δ’ ὁ τλήμων δάκρυ’ ἀπ’ ὀφθαλμῶν χέωνἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν· ἅλλοι δ’ ὅπως ὄρνιθες ἐν μυχοῖς πέτραςπτήξαντες εἶχον, αἷμα δ’ οὐκ ἐνῆν χροΐ.
1.17
409ἐπεὶ δ’ ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶςἀνέπεσε, φάρυγος αἰθέρ’ ἐξιεὶς βαρύν, ἐσῆλθέ μοί τι θεῖον· ἐμπλήσας σκύφοςΜάρωνος αὐτῷ τοῦδε προσφέρω πιεῖν, λέγων τάδ’· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ, σκέψαι τόδ’ οἷον Ἑλλὰς ἀμπέλων ἄποθεῖον κομίζει πῶμα, Διονύσου γάνος. ὃ δ’ ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶςἐδέξατ’ ἔσπασέν τ’ ἄμυστιν ἑλκύσαςκἀπῄνεσ’ ἄρας χεῖρα· Φίλτατε ξένων, καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῇ δίδως. ἡσθέντα δ’ αὐτὸν ὡς ἐπῃσθόμην ἐγώ, ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτιτρώσει νιν οἷνος καὶ δίκην δώσει τάχα. καὶ δὴ πρὸς ᾠδὰς εἷρπ’. ἐγὼ δ’ ἐπεγχέωνἄλλην ἐπ’ ἄλλῃ σπλάγχν’ ἐθέρμαινον ποτῷ. ᾄδεῖ δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖςἄμουσ’, ἐπηχεῖ δ’ ἄντρον. ἐξελθὼν δ’ ἐγὼσιγῇ. σὲ σῶσαι κἄμ’, ἐὰν βούλῃ, θέλω. ἀλλ’ εἴπατ’ εἴτε χρῄζετ’ εἴτ’ οὐ χρῄζετεφεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίουναίειν μέλαθρα Δαναΐδων νυμφῶν μέτα. ὁ μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ’ ᾔνεσεν. ἀλλ’ ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ, ὥσπερ πρὸς ἰξῷ τῇ κύλικι λελημμένοςπτέρυγας ἀλύει· σὺ δέ— νεανίας γὰρ εἶ— σώθητι μετ’ ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλονΔιόνυσον ἀνάλαβ’, οὐ Κύκλωπι προσφερῆ. Χορόςὦ φίλτατ’, εἰ γὰρ τήνδ’ ἴδοιμεν ἡμέραν, Κύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα. ὡς διὰ μακροῦ γε τὸν σίφωνα τὸν φίλονχηρεύομεν.— τὸν δ’ οὐκ ἔχομεν κατ’ αὗ φαγεῖν.
1.18
441Ὀδυσσεύςἄκουε δή νυν ἣν ἔχω τιμωρίανθηρὸς πανούργου σῆς τε δουλείας φυγήν. Χορόςλέγ’, ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφονκιθάρας κλύοιμεν ἢ Κύκλωπ’ ὀλωλότα. Ὀδυσσεύςἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλειΚύκλωπας ἡσθεὶς τῷδε Βακχίου ποτῷ. Χορόςξυνῆκ’· ἔρημον ξυλλαβὼν δρυμοῖσί νινσφάξαι μενοινᾷς, ἢ πετρῶν ὦσαι κάτω. Ὀδυσσεύςοὐδὲν τοιοῦτον· δόλιος ἡ’ πιθυμία. Χορόςπῶς δαί; σοφόν τοί σ’ ὄντ’ ἀκούομεν πάλαι. Ὀδυσσεύςκώμου μὲν αὐτὸν τοῦδ’ ἀπαλλάξαι, λέγωνὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε, μόνον δ’ ἔχοντα βίοτον ἡδέως ἄγειν. ὅταν δ’ ὑπνώσσῃ Βακχίου νικώμενοςἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις, ὃν φασγάνῳ’ γὼ τῷδ’ ἀποξύνας ἄκρον, ἐς πῦρ καθήσω· κᾆθ’, ὅταν κεκαυμένονἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶΚύκλωπος ὄψιν, ὄμμα τ’ ἐκτήξω πυρί. ναυπηγίαν δ’ ὡσεί τις ἁρμόζων ἀνὴρδιπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ, οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρῳΚύκλωπος ὄψει καὶ συναυανῶ κόρας. Χορόςἰοὺ ἰού, γέγηθα, μαινόμεσθα τοῖς εὑρήμασιν. Ὀδυσσεύςκἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τενεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφοςδιπλαῖσι κώπαις τῆσδ’ ἀποστελῶ χθονός. Χορόςἔστ’ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦκἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματαδαλοῦ; φόνου γὰρ τοῦδε κοινωνεῖν θέλω. Ὀδυσσεύςδεῖ γοῦν· μέγας γὰρ δαλός· οὗ ξυλληπτέον. Χορόςὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος, εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένουὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν. Ὀδυσσεύςσιγᾶτε νῦν· δόλον γὰρ ἐξεπίστασαι· χὥταν κελεύω, τοῖσιν ἀρχιτέκτοσιπείθεσθ’. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλουςτοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι. καίτοι φύγοιμ’ ἄν, κἀκβέβηκ’ ἄντρου μυχῶν· ἀλλ’ οὐ δίκαιον ἀπολιπόντ’ ἐμοὺς φίλους, ξὺν οἷσπερ ἦλθον δεῦρο, σωθῆναι μόνον.
1.19
483Χορόςἄγε, τίς πρῶτος, τίς δ’ ἐπὶ πρώτῳταχθεὶς δαλοῦ κώπην ὀχμάσαςΚύκλωπος ἔσω βλεφάρων ὤσαςλαμπρὰν ὄψιν διακναίσει;( ᾠδὴ ἔνδοθεν) σίγα σίγα. καὶ δὴ μεθύωνἄχαριν κέλαδον μουσιζόμενοςσκαιὸς ἀπῳδὸς καὶ κλαυσόμενοςχωρεῖ πετρίνων ἔξω μελάθρωνφέρε νιν κώμοις παιδεύσωμεντὸν ἀπαίδευτον· πάντως μέλλει τυφλὸς εἶναι.
1.20
495Ημιχ. Χορόςμάκαρ ὅστις εὐιάζειβοτρύων φίλαισι πηγαῖςἐπὶ κῶμον ἐκπετασθείς, φίλον ἄνδρ’ ὑπαγκαλίζωνἐπὶ δεμνίοις τε ξανθὸνχλιδανῆς ἔχων ἑταίραςμυρόχριστος λιπαρὸν βό- στρυχον, αὐδᾷ δέ· Θύραν τίς οἴξει μοι;
1.21
503Κύκλωψπαπαπᾶ· πλέως μὲν οἴνου, γάνυμαι δὲ δαιτὸς ἥβῃ, σκάφος ὁλκὰς ὣς γεμισθεὶςποτὶ σέλμα γαστρὸς ἄκρας. ὑπάγει μ’ ὁ χόρτος εὔφρωνἐπὶ κῶμον ἦρος ὥραιςἐπὶ Κύκλωπας ἀδελφούς. φέρε μοι, ξεῖνε, φέρ’, ἀσκὸν ἔνδος μοι.
1.22
511Χορόςκαλὸν ὄμμασιν δεδορκὼςΚαλὸς ἐκπερᾷ μελάθρων.— παπαπᾶ· φιλεῖ τις ἡμᾶς.–- λύχνα δ’ ἀμμένον δαΐα σὸνχρόα χὡς τέρεινα νύμφαδροσερῶν ἔσωθεν ἄντρων. στεφάνων δ’ οὐ μία χροιὰπερὶ σὸν κρᾶτα τάχ’ ἐξομιλήσει.
1.23
519ὈδυσσεύςΚύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίουτούτου τρίβων εἴμ’, ὃν πιεῖν ἔδωκά σοι. Κύκλωψὁ Βάκχιος δὲ τίς θεὸς νομίζεται; Ὀδυσσεύςμέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου. Κύκλωψἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ. Ὀδυσσεύςτοιόσδ’ ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν. Κύκλωψθεὸς δ’ ἐν ἀσκῷ πῶς γέγηθ’ οἴκους ἔχων; Ὀδυσσεύςὅπου τιθῇ τις, ἐνθάδ’ ἐστὶν εὐπετής. Κύκλωψοὐ τοὺς θεοὺς χρὴ σῶμ’ ἔχειν ἐν δέρμασιν. Ὀδυσσεύςτί δ’, εἴ σε τέρπει γ’; ἢ τὸ δέρμα σοι πικρόν; Κύκλωψμισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε. Ὀδυσσεύςμένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ. Κύκλωψοὐ χρή μ’ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ; Ὀδυσσεύςἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ. Κύκλωψδιδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος. Ὀδυσσεύςπυγμὰς ὁ κῶμος λοίδορόν τ’ ἔριν φιλεῖ. Κύκλωψμεθύω μέν, ἔμπας δ’ οὔτις ἂν ψαύσειέ μου. Ὀδυσσεύςὦ τᾶν, πεπωκότ’ ἐν δόμοισι χρὴ μένειν. Κύκλωψἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ. Ὀδυσσεύςὃς δ’ ἂν μεθυσθείς γ’ ἐν δόμοις μείνῃ, σοφός. Κύκλωψτί δρῶμεν, ὦ Σιληνέ; σοὶ μένειν δοκεῖ; Σιληνόςδοκεῖ. τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ; Κύκλωψκαὶ μὴν λαχνῶδές τ’ οὖδας ἀνθηρᾶς χλόης.... Σιληνόςκαὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν. κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός. Κύκλωψἰδού. τί δῆτα τὸν κρατῆρ’ ὄπισθέ μου τίθης; Σιληνόςὡς μὴ παριών τις καταβάλῃ. Κύκλωψπίνειν μὲν οὖνκλέπτων σὺ βούλῃ· κάτθες αὐτὸν ἐς μέσον. σὺ δ’, ὦ ξέν’, εἰπὲ τοὔνομ’ ὅ τι σε χρὴ καλεῖν. ὈδυσσεύςΟὖτιν· χάριν δὲ τίνα λαβών σ’ ἐπαινέσω; Κύκλωψπάντων σ’ ἑταίρων ὕστερον θοινάσομαι. Σιληνόςκαλόν γε τὸ γέρας τῷ ξένῳ δίδως, Κύκλωψ. Κύκλωψοὗτος, τί δρᾷς; τὸν οἶνον ἐκπίνεις λάθρᾳ; Σιληνόςοὔκ, ἀλλ’ ἔμ’ οὗτος ἔκυσεν, ὅτι καλὸν βλέπω. Κύκλωψκλαύσῃ, φιλῶν τὸν οἶνον οὐ φιλοῦντά σε. Σιληνόςναὶ μὰ Δί’, ἐπεί μού φησ’ ἐρᾶν ὄντος καλοῦ. Κύκλωψἔγχει, πλέων δὲ τὸν σκύφον. δίδου μόνον. Σιληνόςπῶς οὖν κέκραται; φέρε διασκεψώμεθα. Κύκλωψἀπολεῖς· δὸς οὕτως. Σιληνόςναὶ μὰ Δί’ οὐ πρὶν ἄν γέ σεστέφανον ἴδω λαβόντα γεύσωμαί τ’ ἔτι... Κύκλωψὦ οἰνοχόος ἄδικος. Σιληνόςοὐ μὰ Δί’, ἀλλ’ ὦ οἶνος γλυκύς. ἀπομυκτέον δέ σοί ἐστιν ὡς λήψῃ πιεῖν. Κύκλωψἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου. Σιληνόςθές νυν τὸν ἀγκῶν’ εὐρύθμως, κᾆτ’ ἔκπιε, ὥσπερ μ’ ὁρᾷς πίνοντα— χὥσπερ οὐκ ἐμέ. Κύκλωψἆ ἆ, τί δράσεις; Σιληνόςἡδέως ἠμύστισα.
1.24
566Κύκλωψλάβ’, ὦ ξέν’, αὐτὸς οἰνοχόος τέ μοι γενοῦ. Ὀδυσσεύςγιγνώσκεται γοῦν ἡ ἄμπελος τἠμῇ χερί. Κύκλωψφέρ’ ἔγχεόν νυν. Ὀδυσσεύςἐγχέω, σίγα μόνον. Κύκλωψχαλεπὸν τόδ’ εἶπας, ὅστις ἂν πίνῃ πολύν. Ὀδυσσεύςἰδοὺ λαβὼν ἔκπιθι καὶ μηδὲν λίπῃς. συνεκθανεῖν δὲ σπῶντα χρὴ τῷ πώματι. Κύκλωψπαπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου. Ὀδυσσεύςκἂν μὲν σπάσῃς γε δαιτὶ πρὸς πολλῇ πολύν, τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ, ἢν δ’ ἐλλίπῃς τι, ξηρανεῖ σ’ ὁ Βάκχιος. Κύκλωψἰοὺ ἰού, ὡς ἐξένευσα μόγις· ἄκρατος ἡ χάρις. ὁ δ’ οὐρανός μοι συμμεμιγμένος δοκεῖτῇ γῇ φέρεσθαι, τοῦ Διός τε τὸν θρόνονλεύσσω, τὸ πᾶν τε δαιμόνων ἁγνὸν σέβας.— οὐκ ἂν φιλήσαιμ’·— αἱ Χάριτες πειρῶσί με.— ἅλις Γανυμήδην τόνδ’ ἔχων ἀναπαύσομαι. κάλλιστα, νὴ τὰς Χάριτας.— ἥδομαι δέ πωςτοῖς παιδικοῖσι μᾶλλον ἢ τοῖς θήλεσιν. Σιληνόςἐγὼ γὰρ ὁ Διός εἰμι Γανυμήδης, Κύκλωψ; Κύκλωψναὶ μὰ Δί’, ὃν ἁρπάζω γ’ ἐγὼ’ κ τοῦ Δαρδάνου. Σιληνόςἀπόλωλα, παῖδες· σχέτλια πείσομαι κακά. Κύκλωψμέμφῃ τὸν ἐραστὴν κἀντρυφᾷς πεπωκότι; Σιληνόςοἴμοι· πικρότατον οἶνον ὄψομαι τάχα. Ὀδυσσεύςἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα, ἔνδον μὲν ἁνήρ· τῷ δ’ ὕπνῳ παρειμένοςτάχ’ ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα. δαλὸς δ’ ἔσωθεν αὐλίων ὠθεῖ καπνὸνπαρευτρέπισται· κοὐδὲν ἄλλο πλὴν πυροῦνΚύκλωπος ὄψιν· ἀλλ’ ὅπως ἀνὴρ ἔσῃ. Χορόςπέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν. χώρει δ’ ἐς οἴκους, πρίν τι τὸν πατέρα παθεῖνἀπάλαμνον· ὥς σοι τἀνθάδ’ ἐστὶν εὐτρεπῆ. ὈδυσσεύςἭφαιστ’, ἄναξ Αἰτναῖε, γείτονος κακοῦλαμπρὸν πυρώσας ὄμμ’ ἀπαλλάχθηθ’ ἅπαξ, σύ τ’, ὦ μελαίνης Νυκτὸς ἐκπαίδευμ’, Ὕπνε, ἄκρατος ἐλθὲ θηρὶ τῷ θεοστυγεῖ, καὶ μὴ’ πὶ καλλίστοισι Τρωικοῖς πόνοιςαὐτόν τε ναύτας τ’ ἀπολέσητ’ Ὀδυσσέαὑπ’ ἀνδρός, ᾧ θεῶν οὐδὲν ἢ βροτῶν μέλει. ἢ τὴν τύχην μὲν δαίμον’ ἡγεῖσθαι χρεών, τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα.
1.25
608Χορόςλήψεται τὸν τράχηλονἐντόνως ὁ καρκίνοςτοῦ ξενοδαιτυμόνος· πυρὶ γὰρ τάχαφωσφόρους ὀλεῖ κόρας. ἤδηδαλὸς ἠνθρακωμένοςκρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετονἔρνος· ἀλλ’ ἴτω Μάρων· πρασσέτω· μαινομένου’ ξελέτω βλέφαρον Κύ- κλωπος, ὡς πίῃ κακῶς. κἀγὼτὸν φιλοκισσοφόρον Βρόμιον πο- θεινὸν εἰσιδεῖν θέλω, Κύκλω- πος λιπὼν ἐρημίαν· ἆρ’ ἐς τοσόνδ’ ἀφίξομαι;
1.26
624Ὀδυσσεύςσιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε, συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ, οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα, ὡς μὴ’ ξεγερθῇ τὸ κακόν, ἔστ’ ἂν ὄμματοςὄψις Κύκλωπος ἐξαμιλληθῇ πυρί. Χορόςσιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις. Ὀδυσσεύςἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖνἔσω μολόντες· διάπυρος δ’ ἐστὶν καλῶς. Χορόςοὐκοῦν σὺ τάξεις οὕστινας πρώτους χρεὼνκαυτὸν μοχλὸν λαβόντας ἐκκάειν τὸ φῶςΚύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα; Χορός αἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶνἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ. Χορός βἡμεῖς δὲ χωλοί γ’ ἀρτίως γεγενήμεθα. Χορός γταὐτὸν πεπόνθατ’ ἆρ’ ἐμοί· τοὺς γὰρ πόδαςἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ’ ἐξ ὅτου. Ὀδυσσεύςἑστῶτες ἐσπάσθητε; Χορός δκαὶ τά γ’ ὄμματαμέστ’ ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν. Ὀδυσσεύςἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι. Χορόςὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ’ οἰκτίρομενκαὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαιτυπτόμενος, αὕτη γίγνεται πονηρία; ἀλλ’ οἶδ’ ἐπῳδὴν Ὀρφέως ἀγαθὴν πάνυ, ὡς αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίονστείχονθ’ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς. Ὀδυσσεύςπάλαι μὲν ᾔδη σ’ ὄντα τοιοῦτον φύσει, νῦν δ’ οἶδ’ ἄμεινον. τοῖσι δ’ οἰκείοις φίλοιςχρῆσθαί μ’ ἀνάγκη. χειρὶ δ’ εἰ μηδὲν σθένεις, ἀλλ’ οὖν ἐπεγκέλευέ γ’, ὡς εὐψυχίανφίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα. Χορόςδράσω τάδ’. ἐν τῷ Καρὶ κινδυνεύσομεν. κελευσμάτων δ’ ἕκατι τυφέσθω Κύκλωψ.
1.27
656Χορόςἰὼ ἰώ· γενναιότατ’ ὠ- θεῖτε σπεύδετ’. ἐκκαίετε τὰν ὀφρὺνθηρὸς τοῦ ξενοδαίτατυφέτω, καιέτωτὸν Αἴτνας μηλονόμον. τόρνευ’, ἕλκε, μή σ’ ἐξοδυνηθεὶςδράσῃ τι μάταιον.
1.28
663Κύκλωψὤμοι, κατηνθρακώμεθ’ ὀφθαλμοῦ σέλας. Χορόςκαλός γ’ ὁ παιάν· μέλπε μοι τόνδ’, ὦ Κύκλωψ. Κύκλωψὤμοι μάλ’, ὡς ὑβρίσμεθ’, ὡς ὀλώλαμεν. ἀλλ’ οὔτι μὴ φύγητε τῆσδ’ ἔξω πέτραςχαίροντες, οὐδὲν ὄντες· ἐν πύλαισι γὰρσταθεὶς φάραγγος τάσδ’ ἐναρμόσω χέρας. Χορόςτί χρῆμ’ ἀυτεῖς, ὦ Κύκλωψ; Κύκλωψἀπωλόμην. Χορόςαἰσχρός γε φαίνῃ. Κύκλωψκἀπὶ τοῖσδέ γ’ ἄθλιος. Χορόςμεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας; ΚύκλωψΟὖτίς μ’ ἀπώλεσ’. Χορόςοὐκ ἄρ’ οὐδεὶς ἠδίκει. ΚύκλωψΟὖτίς με τυφλοῖ βλέφαρον. Χορόςοὐκ ἄρ’ εἶ τυφλός. Κύκλωψὡς δὴ σύ— Χορόςκαὶ πῶς σ’ οὔτις ἂν θείη τυφλόν; Κύκλωψσκώπτεις. ὁ δ’ Οὖτις ποῦ’ στιν; Χορόςοὐδαμοῦ, Κύκλωψ. Κύκλωψὁ ξένος, ἵν’ ὀρθῶς ἐκμάθῃς, μ’ ἀπώλεσεν, ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν. Χορόςδεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς. Κύκλωψπρὸς θεῶν, πεφεύγασ’ ἢ μένουσ’ ἔσω δόμων; Χορόςοὗτοι σιωπῇ τὴν πέτραν ἐπήλυγαλαβόντες ἑστήκασι. Κύκλωψποτέρας τῆς χερός; Χορόςἐν δεξιᾷ σου. Κύκλωψποῦ; Χορόςπρὸς αὐτῇ τῇ πέτρᾳ. ἔχεις; Κύκλωψκακόν γε πρὸς κακῷ· τὸ κρανίονπαίσας κατέαγα. Χορόςκαί σε διαφεύγουσί γε. Κύκλωψοὐ τῇδ’· ἐπεὶ τῇδ’ εἶπας; Χορόςοὔ· ταύτῃ λέγω. Κύκλωψπῇ γάρ; Χορόςπεριάγου, κεῖσε, πρὸς τἀριστερά. Κύκλωψοἴμοι γελῶμαι· κερτομεῖτέ μ’ ἐν κακοῖς. Χορόςἀλλ’ οὐκέτ’, ἀλλὰ πρόσθεν οὗτός ἐστί σου. Κύκλωψὦ παγκάκιστε, ποῦ ποτ’ εἶ; Ὀδυσσεύςτηλοῦ σέθενφυλακαῖσι φρουρῶ σῶμ’ Ὀδυσσέως τόδε. Κύκλωψπῶς εἶπας; ὄνομα μεταβαλὼν καινὸν λέγεις. Ὀδυσσεύςὅπερ γ’ ὁ φύσας ὠνόμαζ’ Ὀδυσσέα. δώσειν δ’ ἔμελλες ἀνοσίου δαιτὸς δίκας· κακῶς γὰρ ἂν Τροίαν γε διεπυρωσάμηνεἰ μή σ’ ἑταίρων φόνον ἐτιμωρησάμην. Κύκλωψαἰαῖ· παλαιὸς χρησμὸς ἐκπεραίνεται. τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ’ ἔφηΤροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοιδίκας ὑφέξειν ἀντὶ τῶνδ’ ἐθέσπισεν, πολὺν θαλάσσῃ χρόνον ἐναιωρούμενον. Ὀδυσσεύςκλαίειν σ’ ἄνωγα· καὶ δέδραχ’ ὅπερ λέγεις. ἐγὼ δ’ ἐπ’ ἀκτὰς εἶμι καὶ νεὼς σκάφοςἥσω’ πὶ πόντον Σικελὸν ἔς τ’ ἐμὴν πάτραν. Κύκλωψοὐ δῆτ’, ἐπεί σε τῆσδ’ ἀπορρήξας πέτραςαὐτοῖσι συνναύταισι συντρίψω βαλών. ἄνω δ’ ἐπ’ ὄχθον εἶμι, καίπερ ὢν τυφλός, δι’ ἀμφιτρῆτος τῆσδε προσβαίνων ποδί. Χορόςἡμεῖς δὲ συνναῦταί γε τοῦδ’ Ὀδυσσέωςὄντες τὸ λοιπὸν Βακχίῳ δουλεύσομεν.