Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Elektra
EuripidesElektra 1 · textus-receptusMore by Euripides
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides"> —
⋯
More
Original / primary: Textus receptus
1.1
1Αὐτουργόςὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί, ὅθεν ποτʼ ἄρας ναυσὶ χιλίαις Ἄρηἐς γῆν ἔπλευσε Τρῳάδʼ Ἀγαμέμνων ἄναξ. κτείνας δὲ τὸν κρατοῦντʼ ἐν Ἰλιάδι χθονὶΠρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν, ἀφίκετʼ ἐς τόδʼ Ἄργος, ὑψηλῶν δʼ ἐπὶναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων. κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασιθνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳκαὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί. χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼνὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός, ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων. οὓς δʼ ἐν δόμοισιν ἔλιφʼ ὅτʼ ἐς Τροίαν ἔπλει, ἄρσενά τʼ Ὀρέστην θῆλύ τʼ Ἠλέκτρας θάλος, τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺςμέλλοντʼ Ὀρέστην χερὸς ὑπʼ Αἰγίσθου θανεῖνΣτροφίῳ τʼ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν· ἣ δʼ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός, ταύτην ἐπειδὴ θαλερὸς εἶχʼ ἥβης χρόνος, μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός. δείσας δὲ μή τῳ παῖδʼ ἀριστέων τέκοιἈγαμέμνονος ποινάτορʼ, εἶχεν ἐν δόμοιςΑἴγισθος οὐδʼ ἥρμοζε νυμφίῳ τινί. ἐπεὶ δὲ καὶ τοῦτʼ ἦν φόβου πολλοῦ πλέων, μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι, κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμωςμήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός. ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχʼ ὀλωλότα, παίδων δʼ ἔδεισε μὴ φθονηθείη φόνῳ. ἐκ τῶνδε δὴ τοιόνδʼ ἐμηχανήσατοΑἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰςἈγαμέμνονος παῖς, χρυσὸν εἶφʼ ὃς ἂν κτάνῃ, ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχεινδάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπογεγῶσιν— οὐ δὴ τοῦτό γʼ ἐξελέγχομαι· λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴπένητες, ἔνθεν ηὑγένειʼ ἀπόλλυται— ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον. εἰ γάρ νιν ἔσχεν ἀξίωμʼ ἔχων ἀνήρ, εὕδοντʼ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονοςφόνον δίκη τʼ ἂν ἦλθεν Αἰγίσθῳ τότε. ἣν οὔποθʼ ἁνὴρ ὅδε— σύνοιδέ μοι Κύπρις— ᾔσχυνεν εὐνῇ· παρθένος δʼ ἔτʼ ἐστὶ δή. αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκναλαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς. στένω δὲ τὸν λόγοισι κηδεύοντʼ ἐμοὶἄθλιον Ὀρέστην, εἴ ποτʼ εἰς Ἄργος μολὼνγάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται.
1.2
50ὅστις δέ μʼ εἶναί φησι μῶρον, εἰ λαβὼννέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω, γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενοςτὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν. Ἠλέκτραὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ, ἐν ᾗ τόδʼ ἄγγος τῷδʼ ἐφεδρεῦον κάρᾳφέρουσα πηγὰς ποταμίας μετέρχομαι— οὐ δή τι χρείας ἐς τοσόνδʼ ἀφιγμένη, ἀλλʼ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς— γόους τʼ ἀφίημʼ αἰθέρʼ ἐς μέγαν πατρί. ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή, ἐξέβαλέ μʼ οἴκων, χάριτα τιθεμένη πόσει· τεκοῦσα δʼ ἄλλους παῖδας Αἰγίσθῳ πάραπάρεργʼ Ὀρέστην κἀμὲ ποιεῖται δόμων— Αὐτουργόςτί γὰρ τάδʼ, ὦ δύστηνʼ, ἐμὴν μοχθεῖς χάρινπόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη, καὶ ταῦτʼ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι; Ἠλέκτραἐγώ σʼ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον· ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς. μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆςἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω. δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένωμόχθου ʼπικουφίζουσαν, ὡς ῥᾷον φέρῃς, συνεκκομίζειν σοι πόνους. ἅλις δʼ ἔχειςτἄξωθεν ἔργα· τἀν δόμοις δʼ ἡμᾶς χρεὼνἐξευτρεπίζειν. εἰσιόντι δʼ ἐργάτῃθύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς. Αὐτουργόςεἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσωπηγαὶ μελάθρων τῶνδʼ. ἐγὼ δʼ ἅμʼ ἡμέρᾳβοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας. ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμαβίον δύναιτʼ ἂν ξυλλέγειν ἄνευ πόνου.
1.3
82ὈρέστηςΠυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼπιστὸν νομίζω καὶ φίλον ξένον τʼ ἐμοί· μόνος δʼ Ὀρέστην τόνδʼ ἐθαύμαζες φίλων, πράσσονθʼ ἃ πράσσω δείνʼ ὑπʼ Αἰγίσθου παθών, ὅς μου κατέκτα πατέρα— χἡ πανώλεθροςμήτηρ. ἀφῖγμαι δʼ ἐκ θεοῦ μυστηρίωνἈργεῖον οὖδας οὐδενὸς ξυνειδότος, φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ. νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸςδάκρυά τʼ ἔδωκα καὶ κόμης ἀπηρξάμηνπυρᾷ τʼ ἐπέσφαξʼ αἷμα μηλείου φόνου, λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς. καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα, δυοῖν δʼ ἅμιλλαν ξυντιθεὶς ἀφικόμηνπρὸς τέρμονας γῆς τῆσδʼ, ἵνʼ ἐκβάλω ποδὶἄλλην ἐπʼ αἶαν, εἴ μέ τις γνοίη σκοπῶν, ζητῶν τʼ ἀδελφήν· φασὶ γάρ νιν ἐν γάμοιςζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν· ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτινλαβὼν τά γʼ εἴσω τειχέων σαφῶς μάθω. νῦν οὖν— ἕως γὰρ λευκὸν ὄμμʼ ἀναίρεται— ἔξω τρίβου τοῦδʼ ἴχνος ἀλλαξώμεθα. ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴφανήσεται νῷν, ἥντινʼ ἱστορήσομενεἰ τούσδε ναίει σύγγονος τόπους ἐμή. ἀλλʼ— εἰσορῶ γὰρ τήνδε προσπόλον τινά, πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳφέρουσαν— ἑζώμεσθα κἀκπυθώμεθαδούλης γυναικός, ἤν τι δεξώμεσθʼ ἔποςἐφʼ οἷσι, Πυλάδη, τήνδʼ ἀφίγμεθα χθόνα.
1.4
112Ἠλέκτρασύντεινʼ— ὥρα— ποδὸς ὁρμάν· ὤ, ἔμβα, ἔμβα κατακλαίουσα· ἰώ μοί μοι. ἐγενόμαν Ἀγαμέμνονοςκαί μʼ ἔτεκεν Κλυταιμήστραστυγνὰ Τυνδάρεω κόρα, κικλήσκουσι δέ μʼ ἀθλίανἨλέκτραν πολιῆται. φεῦ φεῦ σχετλίων πόνωνκαὶ στυγερᾶς ζόας. ὦ πάτερ, σὺ δʼ ἐν Ἀΐδακεῖσαι, σᾶς ἀλόχου σφαγαῖςΑἰγίσθου τʼ, Ἀγάμεμνον.
1.5
125Ἠλέκτραἴθι τὸν αὐτὸν ἔγειρε γόον, ἄναγε πολύδακρυν ἁδονάν.
1.6
127Ἠλέκτρασύντεινʼ— ὥρα— ποδὸς ὁρμάν· ὤ, ἔμβα, ἔμβα, κατακλαίουσα· ἰώ μοί μοι. τίνα πόλιν, τίνα δʼ οἶκον, ὦτλᾶμον σύγγονʼ, ἀλατεύειςοἰκτρὰν ἐν θαλάμοις λιπὼνπατρῴοις ἐπὶ συμφοραῖςἀλγίσταισιν ἀδελφάν; ἔλθοις τῶνδε πόνων ἐμοὶτᾷ μελέᾳ λυτήρ, ὦ Ζεῦ Ζεῦ, πατρί θʼ αἱμάτωνἐχθίστων ἐπίκουρος, Ἄρ- γει κέλσας πόδʼ ἀλάταν.
1.7
140Ἠλέκτραθὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ- λοῦσʼ, ἵνα πατρὶ γόους νυχίουςἐπορθροβοάσω, ἰαχάν, Ἀΐδα μέλος, Ἀΐδα, πάτερ, σοικατὰ γᾶς ἐνέπω γόουςοἷς ἀεὶ τὸ κατʼ ἦμαρδιέπομαι, κατὰ μὲν φίλανὄνυχι τεμνομένα δέρανχέρα τε κρᾶτʼ ἐπὶ κούριμοντιθεμένα θανάτῳ σῷ.
1.8
150Ἠλέκτρααἶ αἶ, δρύπτε κάρα· οἷα δέ τις κύκνος ἀχέταςποταμίοις παρὰ χεύμασινπατέρα φίλτατον καλεῖ, ὀλόμενον δολίοις βρόχωνἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον, πάτερ, ἐγὼ κατακλαίομαι,
1.9
157Ἠλέκτραλουτρὰ πανύσταθʼ ὑδρανάμενον χροῒκοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου. ἰώ μοι, ἰώ μοιπικρᾶς μὲν πελέκεως τομᾶςσᾶς, πάτερ, πικρᾶς δʼ ἐκΤροΐας ὁδίου βουλᾶς· οὐ μίτραισι γυνή σεδέξατʼ οὐδʼ ἐπὶ στεφάνοις, ξίφεσι δʼ ἀμφιτόμοις λυγρὰνΑἰγίσθου λώβαν θεμέναδόλιον ἔσχεν ἀκοίταν.
1.10
167ΧορόςἈγαμέμνονος ὦ κόρα, ἤλυθον, Ἠλέκτρα, ποτὶσὰν ἀγρότειραν αὐλάν. ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρΜυκηναῖος ὀρειβάτας· ἀγγέλλει δʼ ὅτι νῦν τριταί- αν καρύσσουσιν θυσίανἈργεῖοι, πᾶσαι δὲ παρʼ Ἥ- ραν μέλλουσιν παρθενικαὶ στείχειν. Ἠλέκτραοὐκ ἐπʼ ἀγλαΐαις, φίλαι, θυμὸν οὐδʼ ἐπὶ χρυσέοιςὅρμοις ἐκπεπόταμαιτάλαινʼ, οὐδʼ ἱστᾶσα χοροὺςἈργείαις ἅμα νύμφαιςεἱλικτὸν κρούσω πόδʼ ἐμόν. δάκρυσι νυχεύ- ω, δακρύων δέ μοι μέλειδειλαίᾳ τὸ κατʼ ἦμαρ. σκέψαι μου πιναρὰν κόμανκαὶ τρύχη τάδʼ ἐμῶν πέπλων, εἰ πρέποντʼ Ἀγαμέμνονοςκούρᾳ ʼσται βασιλείᾳτᾷ Τροίᾳ θʼ, ἃ ʼμοῦ πατέροςμέμναταί ποθʼ ἁλοῦσα.
1.11
190Χορόςμεγάλα θεός· ἀλλʼ ἴθι, καὶ παρʼ ἐμοῦ χρῆσαι πολύ- πηνα φάρεα δῦναι, χρύσεά τε— χαρίσαι— προσθήματʼ ἀγλαΐας. δοκεῖς τοῖσι σοῖς δακρύοιςμὴ τιμῶσα θεούς, κρατή- σειν ἐχθρῶν; οὔτοι στοναχαῖς, ἀλλʼ εὐχαῖσι θεοὺς σεβί- ζουσʼ ἕξεις εὐαμερίαν, ὦ παῖ. Ἠλέκτραοὐδεὶς θεῶν ἐνοπᾶς κλύειτᾶς δυσδαίμονος, οὐ παλαι- ῶν πατρὸς σφαγιασμῶν. οἴμοι τοῦ καταφθιμένουτοῦ τε ζῶντος ἀλάτα, ὅς που γᾶν ἄλλαν κατέχει, μέλεος ἀλαί- νων ποτὶ θῆσσαν ἑστίαν, τοῦ κλεινοῦ πατρὸς ἐκφύς. αὐτὰ δʼ ἐν χερνῆσι δόμοιςναίω ψυχὰν τακομέναδωμάτων πατρίων φυγάς, οὐρείας ἀνʼ ἐρίπνας. μάτηρ δʼ ἐν λέκτροις φονίοιςἄλλῳ σύγγαμος οἰκεῖ.
1.12
213Χορόςπολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχεισῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς. Ἠλέκτραοἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων. ξένοι τινὲς παρʼ οἶκον οἵδʼ ἐφεστίουςεὐνὰς ἔχοντες ἐξανίστανται λόχου· φυγῇ σὺ μὲν κατʼ οἶμον, ἐς δόμους δʼ ἐγὼφῶτας κακούργους ἐξαλύξωμεν ποδί. Ὀρέστηςμένʼ, ὦ τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα. Ἠλέκτραὦ Φοῖβʼ Ἄπολλον· προσπίτνω σε μὴ θανεῖν. Ὀρέστηςἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν. Ἠλέκτραἄπελθε, μὴ ψαῦʼ ὧν σε μὴ ψαύειν χρεών. Ὀρέστηςοὐκ ἔσθʼ ὅτου θίγοιμʼ ἂν ἐνδικώτερον. Ἠλέκτρακαὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς; Ὀρέστηςμείνασʼ ἄκουσον, καὶ τάχʼ οὐκ ἄλλως ἐρεῖς. Ἠλέκτραἕστηκα· πάντως δʼ εἰμὶ σή· κρείσσων γὰρ εἶ. Ὀρέστηςἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους. Ἠλέκτραὦ φίλτατʼ, ἆρα ζῶντος ἢ τεθνηκότος; Ὀρέστηςζῇ· πρῶτα γάρ σοι τἀγάθʼ ἀγγέλλειν θέλω. Ἠλέκτραεὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων. Ὀρέστηςκοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν. Ἠλέκτραποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων; Ὀρέστηςοὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον. Ἠλέκτραοὔ που σπανίζων τοῦ καθʼ ἡμέραν βίου; Ὀρέστηςἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ. Ἠλέκτραλόγον δὲ δὴ τίνʼ ἦλθες ἐκ κείνου φέρων; Ὀρέστηςεἰ ζῇς, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις. Ἠλέκτραοὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας. Ὀρέστηςλύπαις γε συντετηκός, ὥστε με στένειν. Ἠλέκτρακαὶ κρᾶτα πλόκαμόν τʼ ἐσκυθισμένον ξυρῷ. Ὀρέστηςδάκνει σʼ ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ. Ἠλέκτραοἴμοι, τί γάρ μοι τῶνδέ γʼ ἐστὶ φίλτερον; Ὀρέστηςφεῦ φεῦ· τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς; Ἠλέκτραἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος. Ὀρέστηςἐκ τοῦ δὲ ναίεις ἐνθάδʼ ἄστεως ἑκάς; Ἠλέκτραἐγημάμεσθʼ, ὦ ξεῖνε, θανάσιμον γάμον. Ὀρέστηςᾤμωξʼ ἀδελφὸν σόν. Μυκηναίων τίνι; Ἠλέκτραοὐχ ᾧ πατήρ μʼ ἤλπιζεν ἐκδώσειν ποτέ. Ὀρέστηςεἴφʼ, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω. Ἠλέκτραἐν τοῖσδʼ ἐκείνου τηλορὸς ναίω δόμοις. Ὀρέστηςσκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων. Ἠλέκτραπένης ἀνὴρ γενναῖος ἔς τʼ ἔμʼ εὐσεβής. Ὀρέστηςἡ δʼ εὐσέβεια τίς πρόσεστι σῷ πόσει; Ἠλέκτραοὐπώποτʼ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν. Ὀρέστηςἅγνευμʼ ἔχων τι θεῖον ἤ σʼ ἀπαξιῶν; Ἠλέκτραγονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου. Ὀρέστηςκαὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών; Ἠλέκτραοὐ κύριον τὸν δόντα μʼ ἡγεῖται, ξένε. Ὀρέστηςξυνῆκʼ· Ὀρέστῃ μή ποτʼ ἐκτείσῃ δίκην. Ἠλέκτρατοῦτʼ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.
1.13
262Ὀρέστηςφεῦ· γενναῖον ἄνδρʼ ἔλεξας, εὖ τε δραστέον. Ἠλέκτραεἰ δή ποθʼ ἥξει γʼ ἐς δόμους ὁ νῦν ἀπών. Ὀρέστηςμήτηρ δέ σʼ ἡ τεκοῦσα ταῦτʼ ἠνέσχετο; Ἠλέκτραγυναῖκες ἀνδρῶν, ὦ ξένʼ, οὐ παίδων φίλαι. Ὀρέστηςτίνος δέ σʼ οὕνεχʼ ὕβρισʼ Αἴγισθος τάδε; Ἠλέκτρατεκεῖν μʼ ἐβούλετʼ ἀσθενῆ, τοιῷδε δούς. Ὀρέστηςὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας; Ἠλέκτρατοιαῦτʼ ἐβούλευσʼ· ὧν ἐμοὶ δοίη δίκην. Ὀρέστηςοἶδεν δέ σʼ οὖσαν παρθένον μητρὸς πόσις; Ἠλέκτραοὐκ οἶδε· σιγῇ τοῦθʼ ὑφαιρούμεσθά νιν. Ὀρέστηςαἵδʼ οὖν φίλαι σοι τούσδʼ ἀκούουσιν λόγους; Ἠλέκτραὥστε στέγειν γε τἀμὰ καὶ σʼ ἔπη καλῶς. Ὀρέστηςτί δῆτʼ Ὀρέστης πρὸς τόδʼ, Ἄργος ἢν μόλῃ; Ἠλέκτραἤρου τόδʼ; αἰσχρόν γʼ εἶπας· οὐ γὰρ νῦν ἀκμή; Ὀρέστηςἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός; Ἠλέκτρατολμῶν ὑπʼ ἐχθρῶν οἷʼ ἐτολμήθη πατήρ. Ὀρέστηςἦ καὶ μετʼ αὐτοῦ μητέρʼ ἂν τλαίης κτανεῖν; Ἠλέκτραταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο. Ὀρέστηςλέγω τάδʼ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ; Ἠλέκτραθάνοιμι μητρὸς αἷμʼ ἐπισφάξασʼ ἐμῆς. Ὀρέστηςφεῦ· εἴθʼ ἦν Ὀρέστης πλησίον κλύων τάδε. Ἠλέκτραἀλλʼ, ὦ ξένʼ, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν. Ὀρέστηςνέα γάρ, οὐδὲν θαῦμʼ, ἀπεζεύχθης νέου. Ἠλέκτραεἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων. Ὀρέστηςἆρʼ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου; Ἠλέκτραπατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων. Ὀρέστηςὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ; Ἠλέκτραἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων. Ὀρέστηςοἴμοι, τόδʼ οἷον εἶπας·— αἴσθησις γὰρ οὖνκἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς. λέξον δʼ, ἵνʼ εἰδὼς σῷ κασιγνήτῳ φέρωλόγους ἀτερπεῖς, ἀλλʼ ἀναγκαίους κλύειν. ἔνεστι δʼ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ, σοφοῖσι δʼ ἀνδρῶν· καὶ γὰρ οὐδʼ ἀζήμιονγνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν. Χορόςκἀγὼ τὸν αὐτὸν τῷδʼ ἔρον ψυχῆς ἔχω. πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰοὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.
1.14
300Ἠλέκτραλέγοιμʼ ἄν, εἰ χρή— χρὴ δὲ πρὸς φίλον λέγειν— τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός. ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε, ἄγγελλʼ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά, πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι, πίνῳ θʼ ὅσῳ βέβριθʼ, ὑπὸ στέγαισί τεοἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων, αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους, ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι, αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη, ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη. ἀναίνομαι γυναῖκας οὖσα παρθένος, ἀναίνομαι δὲ Κάστορʼ, ᾧ πρὶν ἐς θεοὺςἐλθεῖν ἔμʼ ἐμνήστευον, οὖσαν ἐγγενῆ. μήτηρ δʼ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασινθρόνῳ κάθηται, πρὸς δʼ ἕδραισιν Ἀσίδεςδμωαὶ στατίζουσʼ, ἃς ἔπερσʼ ἐμὸς πατήρ, Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναιπόρπαισιν. αἷμα δʼ ἔτι πατρὸς κατὰ στέγαςμέλαν σέσηπεν, ὃς δʼ ἐκεῖνον ἔκτανεν, ἐς ταὐτὰ βαίνων ἅρματʼ ἐκφοιτᾷ πατρί, καὶ σκῆπτρʼ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτειμιαιφόνοισι χερσὶ γαυροῦται λαβών. Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένοςοὔπω χοάς ποτʼ οὐδὲ κλῶνα μυρσίνηςἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων. μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσιςὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳπέτροις τε λεύει μνῆμα λάινον πατρός, καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν· ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶςπαρὼν ἀμύνει;— ταῦτʼ ἀπὼν ὑβρίζεται. ἀλλʼ, ὦ ξένʼ, ἱκετεύω σʼ, ἀπάγγειλον τάδε. πολλοὶ δʼ ἐπιστέλλουσιν, ἑρμηνεὺς δʼ ἐγώ, αἱ χεῖρες ἡ γλῶσσʼ ἡ ταλαίπωρός τε φρήν, κάρα τʼ ἐμὸν ξυρῆκες, ὅ τʼ ἐκεῖνον τεκών. αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας, ὁ δʼ ἄνδρʼ ἕνʼ εἷς ὢν οὐ δυνήσεται κτανεῖν, νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός. Χορόςκαὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν, λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον.
1.15
341Αὐτουργόςἔα· τίνας τούσδʼ ἐν πύλαις ὁρῶ ξένους; τίνος δʼ ἕκατι τάσδʼ ἐπʼ ἀγραύλους πύλαςπροσῆλθον; ἦ ʼμοῦ δεόμενοι; γυναικί τοιαἰσχρὸν μετʼ ἀνδρῶν ἑστάναι νεανιῶν. Ἠλέκτραὦ φίλτατʼ, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί· τὸν ὄντα δʼ εἴσῃ μῦθον· οἵδε γὰρ ξένοιἥκουσʼ Ὀρέστου πρός με κήρυκες λόγων. ἀλλʼ, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις. Αὐτουργόςτί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος; Ἠλέκτραἔστιν λόγῳ γοῦν, φασὶ δʼ οὐκ ἄπιστʼ ἐμοί. Αὐτουργόςἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν; Ἠλέκτραἐν ἐλπίσιν ταῦτʼ· ἀσθενὴς φεύγων ἀνήρ. Αὐτουργόςἦλθον δʼ Ὀρέστου τίνʼ ἀγορεύοντες λόγον; Ἠλέκτρασκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν. Αὐτουργόςοὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις. Ἠλέκτραἴσασιν, οὐδὲν τῶνδʼ ἔχουσιν ἐνδεές. Αὐτουργόςοὐκοῦν πάλαι χρῆν τοῖσδʼ ἀνεπτύχθαι πύλας; χωρεῖτʼ ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγωνξενίων κυρήσεθʼ, οἷʼ ἐμὸς κεύθει δόμος. αἴρεσθʼ, ὀπαδοί, τῶνδʼ ἔσω τεύχη δόμων. καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοιμολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν, οὔτοι τό γʼ ἦθος δυσγενὲς παρέξομαι.
1.16
364Ὀρέστηςπρὸς θεῶν, ὅδʼ ἁνὴρ ὃς συνεκκλέπτει γάμουςτοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων; Ἠλέκτραοὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας. Ὀρέστηςφεῦ· οὐκ ἔστʼ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν· ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν. ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸςτὸ μηδὲν ὄντα, χρηστά τʼ ἐκ κακῶν τέκνα, λιμόν τʼ ἐν ἀνδρὸς πλουσίου φρονήματι, γνώμην τε μεγάλην ἐν πένητι σώματι. πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ; πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ. ἢ τοῖς ἔχουσι μηδέν; ἀλλʼ ἔχει νόσονπενία, διδάσκει δʼ ἄνδρα τῇ χρείᾳ κακόν. ἀλλʼ εἰς ὅπλʼ ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπωνμάρτυς γένοιτʼ ἂν ὅστις ἐστὶν ἁγαθός; κράτιστον εἰκῇ ταῦτʼ ἐᾶν ἀφειμένα. οὗτος γὰρ ἁνὴρ οὔτʼ ἐν Ἀργείοις μέγαςοὔτʼ αὖ δοκήσει δωμάτων ὠγκωμένος, ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη. οὐ μὴ ἀφρονήσεθʼ, οἳ κενῶν δοξασμάτωνπλήρεις πλανᾶσθε, τῇ δʼ ὁμιλίᾳ βροτοὺςκρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς; οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖκαὶ δώμαθʼ· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶνἀγάλματʼ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυμᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει· ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ. ἀλλʼ— ἄξιος γὰρ ὅ τε παρὼν ὅ τʼ οὐ παρὼνἈγαμέμνονος παῖς, οὗπερ οὕνεχʼ ἥκομεν— δεξώμεθʼ οἴκων καταλύσεις. χωρεῖν χρεών, δμῶες, δόμων τῶνδʼ ἐντός. ὡς ἐμοὶ πένηςεἴη πρόθυμος πλουσίου μᾶλλον ξένος. αἰνῶ μὲν οὖν τοῦδʼ ἀνδρὸς ἐσδοχὰς δόμων, ἐβουλόμην δʼ ἄν, εἰ κασίγνητός με σὸςἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους. ἴσως δʼ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοιχρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.
1.17
401Χορόςνῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷθερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂνμόλις προβαίνουσʼ ἡ τύχη σταίη καλῶς. Ἠλέκτραὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεντί τούσδʼ ἐδέξω μείζονας σαυτοῦ ξένους; Αὐτουργόςτί δʼ; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς, οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσʼ ὁμῶς; Ἠλέκτραἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν, ἔλθʼ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός, ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρουςτέμνοντα γαίας Σπαρτιάτιδός τε γῆςποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος· κέλευε δʼ αὐτὸν τῶνδʼ ἐμοὐσαφιγμένωνἐλθεῖν, ξένων τʼ ἐς δαῖτα πορσῦναί τινα. ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς, ζῶντʼ εἰσακούσας παῖδʼ ὃν ἐκσῴζει ποτέ. οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάραλάβοιμεν ἄν τι· πικρὰ δʼ ἀγγείλαιμεν ἄν, εἰ ζῶντʼ Ὀρέστην ἡ τάλαινʼ αἴσθοιτʼ ἔτι. Αὐτουργόςἀλλʼ, εἰ δοκεῖ σοι, τούσδʼ ἀπαγγελῶ λόγουςγέροντι· χώρει δʼ ἐς δόμους ὅσον τάχοςκαὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴχρῄζουσʼ ἂν εὕροι δαιτὶ προσφορήματα. ἔστιν δὲ δὴ τοσαῦτά γʼ ἐν δόμοις ἔτι, ὥσθʼ ἕν γʼ ἐπʼ ἦμαρ τούσδε πληρῶσαι βορᾶς. ἐν τοῖς τοιούτοις δʼ ἡνίκʼ ἂν γνώμης πέσω, σκοπῶ τὰ χρήμαθʼ ὡς ἔχει μέγα σθένος, ξένοις τε δοῦναι σῶμά τʼ ἐς νόσους πεσὸνδαπάναισι σῷσαι· τῆς δʼ ἐφʼ ἡμέραν βορᾶςἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρὁ πλούσιός τε χὡ πένης ἴσον φέρει.
1.18
432Χορόςκλειναὶ νᾶες, αἵ ποτʼ ἔβατε Τροίαντοῖς ἀμετρήτοις ἐρετμοῖςπέμπουσαι χοροὺς μετὰ Νηρῄδων, ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελ- φὶς πρῴραις κυανεμβόλοι- σιν εἱλισσόμενος, πορεύων τὸν τᾶς Θέτιδοςκοῦφον ἅλμα ποδῶν Ἀχιλῆσὺν Ἀγαμέμνονι Τρωίαςἐπὶ Σιμουντίδας ἀκτάς.
1.19
442ΧορόςΝηρῇδες δʼ Εὐβοῖδας ἄκρας λιποῦσαιμόχθους ἀσπιστὰς ἀκμόνωνἩφαίστου χρυσέων ἔφερον τευχέων, ἀνά τε Πήλιον ἀνά τε πρυ- μνὰς Ὄσσας ἱερᾶς νάπαςΝυμφαίας σκοπιὰςκόρας μάτευσʼ, ἔνθα πατὴρἱππότας τρέφεν Ἑλλάδι φῶςΘέτιδος εἰνάλιον γόνονταχύπορον πόδʼ Ἀτρείδαις.
1.20
452ΧορόςἸλιόθεν δʼ ἔκλυόν τινος ἐν λιμέσινΝαυπλίοισι βεβῶτοςτᾶς σᾶς, ὦ Θέτιδος παῖ, κλεινᾶς ἀσπίδος ἐν κύκλῳτοιάδε σήματα, δείματαΦρύγια, τετύχθαι· περιδρόμῳ μὲν ἴτυος ἕδρᾳΠερσέα λαιμοτόμαν ὑπὲρἁλὸς ποτανοῖσι πεδί- λοισι φυὰν Γοργόνος ἴ- σχειν, Διὸς ἀγγέλῳ σὺν Ἑρ- μᾷ, τῷ Μαί- ας ἀγροτῆρι κούρῳ·
1.21
464Χορόςἐν δὲ μέσῳ κατέλαμπε σάκει φαέθωνκύκλος ἀελίοιοἵπποις ἂμ πτεροέσσαιςἄστρων τʼ αἰθέριοι χοροί, Πλειάδες, Ὑάδες, Ἕκτοροςὄμμασι τροπαῖοι· ἐπὶ δὲ χρυσοτύπῳ κράνειΣφίγγες ὄνυξιν ἀοίδιμονἄγραν φέρουσαι· περιπλεύ- ρῳ δὲ κύτει πύρπνοος ἔ- σπευδε δρόμῳ λέαινα χαλ- αῖς Πειρη- ναῖον ὁρῶσα πῶλον.
1.22
476Χορόςἄορι δʼ ἐν φονίῳ τετραβάμονες ἵπποι ἔπαλ- λον, κελαινὰ δʼ ἀμφὶ νῶθʼ ἵετο κόνις. τοιῶνδʼ ἄνακτα δοριπόνωνἔκανεν ἀνδρῶν, Τυνδαρίς, σὰ λέχεα, κακόφρων κούρα. τοιγάρ σέ ποτʼ οὐρανίδαιπέμψουσιν θανάτοις· ἦ σὰνἔτʼ ἔτι φόνιον ὑπὸ δέρανὄψομαι αἷμα χυθὲν σιδάρῳ.
1.23
487Πρέσβυςποῦ ποῦ νεᾶνις πότνιʼ ἐμὴ δέσποινά τε, Ἀγαμέμνονος παῖς, ὅν ποτʼ ἐξέθρεψʼ ἐγώ; ὡς πρόσβασιν τῶνδʼ ὀρθίαν οἴκων ἔχειῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί. ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέονδιπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ. ὦ θύγατερ— ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ— ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτωνποίμνης νεογνὸν θρέμμʼ ὑποσπάσας τόδεστεφάνους τε τευχέων τʼ ἐξελὼν τυρεύματα, παλαιόν τε θησαύρισμα Διονύσου τόδεὀσμῇ κατῆρες, μικρόν, ἀλλʼ ἐπεσβαλεῖνἡδὺ σκύφον τοῦδʼ ἀσθενεστέρῳ ποτῷ. ἴτω φέρων τις τοῖς ξένοις τάδʼ ἐς δόμους· ἐγὼ δὲ τρύχει τῷδʼ ἐμῶν πέπλων κόραςδακρύοισι τέγξας ἐξομόρξασθαι θέλω. Ἠλέκτρατί δʼ, ὦ γεραιέ, διάβροχον τόδʼ ὄμμʼ ἔχεις; μῶν τἀμὰ διὰ χρόνου σʼ ἀνέμνησεν κακά; ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένειςκαὶ πατέρα τὸν ἐμόν, ὅν ποτʼ ἐν χεροῖν ἔχωνἀνόνητʼ ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις; Πρέσβυςἀνόνηθʼ· ὅμως δʼ οὖν τοῦτό γʼ οὐκ ἠνεσχόμην. ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργʼ ὁδοῦκαὶ προσπεσὼν ἔκλαυσʼ ἐρημίας τυχών, σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις, ἔσπεισα, τύμβῳ δʼ ἀμφέθηκα μυρσίνας. πυρᾶς δʼ ἐπʼ αὐτῆς οἶν μελάγχιμον πόκῳσφάγιον ἐσεῖδον αἷμά τʼ οὐ πάλαι χυθὲνξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους. κἀθαύμασʼ, ὦ παῖ, τίς ποτʼ ἀνθρώπων ἔτληπρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις. ἀλλʼ ἦλθʼ ἴσως που σὸς κασίγνητος λάθρᾳ, μολὼν δʼ ἐθαύμασʼ ἄθλιον τύμβον πατρός. σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ, εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός· φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ᾖ πατρός, τὰ πόλλʼ ὅμοια σώματος πεφυκέναι.
1.24
524Ἠλέκτραοὐκ ἄξιʼ ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις, εἰ κρυπτὸν ἐς γῆν τήνδʼ ἂν Αἰγίσθου φόβῳδοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν. ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος, ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς, ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλʼ ἀμήχανον. πολλοῖς δʼ ἂν εὕροις βοστρύχους ὁμοπτέρουςκαὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον. Πρέσβυςσὺ δʼ εἰς ἴχνος βᾶσʼ ἀρβύλης σκέψαι βάσινεἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον. Ἠλέκτραπῶς δʼ ἂν γένοιτʼ ἂν ἐν κραταιλέῳ πέδῳγαίας ποδῶν ἔκμακτρον; εἰ δʼ ἔστιν τόδε, δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτʼ ἴσοςἀνδρός τε καὶ γυναικός, ἀλλʼ ἅρσην κρατεῖ. Πρέσβυςοὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών,⋯ κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς, ἐν ᾧ ποτʼ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν; Ἠλέκτραοὐκ οἶσθʼ, Ὀρέστης ἡνίκʼ ἐκπίπτει χθονός, νέαν μʼ ἔτʼ οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους, πῶς ἂν τότʼ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη, εἰ μὴ ξυναύξοινθʼ οἱ πέπλοι τῷ σώματι; ἀλλʼ ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένοςἐκείρατʼ, ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς—
1.25
547Πρέσβυςοἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼναὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι. Ἠλέκτραοἵδʼ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί. Πρέσβυςἀλλʼ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε· πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί. ὅμως δέ.— χαίρειν τοὺς ξένους προσεννέπω. Ὀρέστηςχαῖρʼ, ὦ γεραιέ.— τοῦ ποτʼ, Ἠλέκτρα, τόδεπαλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ; Ἠλέκτραοὗτος τὸν ἁμὸν πατέρʼ ἔθρεψεν, ὦ ξένε. Ὀρέστηςτί φῄς; ὅδʼ ὃς σὸν ἐξέκλεψε σύγγονον; Ἠλέκτραὅδʼ ἔσθʼ ὁ σώσας κεῖνον, εἴπερ ἔστʼ ἔτι. Ὀρέστηςἔα· τί μʼ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶνλαμπρὸν χαρακτῆρʼ; ἢ προσεικάζει μέ τῳ; Ἠλέκτραἴσως Ὀρέστου σʼ ἥλιχʼ ἥδεται βλέπων. Ὀρέστηςφίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα; Ἠλέκτρακαὐτὴ τόδʼ εἰσορῶσα θαυμάζω, ξένε. Πρέσβυςὦ πότνιʼ, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς. Ἠλέκτρατί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι; Πρέσβυςλαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός. Ἠλέκτραἰδού· καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον; Πρέσβυςβλέψον νυν ἐς τόνδʼ, ὦ τέκνον, τὸν φίλτατον. Ἠλέκτραπάλαι δέδορκα, μὴ σύ γʼ οὐκέτʼ εὖ φρονῇς. Πρέσβυςοὐκ εὖ φρονῶ ʼγὼ σὸν κασίγνητον βλέπων; Ἠλέκτραπῶς εἶπας, ὦ γεραίʼ, ἀνέλπιστον λόγον; Πρέσβυςὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος. Ἠλέκτραποῖον χαρακτῆρʼ εἰσιδών, ᾧ πείσομαι; Πρέσβυςοὐλὴν παρʼ ὀφρύν, ἥν ποτʼ ἐν πατρὸς δόμοιςνεβρὸν διώκων σοῦ μέθʼ ᾑμάχθη πεσών. Ἠλέκτραπῶς φῄς; ὁρῶ μὲν πτώματος τεκμήριον. Πρέσβυςἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις; Ἠλέκτραἀλλʼ οὐκέτʼ, ὦ γεραιέ· συμβόλοισι γὰρτοῖς σοῖς πέπεισμαι θυμόν.— ὦ χρόνῳ φανείς, ἔχω σʼ ἀέλπτως— Ὀρέστηςκἀξ ἐμοῦ γʼ ἔχῃ χρόνῳ. Ἠλέκτραοὐδέποτε δόξασα. Ὀρέστηςοὐδʼ ἐγὼ γὰρ ἤλπισα. Ἠλέκτραἐκεῖνος εἶ σύ; Ὀρέστηςσύμμαχός γέ σοι μόνος. ἢν δʼ ἀνσπάσωμαί γʼ ὃν μετέρχομαι βόλον— πέποιθα δʼ· ἢ χρὴ μηκέθʼ ἡγεῖσθαι θεούς, εἰ τἄδικʼ ἔσται τῆς δίκης ὑπέρτερα.
1.26
585Χορόςἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα, κατέλαμψας, ἔδειξας ἐμφανῆπόλει πυρσόν, ὃς παλαιᾷ φυγᾷπατρίων ἀπὸ δωμάτων τάλαςἀλαίνων ἔβα. θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγεινίκαν, ὦ φίλα. ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰςἐς θεούς, τύχᾳ σοι τύχᾳκασίγνητον ἐμβατεῦσαι πόλιν.
1.27
596Ὀρέστηςεἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτωνἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν. σὺ δʼ, ὦ γεραιέ— καίριος γὰρ ἤλυθες— λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός; μητέρα τε κοινωνὸν ἀνοσίων γάμων; ἔστιν τί μοι κατʼ Ἄργος εὐμενὲς φίλων; ἢ πάντʼ ἀνεσκευάσμεθʼ, ὥσπερ αἱ τύχαι; τῷ ξυγγένωμαι; νύχιος ἢ καθʼ ἡμέραν; ποίαν ὁδὸν τραπώμεθʼ εἰς ἐχθροὺς ἐμούς; Πρέσβυςὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος. εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε, κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ. σὺ δʼ— ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοιςοὐδʼ ἐλλέλοιπας ἐλπίδʼ— ἴσθι μου κλύων, ἐν χειρὶ τῇ σῇ πάντʼ ἔχεις καὶ τῇ τύχῃ, πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν. Ὀρέστηςτί δῆτα δρῶντες τοῦδʼ ἂν ἐξικοίμεθα; Πρέσβυςκτανὼν Θυέστου παῖδα σήν τε μητέρα. Ὀρέστηςἥκω ʼπὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω; Πρέσβυςτειχέων μὲν ἐλθὼν ἐντὸς οὐδʼ ἂν εἰ θέλοις. Ὀρέστηςφρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων; Πρέσβυςἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς. Ὀρέστηςεἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον. Πρέσβυςκἀμοῦ γʼ ἄκουσον· ἄρτι γάρ μʼ ἐσῆλθέ τι. Ὀρέστηςἐσθλόν τι μηνύσειας, αἰσθοίμην δʼ ἐγώ. ΠρέσβυςΑἴγισθον εἶδον, ἡνίχʼ εἷρπον ἐνθάδε. Ὀρέστηςπροσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις; Πρέσβυςἀγρῶν πέλας τῶνδʼ ἱπποφορβίων ἔπι. Ὀρέστηςτί δρῶνθʼ; ὁρῶ γὰρ ἐλπίδʼ ἐξ ἀμηχάνων. ΠρέσβυςΝύμφαις ἐπόρσυνʼ ἔροτιν, ὡς ἔδοξέ μοι. Ὀρέστηςτροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου; Πρέσβυςοὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο. Ὀρέστηςπόσων μετʼ ἀνδρῶν; ἢ μόνος δμώων μέτα; Πρέσβυςοὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ. Ὀρέστηςοὔ πού τις ὅστις γνωριεῖ μʼ ἰδών, γέρον; Πρέσβυςδμῶες μέν εἰσιν, οἳ σέ γʼ οὐκ εἶδόν ποτε. Ὀρέστηςἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς; Πρέσβυςδούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον. Ὀρέστηςπῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ; Πρέσβυςστείχων ὅθεν σε βουθυτῶν ἐσόψεται. Ὀρέστηςὁδὸν παρʼ αὐτήν, ὡς ἔοικʼ, ἀγροὺς ἔχει; Πρέσβυςὅθεν γʼ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ. Ὀρέστηςπικρόν γε συνθοινάτορʼ, ἢν θεὸς θέλῃ. Πρέσβυςτοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει. Ὀρέστηςκαλῶς ἔλεξας.— ἡ τεκοῦσα δʼ ἐστὶ ποῦ; ΠρέσβυςἌργει· παρέσται δʼ οὖν πόσει θοίνην ἔπι. Ὀρέστηςτί δʼ οὐχ ἅμʼ ἐξωρμᾶτʼ ἐμὴ μήτηρ πόσει; Πρέσβυςψόγον τρέμουσα δημοτῶν ἐλείπετο. Ὀρέστηςξυνῆχʼ· ὕποπτος οὖσα γιγνώσκει πόλει. Πρέσβυςτοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.
1.28
646Ὀρέστηςπῶς οὖν ἐκείνην τόνδε τʼ ἐν ταὐτῷ κτενῶ; Ἠλέκτραἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι. Ὀρέστηςκαὶ μὴν ἐκεῖνά γʼ ἡ τύχη θήσει καλῶς. Ἠλέκτραὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε. Πρέσβυςἔσται τάδʼ· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον; Ἠλέκτραλέγʼ, ὦ γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών· λεχώ μʼ ἀπάγγελλʼ οὖσαν ἄρσενος τόκῳ. Πρέσβυςπότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή; Ἠλέκτραδέχʼ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ. Πρέσβυςκαὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον; Ἠλέκτραἥξει κλύουσα λόχιά μου νοσήματα. Πρέσβυςπόθεν; τί δʼ αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον; Ἠλέκτραναί· καὶ δακρύσει γʼ ἀξίωμʼ ἐμῶν τόκων. Πρέσβυςἴσως· πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε. Ἠλέκτραἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται. Πρέσβυςκαὶ μὴν ἐπʼ αὐτάς γʼ εἶσι σῶν δόμων πύλας. Ἠλέκτραοὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε; Πρέσβυςεἰ γὰρ θάνοιμι τοῦτʼ ἰδὼν ἐγώ ποτε. Ἠλέκτραπρώτιστα μέν νυν τῷδʼ ὑφήγησαι, γέρον— ΠρέσβυςΑἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς; Ἠλέκτραἔπειτʼ ἀπαντῶν μητρὶ τἀπʼ ἐμοῦ φράσον. Πρέσβυςὥστʼ αὐτά γʼ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν. Ἠλέκτρασὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου. Ὀρέστηςστείχοιμʼ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθʼ ὁδοῦ. Πρέσβυςκαὶ μὴν ἐγὼ πέμποιμʼ ἂν οὐκ ἀκουσίως.
1.29
671Ὀρέστηςὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖʼ ἐχθρῶν γενοῦ— Ἠλέκτραοἴκτιρέ θʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν— Πρέσβυςοἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους. ἨλέκτραἭρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς— Ὀρέστηςνίκην δὸς ἡμῖν, εἰ δίκαιʼ αἰτούμεθα. Πρέσβυςδὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην. Ὀρέστηςσύ τʼ, ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ— Ἠλέκτρακαὶ Γαῖʼ ἄνασσα, χεῖρας ᾗ δίδωμʼ ἐμὰς— Πρέσβυςἄμυνʼ ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις. Ὀρέστηςνῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών. Ἠλέκτραοἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ— Πρέσβυςχὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας. Ἠλέκτραἤκουσας, ὦ δείνʼ ἐξ ἐμῆς μητρὸς παθών; Πρέσβυςπάντʼ, οἶδʼ, ἀκούει τάδε πατήρ· στείχειν δʼ ἀκμή. Ἠλέκτρακαί σοι προφωνῶ πρὸς τάδʼ Αἴγισθον θανεῖν· ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ, τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε· παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει. δόμων ἔσω βᾶσʼ εὐτρεπὲς ποήσομαι. ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν, ὀλολύξεται πᾶν δῶμα· θνῄσκοντος δέ σουτἀναντίʼ ἔσται τῶνδε· ταῦτά σοι λέγω. Ὀρέστηςπάντʼ οἶδα. Ἠλέκτραπρὸς τάδʼ ἄνδρα γίγνεσθαί σε χρή. ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετεκραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δʼ ἐγὼπρόχειρον ἔγχος χειρὶ βαστάζουσʼ ἐμῇ. οὐ γάρ ποτʼ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένηδίκην ὑφέξω, σῶμʼ ἐμὸν καθυβρίσαι.
1.30
699Χορόςἀταλᾶς ὑπὸ ματρὸς ἄρνʼἈργείωνὀρέων ποτὲ κληδὼν ἐνπολιαῖσι μένει φήμαιςεὐαρμόστοις ἐν καλάμοιςΠᾶνα μοῦσαν ἡδύθροονπνέοντʼ, ἀγρῶν ταμίαν, χρυσέαν καλλιπλόκαμονπορεῦσαι. πετρίνοις δʼ ἐπι- στὰς κᾶρυξ ἰάχει βάθροις· Ἀγορὰν ἀγοράν, Μυκη- ναῖοι, στείχετε μακαρίωνὀψόμενοι τυράννωνφάσματα δείματα⋯ χοροὶ δʼ Ἀτρει- δᾶν ἐγέραιρον οἴκους·
1.31
713Χορόςθυμέλαι δʼ ἐπίτναντο χρυ- σήλατοι, σελαγεῖτο δʼ ἀνʼ ἄστυ πῦρἐπιβώμιον Ἀργείων· λωτὸς δὲ φθόγγον κελάδεικάλλιστον, Μουσᾶν θεράπων· μολπαὶ δʼ ηὔξοντʼ ἐραταί, χρυσέας ἀρνὸς ἐπίλογοι, Θυέστου· κρυφίαις γὰρ εὐ- ναῖς πείσας ἄλοχον φίλανἈτρέως, τέρας ἐκκομί- ζει πρὸς δώματα· νεόμενος δʼεἰς ἀγόρους ἀυτεῖτὰν κερόεσσαν ἔχειν χρυσεόμαλ- λον κατὰ δῶμα ποίμναν.
1.32
726Χορόςτότε δὴ τότε φαεν- νὰς ἄστρων μετέβασʼ ὁδοὺςΖεὺς καὶ φέγγος ἀελίουλευκόν τε πρόσωπον ἀ- οῦς, τὰ δʼ ἕσπερα νῶτʼ ἐλαύ- νει θερμᾷ φλογὶ θεοπύρῳ, νεφέλαι δʼ ἔνυδροι πρὸς ἄρ- κτον, ξηραί τʼ Ἀμμωνίδες ἕ- δραι φθίνουσʼ ἀπειρόδροσοι, καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.
1.33
737Χορόςλέγεται, τὰν δὲ πί- στιν σμικρὰν παρʼ ἔμοιγʼ ἔχει, στρέψαι θερμὰν ἀέλιονχρυσωπὸν ἕδραν ἀλλά- ξαντα δυστυχίᾳ βροτεί- ῳ θνατᾶς ἕνεκεν δίκας. φοβεροὶ δὲ βροτοῖσι μῦ- θοι κέρδος πρὸς θεῶν θεραπεί- αν. ὧν οὐ μνασθεῖσα πόσινκτείνεις, κλεινῶν συγγενέτειρʼ ἀδελφῶν.
1.34
747Χορόςἔα ἔα· φίλαι, βοῆς ἠκούσατʼ— ἢ δοκὼ κενὴὑπῆλθέ μʼ;— ὥστε νερτέρα βροντὴ Διός; ἰδού, τάδʼ οὐκ ἄσημα πνεύματʼ αἴρεται· δέσποινʼ, ἄμειψον δώματʼ, Ἠλέκτρα, τάδε. Ἠλέκτραφίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν; Χορόςοὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω. Ἠλέκτραἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλʼ ὅμως. Χορόςμακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν. ἨλέκτραἈργεῖος ὁ στεναγμός· ἦ φίλων ἐμῶν; Χορόςοὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς. Ἠλέκτρασφαγὴν ἀυτεῖς τήνδε μοι· τί μέλλομεν; Χορόςἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν. Ἠλέκτραοὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι; Χορόςἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν. Ἄγγελοςὦ καλλίνικοι παρθένοι Μυκηνίδες, νικῶντʼ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις, Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳΑἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών. Ἠλέκτρατίς δʼ εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε; Ἄγγελοςοὐκ οἶσθʼ ἀδελφοῦ μʼ εἰσορῶσα πρόσπολον; Ἠλέκτραὦ φίλτατʼ, ἔκ τοι δείματος δυσγνωσίανεἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή. τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς; Ἄγγελοςτέθνηκε· δίς σοι ταὔθʼ, ἃ γοῦν βούλῃ, λέγω. Ἠλέκτραὦ θεοί, Δίκη τε πάνθʼ ὁρῶσʼ, ἦλθές ποτε. ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνουκτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.
1.35
774Ἄγγελοςἐπεὶ μελάθρων τῶνδʼ ἀπήραμεν πόδα, ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸνἔνθʼ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ. κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς, δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους· ἰδών τʼ ἀυτεῖ· Χαίρετʼ, ὦ ξένοι· τίνεςπόθεν πορεύεσθʼ; ἔστε τʼ ἐκ ποίας χθονός; ὁ δʼ εἶπʼ Ὀρέστης· Θεσσαλοί· πρὸς δʼ Ἀλφεὸνθύσοντες ἐρχόμεσθʼ Ὀλυμπίῳ Διί. κλύων δὲ ταῦτʼ Αἴγισθος ἐννέπει τάδε· νῦν μὲν παρʼ ἡμῖν χρὴ συνεστίους ἐμοὶθοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶννύμφαις· ἑῷοι δʼ ἐξαναστάντες λέχουςἐς ταὐτὸν ἥξετʼ. ἀλλʼ ἴωμεν ἐς δόμους— καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ χερὸς λαβὼνπαρῆγεν ἡμᾶς— οὐδʼ ἀπαρνεῖσθαι χρεών· ἐπεὶ δʼ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε· λούτρʼ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω, ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας. ἀλλʼ εἶπʼ Ὀρέστης· Ἀρτίως ἡγνίσμεθαλουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο. εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών, Αἴγισθʼ, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθʼ, ἄναξ. τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον· λόγχας δὲ θέντες δεσπότου φρουρήματαδμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας· οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δʼ ᾖρον κανᾶ, ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τʼ ἐσχάραςλέβητας ὤρθουν· πᾶσα δʼ ἐκτύπει στέγη. λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθενἔβαλλε βωμούς, τοιάδʼ ἐννέπων ἔπη· νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖνκαὶ τὴν κατʼ οἴκους Τυνδαρίδα δάμαρτʼ ἐμὴνπράσσοντας ὡς νῦν, τοὺς δʼ ἐμοὺς ἐχθροὺς κακῶς— λέγων Ὀρέστην καὶ σέ. δεσπότης δʼ ἐμὸςτἀναντίʼ ηὔχετʼ, οὐ γεγωνίσκων λόγους, λαβεῖν πατρῷα δώματʼ. ἐκ κανοῦ δʼ ἑλὼνΑἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχατεμὼν ἐφʼ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ, κἄσφαξʼ ἐπʼ ὤμων μόσχον ὡς ἦραν χεροῖνδμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε· Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖςεἶναι τόδʼ, ὅστις ταῦρον ἀρταμεῖ καλῶςἵππους τʼ ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε, δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.
1.36
819ὁ δʼ εὐκρότητον Δωρίδʼ ἁρπάσας χεροῖν, ῥίψας ἀπʼ ὤμων εὐπρεπῆ πορπάματα, Πυλάδην μὲν εἵλετʼ ἐν πόνοις ὑπηρέτην, δμῶας δʼ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα, λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα· θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺςδισσοὺς διαύλους ἱππίους διήνυσε, κἀνεῖτο λαγόνας. ἱερὰ δʼ ἐς χεῖρας λαβὼνΑἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆνσπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλαςκακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς. χὣ μὲν σκυθράζει, δεσπότης δʼ ἀνιστορεῖ· τί χρῆμʼ ἀθυμεῖς;— ὦ ξένʼ, ὀρρωδῶ τιναδόλον θυραῖον. ἔστι δʼ ἔχθιστος βροτῶνἈγαμέμνονος παῖς πολέμιός τʼ ἐμοῖς δόμοις· ὃ δʼ εἶπε· φυγάδος δῆτα δειμαίνεις δόλον, πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήριαθοινασόμεσθα, Φθιάδʼ ἀντὶ Δωρικῆςοἴσει τις ἡμῖν κοπίδʼ, ἀπορρήξω χέλυν; λαβὼν δὲ κόπτει. σπλάγχνα δʼ Αἴγισθος λαβὼνἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτωὄνυχας ἐπʼ ἄκρους στὰς κασίγνητος σέθενἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμʼ ἄνω κάτωἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ. δμῶες δʼ ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ, πολλοὶ μάχεσθαι πρὸς δύʼ· ἀνδρείας δʼ ὕποἔστησαν ἀντίπρῳρα σείοντες βέληΠυλάδης Ὀρέστης τʼ. εἶπε δʼ· οὐχὶ δυσμενὴςἥκω πόλει τῇδʼ οὐδʼ ἐμοῖς ὀπάοσιν, φονέα δὲ πατρὸς ἀντετιμωρησάμηντλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε, πατρὸς παλαιοὶ δμῶες. οἳ δʼ, ἐπεὶ λόγωνἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δʼ ὑπὸγέροντος ἐν δόμοισιν ἀρχαίου τινός. στέφουσι δʼ εὐθὺς σοῦ κασιγνήτου κάραχαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶκάρα ʼπιδείξων οὐχὶ Γοργόνος φέρων, ἀλλʼ ὃν στυγεῖς Αἴγισθον· αἷμα δʼ αἵματοςπικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.
1.37
859Χορόςθὲς ἐς χορόν, ὦ φίλα, ἴχνος, ὡς νεβρὸς οὐράνιονπήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ. νικᾷ στεφαναφορίανκρείσσω τοῖς παρʼ Ἀλφειοῦ ῥεέθροισι τελέσσαςκασίγνητος σέθεν· ἀλλʼ ἐπάειδεκαλλίνικον ᾠδὰν ἐμῷ χορῷ.
1.38
866Ἠλέκτραὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας, ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος, νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τʼ ἐλεύθεροι, ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς. φέρʼ, οἷα δὴ χω καὶ δόμοι κεύθουσί μουκόμης ἀγάλματʼ ἐξενέγκωμαι, φίλαι, στέψω τʼ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.
1.39
873Χορόςσὺ μέν νυν ἀγάλματʼ ἄειρεκρατί· τὸ δʼ ἁμέτερονχωρήσεται Μούσαισι χόρευμα φίλον. νῦν οἱ πάρος ἁμέτεροιγαίας τυραννεύσουσι φίλοι βασιλῆες, δικαίως⋯ τοὺς ἀδίκους καθελόντες. ἀλλʼ ἴτω ξύναυλος βοὰ χαρᾷ.
1.40
880Ἠλέκτραὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρουγεγώς, Ὀρέστα, τῆς ὑπʼ Ἰλίῳ μάχης, δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα. ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼνἀγῶνʼ ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼνΑἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε. σύ τʼ, ὦ παρασπίστʼ, ἀνδρὸς εὐσεβεστάτουπαίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸςδέχου· φέρῃ γὰρ καὶ σὺ τῷδʼ ἴσον μέροςἀγῶνος· αἰεὶ δʼ εὐτυχεῖς φαίνοισθέ μοι. Ὀρέστηςθεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχηςἀρχηγέτας τῆσδʼ, εἶτα κἄμʼ ἐπαίνεσοντὸν τῶν θεῶν τε τῆς τύχης θʼ ὑπηρέτην. ἥκω γὰρ οὐ λόγοισιν ἀλλʼ ἔργοις κτανὼνΑἴγισθον· ὡς δὲ τῷ σάφʼ εἰδέναι τάδεπροσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω, ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες, ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις, πήξασʼ ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦνδοῦλος, πάροιθε δεσπότης κεκλημένος. Ἠλέκτρααἰσχύνομαι μέν, βούλομαι δʼ εἰπεῖν ὅμως. Ὀρέστηςτί χρῆμα; λέξον· ὡς φόβου γʼ ἔξωθεν εἶ. Ἠλέκτρανεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ. Ὀρέστηςοὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε. Ἠλέκτραδυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις. Ὀρέστηςλέγʼ, εἴ τι χρῄζεις, σύγγονʼ· ἀσπόνδοισι γὰρνόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν.
1.41
907Ἠλέκτραεἶἑν· τίνʼ ἀρχὴν πρῶτά σʼ ἐξείπω κακῶν, ποίας τελευτάς; τίνα μέσον τάξω λόγον; καὶ μὴν διʼ ὄρθρων γʼ οὔποτʼ ἐξελίμπανονθρυλοῦσʼ ἅ γʼ εἰπεῖν ἤθελον κατʼ ὄμμα σόν, εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρατῶν πρόσθε. νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοιἐκεῖνʼ ἅ σε ζῶντʼ ἤθελον λέξαι κακά. ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸςκαὶ τόνδʼ ἔθηκας, οὐδὲν ἠδικημένος, κἄγημας αἰσχρῶς μητέρʼ ἄνδρα τʼ ἔκτανεςστρατηλατοῦνθʼ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας. ἐς τοῦτο δʼ ἦλθες ἀμαθίας ὥστʼ ἤλπισαςὡς ἐς σὲ ἐμὴν δὴ μητέρʼ οὐχ ἕξοις κακὴνγήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη. ἴστω δʼ, ὅταν τις διολέσας δάμαρτά τουκρυπταῖσιν εὐναῖς εἶτʼ ἀναγκασθῇ λαβεῖν, δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖνἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρʼ οἷ δʼ ἔχειν. ἄλγιστα δʼ ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς· ᾔδησθα γὰρ δῆτʼ ἀνόσιον γήμας γάμον, μήτηρ δὲ σʼ ἄνδρα δυσσεβῆ κεκτημένη. ἄμφω πονηρὼ δʼ ὄντʼ ἀνῃρεῖσθον τύχηνκείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν. πᾶσιν δʼ ἐν Ἀργείοισιν ἤκουες τάδε· Ὁ τῆς γυναικός— οὐχὶ τἀνδρὸς ἡ γυνή. καίτοι τόδʼ αἰσχρόν, προστατεῖν γε δωμάτωνγυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶτοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸςοὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει. ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχητἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος. ὃ δʼ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα, ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων· τὰ δʼ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον. ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα. ἣ μὲν γὰρ αἰεὶ παραμένουσʼ αἴρει κακά· ὁ δʼ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼνἐξέπτατʼ οἴκων, σμικρὸν ἀνθήσας χρόνον. ἃ δʼ ἐς γυναῖκας— παρθένῳ γὰρ οὐ καλὸνλέγειν— σιωπῶ, γνωρίμως δʼ αἰνίξομαι. ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμουςκάλλει τʼ ἀραρώς. ἀλλʼ ἔμοιγʼ εἴη πόσιςμὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου. τὰ γὰρ τέκνʼ αὐτῶν Ἄρεος ἐκκρεμάννυται, τὰ δʼ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον. ἔρρʼ, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳδίκην δέδωκας.— ὧδέ τις κακοῦργος ὢνμή μοι τὸ πρῶτον βῆμʼ ἐὰν δράμῃ καλῶς, νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλαςγραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου.
1.42
957Χορόςἔπραξε δεινά, δεινὰ δʼ ἀντέδωκε σοὶκαὶ τῷδʼ· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος. Ἠλέκτραεἶἑν· κομίζειν τοῦδε σῶμʼ ἔσω χρεὼνσκότῳ τε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃμήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν. Ὀρέστηςἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον. Ἠλέκτρατί δʼ; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ; Ὀρέστηςοὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μʼ ἐγείνατο. Ἠλέκτρακαλῶς ἄρʼ ἄρκυν ἐς μέσην πορεύεται— καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται. Ὀρέστηςτί δῆτα δρῶμεν; μητέρʼ ἦ φονεύσομεν; Ἠλέκτραμῶν σʼ οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας; Ὀρέστηςφεῦ· πῶς γὰρ κτάνω νιν, ἥ μʼ ἔθρεψε κἄτεκεν; Ἠλέκτραὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν. Ὀρέστηςὦ Φοῖβε, πολλήν γʼ ἀμαθίαν ἐθέσπισας— Ἠλέκτραὅπου δʼ Ἀπόλλων σκαιὸς ᾖ, τίνες σοφοί; Ὀρέστηςὅστις μʼ ἔχρησας μητέρʼ, ἣν οὐ χρῆν, κτανεῖν. Ἠλέκτραβλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν; Ὀρέστηςμητροκτόνος νῦν φεύξομαι, τόθʼ ἁγνὸς ὤν. Ἠλέκτρακαὶ μή γʼ ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ. Ὀρέστηςἐγὼ δὲ μητρὸς—; τῷ φόνου δώσω δίκας; Ἠλέκτρατῷ δʼ ἢν πατρῴαν διαμεθῇς τιμωρίαν; Ὀρέστηςἆρʼ αὔτʼ ἀλάστωρ εἶπʼ ἀπεικασθεὶς θεῷ; Ἠλέκτραἱερὸν καθίζων τρίποδʼ; ἐγὼ μὲν οὐ δοκῶ. Ὀρέστηςοὐδʼ ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε. Ἠλέκτραοὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ. Ὀρέστηςἀλλʼ ἦ τὸν αὐτὸν τῇδʼ ὑποστήσω δόλον; Ἠλέκτραᾧ καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών. Ὀρέστηςἔσειμι· δεινοῦ δʼ ἄρχομαι προβλήματοςκαὶ δεινὰ δράσω γε— εἰ θεοῖς δοκεῖ τάδε, ἔστω· πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι.
1.43
988Χορόςἰώ, βασίλεια γύναι χθονὸς Ἀργείας, παῖ Τυνδάρεω, καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροινΔιός, οἳ φλογερὰν αἰθέρʼ ἐν ἄστροιςναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοιςτιμὰς σωτῆρας ἔχοντες· χαῖρε, σεβίζω σʼ ἴσα καὶ μάκαραςπλούτου μεγάλης τʼ εὐδαιμονίας. τὰς σὰς δὲ τύχας θεραπεύεσθαικαιρός. χαῖρʼ, ὦ βασίλεια.
1.44
998Κλυταιμήστραἔκβητʼ ἀπήνης, Τρῳάδες, χειρὸς δʼ ἐμῆςλάβεσθʼ, ἵνʼ ἔξω τοῦδʼ ὄχου στήσω πόδα. σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοιΦρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸςἐξαίρετʼ, ἀντὶ παιδὸς ἣν ἀπώλεσασμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις. Ἠλέκτραοὔκουν ἐγώ— δούλη γὰρ ἐκβεβλημένηδόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους— μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός; Κλυταιμήστραδοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει. Ἠλέκτρατί δʼ; αἰχμάλωτόν τοί μʼ ἀπῴκισας δόμων, ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα, ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι. Κλυταιμήστρατοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματαἐς οὓς ἐχρῆν ἥκιστʼ ἐβούλευσεν φίλων. λέξω δὲ⋯ καίτοι δόξʼ ὅταν λάβῃ κακὴγυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις. ὡς μὲν παρʼ ἡμῖν, οὐ καλῶς· τὸ πρᾶγμα δὲμαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃ, στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν; ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί, οὐχ ὥστε θνῄσκειν, οὐδʼ ἃ γειναίμην ἐγώ. κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέωςλέκτροισι πείσας ᾤχετʼ ἐκ δόμων ἄγωνπρυμνοῦχον Αὖλιν, ἔνθʼ ὑπερτείνας πυρᾶςλευκὴν διήμησʼ Ἰφιγόνης παρηΐδα. κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος, ἢ δῶμʼ ὀνήσων τἄλλα τʼ ἐκσῴζων τέκνα, ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστʼ ἂν ἦν· νῦν δʼ οὕνεχʼ Ἑλένη μάργος ἦν ὅ τʼ αὖ λαβὼνἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο, τούτων ἕκατι παῖδʼ ἐμὴν διώλεσεν. ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένηοὐκ ἠγριώμην οὐδʼ ἂν ἔκτανον πόσιν· ἀλλʼ ἦλθʼ ἔχων μοι μαινάδʼ ἔνθεον κόρηνλέκτροις τʼ ἐπεισέφρηκε, καὶ νύμφα δύοἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.
1.45
1035μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω· ὅταν δʼ, ὑπόντος τοῦδʼ, ἁμαρτάνῃ πόσιςτἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλειγυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον. κἄπειτʼ ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται, οἱ δʼ αἴτιοι τῶνδʼ οὐ κλύουσʼ ἄνδρες κακῶς. εἰ δʼ ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ, κτανεῖν μʼ Ὀρέστην χρῆν, κασιγνήτης πόσινΜενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρἠνέσχετʼ ἂν ταῦτʼ; εἶτα τὸν μὲν οὐ θανεῖνκτείνοντα χρῆν τἄμʼ, ἐμὲ δὲ πρὸς κείνου παθεῖν; ἔκτεινʼ, ἐτρέφθην ἥνπερ ἦν πορεύσιμονπρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂντίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι; λέγʼ, εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ, ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως. Χορόςδίκαιʼ ἔλεξας· ἡ δίκη δʼ αἰσχρῶς ἔχει. γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει, ἥτις φρενήρης· ᾗ δὲ μὴ δοκεῖ τάδε, οὐδʼ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων. Ἠλέκτραμέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτουςλόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν. Κλυταιμήστρακαὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον. Ἠλέκτραἆρα κλύουσα, μῆτερ, εἶτʼ ἔρξεις κακῶς; Κλυταιμήστραοὐκ ἔστι, τῇ σῇ δʼ ἡδὺ προσθήσω φρενί.
1.46
1060Ἠλέκτραλέγοιμʼ ἄν· ἀρχὴ δʼ ἥδε μοι προοιμίου· εἴθʼ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας. τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρεινἙλένης τε καὶ σοῦ, δύο δʼ ἔφυτε συγγόνω, ἄμφω ματαίω Κάστορός τʼ οὐκ ἀξίω. ἣ μὲν γὰρ ἁρπασθεῖσʼ ἑκοῦσʼ ἀπώλετο, σὺ δʼ ἄνδρʼ ἄριστον Ἑλλάδος διώλεσας, σκῆψιν προτείνουσʼ, ὡς ὑπὲρ τέκνου πόσινἔκτεινας· οὐ γάρ σʼ ὡς ἔγωγʼ ἴσασιν εὖ. ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς, νέον τʼ ἀπʼ οἴκων ἀνδρὸς ἐξωρμημένου, ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης. γυνὴ δʼ, ἀπόντος ἀνδρός ἥτις ἐκ δόμωνἐς κάλλος ἀσκεῖ, διάγραφʼ ὡς οὖσαν κακήν. οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲςφαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν. μόνη δὲ πασῶν οἶδʼ ἐγὼ σʼ Ἑλληνίδων, εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην, εἰ δʼ ἥσσονʼ εἴη, συννεφοῦσαν ὄμματα, Ἀγαμέμνονʼ οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν. καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι· ἄνδρʼ εἶχες οὐ κακίονʼ Αἰγίσθου πόσιν, ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην· Ἑλένης δʼ ἀδελφῆς τοιάδʼ ἐξειργασμένηςἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰπαράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τʼ ἔχει. εἰ δʼ, ὡς λέγεις, σὴν θυγατέρʼ ἔκτεινεν πατήρ, ἐγὼ τί σʼ ἠδίκησʼ ἐμός τε σύγγονος; πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμουςἡμῖν προσῆψας, ἀλλʼ ἐπηνέγκω λέχειτἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη; κοὔτʼ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις, οὔτʼ ἀντʼ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲκτείνας ἀδελφῆς ζῶσαν. εἰ δʼ ἀμείψεταιφόνον δικάζων φόνος, ἀποκτενῶ σʼ ἐγὼκαὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι· εἰ γὰρ δίκαιʼ ἐκεῖνα, καὶ τάδʼ ἔνδικα. ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδὼνγαμεῖ πονηράν, μῶρός ἐστι· μικρὰ γὰρμεγάλων ἀμείνω σώφρονʼ ἐν δόμοις λέχη.
1.47
1100Χορόςτύχη γυναικῶν ἐς γάμους. τὰ μὲν γὰρ εὖ, τὰ δʼ οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν. Κλυταιμήστραὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί· ἔστιν δὲ καὶ τόδʼ· οἳ μέν εἰσιν ἀρσένων, οἳ δʼ αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός. συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγανχαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί. σὺ δʼ ὧδʼ ἄλουτος καὶ δυσείματος χρόαλεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη; οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων· ὡς μᾶλλον ἢ χρῆν ἤλασʼ εἰς ὀργὴν πόσιν. Ἠλέκτραὀψὲ στενάζεις, ἡνίκʼ οὐκ ἔχεις ἄκη. πατὴρ μὲν οὖν τέθνηκε· τὸν δʼ ἔξω χθονὸςπῶς οὐ κομίζῃ παῖδʼ ἀλητεύοντα σόν; Κλυταιμήστραδέδοικα· τοὐμὸν δʼ, οὐχὶ τοὐκείνου, σκοπῶ. πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ. Ἠλέκτρατί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις; Κλυταιμήστρατρόποι τοιοῦτοι· καὶ σὺ δʼ αὐθάδης ἔφυς. Ἠλέκτραἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη. Κλυταιμήστρακαὶ μὴν ἐκεῖνος οὐκέτʼ ἔσται σοι βαρύς. Ἠλέκτραφρονεῖ μέγʼ· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις. Κλυταιμήστραὁρᾷς; ἀνʼ αὖ σὺ ζωπυρεῖς νείκη νέα. Ἠλέκτρασιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικʼ ἐγώ. Κλυταιμήστραπαῦσαι λόγων τῶνδε. ἀλλὰ τί μʼ ἐκάλεις, τέκνον; Ἠλέκτραἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων· τούτων ὕπερ μοι θῦσον— οὐ γὰρ οἶδʼ ἐγώ— δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται· τρίβων γὰρ οὐκ εἴμʼ, ἄτοκος οὖσʼ ἐν τῷ πάρος. Κλυταιμήστραἄλλης τόδʼ ἔργον, ἥ σʼ ἔλυσεν ἐκ τόκων. Ἠλέκτρααὐτὴ ʼλόχευον κἄτεκον μόνη βρέφος. Κλυταιμήστραοὕτως ἀγείτων οἶκος ἵδρυται φίλων; Ἠλέκτραπένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους. Κλυταιμήστραἀλλʼ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρονθύσω θεοῖσι· σοὶ δʼ ὅταν πράξω χάριντήνδʼ, εἶμʼ ἐπʼ ἀγρὸν οὗ πόσις θυηπολεῖνύμφαισιν. ἀλλὰ τούσδʼ ὄχους, ὀπάονες, φάτναις ἄγοντες πρόσθεθʼ· ἡνίκʼ ἂν δέ μεδοκῆτε θυσίας τῆσδʼ ἀπηλλάχθαι θεοῖς, πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν. Ἠλέκτραχώρει πένητας ἐς δόμους· φρούρει δέ μοιμή σʼ αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους. θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη. κανοῦν δʼ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς, ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇπληγεῖσα· νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοιςᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδʼ ἐγὼδώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.
1.48
1147Χορόςἀμοιβαὶ κακῶν· μετάτροποι πνέου- σιν αὖραι δόμων. τότε μὲν ἐν λουτροῖςἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας, ἰάχησε δὲ στέγα λάινοί τε θριγκοὶ δόμων, τάδʼ ἐνέποντος· Ὦ σχέτλια· τί με, γύναι, φονεύσεις φίλανπατρίδα δεκέτεσιν σποραῖσιν ἐλθόντʼ ἐμάν;⋯⋯
1.49
1155Χορόςπαλίρρους δὲ τάνδʼ ὑπάγεται δίκαδιαδρόμου λέχους μέλεον ἃ πόσινχρόνιον ἱκόμενον εἰς οἴκουςΚυκλώπειά τʼ οὐράνια τείχεʼ ὀξυθήκτου βέλουςἔκανεν αὐτόχειρ, πέλεκυν ἐν χεροῖν λαβοῦσʼ· ἆ τλάμωνπόσις, ὅ τί ποτε τὰν τάλαιναν ἔσχεν κακόν. ὀρεία τις ὡς λέαινʼ ὀργάδωνδρύοχα νεμομένα, τάδε κατήνυσεν.
1.50
1165Κλυταιμήστραὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα. Χορόςκλύεις ὑπώροφον βοάν; Κλυταιμήστραἰώ μοί μοι. Χορόςᾤμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης. νέμει τοι δίκαν θεός, ὅταν τύχῃ· σχέτλια μὲν ἔπαθες, ἀνόσια δʼ εἰργάσω, τάλαινʼ, εὐνέταν.
1.51
1172Χορόςἀλλʼ οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασιπεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα, τροπαῖα δείγματʼ ἀθλίων προσφαγμάτων. οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτεροςτῶν Τανταλείων οὐδʼ ἔφυ ποτʼ ἐκγόνων.
1.52
1177Ὀρέστηςἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέταβροτῶν, ἴδετε τάδʼ ἔργα φόνι- α μυσαρά, δίγονα σώματʼ ἐνχθονὶ κείμενα πλαγᾷχερὸς ὑπʼ ἐμᾶς, ἄποινʼ ἐμῶνπημάτων⋯⋯ Ἠλέκτραδακρύτʼ ἄγαν, ὦ σύγγονʼ, αἰτία δʼ ἐγώ. διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾷδʼ, ἅ μʼ ἔτικτε κούραν. Χορόςἰὼ τύχας, σᾶς τύχας, μᾶτερ τεκοῦσʼ ἄλαστα, ἄλαστα μέλεα καὶ πέραπαθοῦσα σῶν τέκνων ὑπαί. πατρὸς δʼ ἔτεισας φόνον δικαίως.
1.53
1190Ὀρέστηςἰὼ Φοῖβʼ, ἀνύμνησας δίκαιʼἄφαντα, φανερὰ δʼ ἐξέπρα- ξας ἄχεα, φόνια δʼ ὤπασαςλάχεʼ ἀπὸ γᾶς τᾶς Ἑλλανίδος. τίνα δʼ ἑτέραν μόλω πόλιν; τίς ξένος, τίς εὐσεβὴςἐμὸν κάρα προσόψεταιματέρα κτανόντος; Ἠλέκτραἰὼ ἰώ μοι. ποῖ δʼ ἐγώ, τίνʼ ἐς χορόν, τίνα γάμον εἶμι; τίς πόσις με δέξεταινυμφικὰς ἐς εὐνάς; Χορόςπάλιν, πάλιν φρόνημα σὸνμετεστάθη πρὸς αὔραν· φρονεῖς γὰρ ὅσια νῦν, τότʼ οὐφρονοῦσα, δεινὰ δʼ εἰργάσω, φίλα, κασίγνητον οὐ θέλοντα.
1.54
1206Ὀρέστηςκατεῖδες, οἷον ἁ τάλαινʼ ἔξω πέπλωνἔβαλεν, ἔδειξε μαστὸν ἐν φοναῖσιν, ἰώ μοι, πρὸς πέδῳτιθεῖσα γόνιμα μέλεα; τὰν κόμαν δʼ ἐγὼ— Χορόςσάφʼ οἶδα, διʼ ὀδύνας ἔβας, ἰήιον κλύων γόονματρός, ἅ σʼ ἔτικτε.
1.55
1214Ὀρέστηςβοὰν δʼ ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰντιθεῖσα χεῖρα· Τέκος ἐμόν, λιταίνω· παρῄδων τʼ ἐξ ἐμᾶνἐκρίμναθʼ, ὥστε χέρας ἐμὰς λιπεῖν βέλος. Χορόςτάλαινα· πῶς ἔτλας φόνονδιʼ ὀμμάτων ἰδεῖν σέθενματρὸς ἐκπνεούσας;
1.56
1221Ὀρέστηςἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖςφασγάνῳ κατηρξάμανματέρος ἔσω δέρας μεθείς. Ἠλέκτραἐγὼ δʼ ἐπεγκέλευσά σοιξίφους τʼ ἐφηψάμαν ἅμα. Χορόςδεινότατον παθέων ἔρεξας.
1.57
1227Ὀρέστηςλαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοιςκαὶ καθάρμοσον σφαγάς. φονέας ἔτικτες ἆρά σοι. Ἠλέκτραἰδού, φίλᾳ τε κοὐ φίλᾳφάρεα τάδʼ ἀμφιβάλλομεν. Χορόςτέρμα κακῶν μεγάλων δόμοισιν.
1.58
1233Χορόςἀλλʼ οἵδε δόμων ὑπὲρ ἀκροτάτωνφαίνουσι τίνες— δαίμονες ἢ θεῶντῶν οὐρανίων; οὐ γὰρ θνητῶν γʼἥδε κέλευθος· τί ποτʼ ἐς φανερὰνὄψιν βαίνουσι βροτοῖσιν;
1.59
1238ΔιόσκουροιἈγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σεκαλοῦσι μητρὸς σύγγονοι Διόσκοροι, Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε. δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλονπαύσαντʼ ἀφίγμεθʼ Ἄργος, ὡς ἐσείδομενσφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς. δίκαια μέν νυν ἥδʼ ἔχει, σὺ δʼ οὐχὶ δρᾷς· Φοῖβός τε, Φοῖβος— ἀλλʼ ἄναξ γάρ ἐστʼ ἐμός, σιγῶ· σοφὸς δʼ ὢν οὐκ ἔχρησέ σοι σοφά. αἰνεῖν δʼ ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴπράσσειν ἃ Μοῖρα Ζεύς τʼ ἔκρανε σοῦ πέρι. Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους, σὺ δʼ Ἄργος ἔκλιπʼ· οὐ γὰρ ἔστι σοι πόλιντήνδʼ ἐμβατεύειν, μητέρα κτείναντι σήν. δειναὶ δὲ κῆρές σʼ αἱ κυνώπιδες θεαὶτροχηλατήσουσʼ ἐμμανῆ πλανώμενον. ἐλθὼν δʼ Ἀθήνας Παλλάδος σεμνὸν βρέταςπρόσπτυξον· εἵρξει γάρ νιν ἐπτοημέναςδεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν, γοργῶφʼ ὑπερτείνουσα σῷ κάρᾳ κύκλον. ἔστιν δʼ Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶἕζοντʼ ἐπὶ ψήφοισιν αἵματος πέρι, Ἁλιρρόθιον ὅτʼ ἔκτανʼ ὠμόφρων Ἄρης, μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων, πόντου κρέοντος παῖδʼ, ἵνʼ εὐσεβεστάτηψῆφος βεβαία τʼ ἐστὶν ἔκ τε τοῦ θεοῖς.
1.60
1264ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι. ἴσαι δέ σʼ ἐκσῴζουσι μὴ θανεῖν δίκῃψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίανἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον. καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται, νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντʼ ἀεί. δειναὶ μὲν οὖν θεαὶ τῷδʼ ἄχει πεπληγμέναιπάγον παρʼ αὐτὸν χάσμα δύσονται χθονός, σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον· σὲ δʼ Ἀρκάδων χρὴ πόλιν ἐπʼ Ἀλφειοῦ ῥοαῖςοἰκεῖν Λυκαίου πλησίον σηκώματος· ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται. σοὶ μὲν τάδʼ εἶπον· τόνδε δʼ Αἰγίσθου νέκυνἌργους πολῖται γῆς καλύψουσιν τάφῳ. μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼνΜενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα, Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμωνἥκει λιποῦσʼ Αἴγυπτον οὐδʼ ἦλθεν Φρύγας· Ζεὺς δʼ, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν, εἴδωλον Ἑλένης ἐξέπεμψʼ ἐς Ἴλιον. Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτʼ ἔχωνἈχαιίδος γῆς οἴκαδʼ ἐσπορευέτω, καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτωΦωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος· σὺ δʼ Ἰσθμίας γῆς αὐχένʼ ἐμβαίνω ποδὶχώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα. πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνουεὐδαιμονήσεις τῶνδʼ ἀπαλλαχθεὶς πόνων.
1.61
1292Χορόςὦ παῖδε Διός, θέμις ἐς φθογγὰςτὰς ὑμετέρας ἡμῖν πελάθειν; Διόσκουροιθέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις. Ἠλέκτρακἀμοὶ μύθου μέτα, Τυνδαρίδαι; Διόσκουροικαὶ σοί· Φοίβῳ τήνδʼ ἀναθήσωπρᾶξιν φονίαν. Χορόςπῶς ὄντε θεὼ τῆσδέ τʼ ἀδελφὼτῆς καπφθιμένηςοὐκ ἠρκέσατον κῆρας μελάθροις; Διόσκουροιμοῖρά τʼ ἀνάγκης ἦγʼ ἐς τὸ χρεών, Φοίβου τʼ ἄσοφοι γλώσσης ἐνοπαί. Ἠλέκτρατίς δʼ ἔμʼ Ἀπόλλων, ποῖοι χρησμοὶφονίαν ἔδοσαν μητρὶ γενέσθαι; Διόσκουροικοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι, μία δʼ ἀμφοτέρουςἄτη πατέρων διέκναισεν. Ὀρέστηςὦ σύγγονέ μοι, χρονίαν σʼ ἐσιδὼντῶν σῶν εὐθὺς φίλτρων στέρομαικαὶ σʼ ἀπολείψω σοῦ λειπόμενος. Διόσκουροιπόσις ἔστʼ αὐτῇ καὶ δόμος· οὐχ ἥδʼοἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπειπόλιν Ἀργείων. Ἠλέκτρακαὶ τίνες ἄλλαι στοναχαὶ μείζουςἢ γῆς πατρίας ὅρον ἐκλείπειν; Ὀρέστηςἀλλʼ ἐγὼ οἴκων ἔξειμι πατρὸςκαὶ ἐπʼ ἀλλοτρίαις ψήφοισι φόνονμητρὸς ὑφέξω. Διόσκουροιθάρσει· Παλλάδοςὁσίαν ἥξεις πόλιν· ἀλλʼ ἀνέχου.
1.62
1321Ἠλέκτραπερί μοι στέρνοις στέρνα πρόσαψον, σύγγονε φίλτατε· διὰ γὰρ ζευγνῦσʼ ἡμᾶς πατρίωνμελάθρων μητρὸς φόνιοι κατάραι. Ὀρέστηςβάλε, πρόσπτυξον σῶμα· θανόντος δʼὡς ἐπὶ τύμβῳ καταθρήνησον. Διόσκουροιφεῦ φεῦ· δεινὸν τόδʼ ἐγηρύσωκαὶ θεοῖσι κλύειν. ἔνι γὰρ κἀμοὶ τοῖς τʼ οὐρανίδαιςοἶκτοι θνητῶν πολυμόχθων. Ὀρέστηςοὐκέτι σʼ ὄψομαι. Ἠλέκτραοὐδʼ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω. Ὀρέστηςτάδε λοίσθιά μοι προσφθέγματά σου. Ἠλέκτραὦ χαῖρε, πόλις· χαίρετε δʼ ὑμεῖς πολλά, πολίτιδες. Ὀρέστηςὦ πιστοτάτη, στείχεις ἤδη; Ἠλέκτραστείχω βλέφαρον τέγγουσʼ ἁπαλόν. ὈρέστηςΠυλάδη, χαίρων ἴθι, νυμφεύουδέμας Ἠλέκτρας. Διόσκουροιτοῖσδε μελήσει γάμος· ἀλλὰ κύναςτάσδʼ ὑποφεύγων στεῖχʼ ἐπʼ Ἀθηνῶν· δεινὸν γὰρ ἴχνος βάλλουσʼ ἐπὶ σοὶχειροδράκοντες χρῶτα κελαιναί, δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι· νὼ δʼ ἐπὶ πόντον Σικελὸν σπουδῇσῴσοντε νεῶν πρῴρας ἐνάλους. διὰ δʼ αἰθερίας στείχοντε πλακὸςτοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν, οἷσιν δʼ ὅσιον καὶ τὸ δίκαιονφίλον ἐν βιότῳ, τούτους χαλεπῶνἐκλύοντες μόχθων σῴζομεν. οὕτως ἀδικεῖν μηδεὶς θελέτωμηδʼ ἐπιόρκων μέτα συμπλείτω· θεὸς ὢν θνητοῖς ἀγορεύω. Χορόςχαίρετε· χαίρειν δʼ ὅστις δύναταικαὶ ξυντυχίᾳ μή τινι κάμνειθνητῶν, εὐδαίμονα πράσσει.

Intertext edge

Open linked passage

Note