Hecuba
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides">
—
⋯
Original / primary: Textus receptus
1.1
1Πολυδώρου εἴδωλονἭκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλαςλιπών, ἵνʼ Ἅιδης χωρὶς ᾤκισται θεῶν, Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς ΚισσέωςΠριάμου τε πατρός, ὅς μʼ, ἐπεὶ Φρυγῶν πόλινκίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῷ, δείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸςΠολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου, ὃς τήνδʼ ἀρίστην Χερσονησίαν πλάκασπείρει, φίλιππον λαὸν εὐθύνων δορί. πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳπατήρ, ἵνʼ, εἴ ποτʼ Ἰλίου τείχη πέσοι, τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου. νεώτατος δʼ ἦ Πριαμιδῶν, ὃ καί με γῆςὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλαοὔτʼ ἔγχος οἷός τʼ ἦ νέῳ βραχίονι. ἕως μὲν οὖν γῆς ὄρθʼ ἔκειθʼ ὁρίσματαπύργοι τʼ ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸςἝκτωρ τʼ ἀδελφὸς οὑμὸς εὐτύχει δορί, καλῶς παρʼ ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳτροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας· ἐπεὶ δὲ Τροία θʼ Ἕκτορός τʼ ἀπόλλυταιψυχή, πατρῴα θʼ ἑστία κατεσκάφη, αὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνεισφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου, κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάρινξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμʼ ἁλὸςμεθῆχʼ, ἵνʼ αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ. κεῖμαι δʼ ἐπʼ ἀκταῖς, ἄλλοτʼ ἐν πόντου σάλῳ, πολλοῖς διαύλοις κυμάτων φορούμενος, ἄκλαυτος ἄταφος· νῦν δʼ ὑπὲρ μητρὸς φίληςἙκάβης ἀίσσω, σῶμʼ ἐρημώσας ἐμόν, τριταῖον ἤδη φέγγος αἰωρούμενος, ὅσονπερ ἐν γῇ τῇδε Χερσονησίᾳμήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.
1.2
35πάντες δʼ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοιθάσσουσʼ ἐπʼ ἀκταῖς τῆσδε Θρῃκίας χθονός· ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶςκατέσχʼ Ἀχιλλεὺς πᾶν στράτευμʼ Ἑλληνικόν, πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην· αἰτεῖ δʼ ἀδελφὴν τὴν ἐμὴν Πολυξένηντύμβῳ φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν. καὶ τεύξεται τοῦδʼ, οὐδʼ ἀδώρητος φίλωνἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δʼ ἄγειθανεῖν ἀδελφὴν τῷδʼ ἐμὴν ἐν ἤματι. δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεταιμήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης. φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω, δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίῳ. τοὺς γὰρ κάτω σθένοντας ἐξῃτησάμηντύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν. τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖνἔσται· γεραιᾷ δʼ ἐκποδὼν χωρήσομαιἙκάβῃ· περᾷ γὰρ ἥδʼ ὑπὸ σκηνῆς πόδαἈγαμέμνονος, φάντασμα δειμαίνουσʼ ἐμόν. φεῦ· ὦ μῆτερ ἥτις ἐκ τυραννικῶν δόμωνδούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶςὅσονπερ εὖ ποτʼ· ἀντισηκώσας δέ σεφθείρει θεῶν τις τῆς πάροιθʼ εὐπραξίας.
1.3
59Ἑκάβηἄγετʼ, ὦ παῖδες, τὴν γραῦν πρὸ δόμων, ἄγετʼ ὀρθοῦσαι τὴν ὁμόδουλον, Τρῳάδες, ὑμῖν, πρόσθε δʼ ἄνασσαν· λάβετε φέρετε πέμπετʼ ἀείρετέ μουγεραιᾶς χειρὸς προσλαζύμεναι· κἀγὼ σκολιῷ σκίπωνι χερὸςδιερειδομένα σπεύσω βραδύπουνἤλυσιν ἄρθρων προτιθεῖσα. ὦ στεροπὰ Διός, ὦ σκοτία νύξ, τί ποτʼ αἴρομαι ἔννυχος οὕτωδείμασι, φάσμασιν; ὦ πότνια Χθών, μελανοπτερύγων μῆτερ ὀνείρων, ἀποπέμπομαι ἔννυχον ὄψιν, ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σῳζομένου κατὰ Θρῄκηνἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς διʼ ὀνείρωνεἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην. ὦ χθόνιοι θεοί, σώσατε παῖδʼ ἐμόν, ὃς μόνος οἴκων ἄγκυρʼ ἔτʼ ἐμῶντὴν χιονώδη Θρῄκην κατέχειξείνου πατρίου φυλακαῖσιν. ἔσται τι νέον· ἥξει τι μέλος γοερὸν γοεραῖς. οὔποτʼ ἐμὰ φρὴν ὧδʼ ἀλίαστοςφρίσσει, ταρβεῖ. ποῦ ποτε θείαν Ἑλένου ψυχὰνκαὶ Κασάνδραν ἐσίδω, Τρῳάδες, ὥς μοι κρίνωσιν ὀνείρους; εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾷσφαζομέναν, ἀπʼ ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως. καὶ τόδε δεῖμά μοι· ἦλθʼ ὑπὲρ ἄκραςτύμβου κορυφᾶςφάντασμʼ Ἀχιλέως· ᾔτει δὲ γέραςτῶν πολυμόχθων τινὰ Τρωιάδων. ἀπʼ ἐμᾶς ἀπʼ ἐμᾶς οὖν τόδε παιδὸςπέμψατε, δαίμονες, ἱκετεύω.
1.4
98ΧορόςἙκάβη, σπουδῇ πρός σʼ ἐλιάσθηντὰς δεσποσύνους σκηνὰς προλιποῦσʼ, ἵνʼ ἐκληρώθην καὶ προσετάχθηνδούλη, πόλεως ἀπελαυνομένητῆς Ἰλιάδος, λόγχης αἰχμῇδοριθήρατος πρὸς Ἀχαιῶν, οὐδὲν παθέων ἀποκουφίζουσʼ, ἀλλʼ ἀγγελίας βάρος ἀραμένημέγα σοί τε, γύναι, κῆρυξ ἀχέων. ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδῳλέγεται δόξαι σὴν παῖδʼ Ἀχιλεῖσφάγιον θέσθαι· τύμβου δʼ ἐπιβὰςοἶσθʼ ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις, τὰς ποντοπόρους δʼ ἔσχε σχεδίαςλαίφη προτόνοις ἐπερειδομένας, τάδε θωΰσσων· Ποῖ δή, Δαναοί, τὸν ἐμὸν τύμβονστέλλεσθʼ ἀγέραστον ἀφέντες; πολλῆς δʼ ἔριδος συνέπαισε κλύδων, δόξα δʼ ἐχώρει δίχʼ ἀνʼ Ἑλλήνωνστρατὸν αἰχμητήν, τοῖς μὲν διδόναιτύμβῳ σφάγιον, τοῖς δʼ οὐχὶ δοκοῦν. ἦν δʼ ὁ τὸ μὲν σὸν σπεύδων ἀγαθὸντῆς μαντιπόλου Βάκχης ἀνέχωνλέκτρʼ Ἀγαμέμνων· τὼ Θησείδα δʼ, ὄζω Ἀθηνῶν, δισσῶν μύθων ῥήτορες ἦσαν· γνώμῃ δὲ μιᾷ συνεχωρείτην, τὸν Ἀχίλλειον τύμβον στεφανοῦναἵματι χλωρῷ, τὰ δὲ Κασάνδραςλέκτρʼ οὐκ ἐφάτην τῆς Ἀχιλείαςπρόσθεν θήσειν ποτὲ λόγχης.
1.5
130σπουδαὶ δὲ λόγων κατατεινομένωνἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρωνκόπις ἡδυλόγος δημοχαριστὴςΛαερτιάδης πείθει στρατιὰνμὴ τὸν ἄριστον Δαναῶν πάντωνδούλων σφαγίων εἵνεκʼ ἀπωθεῖν, μηδέ τινʼ εἰπεῖν παρὰ Φερσεφόνῃστάντα φθιμένωνὡς ἀχάριστοι Δαναοὶ Δαναοῖςτοῖς οἰχομένοις ὑπὲρ ἙλλήνωνΤροίας πεδίων ἀπέβησαν. ἥξει δʼ Ὀδυσεὺς ὅσον οὐκ ἤδη, πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶνἔκ τε γεραιᾶς χερὸς ὁρμήσων. ἀλλʼ ἴθι ναούς, ἴθι πρὸς βωμούς, ἵζʼ Ἀγαμέμνονος ἱκέτις γονάτων, κήρυσσε θεοὺς τούς τʼ οὐρανίδαςτούς θʼ ὑπὸ γαῖαν. ἢ γάρ σε λιταὶ διακωλύσουσʼὀρφανὸν εἶναι παιδὸς μελέας, ἢ δεῖ σʼ ἐπιδεῖν τύμβου προπετῆφοινισσομένην αἵματι παρθένονἐκ χρυσοφόρουδειρῆς νασμῷ μελαναυγεῖ.
1.6
154Ἑκάβηοἲ ἐγὼ μελέα, τί ποτʼ ἀπύσω; ποίαν ἀχώ, ποῖον ὀδυρμόν, δειλαία δειλαίου γήρως, δουλείας τᾶς οὐ τλατᾶς, τᾶς οὐ φερτᾶς; οἴμοι. τίς ἀμύνει μοι; ποία γέννα, ποία δὲ πόλις; φροῦδος πρέσβυς, φροῦδοι παῖδες. ποίαν ἢ ταύταν ἢ κείνανστείχω; ποῖ δʼ ἥσω; ποῦ τις θεῶνἢ δαιμόνων ἐπαρωγός; ὦ κάκʼ ἐνεγκοῦσαι, Τρῳάδες ὦ κάκʼ ἐνεγκοῦσαιπήματʼ, ἀπωλέσατʼ ὠλέσατʼ· οὐκέτι μοι βίοςἀγαστὸς ἐν φάει. ὦ τλάμων ἅγησαί μοι πούς, ἅγησαι τᾷ γηραιᾷπρὸς τάνδʼ αὐλάν· ὦ τέκνον, ὦ παῖ, δυστανοτάτας ματέρος— ἔξελθʼ ἔξελθʼοἴκων— ἄιε ματέρος αὐδάν. ὦ τέκνον ὡς εἰδῇς οἵαν οἵανἀίω φάμαν περὶ σᾶς ψυχᾶς.
1.7
177Πολυξένηἰώ· μᾶτερ μᾶτερ τί βοᾷς; τί νέονκαρύξασʼ οἴκων μʼ ὥστʼ ὄρνινθάμβει τῷδʼ ἐξέπταξας; Ἑκάβηοἴμοι τέκνον. Πολυξένητί με δυσφημεῖς; φροίμιά μοι κακά. Ἑκάβηαἰαῖ σᾶς ψυχᾶς. Πολυξένηἐξαύδα· μὴ κρύψῃς δαρόν. δειμαίνω δειμαίνω, μᾶτερ, τί ποτʼ ἀναστένεις⋯ Ἑκάβηὦ τέκνον τέκνον μελέας ματρὸς⋯ Πολυξένητί δὲ τόδʼ ἀγγελεῖς; Ἑκάβησφάξαι σʼ Ἀργείων κοινὰσυντείνει πρὸς τύμβον γνώμαΠηλείᾳ γέννᾳ. Πολυξένηοἴμοι μᾶτερ, πῶς φθέγγῃἀμέγαρτα κακῶν; μάνυσόν μοι, μάνυσον, μᾶτερ. Ἑκάβηαὐδῶ, παῖ, δυσφήμους φήμας· ἀγγέλλουσʼ Ἀργείων δόξαιψήφῳ τᾶς σᾶς περί μοι ψυχᾶς.
1.8
197Πολυξένηὦ δεινὰ παθοῦσʼ, ὦ παντλάμων, ὦ δυστάνου μᾶτερ βιοτᾶςοἵαν οἵαν αὖ σοι λώβανἐχθίσταν ἀρρήταν τʼὦρσέν τις δαίμων; οὐκέτι σοι παῖς ἅδʼ οὐκέτι δὴγήρᾳ δειλαίῳ δειλαίασυνδουλεύσω. σκύμνον γάρ μʼ ὥστʼ οὐριθρέπτανμόσχον δειλαία δειλαίαν⋯ ἐσόψῃ, χειρὸς ἀναρπαστὰνσᾶς ἄπο λαιμότομόν τʼ Ἀίδᾳγᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτατάλαινα κείσομαι. καὶ σοῦ μέν, μᾶτερ, δυστάνουκλαίω πανδύρτοις θρήνοις, τὸν ἐμὸν δὲ βίον λώβαν λύμαν τʼοὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοιξυντυχία κρείσσων ἐκύρησεν.
1.9
216Χορόςκαὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῇ ποδός, Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος. Ὀδυσσεύςγύναι, δοκῶ μέν σʼ εἰδέναι γνώμην στρατοῦψῆφόν τε τὴν κρανθεῖσαν· ἀλλʼ ὅμως φράσω. ἔδοξʼ Ἀχαιοῖς παῖδα σὴν Πολυξένηνσφάξαι πρὸς ὀρθὸν χῶμʼ Ἀχιλλείου τάφου. ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρηςτάσσουσιν εἶναι· θύματος δʼ ἐπιστάτηςἱερεύς τʼ ἐπέσται τοῦδε παῖς Ἀχιλλέως. οἶσθʼ οὖν ὃ δρᾶσον; μήτʼ ἀποσπασθῇς βίᾳμήτʼ ἐς χερῶν ἅμιλλαν ἐξέλθῃς ἐμοί· γίγνωσκε δʼ ἀλκὴν καὶ παρουσίαν κακῶντῶν σῶν. σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν. Ἑκάβηαἰαῖ· παρέστηχʼ, ὡς ἔοικʼ, ἀγὼν μέγας, πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός. κἄγωγʼ ἄρʼ οὐκ ἔθνῃσκον οὗ μʼ ἐχρῆν θανεῖν, οὐδʼ ὤλεσέν με Ζεύς, τρέφει δʼ, ὅπως ὁρῶκακῶν κάκʼ ἄλλα μείζονʼ ἡ τάλαινʼ ἐγώ. εἰ δʼ ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρουςμὴ λυπρὰ μηδὲ καρδίας δηκτήριαἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών, ἡμᾶς δʼ ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε. Ὀδυσσεύςἔξεστʼ, ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ. Ἑκάβηοἶσθʼ ἡνίκʼ ἦλθες Ἰλίου κατάσκοπος, δυσχλαινίᾳ τʼ ἄμορφος, ὀμμάτων τʼ ἄποφόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν; Ὀδυσσεύςοἶδʼ· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου. Ἑκάβηἔγνω δέ σʼ Ἑλένη καὶ μόνῃ κατεῖπʼ ἐμοί; Ὀδυσσεύςμεμνήμεθʼ ἐς κίνδυνον ἐλθόντες μέγαν. Ἑκάβηἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν; Ὀδυσσεύςὥστʼ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρʼ ἐμήν. Ἑκάβηἔσωσα δῆτά σʼ ἐξέπεμψά τε χθονός; Ὀδυσσεύςὥστʼ εἰσορᾶν γε φέγγος ἡλίου τόδε. Ἑκάβητί δῆτʼ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε; Ὀδυσσεύςπολλῶν λόγων εὑρήμαθʼ, ὥστε μὴ θανεῖν.
1.10
251Ἑκάβηοὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν, ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἷα φῂς παθεῖν, δρᾷς δʼ οὐδὲν ἡμᾶς εὖ, κακῶς δʼ ὅσον δύνῃ; ἀχάριστον ὑμῶν σπέρμʼ, ὅσοι δημηγόρουςζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι, οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε, ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι. ἀτὰρ τί δὴ σόφισμα τοῦθʼ ἡγούμενοιἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου; πότερα τὸ χρῆν σφʼ ἐπήγαγʼ ἀνθρωποσφαγεῖνπρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει; ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλωνἐς τήνδʼ Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον; ἀλλʼ οὐδὲν αὐτὸν ἥδε γʼ εἴργασται κακόν. Ἑλένην νιν αἰτεῖν χρῆν τάφῳ προσφάγματα· κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τʼ ἄγει. εἰ δʼ αἰχμαλώτων χρή τινʼ ἔκκριτον θανεῖνκάλλει θʼ ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε· ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη, ἀδικοῦσά θʼ ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη. τῷ μὲν δικαίῳ τόνδʼ ἁμιλλῶμαι λόγον· ἃ δʼ ἀντιδοῦναι δεῖ σʼ ἀπαιτούσης ἐμοῦ, ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φῄς, χερὸςκαὶ τῆσδε γραίας προσπίτνων παρηίδος· ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼχάριν τʼ ἀπαιτῶ τὴν τόθʼ ἱκετεύω τέ σε, μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσῃς, μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις. ταύτῃ γέγηθα κἀπιλήθομαι κακῶν· ἥδʼ ἀντὶ πολλῶν ἐστί μοι παραψυχή, πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ. οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεών, οὐδʼ εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί· κἀγὼ γὰρ ἦ ποτʼ, ἀλλὰ νῦν οὐκ εἴμʼ ἔτι, τὸν πάντα δʼ ὄλβον ἦμαρ ἕν μʼ ἀφείλετο. ἀλλʼ, ὦ φίλον γένειον, αἰδέσθητί με, οἴκτιρον· ἐλθὼν δʼ εἰς Ἀχαιικὸν στρατὸνπαρηγόρησον, ὡς ἀποκτείνειν φθόνοςγυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατεβωμῶν ἀποσπάσαντες, ἀλλʼ ᾠκτίρατε. νόμος δʼ ἐν ὑμῖν τοῖς τʼ ἐλευθέροις ἴσοςκαὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι. τὸ δʼ ἀξίωμα, κἂν κακῶς λέγῃ, τὸ σὸνπείσει· λόγος γὰρ ἔκ τʼ ἀδοξούντων ἰὼνκἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει. Χορόςοὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις, ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτωνκλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.
1.11
299ὈδυσσεύςἙκάβη, διδάσκου, μηδὲ τῷ θυμουμένῳτὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός. ἐγὼ τὸ μὲν σὸν σῶμʼ ὑφʼ οὗπερ εὐτύχουνσῴζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω· ἃ δʼ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι, Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦσὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ. ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις, ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρμηδὲν φέρηται τῶν κακιόνων πλέον. ἡμῖν δʼ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι, θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστʼ ἀνήρ. οὔκουν τόδʼ αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳχρώμεσθʼ, ἐπεὶ δʼ ὄλωλε, μὴ χρώμεσθʼ ἔτι; εἶεν· τί δῆτʼ ἐρεῖ τις, ἤν τις αὖ φανῇστρατοῦ τʼ ἄθροισις πολεμίων τʼ ἀγωνία; πότερα μαχούμεθʼ ἢ φιλοψυχήσομεν, τὸν κατθανόνθʼ ὁρῶντες οὐ τιμώμενον; καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθʼ ἡμέρανκεἰ σμίκρʼ ἔχοιμι, πάντʼ ἂν ἀρκούντως ἔχοι· τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενοντὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις. εἰ δʼ οἰκτρὰ πάσχειν φῄς, τάδʼ ἀντάκουέ μου· εἰσὶν παρʼ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαιγραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν, νύμφαι τʼ ἀρίστων νυμφίων τητώμεναι, ὧν ἥδε κεύθει σώματʼ Ἰδαία κόνις. τόλμα τάδʼ. ἡμεῖς δʼ, εἰ κακῶς νομίζομεντιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν· οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλουςἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκόταςθαυμάζεθʼ, ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῇ, ὑμεῖς δʼ ἔχηθʼ ὅμοια τοῖς βουλεύμασιν. Χορόςαἰαῖ· τὸ δοῦλον ὡς κακὸν πέφυκʼ ἀεὶτολμᾷ θʼ ἃ μὴ χρή, τῇ βίᾳ νικώμενον. Ἑκάβηὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέραφροῦδοι μάτην ῥιφέντες ἀμφὶ σοῦ φόνου· σὺ δʼ, εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις, σπούδαζε πάσας ὥστʼ ἀηδόνος στόμαφθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου. πρόσπιπτε δʼ οἰκτρῶς τοῦδʼ Ὀδυσσέως γόνυκαὶ πεῖθʼ— ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνακαὶ τῷδε— τὴν σὴν ὥστʼ ἐποικτῖραι τύχην.
1.12
342Πολυξένηὁρῶ σʼ, Ὀδυσσεῦ, δεξιὰν ὑφʼ εἵματοςκρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλινστρέφοντα, μή σου προσθίγω γενειάδος. θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία· ὡς ἕψομαί γε τοῦ τʼ ἀναγκαίου χάρινθανεῖν τε χρῄζουσʼ· εἰ δὲ μὴ βουλήσομαι, κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή. τί γάρ με δεῖ ζῆν; ᾗ πατὴρ μὲν ἦν ἄναξΦρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου· ἔπειτʼ ἐθρέφθην ἐλπίδων καλῶν ὕποβασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμωνἔχουσʼ, ὅτου δῶμʼ ἑστίαν τʼ ἀφίξομαι· δέσποινα δʼ ἡ δύστηνος Ἰδαίαισιν ἦγυναιξὶ παρθένοις τʼ ἀπόβλεπτος μέτα, ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον· νῦν δʼ εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομαθανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν· ἔπειτʼ ἴσως ἂν δεσποτῶν ὠμῶν φρέναςτύχοιμʼ ἄν, ὅστις ἀργύρου μʼ ὠνήσεται, τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν, προσθεὶς δʼ ἀνάγκην σιτοποιὸν ἐν δόμοις, σαίρειν τε δῶμα κερκίσιν τʼ ἐφεστάναιλυπρὰν ἄγουσαν ἡμέραν μʼ ἀναγκάσει· λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθενχρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα. οὐ δῆτʼ· ἀφίημʼ ὀμμάτων ἐλευθέρωνφέγγος τόδʼ, Ἅιδῃ προστιθεῖσʼ ἐμὸν δέμας. ἄγου μʼ, Ὀδυσσεῦ, καὶ διέργασαί μʼ ἄγων· οὔτʼ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶθάρσος παρʼ ἡμῖν ὥς ποτʼ εὖ πρᾶξαί με χρή. μῆτερ, σὺ δʼ ἡμῖν μηδὲν ἐμποδὼν γένῃ, λέγουσα μηδὲ δρῶσα· συμβούλου δέ μοιθανεῖν πρὶν αἰσχρῶν μὴ κατʼ ἀξίαν τυχεῖν. ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν, φέρει μέν, ἀλγεῖ δʼ αὐχένʼ ἐντιθεὶς ζυγῷ· θανὼν δʼ ἂν εἴη μᾶλλον εὐτυχέστεροςἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος. Χορόςδεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖςἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεταιτῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.
1.13
382Ἑκάβηκαλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷλύπη πρόσεστιν. εἰ δὲ δεῖ τῷ Πηλέωςχάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖνὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε, ἡμᾶς δʼ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέωςκεντεῖτε, μὴ φείδεσθʼ· ἐγὼ τεκον Πάριν, ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών. Ὀδυσσεύςοὐ σʼ, ὦ γεραιά, κατθανεῖν Ἀχιλλέωςφάντασμʼ Ἀχαιούς, ἀλλὰ τήνδʼ, ᾐτήσατο. Ἑκάβηὑμεῖς δέ μʼ ἀλλὰ θυγατρὶ συμφονεύσατε, καὶ δὶς τόσον πῶμʼ αἵματος γενήσεταιγαίᾳ νεκρῷ τε τῷ τάδʼ ἐξαιτουμένῳ. Ὀδυσσεύςἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέοςἄλλος πρὸς ἄλλῳ· μηδὲ τόνδʼ ὠφείλομεν. Ἑκάβηπολλή γʼ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ. Ὀδυσσεύςπῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος. Ἑκάβηὁποῖα κισσὸς δρυός, ὅπως τῆσδʼ ἕξομαι. Ὀδυσσεύςοὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις. Ἑκάβηὡς τῆσδʼ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι. Ὀδυσσεύςἀλλʼ οὐδʼ ἐγὼ μὴν τήνδʼ ἄπειμʼ αὐτοῦ λιπών.
1.14
402Πολυξένημῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου, χάλα τοκεῦσιν εἰκότως θυμουμένοις, σύ τʼ, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου. βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸνγέροντα χρῶτα πρὸς βίαν ὠθουμένη, ἀσχημονῆσαί τʼ ἐκ νέου βραχίονοςσπασθεῖσʼ, ἃ πείσῃ; μὴ σύ γʼ· οὐ γὰρ ἄξιον. ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέραδὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι· ὡς οὔποτʼ αὖθις, ἀλλὰ νῦν πανύστατονἀκτῖνα κύκλον θʼ ἡλίου προσόψομαι. τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων. ὦ μῆτερ, ὦ τεκοῦσʼ, ἄπειμι δὴ κάτω. Ἑκάβηὦ θύγατερ, ἡμεῖς δʼ ἐν φάει δουλεύσομεν. Πολυξένηἄνυμφος ἀνυμέναιος ὧν μʼ ἐχρῆν τυχεῖν. Ἑκάβηοἰκτρὰ σύ, τέκνον, ἀθλία δʼ ἐγὼ γυνή. Πολυξένηἐκεῖ δʼ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν. Ἑκάβηοἴμοι· τί δράσω; ποῖ τελευτήσω βίον; Πολυξένηδούλη θανοῦμαι, πατρὸς οὖσʼ ἐλευθέρου. Ἑκάβηἡμεῖς δὲ πεντήκοντά γʼ ἄμμοροι τέκνων. Πολυξένητί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν; Ἑκάβηἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ. Πολυξένηὦ στέρνα μαστοί θʼ, οἵ μʼ ἐθρέψαθʼ ἡδέως. Ἑκάβηὦ τῆς ἀώρου θύγατερ ἀθλίας τύχης. Πολυξένηχαῖρʼ, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τʼ ἐμοί, Ἑκάβηχαίρουσιν ἄλλοι, μητρὶ δʼ οὐκ ἔστιν τόδε. Πολυξένηὅ τʼ ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις. Ἑκάβηεἰ ζῇ γʼ· ἀπιστῶ δʼ· ὧδε πάντα δυστυχῶ. Πολυξένηζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν. Ἑκάβητέθνηκʼ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο. Πολυξένηκόμιζʼ, Ὀδυσσεῦ, μʼ ἀμφιθεὶς κάρα πέπλοιςὡς πρὶν σφαγῆναί γʼ ἐκτέτηκα καρδίανθρήνοισι μητρὸς τήνδε τʼ ἐκτήκω γόοις. ὦ φῶς· προσειπεῖν γὰρ σὸν ὄνομʼ ἔξεστί μοι, μέτεστι δʼ οὐδὲν πλὴν ὅσον χρόνον ξίφουςβαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως. Ἑκάβηοἲ ʼγώ, προλείπω· λύεται δέ μου μέλη. ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα, δός· μὴ λίπῃς μʼ ἄπαιδʼ. ἀπωλόμην, φίλαι⋯ ὣς τὴν Λάκαιναν σύγγονον ΔιοσκόροινἙλένην ἴδοιμι· διὰ καλῶν γὰρ ὀμμάτωναἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.
1.15
444Χορόςαὔρα, ποντιὰς αὔρα, ἅτε ποντοπόρους κομί- ζεις θοὰς ἀκάτους ἐπʼ οἶδμα λίμνας, ποῖ με τὰν μελέαν πορεύ- σεις; τῷ δουλόσυνος πρὸς οἶ- κον κτηθεῖσʼ ἀφίξομαι; ἢΔωρίδος ὅρμον αἴας; ἢ Φθιάδος, ἔνθα τὸνκαλλίστων ὑδάτων πατέραφασὶν Ἀπιδανὸν πεδία λιπαίνειν;
1.16
455Χορόςἢ νάσων, ἁλιήρεικώπᾳ πεμπομέναν τάλαι- ναν, οἰκτρὰν βιοτὰν ἔχουσαν οἴκοις, ἔνθα πρωτόγονός τε φοῖ- νιξ δάφνα θʼ ἱεροὺς ἀνέ- σχε πτόρθους Λατοῖ φίλᾳ ὠ- δῖνος ἄγαλμα Δίας; σὺν Δηλιάσιν τε κού- ραισιν Ἀρτέμιδος θεᾶςχρυσέαν ἄμπυκα τόξα τʼ εὐλογήσω;
1.17
466Χορόςἢ Παλλάδος ἐν πόλειτὰς καλλιδίφρους Ἀθα- ναίας ἐν κροκέῳ πέπλῳζεύξομαι ἆρα πώλους ἐνδαιδαλέαισι ποικίλλουσʼἀνθοκρόκοισι πήναις, ἢΤιτάνων γενεὰντὰν Ζεὺς ἀμφιπύρῳ κοιμί- ζει φλογμῷ Κρονίδας;
1.18
475Χορόςὤ μοι τεκέων ἐμῶν, ὤ μοι πατέρων χθονός θʼ, ἃ καπνῷ κατερείπεται, τυφομένα, δορίκτητοςἈργεΐων· ἐγὼ δʼ ἐν ξεί- νᾳ χθονὶ δὴ κέκλημαι δού- λα, λιποῦσʼ Ἀσίαν, Εὐρώπας θεραπνᾶν ἀλλά- ξασʼ Ἅιδα θαλάμους.
1.19
484Ταλθύβιοςποῦ τὴν ἄνασσαν δή ποτʼ οὖσαν ἸλίουἙκάβην ἂν ἐξεύροιμι, Τρῳάδες κόραι; Χορόςαὕτη πέλας σου νῶτʼ ἔχουσʼ ἐπὶ χθονί, Ταλθύβιε, κεῖται ξυγκεκλῃμένη πέπλοις. Ταλθύβιοςὦ Ζεῦ, τί λέξω; πότερά σʼ ἀνθρώπους ὁρᾶν; ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην, ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένοςτύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν; οὐχ ἥδʼ ἄνασσα τῶν πολυχρύσων Φρυγῶν, οὐχ ἥδε Πριάμου τοῦ μέγʼ ὀλβίου δάμαρ; καὶ νῦν πόλις μὲν πᾶσʼ ἀνέστηκεν δορί, αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶκεῖται, κόνει φύρουσα δύστηνον κάρα. φεῦ φεῦ· γέρων μέν εἰμʼ, ὅμως δέ μοι θανεῖνεἴη πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί. ἀνίστασʼ, ὦ δύστηνε, καὶ μετάρσιονπλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα. Ἑκάβηἔα· τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾷκεῖσθαι; τί κινεῖς μʼ, ὅστις εἶ, λυπουμένην; ΤαλθύβιοςΤαλθύβιος ἥκω Δαναϊδῶν ὑπηρέτης, Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα. Ἑκάβηὦ φίλτατʼ, ἆρα κἄμʼ ἐπισφάξαι τάφῳδοκοῦν Ἀχαιοῖς ἦλθες; ὡς φίλʼ ἂν λέγοις. σπεύδωμεν, ἐγκονῶμεν· ἡγοῦ μοι, γέρον. Ταλθύβιοςσὴν παῖδα κατθανοῦσαν ὡς θάψῃς, γύναι, ἥκω μεταστείχων σε· πέμπουσιν δέ μεδισσοί τʼ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός. Ἑκάβηοἴμοι, τί λέξεις; οὐκ ἄρʼ ὡς θανουμένουςμετῆλθες ἡμᾶς, ἀλλὰ σημανῶν κακά; ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖσʼ ἄπο· ἡμεῖς δʼ ἄτεκνοι τοὐπὶ σʼ· ὦ τάλαινʼ ἐγώ. πῶς καί νιν ἐξεπράξατʼ; ἆρʼ αἰδούμενοι; ἢ πρὸς τὸ δεινὸν ἤλθεθʼ ὡς ἐχθράν, γέρον, κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα.
1.20
518Ταλθύβιοςδιπλᾶ με χρῄζεις δάκρυα κερδᾶναι, γύναι, σῆς παιδὸς οἴκτῳ· νῦν τε γὰρ λέγων κακὰτέγξω τόδʼ ὄμμα, πρὸς τάφῳ θʼ ὅτʼ ὤλλυτο. παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦπλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς· λαβὼν δʼ Ἀχιλλέως παῖς Πολυξένην χερὸςἔστησʼ ἐπʼ ἄκρου χώματος, πέλας δʼ ἐγώ· λεκτοί τʼ Ἀχαιῶν ἔκκριτοι νεανίαι, σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν, ἕσποντο. πλῆρες δʼ ἐν χεροῖν λαβὼν δέπαςπάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέωςχοὰς θανόντι πατρί· σημαίνει δέ μοισιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῷ. κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε· Σιγᾶτʼ, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς, σίγα σιώπα· νήνεμον δʼ ἔστησʼ ὄχλον. ὃ δʼ εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δʼ ἐμός, δέξαι χοάς μοι τάσδε κηλητηρίους, νεκρῶν ἀγωγούς· ἐλθὲ δʼ, ὡς πίῃς μέλανκόρης ἀκραιφνὲς αἷμʼ, ὅ σοι δωρούμεθαστρατός τε κἀγώ· πρευμενὴς δʼ ἡμῖν γενοῦλῦσαί τε πρύμνας καὶ χαλινωτήριανεῶν δὸς ἡμῖν πρευμενοῦς τʼ ἀπʼ Ἰλίουνόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν. τοσαῦτʼ ἔλεξε, πᾶς δʼ ἐπηύξατο στρατός. εἶτʼ ἀμφίχρυσον φάσγανον κώπης λαβὼνἐξεῖλκε κολεοῦ, λογάσι δʼ Ἀργείων στρατοῦνεανίαις ἔνευσε παρθένον λαβεῖν. ἣ δʼ, ὡς ἐφράσθη, τόνδʼ ἐσήμηνεν λόγον· Ὦ τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν, ἑκοῦσα θνῄσκω· μή τις ἅψηται χροὸςτοὐμοῦ· παρέξω γὰρ δέρην εὐκαρδίως. ἐλευθέραν δέ μʼ, ὡς ἐλευθέρα θάνω, πρὸς θεῶν, μεθέντες κτείνατʼ· ἐν νεκροῖσι γὰρδούλη κεκλῆσθαι βασιλὶς οὖσʼ αἰσχύνομαι.
1.21
553λαοὶ δʼ ἐπερρόθησαν, Ἀγαμέμνων τʼ ἄναξεἶπεν μεθεῖναι παρθένον νεανίαις. οἳ δʼ, ὡς τάχιστʼ ἤκουσαν ὑστάτην ὄπα, μεθῆκαν, οὗπερ καὶ μέγιστον ἦν κράτος. κἀπεὶ τόδʼ εἰσήκουσε δεσποτῶν ἔπος, λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδοςἔρρηξε λαγόνας ἐς μέσας παρʼ ὀμφαλόν, μαστούς τʼ ἔδειξε στέρνα θʼ ὡς ἀγάλματοςκάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυἔλεξε πάντων τλημονέστατον λόγον· Ἰδού, τόδʼ, εἰ μὲν στέρνον, ὦ νεανία, παίειν προθυμῇ, παῖσον, εἰ δʼ ὑπʼ αὐχέναχρῄζεις, πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε. ὃ δʼ οὐ θέλων τε καὶ θέλων οἴκτῳ κόρης, τέμνει σιδήρῳ πνεύματος διαρροάς· κρουνοὶ δʼ ἐχώρουν. ἣ δὲ καὶ θνῄσκουσʼ ὅμωςπολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν, κρύπτουσʼ ἃ κρύπτειν ὄμματʼ ἀρσένων χρεών. ἐπεὶ δʼ ἀφῆκε πνεῦμα θανασίμῳ σφαγῇ, οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον· ἀλλʼ οἳ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶνφύλλοις ἔβαλλον, οἳ δὲ πληροῦσιν πυρὰνκορμοὺς φέροντες πευκίνους, ὁ δʼ οὐ φέρωνπρὸς τοῦ φέροντος τοιάδʼ ἤκουεν κακά· Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδιοὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων; οὐκ εἶ τι δώσων τῇ περίσσʼ εὐκαρδίῳψυχήν τʼ ἀρίστῃ; τοιάδʼ ἀμφὶ σῆς λέγωνπαιδὸς θανούσης, εὐτεκνωτάτην τέ σεπασῶν γυναικῶν δυστυχεστάτην θʼ ὁρῶ. Χορόςδεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσενπόλει τε τἠμῇ θεῶν ἀνάγκαισιν τόδε.
1.22
585Ἑκάβηὦ θύγατερ, οὐκ οἶδʼ εἰς ὅ τι βλέψω κακῶν, πολλῶν παρόντων· ἢν γὰρ ἅψωμαί τινος, τόδʼ οὐκ ἐᾷ με, παρακαλεῖ δʼ ἐκεῖθεν αὖλύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς. καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθοςοὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός· τὸ δʼ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοιγενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴτυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει, χρηστὴ δʼ ἁμαρτοῦσʼ ὧν χρεὼν αὐτὴν τυχεῖνκακὸν δίδωσι καρπόν, ἀνθρώποις δʼ ἀεὶὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός, ὁ δʼ ἐσθλὸς ἐσθλός, οὐδὲ συμφορᾶς ὕποφύσιν διέφθειρʼ, ἀλλὰ χρηστός ἐστʼ ἀεί; ἆρʼ οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί; ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶςδίδαξιν ἐσθλοῦ· τοῦτο δʼ ἤν τις εὖ μάθῃ, οἶδεν τό γʼ αἰσχρόν, κανόνι τοῦ καλοῦ μαθών. καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην· σὺ δʼ ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε, μὴ θιγγάνειν μοι μηδένʼ, ἀλλʼ εἴργειν ὄχλον, τῆς παιδός. ἔν τοι μυρίῳ στρατεύματιἀκόλαστος ὄχλος ναυτική τʼ ἀναρχίακρείσσων πυρός, κακὸς δʼ ὁ μή τι δρῶν κακόν. σὺ δʼ αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι, βάψασʼ ἔνεγκε δεῦρο ποντίας ἁλός, ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν, νύμφην τʼ ἄνυμφον παρθένον τʼ ἀπάρθενον, λούσω προθῶμαί θʼ— ὡς μὲν ἀξία, πόθεν; οὐκ ἂν δυναίμην· ὡς δʼ ἔχω— τί γὰρ πάθω;— κόσμον τʼ ἀγείρασʼ αἰχμαλωτίδων πάρα, αἵ μοι πάρεδροι τῶνδʼ ἔσω σκηνωμάτωνναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπόταςλαθοῦσʼ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων. ὦ σχήματʼ οἴκων, ὦ ποτʼ εὐτυχεῖς δόμοι, ὦ πλεῖστʼ ἔχων κάλλιστά τʼ, εὐτεκνώτατεΠρίαμε, γεραιά θʼ ἥδʼ ἐγὼ μήτηρ τέκνων, ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματοςτοῦ πρὶν στερέντες. εἶτα δῆτʼ ὀγκούμεθα, ὃ μέν τις ἡμῶν πλουσίοις ἐν δώμασιν, ὃ δʼ ἐν πολίταις τίμιος κεκλημένος. τὰ δʼ οὐδὲν ἄλλως, φροντίδων βουλεύματαγλώσσης τε κόμποι. κεῖνος ὀλβιώτατος, ὅτῳ κατʼ ἦμαρ τυγχάνει μηδὲν κακόν.
1.23
629Χορόςἐμοὶ χρῆν συμφοράν, ἐμοὶ χρῆν πημονὰν γενέσθαι, Ἰδαίαν ὅτε πρῶτον ὕλανἈλέξανδρος εἰλατίνανἐτάμεθʼ, ἅλιον ἐπʼ οἶδμα ναυστολήσωνἙλένας ἐπὶ λέκτρα, τὰνκαλλίσταν ὁ χρυσοφαὴςἍλιος αὐγάζει.
1.24
638Χορόςπόνοι γὰρ καὶ πόνωνἀνάγκαι κρείσσονες κυκλοῦνταικοινὸν δʼ ἐξ ἰδίας ἀνοίαςκακὸν τᾷ Σιμουντίδι γᾷὀλέθριον ἔμολε συμφορά τʼ ἀπʼ ἄλλων. ἐκρίθη δʼ ἔρις, ἃν ἐν Ἴ- δᾳ κρίνει τρισσὰς μακάρωνπαῖδας ἀνὴρ βούτας,
1.25
648Χορόςἐπὶ δορὶ καὶ φόνῳ καὶ ἐμῶν μελάθρων λώβᾳ· στένει δὲ καί τις ἀμφὶ τὸν εὔροον ΕὐρώτανΛάκαινα πολυδάκρυτος ἐν δόμοις κόρα, πολιάν τʼ ἐπὶ κρᾶτα μάτηρτέκνων θανόντωντίθεται χέρα δρύπτεται παρειάν, δίαιμον ὄνυχα τιθεμένα σπαραγμοῖς.
1.26
658Θεράπαιναγυναῖκες, Ἑκάβη ποῦ ποθʼ ἡ παναθλία, ἡ πάντα νικῶσʼ ἄνδρα καὶ θῆλυν σπορὰνκακοῖσιν; οὐδεὶς στέφανον ἀνθαιρήσεται. Χορόςτί δʼ, ὦ τάλαινα σῆς κακογλώσσου βοῆς; ὡς οὔποθʼ εὕδει λυπρά σου κηρύγματα. ΘεράπαιναἙκάβῃ φέρω τόδʼ ἄλγος· ἐν κακοῖσι δὲοὐ ῥᾴδιον βροτοῖσιν εὐφημεῖν στόμα. Χορόςκαὶ μὴν περῶσα τυγχάνει δόμων ὕπερἥδʼ, ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις. Θεράπαιναὦ παντάλαινα κἄτι μᾶλλον ἢ λέγω, δέσποινʼ, ὄλωλας κοὐκέτʼ εἶ, βλέπουσα φῶς, ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη. Ἑκάβηοὐ καινὸν εἶπας, εἰδόσιν δʼ ὠνείδισας. ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένηςἥκεις κομίζουσʼ, ἧς ἀπηγγέλθη τάφοςπάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν; Θεράπαιναἥδʼ οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένηνθρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται. Ἑκάβηοἲ ʼγὼ τάλαινα· μῶν τὸ βακχεῖον κάρατῆς θεσπιῳδοῦ δεῦρο Κασάνδρας φέρεις; Θεράπαιναζῶσαν λέλακας, τὸν θανόντα δʼ οὐ στένειςτόνδʼ· ἀλλʼ ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ, εἴ σοι φανεῖται θαῦμα καὶ παρʼ ἐλπίδας.
1.27
681Ἑκάβηοἴμοι, βλέπω δὴ παῖδʼ ἐμὸν τεθνηκότα, Πολύδωρον, ὅν μοι Θρῂξ ἔσῳζʼ οἴκοις ἀνήρ. ἀπωλόμην δύστηνος, οὐκέτʼ εἰμὶ δή. ὦ τέκνον τέκνον, αἰαῖ, κατάρχομαι γόων, βακχεῖον ἐξ ἀλάστοροςἀρτιμαθῆ νόμον. Θεράπαιναἔγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ; Ἑκάβηἄπιστʼ ἄπιστα, καινὰ καινὰ δέρκομαι. ἕτερα δʼ ἀφʼ ἑτέρων κακὰ κακῶν κυρεῖ· οὐδέ ποτʼ ἀστένακτος ἀδάκρυτος ἁ- μέρα μʼ ἐπισχήσει. Χορόςδείνʼ, ὦ τάλαινα, δεινὰ πάσχομεν κακά. Ἑκάβηὦ τέκνον τέκνον ταλαίνας ματρός, τίνι μόρῳ θνῄσκεις, τίνι πότμῳ κεῖσαι; πρὸς τίνος ἀνθρώπων; Θεράπαιναοὐκ οἶδʼ· ἐπʼ ἀκταῖς νιν κυρῶ θαλασσίαις⋯ Ἑκάβηἔκβλητον, ἢ πέσημα φοινίου δορός, ἐν ψαμάθῳ λευρᾷ; Θεράπαιναπόντου νιν ἐξήνεγκε πελάγιος κλύδων. Ἑκάβηὤμοι, αἰαῖ, ἔμαθον ἔνυπνον ὀμμάτωνἐμῶν ὄψιν· οὔ με παρέβαφάσμα μελανόπτερον, τὰν ἐσεῖδον ἀμφὶ σέ, ὦ τέκνον, οὐκέτʼ ὄντα Διὸς ἐν φάει. Χορόςτίς γάρ νιν ἔκτεινʼ; οἶσθʼ ὀνειρόφρων φράσαι; Ἑκάβηἐμὸς ἐμὸς ξένος, Θρῄκιος ἱππότας, ἵνʼ ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας. Χορόςοἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών; Ἑκάβηἄρρητʼ ἀνωνόμαστα, θαυμάτων πέρα, οὐχ ὅσιʼ οὐδʼ ἀνεκτά. ποῦ δίκα ξένων; ὦ κατάρατʼ ἀνδρῶν, ὡς διεμοιράσωχρόα, σιδαρέῳ τεμὼν φασγάνῳμέλεα τοῦδε παιδὸς οὐδʼ ᾤκτισας.
1.28
722Χορόςὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶνδαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς. ἀλλʼ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμαςἈγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι. ἈγαμέμνωνἙκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳἐλθοῦσʼ, ἐφʼ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοιμὴ θιγγάνειν σῆς μηδένʼ Ἀργείων κόρης; ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδʼ ἐψαύομεν· σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ. ἥκω δʼ ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖπεπραγμένʼ ἐστίν— εἴ τι τῶνδʼ ἐστὶν καλῶς. ἔα· τίνʼ ἄνδρα τόνδʼ ἐπὶ σκηναῖς ὁρῶθανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοιδέμας περιπτύσσοντες ἀγγέλλουσί μοι. Ἑκάβηδύστηνʼ, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ, Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυἈγαμέμνονος τοῦδʼ ἢ φέρω σιγῇ κακά; Ἀγαμέμνωντί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸνδύρῃ, τὸ πραχθὲν δʼ οὐ λέγεις;— τίς ἔσθʼ ὅδε; Ἑκάβηἀλλʼ, εἴ με δούλην πολεμίαν θʼ ἡγούμενοςγονάτων ἀπώσαιτʼ, ἄλγος ἂν προσθείμεθʼ ἄν. Ἀγαμέμνωνοὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύωνἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων. Ἑκάβηἆρʼ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲςμᾶλλον φρένας τοῦδʼ, ὄντος οὐχὶ δυσμενοῦς; Ἀγαμέμνωνεἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι, ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδʼ ἐγὼ κλύειν. Ἑκάβηοὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερτέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε; τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω.— Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτωνκαὶ σοῦ γενείου δεξιᾶς τʼ εὐδαίμονος⋯ Ἀγαμέμνωντί χρῆμα μαστεύουσα; μῶν ἐλεύθεροναἰῶνα θέσθαι; ῥᾴδιον γάρ ἐστί σοι. Ἑκάβηοὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένηαἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω. Ἀγαμέμνωνκαὶ δὴ τίνʼ ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς; Ἑκάβηοὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ.— ὁρᾷς νεκρὸν τόνδʼ, οὗ καταστάζω δάκρυ; Ἀγαμέμνωνὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν. Ἑκάβητοῦτόν ποτʼ ἔτεκον κἄφερον ζώνης ὕπο. Ἀγαμέμνωνἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων; Ἑκάβηοὐ τῶν θανόντων Πριαμιδῶν ὑπʼ Ἰλίῳ. Ἀγαμέμνωνἦ γάρ τινʼ ἄλλον ἔτεκες ἢ κείνους, γύναι; Ἑκάβηἀνόνητά γʼ, ὡς ἔοικε, τόνδʼ ὃν εἰσορᾷς.
1.29
767Ἀγαμέμνωνποῦ δʼ ὢν ἐτύγχανʼ, ἡνίκʼ ὤλλυτο πτόλις; Ἑκάβηπατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν. Ἀγαμέμνωνποῖ τῶν τότʼ ὄντων χωρίσας τέκνων μόνον; Ἑκάβηἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών. Ἀγαμέμνωνπρὸς ἄνδρʼ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός; Ἑκάβηἐνταῦθʼ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ. Ἀγαμέμνωνθνῄσκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών; Ἑκάβητίνος γʼ ὑπʼ ἄλλου; Θρῄξ νιν ὤλεσε ξένος. Ἀγαμέμνωνὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λαβεῖν; Ἑκάβητοιαῦτʼ, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν. Ἀγαμέμνωνηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν νεκρόν; Ἑκάβηἥδʼ, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι. Ἀγαμέμνωντοῦτον ματεύουσʼ ἢ πονοῦσʼ ἄλλον πόνον; Ἑκάβηλούτρʼ ᾤχετʼ οἴσουσʼ ἐξ ἁλὸς Πολυξένῃ. Ἀγαμέμνωνκτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος. Ἑκάβηθαλασσόπλαγκτόν γʼ, ὧδε διατεμὼν χρόα. Ἀγαμέμνωνὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων. Ἑκάβηὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν. Ἀγαμέμνωνφεῦ φεῦ· τίς οὕτω δυστυχὴς ἔφυ γυνή; Ἑκάβηοὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις. ἀλλʼ ὧνπερ οὕνεκʼ ἀμφὶ σὸν πίπτω γόνυἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ, στέργοιμʼ ἄν· εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦτιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου, ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνωδείσας δέδρακεν ἔργον ἀνοσιώτατον, κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοί, ξενίας τʼ ἀριθμῷ πρῶτʼ ἔχων ἐμῶν φίλων, τυχὼν δʼ ὅσων δεῖ—. καὶ λαβὼν προμηθίανἔκτεινε· τύμβου δʼ, εἰ κτανεῖν ἐβούλετο, οὐκ ἠξίωσεν, ἀλλʼ ἀφῆκε πόντιον. ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως· ἀλλʼ οἱ θεοὶ σθένουσι χὡ κείνων κρατῶνΝόμος· νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθακαὶ ζῶμεν ἄδικα καὶ δίκαιʼ ὡρισμένοι· ὃς ἐς σʼ ἀνελθὼν εἰ διαφθαρήσεται, καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένουςκτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν, οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον. ταῦτʼ οὖν ἐν αἰσχρῷ θέμενος αἰδέσθητί με· οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τʼ ἀποσταθεὶςἰδοῦ με κἀνάθρησον οἷʼ ἔχω κακά. τύραννος ἦ ποτʼ, ἀλλὰ νῦν δούλη σέθεν, εὔπαις ποτʼ οὖσα, νῦν δὲ γραῦς ἄπαις θʼ ἅμα, ἄπολις ἔρημος, ἀθλιωτάτη βροτῶν⋯
1.30
812οἴμοι τάλαινα, ποῖ μʼ ὑπεξάγεις πόδα; ἔοικα πράξειν οὐδέν· ὦ τάλαινʼ ἐγώ. τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματαμοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν, Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνηνοὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομενμισθοὺς διδόντες μανθάνειν, ἵνʼ ἦν ποτεπείθειν ἅ τις βούλοιτο τυγχάνειν θʼ ἅμα; πῶς οὖν ἔτʼ ἄν τις ἐλπίσαι πράξειν καλῶς; οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτʼ εἰσί μοι, αὕτη δʼ ἐπʼ αἰσχροῖς αἰχμάλωτος. οἴχομαι· καπνὸν δὲ πόλεως τόνδʼ ὑπερθρῴσκονθʼ ὁρῶ. καὶ μήν— ἴσως μὲν τοῦ λόγου κενὸν τόδε, Κύπριν προβάλλειν· ἀλλʼ ὅμως εἰρήσεται· πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεταιἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες. ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας δείξεις, ἄναξ, ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτωνχάριν τίνʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ; ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίωνφίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις. ἄκουε δή νυν· τὸν θανόντα τόνδʼ ὁρᾷς; τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθενδράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι. εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσικαὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσειἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος, ὡς πάνθʼ ὁμαρτῇ σῶν ἔχοιντο γουνάτωνκλαίοντʼ, ἐπισκήπτοντα παντοίους λόγους. ὦ δέσποτʼ, ὦ μέγιστον Ἕλλησιν φάος, πιθοῦ, παράσχες χεῖρα τῇ πρεσβύτιδιτιμωρόν, εἰ καὶ μηδέν ἐστιν, ἀλλʼ ὅμως. ἐσθλοῦ γὰρ ἀνδρὸς τῇ δίκῃ θʼ ὑπηρετεῖνκαὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί. Χορόςδεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει, καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν, φίλους τιθέντες τούς γε πολεμιωτάτουςἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι. Ἀγαμέμνωνἐγὼ σὲ καὶ σὸν παῖδα καὶ τύχας σέθεν, Ἑκάβη, διʼ οἴκτου χεῖρά θʼ ἱκεσίαν ἔχω, καὶ βούλομαι θεῶν θʼ οὕνεκʼ ἀνόσιον ξένονκαὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην, εἴ πως φανείη γʼ ὥστε σοί τʼ ἔχειν καλῶς, στρατῷ τε μὴ δόξαιμι Κασάνδρας χάρινΘρῄκης ἄνακτι τόνδε βουλεῦσαι φόνον. ἔστιν γὰρ ᾗ ταραγμὸς ἐμπέπτωκέ μοι·— Τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός, τὸν κατθανόντα δʼ ἐχθρόν· εἰ δὲ σοὶ φίλοςὅδʼ ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῷ.— πρὸς ταῦτα φρόντιζʼ· ὡς θέλοντα μέν μʼ ἔχειςσοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι, βραδὺν δʼ, Ἀχαιοῖς εἰ διαβληθήσομαι.
1.31
864Ἑκάβηφεῦ. οὐκ ἔστι θνητῶν ὅστις ἔστʼ ἐλεύθερος· ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης, ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶεἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις. ἐπεὶ δὲ ταρβεῖς τῷ τʼ ὄχλῳ πλέον νέμεις, ἐγώ σε θήσω τοῦδʼ ἐλεύθερον φόβου. σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸντῷ τόνδʼ ἀποκτείναντι, συνδράσῃς δὲ μή. ἢν δʼ ἐξ Ἀχαιῶν θόρυβος ἢ ʼπικουρίαπάσχοντος ἀνδρὸς Θρῃκὸς οἷα πείσεταιφανῇ τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν. τὰ δʼ ἄλλα— θάρσει— πάντʼ ἐγὼ θήσω καλῶς. Ἀγαμέμνωνπῶς οὖν; τί δράσεις; πότερα φάσγανον χερὶλαβοῦσα γραίᾳ φῶτα βάρβαρον κτενεῖς, ἢ φαρμάκοισιν ἢ ʼπικουρίᾳ τινί; τίς σοι ξυνέσται χείρ; πόθεν κτήσῃ φίλους; Ἑκάβηστέγαι κεκεύθασʼ αἵδε Τρῳάδων ὄχλον. Ἀγαμέμνωντὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν; Ἑκάβησὺν ταῖσδε τὸν ἐμὸν φονέα τιμωρήσομαι. Ἀγαμέμνωνκαὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος; Ἑκάβηδεινὸν τὸ πλῆθος σὺν δόλῳ τε δύσμαχον. Ἀγαμέμνωνδεινόν· τὸ μέντοι θῆλυ μέμφομαι γένος. Ἑκάβητί δʼ; οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνακαὶ Λῆμνον ἄρδην ἀρσένων ἐξῴκισαν; ἀλλʼ ὣς γενέσθω· τόνδε μὲν μέθες λόγον, πέμψον δέ μοι τήνδʼ ἀσφαλῶς διὰ στρατοῦγυναῖκα.— καὶ σὺ Θρῃκὶ πλαθεῖσα ξένῳλέξον· Καλεῖ σʼ ἄνασσα δή ποτʼ ἸλίουἙκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος, καὶ παῖδας· ὡς δεῖ καὶ τέκνʼ εἰδέναι λόγουςτοὺς ἐξ ἐκείνης.— τὸν δὲ τῆς νεοσφαγοῦςΠολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον, ὡς τώδʼ ἀδελφὼ πλησίον μιᾷ φλογί, δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί. Ἀγαμέμνωνἔσται τάδʼ οὕτω· καὶ γὰρ εἰ μὲν ἦν στρατῷπλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν· νῦν δʼ, οὐ γὰρ ἵησʼ οὐρίους πνοὰς θεός, μένειν ἀνάγκη πλοῦν ὁρῶντʼ ἐς ἥσυχον. γένοιτο δʼ εὖ πως· πᾶσι γὰρ κοινὸν τόδε, ἰδίᾳ θʼ ἑκάστῳ καὶ πόλει, τὸν μὲν κακὸνκακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.
1.32
905Χορόςσὺ μέν, ὦ πατρὶς Ἰλιάς, τῶν ἀπορθήτων πόλις οὐκέτι λέξῃ· τοῖον Ἑλλάνων νέφος ἀμφί σε κρύπτειδορὶ δὴ δορὶ πέρσαν. ἀπὸ δὲ στεφάναν κέκαρ- σαι πύργων, κατὰ δʼ αἰθάλουκηλῖδʼ οἰκτροτάταν κέχρω- σαι· τάλαινʼ, οὐκέτι σʼ ἐμβατεύσω.
1.33
914Χορόςμεσονύκτιος ὠλλύμαν, ἦμος ἐκ δείπνων ὕπνος ἡδὺς ἐπʼ ὄσσοιςσκίδναται, μολπᾶν δʼ ἄπο καὶ χοροποιῶνθυσιᾶν καταλύσαςπόσις ἐν θαλάμοις ἔκει- το, ξυστὸν δʼ ἐπὶ πασσάλῳ, ναύταν οὐκέθʼ ὁρῶν ὅμι- λον ΤροίανἸλιάδʼ ἐμβεβῶτα.
1.34
923Χορόςἐγὼ δὲ πλόκαμον ἀναδέτοιςμίτραισιν ἐρρυθμιζόμανχρυσέων ἐνόπτρων λεύσ- σουσʼ ἀτέρμονας εἰς αὐγάς, ἐπιδέμνιος ὡς πέσοιμʼ ἐς εὐνάν. ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν· κέλευσμα δʼ ἦν κατʼ ἄστυ Τροί- ας τόδʼ· Ὦπαῖδες Ἑλλάνων, πότε δὴ πότε τὰνἸλιάδα σκοπιὰνπέρσαντες ἥξετʼ οἴκους;
1.35
933Χορόςλέχη δὲ φίλια μονόπεπλοςλιποῦσα, Δωρὶς ὡς κόρα, σεμνὰν προσίζουσʼ οὐκἤνυσʼ Ἄρτεμιν ἁ τλάμων· ἄγομαι δὲ θανόντʼ ἰδοῦσʼ ἀκοίταντὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος, πόλιν τʼ ἀποσκοποῦσʼ, ἐπεὶνόστιμονναῦς ἐκίνησεν πόδα καί μʼ ἀπὸ γᾶςὥρισεν Ἰλιάδος· τάλαινʼ, ἀπεῖπον ἄλγει,
1.36
943Χορόςτὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσινἸδαῖόν τε βούταναἰνόπαριν κατάρᾳδιδοῦσʼ, ἐπεί με γᾶς ἐκπατρῴας ἀπώλεσενἐξῴκισέν τʼ οἴκων γάμος, οὐ γάμος ἀλλʼ ἀ- λάστορός τις οἰζύς· ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν, μήτε πα- τρῷον ἵκοιτʼ ἐς οἶκον.
1.37
953Πολυμήστωρὦ φίλτατʼ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ, Ἑκάβη, δακρύω σʼ εἰσορῶν πόλιν τε σὴντήν τʼ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν. φεῦ· οὐκ ἔστι πιστὸν οὐδέν, οὔτʼ εὐδοξίαοὔτʼ αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς. φύρουσι δʼ αὐτοὶ θεοὶ πάλιν τε καὶ πρόσωταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίᾳσέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖθρηνεῖν, προκόπτοντʼ οὐδὲν ἐς πρόσθεν κακῶν; σὺ δʼ, εἴ τι μέμφῃ τῆς ἐμῆς ἀπουσίας, σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρῄκης ὅροιςἀπών, ὅτʼ ἦλθες δεῦρʼ· ἐπεὶ δʼ ἀφικόμην, ἤδη πόδʼ ἔξω δωμάτων αἴροντί μοιἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθενλέγουσα μύθους, ὧν κλύων ἀφικόμην. Ἑκάβηαἰσχύνομαί σε προσβλέπειν ἐναντίον, Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς. ὅτῳ γὰρ ὤφθην εὐτυχοῦσʼ, αἰδώς μʼ ἔχειἐν τῷδε πότμῳ τυγχάνουσʼ ἵνʼ εἰμὶ νῦνκοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις. ἀλλʼ αὐτὸ μὴ δύσνοιαν ἡγήσῃ σέθεν, Πολυμῆστορ· ἄλλως δʼ αἴτιόν τι καὶ νόμος, γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον. Πολυμήστωρκαὶ θαῦμά γʼ οὐδέν. ἀλλὰ τίς χρεία σʼ ἐμοῦ; τί χρῆμʼ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα· Ἑκάβηἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαικαὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοιχωρὶς κέλευσον τῶνδʼ ἀποστῆναι δόμων. Πολυμήστωρχωρεῖτʼ· ἐν ἀσφαλεῖ γὰρ ἥδʼ ἐρημία. φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδεστράτευμʼ Ἀχαιῶν. ἀλλὰ σημαίνειν σὲ χρῆν· τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖφίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμʼ ἐγώ.
1.38
986Ἑκάβηπρῶτον μὲν εἰπὲ παῖδʼ ὃν ἐξ ἐμῆς χερὸςΠολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις, εἰ ζῇ· τὰ δʼ ἄλλα δεύτερόν σʼ ἐρήσομαι. Πολυμήστωρμάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος. Ἑκάβηὦ φίλταθʼ, ὡς εὖ κἀξίως λέγεις σέθεν. Πολυμήστωρτί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ; Ἑκάβηεἰ τῆς τεκούσης τῆσδε⋯ μέμνηταί τί μου; Πολυμήστωρκαὶ δεῦρό γʼ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν. Ἑκάβηχρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων; Πολυμήστωρσῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος. Ἑκάβησῶσόν νυν αὐτὸν μηδʼ ἔρα τῶν πλησίον. Πολυμήστωρἥκιστʼ· ὀναίμην τοῦ παρόντος, ὦ γύναι. Ἑκάβηοἶσθʼ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω; Πολυμήστωροὐκ οἶδα· τῷ σῷ τοῦτο σημανεῖς λόγῳ. Ἑκάβηἔστʼ, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ— Πολυμήστωρτί χρῆμʼ ὃ κἀμὲ καὶ τέκνʼ εἰδέναι χρεών; Ἑκάβηχρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες. Πολυμήστωρταῦτʼ ἔσθʼ ἃ βούλῃ παιδὶ σημῆναι σέθεν; Ἑκάβημάλιστα, διὰ σοῦ γʼ· εἶ γὰρ εὐσεβὴς ἀνήρ. Πολυμήστωρτί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας; Ἑκάβηἄμεινον, ἢν σὺ κατθάνῃς, τούσδʼ εἰδέναι. Πολυμήστωρκαλῶς ἔλεξας· τῇδε καὶ σοφώτερον. Ἑκάβηοἶσθʼ οὖν Ἀθάνας Ἰλίας ἵνα στέγαι; Πολυμήστωρἐνταῦθʼ ὁ χρυσός ἐστι; σημεῖον δὲ τί; Ἑκάβημέλαινα πέτρα γῆς ὑπερτέλλουσʼ ἄνω. Πολυμήστωρἔτʼ οὖν τι βούλῃ τῶν ἐκεῖ φράζειν ἐμοί; Ἑκάβησῶσαί σε χρήμαθʼ οἷς συνεξῆλθον θέλω. Πολυμήστωρποῦ δῆτα; πέπλων ἐντὸς ἢ κρύψασʼ ἔχεις; Ἑκάβησκύλων ἐν ὄχλῳ ταῖσδε σῴζεται στέγαις. Πολυμήστωρποῦ δʼ; αἵδʼ Ἀχαιῶν ναύλοχοι περιπτυχαί. Ἑκάβηἰδίᾳ γυναικῶν αἰχμαλωτίδων στέγαι. Πολυμήστωρτἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία; Ἑκάβηοὐδεὶς Ἀχαιῶν ἔνδον, ἀλλʼ ἡμεῖς μόναι. ἀλλʼ ἕρπʼ ἐς οἴκους· καὶ γὰρ Ἀργεῖοι νεῶνλῦσαι ποθοῦσιν οἴκαδʼ ἐκ Τροίας πόδα· ὡς πάντα πράξας ὧν σε δεῖ στείχῃς πάλινξὺν παισὶν οὗπερ τὸν ἐμὸν ᾤκισας γόνον. Χορόςοὔπω δέδωκας, ἀλλʼ ἴσως δώσεις δίκην·
1.39
1025Χορόςἀλίμενόν τις ὡς εἰς ἄντλον πεσὼνλέχριος ἐκπεσῇ φίλας καρδίας, ἀμέρσας βίοτον. τὸ γὰρ ὑπέγγυονΔίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει· ὀλέθριον ὀλέθριον κακόν. ψεύσει σʼ ὁδοῦ τῆσδʼ ἐλπὶς ἥ σʼ ἐπήγαγενθανάσιμον πρὸς Ἅιδαν, ἰὼ τάλας· ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον.
1.40
1034Πολυμήστωρἔσωθενὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας. Χορός— ἠκούσατʼ ἀνδρὸς Θρῃκὸς οἰμωγήν, φίλαι; Πολυμήστωρὤμοι μάλʼ αὖθις, τέκνα, δυστήνου σφαγῆς. Χορός— φίλαι, πέπρακται καίνʼ ἔσω δόμων κακά. Πολυμήστωρἀλλʼ οὔτι μὴ φύγητε λαιψηρῷ ποδί· βάλλων γὰρ οἴκων τῶνδʼ ἀναρρήξω μυχούς. Χορός— ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος.— βούλεσθʼ ἐπεσπέσωμεν; ὡς ἀκμὴ καλεῖἙκάβῃ παρεῖναι Τρῳάσιν τε συμμάχους. Ἑκάβηἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας· οὐ γάρ ποτʼ ὄμμα λαμπρὸν ἐνθήσεις κόραις, οὐ παῖδας ὄψῃ ζῶντας οὓς ἔκτεινʼ ἐγώ. Χορόςἦ γὰρ καθεῖλες Θρῇκα, καὶ κρατεῖς, ξένον, δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις; Ἑκάβηὄψῃ νιν αὐτίκʼ ὄντα δωμάτων πάροςτυφλὸν τυφλῷ στείχοντα παραφόρῳ ποδί, παίδων τε δισσῶν σώμαθʼ, οὓς ἔκτεινʼ ἐγὼσὺν ταῖς ἀρίσταις Τρῳάσιν· δίκην δέ μοιδέδωκε. χωρεῖ δʼ, ὡς ὁρᾷς, ὅδʼ ἐκ δόμων. ἀλλʼ ἐκποδὼν ἄπειμι κἀποστήσομαιθυμῷ ῥέοντι Θρῃκὶ δυσμαχωτάτῳ.
1.41
1056Πολυμήστωρὤμοι ἐγώ, πᾷ βῶ, πᾷ στῶ, πᾷ κέλσω; τετράποδος βάσιν θηρὸς ὀρεστέρουτιθέμενος ἐπίχειρα κατʼ ἴχνος; ποίανἢ ταύταν ἢ τάνδʼ ἐξαλλάξω, τὰςἀνδροφόνους μάρψαι χρῄζων Ἰλιάδας, αἵ με διώλεσαν; τάλαιναι κόραι τάλαιναι Φρυγῶν, ὦ κατάρατοι, ποῖ καί με φυγᾷ πτώσσουσι μυχῶν; εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρονἀκέσαιʼ ἀκέσαιο τυφλόν, Ἅλιε, φέγγος ἐπαλλάξας. ἆ ἆ, σίγα· κρυπτὰν βάσιν αἰσθάνομαιτάνδε γυναικῶν. πᾷ πόδʼ ἐπᾴξαςσαρκῶν ὀστέων τʼ ἐμπλησθῶ, θοίναν ἀγρίων θηρῶν τιθέμενος, ἀρνύμενος λώβανλύμας ἀντίποινʼ ἐμᾶς; ὦ τάλας. ποῖ πᾷ φέρομαι τέκνʼ ἔρημα λιπὼνΒάκχαις Ἅιδου διαμοιρᾶσαι, σφακτά, κυσίν τε φοινίαν δαῖτʼ ἀνή- μερον τʼ οὐρείαν ἐκβολάν; πᾷ στῶ, πᾷ κάμψω, πᾷ βῶ, ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκονφᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶςτέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;
1.42
1085Χορόςὦ τλῆμον, ὥς σοι δύσφορʼ εἴργασται κακά· δράσαντι δʼ αἰσχρὰ δεινὰ τἀπιτίμια. δαίμων ἔδωκεν ὅστις ἐστί σοι βαρύς.
1.43
1089Πολυμήστωραἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον ἔνο- πλον εὔιππον Ἄρει κάτοχον γένος. ἰὼ Ἀχαιοί.— ἰὼ Ἀτρεῖδαι.— βοὰν βοὰν ἀυτῶ, βοάν. ὢ ἴτε· μόλετε πρὸς θεῶν. κλύει τις ἢ οὐδεὶς ἀρκέσει; τί μέλλετε; γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες· δεινὰδεινὰ πεπόνθαμεν. ὤμοι ἐμᾶς λώβας. ποῖ τράπωμαι, ποῖ πορευθῶ; ἀμπτάμενος οὐράνιονὑψιπετὲς ἐς μέλαθρον, Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη- σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἀίδαμελάγχρωτα πορθμὸν ᾄξω τάλας;
1.44
1107Χορόςσυγγνώσθʼ, ὅταν τις κρείσσονʼ ἢ φέρειν κακὰπάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης. Ἀγαμέμνωνκραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχοςπέτρας ὀρείας παῖς λέλακʼ ἀνὰ στρατὸνἨχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶνπύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί, φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος. Πολυμήστωρὦ φίλτατʼ· ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθενφωνῆς ἀκούσας· εἰσορᾷς ἃ πάσχομεν; Ἀγαμέμνωνἔα· Πολυμῆστορ· ὦ δύστηνε, τίς σʼ ἀπώλεσεν; τίς ὄμμʼ ἔθηκε τυφλὸν αἱμάξας κόρας, παῖδάς τε τούσδʼ ἔκτεινεν; ἦ μέγαν χόλονσοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα. ΠολυμήστωρἙκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσινἀπώλεσʼ— οὐκ ἀπώλεσʼ, ἀλλὰ μειζόνως. Ἀγαμέμνωντί φῄς; σὺ τοὔργον εἴργασαι τόδʼ, ὡς λέγει; σὺ τόλμαν, Ἑκάβη, τήνδʼ ἔτλης ἀμήχανον; Πολυμήστωρὤμοι, τί λέξεις; ἦ γὰρ ἐγγύς ἐστί που; σήμηνον, εἰπὲ ποῦ ʼσθʼ, ἵνʼ ἁρπάσας χεροῖνδιασπάσωμαι καὶ καθαιμάξω χρόα. Ἀγαμέμνωνοὗτος, τί πάσχεις; Πολυμήστωρπρὸς θεῶν σε λίσσομαι, μέθες μʼ ἐφεῖναι τῇδε μαργῶσαν χέρα. Ἀγαμέμνωνἴσχʼ· ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρονλέγʼ, ὡς ἀκούσας σοῦ τε τῆσδέ τʼ ἐν μέρεικρίνω δικαίως ἀνθʼ ὅτου πάσχεις τάδε. Πολυμήστωρλέγοιμʼ ἄν. ἦν τις Πριαμιδῶν νεώτατος, Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶπατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν, ὕποπτος ὢν δὴ Τρωικῆς ἁλώσεως. τοῦτον κατέκτεινʼ· ἀνθʼ ὅτου δʼ ἔκτεινά νιν, ἄκουσον, ὡς εὖ καὶ σοφῇ προμηθίᾳ. ἔδεισα μὴ σοὶ πολέμιος λειφθεὶς ὁ παῖςΤροίαν ἀθροίσῃ καὶ ξυνοικίσῃ πάλιν, γνόντες δʼ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τιναΦρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον, κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδελεηλατοῦντες, γείτοσιν δʼ εἴη κακὸνΤρώων, ἐν ᾧπερ νῦν, ἄναξ, ἐκάμνομεν.
1.45
1145Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρονλόγῳ με τοιῷδʼ ἤγαγʼ, ὡς κεκρυμμέναςθήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίῳχρυσοῦ· μόνον δὲ σὺν τέκνοισί μʼ εἰσάγειδόμους, ἵνʼ ἄλλος μή τις εἰδείη τάδε. ἵζω δὲ κλίνης ἐν μέσῳ κάμψας γόνυ· πολλαὶ δὲ χεῖρες, αἳ μὲν ἐξ ἀριστερᾶς, αἳ δʼ ἔνθεν, ὡς δὴ παρὰ φίλῳ, Τρώων κόραιθάκους ἔχουσαι, κερκίδʼ Ἠδωνῆς χερὸςᾔνουν, ὑπʼ αὐγὰς τούσδε λεύσσουσαι πέπλους· ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναιγυμνόν μʼ ἔθηκαν διπτύχου στολίσματος. ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναιτέκνʼ ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸςγένοιντο, διαδοχαῖς ἀμείβουσαι χερῶν· κᾆτʼ ἐκ γαληνῶν— πῶς δοκεῖς;— προσφθεγμάτωνεὐθὺς λαβοῦσαι φάσγανʼ ἐκ πέπλων ποθὲνκεντοῦσι παῖδας, αἳ δὲ πολεμίων δίκηνξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέραςκαὶ κῶλα· παισὶ δʼ ἀρκέσαι χρῄζων ἐμοῖς, εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμόν, κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας, πλήθει γυναικῶν οὐδὲν ἤνυον τάλας. τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον, ἐξειργάσαντο δείνʼ· ἐμῶν γὰρ ὀμμάτων, πόρπας λαβοῦσαι, τὰς ταλαιπώρους κόραςκεντοῦσιν, αἱμάσσουσιν· εἶτʼ ἀνὰ στέγαςφυγάδες ἔβησαν· ἐκ δὲ πηδήσας ἐγὼθὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας, ἅπαντʼ ἐρευνῶν τοῖχον ὡς κυνηγέτηςβάλλων ἀράσσων. τοιάδε σπεύδων χάρινπέπονθα τὴν σὴν πολέμιόν τε σὸν κτανών, Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους, εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶςἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν, ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω· γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφειτοιόνδʼ· ὁ δʼ αἰεὶ ξυντυχὼν ἐπίσταται. Χορόςμηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖςτὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψῃ γένος. πολλαὶ γὰρ ἡμῶν, αἳ μέν εἰσʼ ἐπίφθονοι, αἳ δʼ εἰς ἀριθμὸν τῶν κακῶν πεφύκαμεν.
1.46
1187ἙκάβηἈγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτετῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον· ἀλλʼ, εἴτε χρήστʼ ἔδρασε, χρήστʼ ἔδει λέγειν, εἴτʼ αὖ πονηρά, τοὺς λόγους εἶναι σαθρούς, καὶ μὴ δύνασθαι τἄδικʼ εὖ λέγειν ποτέ. σοφοὶ μὲν οὖν εἰσʼ οἱ τάδʼ ἠκριβωκότες, ἀλλʼ οὐ δύνανται διὰ τέλους εἶναι σοφοί, κακῶς δʼ ἀπώλοντʼ· οὔτις ἐξήλυξέ πω. καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει· πρὸς τόνδε δʼ εἶμι καὶ λόγοις ἀμείψομαι· ὃς φῂς Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦνἈγαμέμνονός θʼ ἕκατι παῖδʼ ἐμὸν κτανεῖν. ἀλλʼ, ὦ κάκιστε, πρῶτον οὔποτʼ ἂν φίλοντὸ βάρβαρον γένοιτʼ ἂν Ἕλλησιν γένοςοὐδʼ ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάρινπρόθυμος ἦσθα; πότερα κηδεύσων τινὰἢ συγγενὴς ὤν, ἢ τίνʼ αἰτίαν ἔχων; ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματαπλεύσαντες αὖθις; τίνα δοκεῖς πείσειν τάδε; ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν, ἔκτεινε τὸν ἐμὸν παῖδα, καὶ κέρδη τὰ σά. ἐπεὶ δίδαξον τοῦτο· πῶς, ὅτʼ εὐτύχειΤροία, πέριξ δὲ πύργος εἶχʼ ἔτι πτόλιν, ἔζη τε Πρίαμος Ἕκτορός τʼ ἤνθει δόρυ, τί δʼ οὐ τότʼ, εἴπερ τῷδʼ ἐβουλήθης χάρινθέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχωνἔκτεινας ἢ ζῶντʼ ἦλθες Ἀργείοις ἄγων; ἀλλʼ ἡνίχʼ ἡμεῖς οὐκέτʼ ἐσμὲν ἐν φάει— καπνῷ δʼ ἐσήμηνʼ ἄστυ— πολεμίων ὕπο, ξένον κατέκτας σὴν μολόντʼ ἐφʼ ἑστίαν.
1.47
1217πρὸς τοῖσδε νῦν ἄκουσον, ὡς φανῇς κακός. χρῆν σʼ, εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος, τὸν χρυσὸν ὃν φῂς οὐ σὸν ἀλλὰ τοῦδʼ ἔχεινδοῦναι φέροντα πενομένοις τε καὶ χρόνονπολὺν πατρῴας γῆς ἀπεξενωμένοις· σὺ δʼ οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸςτολμᾷς, ἔχων δὲ καρτερεῖς ἔτʼ ἐν δόμοις. καὶ μὴν τρέφων μὲν ὥς σε παῖδʼ ἐχρῆν τρέφεινσώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος· ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοιφίλοι· τὰ χρηστὰ δʼ αὔθʼ ἕκαστʼ ἔχει φίλους. εἰ δʼ ἐσπάνιζες χρημάτων, ὃ δʼ εὐτύχει, θησαυρὸς ἄν σοι παῖς ὑπῆρχʼ οὑμὸς μέγας· νῦν δʼ οὔτʼ ἐκεῖνον ἄνδρʼ ἔχεις σαυτῷ φίλον, χρυσοῦ τʼ ὄνησις οἴχεται παῖδές τε σοί, αὐτός τε πράσσεις ὧδε. σοὶ δʼ ἐγὼ λέγω, Ἀγάμεμνον, εἰ τῷδʼ ἀρκέσεις, κακὸς φανῇ· οὔτʼ εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν, οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον· αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σὲ φήσομεντοιοῦτον ὄντα⋯ δεσπότας δʼ οὐ λοιδορῶ. Χορόςφεῦ φεῦ· βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματαχρηστῶν ἀφορμὰς ἐνδίδωσʼ ἀεὶ λόγων. Ἀγαμέμνωνἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά, ὅμως δʼ ἀνάγκη· καὶ γὰρ αἰσχύνην φέρει, πρᾶγμʼ ἐς χέρας λαβόντʼ ἀπώσασθαι τόδε. ἐμοὶ δʼ, ἵνʼ εἰδῇς, οὔτʼ ἐμὴν δοκεῖς χάρινοὔτʼ οὖν Ἀχαιῶν ἄνδρʼ ἀποκτεῖναι ξένον, ἀλλʼ ὡς ἔχῃς τὸν χρυσὸν ἐν δόμοισι σοῖς. λέγεις δὲ σαυτῷ πρόσφορʼ ἐν κακοῖσιν ὤν. τάχʼ οὖν παρʼ ὑμῖν ῥᾴδιον ξενοκτονεῖν· ἡμῖν δέ γʼ αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε. πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον; οὐκ ἂν δυναίμην. ἀλλʼ ἐπεὶ τὰ μὴ καλὰπράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.
1.48
1252Πολυμήστωροἴμοι, γυναικός, ὡς ἔοιχʼ, ἡσσώμενοςδούλης ὑφέξω τοῖς κακίοσιν δίκην. Ἀγαμέμνωνοὔκουν δικαίως, εἴπερ εἰργάσω κακά; Πολυμήστωροἴμοι τέκνων τῶνδʼ ὀμμάτων τʼ ἐμῶν, τάλας. Ἑκάβηἀλγεῖς· τί δʼ; ἦ ʼμὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς; Πολυμήστωρχαίρεις ὑβρίζουσʼ εἰς ἔμʼ, ὦ πανοῦργε σύ; Ἑκάβηοὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην; Πολυμήστωρἀλλʼ οὐ τάχʼ, ἡνίκʼ ἄν σε ποντία νοτὶς— Ἑκάβημῶν ναυστολήσῃ γῆς ὅρους Ἑλληνίδος; Πολυμήστωρκρύψῃ μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων. Ἑκάβηπρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων; Πολυμήστωραὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσῃ ποδί. Ἑκάβηὑποπτέροις νώτοισιν ἢ ποίῳ τρόπῳ; Πολυμήστωρκύων γενήσῃ πύρσʼ ἔχουσα δέργματα. Ἑκάβηπῶς δʼ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν; Πολυμήστωρὁ Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε. Ἑκάβησοὶ δʼ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν; Πολυμήστωροὐ γάρ ποτʼ ἂν σύ μʼ εἷλες ὧδε σὺν δόλῳ. Ἑκάβηθανοῦσα δʼ ἢ ζῶσʼ ἐνθάδʼ ἐκπλήσω βίον; Πολυμήστωρθανοῦσα· τύμβῳ δʼ ὄνομα σῷ κεκλήσεται— Ἑκάβημορφῆς ἐπῳδόν, ἢ τί, τῆς ἐμῆς ἐρεῖς; Πολυμήστωρκυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ. Ἑκάβηοὐδὲν μέλει μοι σοῦ γέ μοι δόντος δίκην. Πολυμήστωρκαὶ σήν γʼ ἀνάγκη παῖδα Κασάνδραν θανεῖν. Ἑκάβηἀπέπτυσʼ· αὐτῷ ταῦτα σοὶ δίδωμʼ ἔχειν. Πολυμήστωρκτενεῖ νιν ἡ τοῦδʼ ἄλοχος, οἰκουρὸς πικρά. Ἑκάβημήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς. Πολυμήστωρκαὐτόν γε τοῦτον, πέλεκυν ἐξάρασʼ ἄνω. Ἀγαμέμνωνοὗτος σύ, μαίνῃ καὶ κακῶν ἐρᾷς τυχεῖν; Πολυμήστωρκτεῖνʼ, ὡς ἐν Ἄργει φόνια λουτρά σʼ ἀμμένει. Ἀγαμέμνωνοὐχ ἕλξετʼ αὐτόν, δμῶες, ἐκποδὼν βίᾳ; Πολυμήστωρἀλγεῖς ἀκούων; Ἀγαμέμνωνοὐκ ἐφέξετε στόμα; Πολυμήστωρἐγκλῄετʼ· εἴρηται γάρ. Ἀγαμέμνωνοὐχ ὅσον τάχοςνήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ που, ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ; Ἑκάβη, σὺ δʼ, ὦ τάλαινα, διπτύχους νεκροὺςστείχουσα θάπτε· δεσποτῶν δʼ ὑμᾶς χρεὼνσκηναῖς πελάζειν, Τρῳάδες· καὶ γὰρ πνοὰςπρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ. εὖ δʼ ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοιςἔχοντʼ ἴδοιμεν τῶνδʼ ἀφειμένοι πόνων.
1.49
1293Χορόςἴτε πρὸς λιμένας σκηνάς τε, φίλαι, τῶν δεσποσύνων πειρασόμεναιμόχθων· στερρὰ γὰρ ἀνάγκη.