Helen
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides">
—
⋯
Original / primary: Textus receptus
1.1
1ἙλένηΝείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί, ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδονλευκῆς τακείσης χιόνος ὑγραίνει γύας. Πρωτεὺς δʼ ὅτʼ ἔζη τῆσδε γῆς τύραννος ἦν, Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δʼ ἄναξ, ὃς τῶν κατʼ οἶδμα παρθένων μίαν γαμεῖ, Ψαμάθην, ἐπειδὴ λέκτρʼ ἀφῆκεν Αἰακοῦ. τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι, Θεοκλύμενον ἄρσενʼ ὅτι δὴ θεοὺς σέβωνβίον διήνεγκʼ εὐγενῆ τε παρθένονΕἰδώ, τὸ μητρὸς ἀγλάισμʼ, ὅτʼ ἦν βρέφος· ἐπεὶ δʼ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων, καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρτά τʼ ὄντα καὶ μέλλοντα πάντʼ ἠπίστατο, προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα. ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμοςΣπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴλόγος τις ὡς Ζεὺς μητέρʼ ἔπτατʼ εἰς ἐμὴνΛήδαν κύκνου μορφώματʼ ὄρνιθος λαβών, ὃς δόλιον εὐνὴν ἐξέπραξʼ ὑπʼ αἰετοῦδίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος· Ἑλένη δʼ ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰλέγοιμʼ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέριἸδαῖον ἐς κευθμῶνʼ Ἀλέξανδρον πάρα, Ἥρα Κύπρις τε διογενής τε παρθένος, μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν. τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές, Κύπρις προτείνασʼ ὡς Ἀλέξανδρος γαμεῖ, νικᾷ. λιπὼν δὲ βούσταθμʼ Ἰδαῖος ΠάριςΣπάρτην ἀφίκεθʼ ὡς ἐμὸν σχήσων λέχος.
1.2
31Ἥρα δὲ μεμφθεῖσʼ οὕνεκʼ οὐ νικᾷ θεάς, ἐξηνέμωσε τἄμʼ Ἀλεξάνδρῳ λέχη, δίδωσι δʼ οὐκ ἔμʼ, ἀλλʼ ὁμοιώσασʼ ἐμοὶεἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσʼ ἄπο, Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μʼ ἔχειν— κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δʼ αὖ Διὸςβουλεύματʼ ἄλλα τοῖσδε συμβαίνει κακοῖς· πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶκαὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶνπλήθους τε κουφίσειε μητέρα χθόναγνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος. Φρυγῶν δʼ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ, τὸ δʼ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός. λαβὼν δέ μʼ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέροςνεφέλῃ καλύψας— οὐ γὰρ ἠμέλησέ μουΖεύς— τόνδʼ ἐς οἶκον Πρωτέως ἱδρύσατο, πάντων προκρίνας σωφρονέστατον βροτῶν, ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος. κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ, ὁ δʼ ἄθλιος πόσιςστράτευμʼ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰςθηρᾷ πορευθεὶς Ἰλίου πυργώματα. ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοιςῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσʼ ἐγὼκατάρατός εἰμι καὶ δοκῶ προδοῦσʼ ἐμὸνπόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν. τί δῆτʼ ἔτι ζῶ; θεοῦ τόδʼ εἰσήκουσʼ ἔποςἙρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδονΣπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιονοὐκ ἦλθον, ἵνα μὴ λέκτρʼ ὑποστρώσω τινί. ἕως μὲν οὖν φῶς ἡλίου τόδʼ ἔβλεπενΠρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆςσκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότοςθηρᾷ γαμεῖν με. τὸν πάλαι δʼ ἐγὼ πόσιντιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδεἱκέτις, ἵνʼ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη, ὡς, εἰ καθʼ Ἑλλάδʼ ὄνομα δυσκλεὲς φέρω, μή μοι τὸ σῶμά γʼ ἐνθάδʼ αἰσχύνην ὄφλῃ.
1.3
68Τεῦκροςτίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος; πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι, βασίλειά τʼ ἀμφιβλήματʼ εὔθριγκοί θʼ ἕδραι. ἔα· ὦ θεοί, τίνʼ εἶδον ὄψιν; ἐχθίστην ὁρῶγυναικὸς εἰκὼ φόνιον, ἥ μʼ ἀπώλεσενπάντας τʼ Ἀχαιούς. θεοί σʼ, ὅσον μίμημʼ ἔχειςἙλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ʼν ξένῃγαίᾳ πόδʼ εἶχον, τῷδʼ ἂν εὐστόχῳ πτερῷἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης. Ἑλένητί δʼ, ὦ ταλαίπωρʼ— ὅστις ὤν μʼ ἀπεστράφηςκαὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς; Τεῦκροςἥμαρτον· ὀργῇ δʼ εἶξα μᾶλλον ἤ με χρῆν· μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην. σύγγνωθι δʼ ἡμῖν τοῖς λελεγμένοις, γύναι. Ἑλένητίς δʼ εἶ; πόθεν γῆς τῆσδʼ ἐπεστράφης πέδον; Τεῦκροςεἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων. Ἑλένηοὐ τἄρα σʼ Ἑλένην εἰ στυγεῖς θαυμαστέον. ἀτὰρ τίς εἶ πόθεν; τίνος δʼ αὐδᾶν σε χρή; Τεῦκροςὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρΤελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με. Ἑλένητί δῆτα Νείλου τούσδʼ ἐπιστρέφῃ γύας; Τεῦκροςφυγὰς πατρῴας ἐξελήλαμαι χθονός. Ἑλένητλήμων ἂν εἴης· τίς δέ σʼ ἐκβάλλει πάτρας; ΤεῦκροςΤελαμὼν ὁ φύσας. τίνʼ ἂν ἔχοις μᾶλλον φίλον; Ἑλένηἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει. ΤεῦκροςΑἴας μʼ ἀδελφὸς ὤλεσʼ ἐν Τροίᾳ θανών. Ἑλένηπῶς; οὔ τί που σῷ φασγάνῳ βίον στερείς; Τεῦκροςοἰκεῖον αὐτὸν ὤλεσʼ ἅλμʼ ἐπὶ ξίφος. Ἑλένημανέντʼ; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδʼ ἄν; Τεῦκροςτὸν Πηλέως τινʼ οἶσθʼ Ἀχιλλέα γόνον; Ἑλένηναί· μνηστήρ ποθʼ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν. Τεῦκροςθανὼν ὅδʼ ὅπλων ἔριν ἔθηκε συμμάχοις. Ἑλένηκαὶ δὴ τί τοῦτʼ Αἴαντι γίγνεται κακόν; Τεῦκροςἄλλου λαβόντος ὅπλʼ ἀπηλλάχθη βίου. Ἑλένησὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς; Τεῦκροςὁθούνεκʼ αὐτῷ γʼ οὐ ξυνωλόμην ὁμοῦ. Ἑλένηἦλθες γάρ, ὦ ξένʼ, Ἰλίου κλεινὴν πόλιν; Τεῦκροςκαὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην. Ἑλένηἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί; Τεῦκροςὥστʼ οὐδʼ ἴχνος γε τειχέων εἶναι σαφές. Ἑλένηὦ τλῆμον Ἑλένη, διὰ σʼ ἀπόλλυνται Φρύγες. Τεῦκροςκαὶ πρός γʼ Ἀχαιοί· μεγάλα δʼ εἴργασται κακά. Ἑλένηπόσον χρόνον γὰρ διαπεπόρθηται πόλις; Τεῦκροςἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους. Ἑλένηχρόνον δʼ ἐμείνατʼ ἄλλον ἐν Τροίᾳ πόσον; Τεῦκροςπολλὰς σελήνας, δέκα διελθούσας ἔτη.
1.4
115Ἑλένηἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε; ΤεῦκροςΜενέλαος αὐτὴν ἦγʼ ἐπισπάσας κόμης. Ἑλένηεἶδες σὺ τὴν δύστηνον; ἢ κλύων λέγεις; Τεῦκροςὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ. Ἑλένησκοπεῖτε μὴ δόκησιν εἴχετʼ ἐκ θεῶν. Τεῦκροςἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι. Ἑλένηοὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ; Τεῦκροςαὐτὸς γὰρ ὄσσοις εἰδόμην· καὶ νοῦς ὁρᾷ. Ἑλένηἤδη δʼ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως; Τεῦκροςοὔκουν ἐν Ἄργει γʼ οὐδʼ ἐπʼ Εὐρώτα ῥοαῖς. Ἑλένηαἰαῖ· κακὸν τόδʼ εἶπας οἷς κακὸν λέγεις. Τεῦκροςὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται. Ἑλένηοὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν; Τεῦκροςἦν, ἀλλὰ χειμὼν ἄλλοσʼ ἄλλον ὥρισεν. Ἑλένηποίοισιν ἐν νώτοισι ποντίας ἁλός; Τεῦκροςμέσον περῶσι πέλαγος Αἰγαίου πόρου. Ἑλένηκἀκ τοῦδε Μενέλαν οὔτις εἶδʼ ἀφιγμένον; Τεῦκροςοὐδείς· θανὼν δὲ κλῄζεται καθʼ Ἑλλάδα. Ἑλένηἀπωλόμεσθα· Θεστιὰς δʼ ἔστιν κόρη; ΤεῦκροςΛήδαν ἔλεξας; οἴχεται θανοῦσα δή. Ἑλένηοὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος; Τεῦκροςφασίν, βρόχῳ γʼ ἅψασαν εὐγενῆ δέρην. Ἑλένηοἱ Τυνδάρειοι δʼ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι; Τεῦκροςτεθνᾶσι καὶ οὐ τεθνᾶσι· δύο δʼ ἐστὸν λόγω. Ἑλένηπότερος ὁ κρείσσων; ὦ τάλαινʼ ἐγὼ κακῶν. Τεῦκροςἄστροις σφʼ ὁμοιωθέντε φάσʼ εἶναι θεώ. Ἑλένηκαλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί; Τεῦκροςσφαγαῖς ἀδελφῆς οὕνεκʼ ἐκπνεῦσαι βίον. ἅλις δὲ μύθων· οὐ διπλᾶ χρῄζω στένειν. ὧν δʼ οὕνεκʼ ἦλθον τούσδε βασιλείους δόμους, τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν, σὺ προξένησον, ὡς τύχω μαντευμάτωνὅπῃ νεὼς στείλαιμʼ ἂν οὔριον πτερὸνἐς γῆν ἐναλίαν Κύπρον, οὗ μʼ ἐθέσπισενοἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸνΣαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας. Ἑλένηπλοῦς, ὦ ξένʼ, αὐτὸς σημανεῖ· σὺ δʼ ἐκλιπὼνγῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέωςἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲκυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις· κτείνει γὰρ Ἕλληνʼ ὅντινʼ ἂν λάβῃ ξένον. ὅτου δʼ ἕκατι, μήτε σὺ ζήτει μαθεῖνἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε; Τεῦκροςκαλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοιἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο. Ἑλένῃ δʼ ὅμοιον σῶμʼ ἔχουσʼ οὐ τὰς φρέναςἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ. κακῶς δʼ ὄλοιτο μηδʼ ἐπʼ Εὐρώτα ῥοὰςἔλθοι· σὺ δʼ εἴης εὐτυχὴς ἀεί, γύναι.
1.5
164Ἑλένηὤ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτονποῖον ἁμιλλαθῶ γόον; ἢ τίνα μοῦσαν ἐπέλθωδάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ.
1.6
167Ἑλένηπτεροφόροι νεάνιδες, παρθένοι Χθονὸς κόραιΣειρῆνες, εἴθʼ ἐμοῖς γόοιςμόλοιτʼ ἔχουσαι Λίβυνλωτὸν ἢ σύριγγας ἢφόρμιγγας, αἰλίνοις κακοῖςτοῖς ἐμοῖσι σύνοχα δάκρυα· πάθεσι πάθεα, μέλεσι μέλεα, μουσεῖα θρηνήμα- σι ξυνῳδὰ πέμψειεΦερσέφασσαφόνια, χάριτας ἵνʼ ἐπὶ δάκρυσιπαρʼ ἐμέθεν ὑπὸ μέλαθρα νύχιαπαιᾶνανέκυσιν ὀλομένοις λάβῃ.
1.7
179Χορόςκυανοειδὲς ἀμφʼ ὕδωρἔτυχον ἕλικά τʼ ἀνὰ χλόανφοίνικας ἁλίου πέπλουςαὐγαῖσιν ἐν χρυσέαιςἀμφὶ δόνακος ἔρνεσινθάλπουσα· ποτνίας δʼ ἐμᾶς, ἔνθεν οἰκτρὸν ἀνεβόασεν, ὅμαδον ἔκλυον, ἄλυρον ἔλεγον, ὅτι ποτʼ ἔλακεν αἰάγμα- σι στένουσα, Νύμφα τιςοἷα Ναῒςὄρεσι φυγάδα νόμον ἱεῖσαγοερόν, ὑπὸ δὲ πέτρινα γύαλακλαγγαῖσιΠανὸς ἀναβοᾷ γάμους.
1.8
191Ἑλένηἰὼ ἰώ· θήραμα βαρβάρου πλάτας, Ἑλλανίδες κόραι, ναύτας Ἀχαιῶντις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων. Ἰλίου κατασκαφαὶπυρὶ μέλουσι δαΐῳδιʼ ἐμὲ τὰν πολυκτόνον, διʼ ἐμὸν ὄνομα πολύπονον. Λήδα δʼ ἐν ἀγχόναιςθάνατον ἔλαβεν αἰσχύ- νας ἐμᾶς ὑπʼ ἀλγέων. ὁ δʼ ἐμὸς ἐν ἁλὶ πολυπλανὴςπόσις ὀλόμενος οἴχεται, κάστορός τε συγγόνου τεδιδυμογενὲς ἄγαλμα πατρίδοςἀφανὲς ἀφανὲς ἱππόκροτα λέ- λοιπε δάπεδα γυμνάσιά τεδονακόεντος Εὐρώ- τα, νεανιᾶν πόνον.
1.9
211Χορόςαἰαῖ αἰαῖ· ὦ δαίμονος πολυστόνουμοίρας τε σᾶς, γύναι. αἰὼν δυσαίωντις ἔλαχεν ἔλαχεν, ὅτε σʼ ἐτέκετο ματρόθενχιονόχρως κύκνου πτερῷΖεὺς πρέπων διʼ αἰθέρος· τί γὰρ ἄπεστί σοι κακῶν; τίνα δὲ βίοτον οὐκ ἔτλας; μάτηρ μὲν οἴχεται, δίδυμά τε Διὸς οὐκ εὐ- δαιμονεῖ τέκεα φίλα, χθόνα δὲ πάτριον οὐχ ὁρᾷς, διὰ δὲ πόλεας ἔρχεταιβάξις, ἅ σε βαρβάροισι, πότνια, παραδίδωσι λέχεσιν, ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ- λοιπε βίοτον, οὐδέ ποτʼ ἔτιπάτρια μέλαθρα καὶ τὰνΧαλκίοικον ὀλβιεῖς.
1.10
229Ἑλένηφεῦ φεῦ, τίς ἢ Φρυγῶνἢ τίς Ἑλλανίας ἀπὸ χθονὸςἔτεμε τὰν δακρυόεσσανἸλίῳ πεύκαν; ἔνθεν ὀλόμενον σκάφοςσυναρμόσας ὁ Πριαμίδαςἔπλευσε βαρβάρῳ πλάτᾳτὰν ἐμὰν ἐφʼ ἑστίαν, ἐπὶ τὸ δυστυχέστατονκάλλος, ὡς ἕλοι, γάμωνἀμῶν· ἅ τε δόλιοςἁ πολυκτόνος ΚύπριςΔαναΐδαις ἄγουσα θάνατον Πριαμίδαις, ὦ τάλαινα συμφορᾶς. ἁ δὲ χρυσέοις θρόνοιςΔιὸς ὑπαγκάλισμα σεμνὸνἭρα τὸν ὠκύπουνἔπεμψε Μαιάδος γόνον· ὅς με χλοερὰ δρεπομένανἔσω πέπλων ῥόδεα πέταλα, Χαλκίοικον ὡς Ἀθάναν μόλοιμʼ, ἀναρπάσας διʼ αἰθέροςτάνδε γαῖαν εἰς ἄνολβονἔριν ἔριν τάλαιναν ἔθετοΠριαμίδαισιν Ἑλλάδος. τὸ δʼ ἐμὸν ὄνομαπαρὰ Σιμουντίοις ῥοαῖσιμαψίδιον ἔχει φάτιν.
1.11
253Χορόςἔχεις μὲν ἀλγείνʼ, οἶδα· σύμφορον δέ τοιὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν. Ἑλένηφίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην; ἆρʼ ἡ τεκοῦσά μʼ ἔτεκεν ἀνθρώποις τέρας; γυνὴ γὰρ οὔθʼ Ἑλληνὶς οὔτε βάρβαροςτεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται, ἐν ᾧ με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν. τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματʼ ἐστί μου, τὰ μὲν διʼ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον. εἴθʼ ἐξαλειφθεῖσʼ ὡς ἄγαλμʼ αὖθις πάλιναἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ, καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχωἝλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰςἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου. ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχηνπρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δʼ ὅμως· ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα. πρῶτον μὲν οὐκ οὖσʼ ἄδικος, εἰμὶ δυσκλεής· καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν, ὅστις τὰ μὴ προσόντα κέκτηται κακά. ἔπειτα πατρίδος θεοί μʼ ἀφιδρύσαντο γῆςἐς βάρβαρʼ ἤθη, καὶ φίλων τητωμένηδούλη καθέστηκʼ οὖσʼ ἐλευθέρων ἄπο· τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός. ἄγκυρα δʼ ἥ μου τὰς τύχας ὤχει μόνη, πόσιν ποθʼ ἥξειν καί μʼ ἀπαλλάξειν κακῶν— οὗτος τέθνηκεν, οὗτος οὐκέτʼ ἔστι δή. μήτηρ δʼ ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ, ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτʼ ἔστʼ ἐμόν· ὃ δʼ ἀγλάισμα δωμάτων ἐμοῦ τʼ ἔφυ, θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται· τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρωοὐκ ἐστόν. ἀλλὰ πάντʼ ἔχουσα δυστυχῆτοῖς πράγμασιν τέθνηκα, τοῖς δʼ ἔργοισιν οὔ. τὸ δʼ ἔσχατον τοῦτʼ, εἰ μόλοιμεν ἐς πάτραν, κλῄθροις ἂν εἰργοίμεσθα— τὴν ὑπʼ Ἰλίῳδοκοῦντες Ἑλένην Μενέλεώ μʼ ἐλθεῖν μέτα. εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂνἐλθόντες, ἃ φανέρʼ ἦν μόνοις, ἐς ξύμβολα. νῦν δʼ οὔτε τοῦτʼ ἔστʼ οὔτε μὴ σωθῇ ποτε.
1.12
293τί δῆτʼ ἔτι ζῶ; τίνʼ ὑπολείπομαι τύχην; γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς, μετʼ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαντράπεζαν ἵζουσʼ; ἀλλʼ ὅταν πόσις πικρὸςξυνῇ γυναικί, καὶ τὸ σῶμʼ ἐστιν πικρόν. θανεῖν κράτιστον· πῶς θάνοιμʼ ἂν οὐ καλῶς; ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι, κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται· σφαγαὶ δʼ ἔχουσιν εὐγενές τι καὶ καλόν, σμικρὸν δʼ ὁ καιρὸς σάρκʼ ἀπαλλάξαι βίου. ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν· αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖςγυναῖκες, ἡμᾶς δʼ αὐτὸ τοῦτʼ ἀπώλεσεν. ΧορόςἙλένη, τὸν ἐλθόνθʼ, ὅστις ἐστὶν ὁ ξένος, μὴ πάντʼ ἀληθῆ δοξάσῃς εἰρηκέναι. Ἑλένηκαὶ μὴν σαφῶς γʼ ἔλεξʼ ὀλωλέναι πόσιν. Χορόςπόλλʼ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη. Ἑλένηκαὶ τἄμπαλίν γε τῶνδʼ ἀληθείᾳ σαφῆ. Χορόςἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ. Ἑλένηφόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μʼ ἄγει. Χορόςπῶς δʼ εὐμενείας τοισίδʼ ἐν δόμοις ἔχεις; Ἑλένηπάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους. Χορόςοἶσθʼ οὖν ὃ δρᾶσον; μνήματος λιποῦσʼ ἕδραν— Ἑλένηἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν; Χορόςἐλθοῦσʼ ἐς οἴκους, ἣ τὰ πάντʼ ἐπίσταται, τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης, πυθοῦ πόσιν σὸν Θεονόης, εἴτʼ ἔστʼ ἔτιεἴτʼ ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δʼ εὖπρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τʼ ἔχε. πρὶν δʼ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέονλυπουμένῃ γένοιτʼ ἄν; ἀλλʼ ἐμοὶ πιθοῦ· τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ· ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖνἔχουσʼ ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω; θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμουςκαὶ συμπυθέσθαι παρθένου θεσπίσματα· γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.
1.13
330Ἑλένηφίλαι, λόγους ἐδεξάμαν· βᾶτε βᾶτε δʼ ἐς δόμους, ἀγῶνας ἐντὸς οἴκωνὡς πύθησθε τοὺς ἐμούς. Χορόςθέλουσαν οὐ μόλις καλεῖς. Ἑλένηἰὼ μέλεος ἁμέρα. τίνʼ ἄρα τάλαινα τίνα δακρυό- εντα λόγον ἀκούσομαι; Χορόςμὴ πρόμαντις ἀλγέωνπρολάμβανʼ, ὦ φίλα, γόους. Ἑλένητί μοι πόσις μέλεος ἔτλα; πότερα δέρκεται φάοςτέθριππά θʼ ἁλίου κέλευθά τʼ ἀστέρων, ἢ ʼν νέκυσι κατὰ χθονὸςτὰν χρόνιον ἔχει τύχαν; Χορόςἐς τὸ φέρτερον τίθειτὸ μέλλον, ὅ τι γενήσεται. Ἑλένησὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα, τὸν ὑδρόεντι δόνακι χλωρὸνΕὐρώταν, θανόντοςεἰ βάξις ἔτυμος ἀνδρὸςἅδε μοι— τί τάδʼ ἀσύνετα;— φόνιον αἰώρημαδιὰ δέρης ὀρέξομαι, ἢ ξιφοκτόνον δίωγμαλαιμορρύτου σφαγᾶςαὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν, θῦμα τριζύγοις θεαῖσιτῷ τε σήραγγας Ἰδαί- ας ἐνίζοντι Πριαμί- δᾳ ποτʼ ἀμφὶ βουστάθμους. Χορόςἄλλοσʼ ἀποτροπὰ κακῶνγένοιτο, τὸ δὲ σὸν εὐτυχές.
1.14
362Ἑλένηἰὼ Τροία τάλαινα, διʼ ἔργʼ ἄνεργʼ ὄλλυσαιμέλεά τʼ ἔτλας· τὰ δʼ ἐμὰ δῶραΚύπριδος ἔτεκε πολὺ μὲν αἷμα, πολὺ δὲ δάκρυον· ἄχεά τʼ ἄχεσι, δάκρυα δάκρυσιν ἔλαβε, πάθεα⋯ ματέρες τε παῖδας ὄλεσαν, ἀπὸ δὲ παρθένοι κόμαςἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριονἀμφὶ Φρύγιον οἶδμα. βοὰν βοὰν δʼ Ἑλλὰςκελάδησε κἀνοτότυξεν, ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν, ὄνυχι δʼ ἁπαλόχροα γένυνδεῦσε φονίαισι πλαγαῖς.
1.15
375ὦ μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸςἃ λεχέων ἐπέβας τετραβάμοσι γυίοις, ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον, ἁ μορφᾷ θηρῶν λαχνογυίων— ὄμματι λάβρῷ σχῆμα λεαίνης— ἐξαλλάξασʼ ἄχθεα λύπης· ἅν τέ ποτʼ Ἄρτεμις ἐξεχορεύσατοχρυσοκέρατʼ ἔλαφον Μέροπος Τιτανίδα κούρανκαλλοσύνας ἕνεκεν· τὸ δʼ ἐμὸν δέμαςὤλεσεν ὤλεσε πέργαμα Δαρδανίαςὀλομένους τʼ Ἀχαιούς.
1.16
386Μενελέωςὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάταΠέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε, εἴθʼ ὤφελες τόθʼ, ἡνίκʼ ἔρανον εἰς θεοὺςπεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον, πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε, ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄποἈγαμέμνονʼ ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν· πλεῖστον γὰρ οἶμαι— καὶ τόδʼ οὐ κόμπῳ λέγω— στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι, τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν, ἑκοῦσι δʼ ἄρξας Ἑλλάδος νεανίαις. καὶ τοὺς μὲν οὐκέτʼ ὄντας ἀριθμῆσαι πάρα, τοὺς δʼ ἐκ θαλάσσης ἀσμένους πεφευγότας, νεκρῶν φέροντας ὀνόματʼ εἰς οἴκους πάλιν. ἐγὼ δʼ ἐπʼ οἶδμα πόντιον γλαυκῆς ἁλὸςτλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίουπύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖνοὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν. Λιβύης τʼ ἐρήμους ἀξένους τʼ ἐπιδρομὰςπέπλευκα πάσας· χὥταν ἐγγὺς ὦ πάτρας, πάλιν μʼ ἀπωθεῖ πνεῦμα, κοὔποτʼ οὔριονἐσῆλθε λαῖφος ὥστε μʼ ἐς πάτραν μολεῖν. καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλουςἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτραςπολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων. τρόπις δʼ ἐλείφθη ποικίλων ἁρμοσμάτων, ἐφʼ ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃἙλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω. ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼςοὐκ οἶδα· ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμηνὥσθʼ ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίαςκρύπτων ὑπʼ αἰδοῦς τῆς τύχης. ὅταν δʼ ἀνὴρπράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίανπίπτει κακίω τοῦ πάλαι δυσδαίμονος. χρεία δὲ τείρει μʼ· οὔτε γὰρ σῖτος πάραοὔτʼ ἀμφὶ χρῶτʼ ἐσθῆτες· αὐτὰ δʼ εἰκάσαιπάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι. πέπλους δὲ τοὺς πρὶν λαμπρά τʼ ἀμφιβλήματαχλιδάς τε πόντος ἥρπασʼ· ἐν δʼ ἄντρου μυχοῖςκρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶἄρξασαν ἥκω τούς τε περιλελειμμένουςφίλων φυλάσσειν τἄμʼ ἀναγκάσας λέχη. μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοιςτὰ πρόσφορʼ ἤν πως ἐξερευνήσας λάβω. ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδεπύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός, προσῆλθον· ἐλπὶς δʼ ἔκ γε πλουσίων δόμωνλαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ἐχόντων βίον— οὐδʼ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν. ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι, ὅστις διαγγείλειε τἄμʼ ἔσω κακά;
1.17
437Γραῦςτίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξῃ δόμωνκαὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαιςὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῇἝλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί. Μενελέωςὦ γραῖα, ταὐτὰ ταῦτʼ ἔπη κἄλλως λέγεινἔξεστι, πείσομαι γάρ· ἀλλʼ ἄνες λόγον. Γραῦςἄπελθʼ· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε, μηδένα πελάζειν τοισίδʼ Ἑλλήνων δόμοις. Μενελέωςἆ· μὴ προσείλει χεῖρα μηδʼ ὤθει βίᾳ. Γραῦςπείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δʼ αἴτιος. Μενελέωςἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς⋯ Γραῦςπικρῶς ἄρʼ οἶμαί γʼ ἀγγελεῖν τοὺς σοὺς λόγους. Μενελέωςναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος. Γραῦςοἶκον πρὸς ἄλλον νύν τινʼ ἀντὶ τοῦδʼ ἴθι. Μενελέωςοὔκ, ἀλλʼ ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ. Γραῦςὀχληρὸς ἴσθʼ ὤν· καὶ τάχʼ ὠσθήσῃ βίᾳ. Μενελέωςαἰαῖ· τὰ κλεινὰ ποῦ ʼστί μοι στρατεύματα; Γραῦςοὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθʼ, οὐκ ἐνθάδε. Μενελέωςὦ δαῖμον, ὡς ἀνάξιʼ ἠτιμώμεθα. Γραῦςτί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίνʼ οἰκτρὸς εἶ; Μενελέωςπρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας. Γραῦςοὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις; Μενελέωςτίς δʼ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι; ΓραῦςΠρωτεὺς τάδʼ οἰκεῖ δώματʼ, Αἴγυπτος δὲ γῆ. ΜενελέωςΑἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκʼ ἄρα. Γραῦςτί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος; Μενελέωςοὐ τοῦτʼ ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας. Γραῦςπολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος. Μενελέωςἔστʼ οὖν ἐν οἴκοις ὅντινʼ ὀνομάζεις ἄναξ; Γραῦςτόδʼ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δʼ ἄρχει χθονός. Μενελέωςποῦ δῆτʼ ἂν εἴη; πότερον ἐκτὸς ἢ ʼν δόμοις; Γραῦςοὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος. Μενελέωςτίνʼ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ; ΓραῦςἙλένη κατʼ οἴκους ἐστὶ τούσδʼ ἡ τοῦ Διός. Μενελέωςπῶς φῄς; τίνʼ εἶπας μῦθον; αὖθίς μοι φράσον. Γραῦςἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτʼ ἦν. Μενελέωςπόθεν μολοῦσα; τίνα τὸ πρᾶγμʼ ἔχει λόγον; ΓραῦςΛακεδαίμονος γῆς δεῦρο νοστήσασʼ ἄπο. Μενελέωςπότε; οὔ τί που λελῄσμεθʼ ἐξ ἄντρων λέχος;
1.18
476Γραῦςπρὶν τοὺς Ἀχαιούς, ὦ ξένʼ, ἐς Τροίαν μολεῖν. ἀλλʼ ἕρπʼ ἀπʼ οἴκων· ἔστι γάρ τις ἐν δόμοιςτύχη, τύραννος ᾗ ταράσσεται δόμος. καιρὸν γὰρ οὐδένʼ ἦλθες· ἢν δὲ δεσπότηςλάβῃ σε, θάνατος ξένιά σοι γενήσεται. εὔνους γάρ εἰμʼ Ἕλλησιν, οὐχ ὅσον πικροὺςλόγους ἔδωκα δεσπότην φοβουμένη. Μενελέωςτί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίαςἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω, εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγωνἥκω δάμαρτα καὶ κατʼ ἄντρα σῴζεται, ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τιςδάμαρτος ἄλλη τοισίδʼ ἐνναίει δόμοις. Διὸς δʼ ἔλεξε παῖδά νιν πεφυκέναι. ἀλλʼ ἦ τις ἔστι Ζηνὸς ὄνομʼ ἔχων ἀνὴρΝείλου παρʼ ὄχθας; εἷς γὰρ ὅ γε κατʼ οὐρανόν. Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶτοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον; ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται. Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμοςΤροίας τε; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν. πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶὀνόματα ταὔτʼ ἔχουσι καὶ πόλις πόλειγυνὴ γυναικί τʼ· οὐδὲν οὖν θαυμαστέον. οὐδʼ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα· ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας, ὃς ὄνομʼ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν. κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θʼ ὃς ἧψά νιν, Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί. δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοιἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ᾖ, κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια· ἢν δʼ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορατῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι. κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις, ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέαβίον προσαιτεῖν· ἀλλʼ ἀναγκαίως ἔχει. λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δʼ ἔπος, δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.
1.19
515Χορόςἤκουσα τᾶς θεσπιῳδοῦ κόρας, ἃ χρῄζουσʼ ἐφάνη τυράννοιςδόμοις, ὡς Μενέλαος οὔ- πω μελαμφαὲς οἴχεταιδιʼ ἔρεβος χθονὶ κρυφθείς, ἀλλʼ ἔτι κατʼ οἶδμʼ ἅλιοντρυχόμενος οὔπω λιμένωνψαύσειεν πατρίας γᾶς, ἀλατείᾳ βιότουταλαίφρων, ἄφιλος φίλων, παντοδαπᾶς ἐπὶ γᾶς πόδαχριμπτόμενος εἰναλίῳκώπᾳ Τρῳάδος ἐκ γᾶς.
1.20
528Ἑλένηἥδʼ αὖ τάφου τοῦδʼ εἰς ἕδρας ἐγὼ πάλινστείχω, μαθοῦσα Θεονόης φίλους λόγους, ἣ πάντʼ ἀληθῶς οἶδε· φησὶ δʼ ἐν φάειπόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν, πορθμοὺς δʼ ἀλᾶσθαι μυρίους πεπλωκόταἐκεῖσε κἀκεῖσʼ οὐδʼ ἀγύμναστον πλάνοις, ἥξειν δʼ ὅταν δὴ πημάτων λάβῃ τέλος. ἓν δʼ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται. ἐγὼ δʼ ἀπέστην τοῦτʼ ἐρωτῆσαι σαφῶς, ἡσθεῖσʼ ἐπεί νιν εἶπέ μοι σεσῳσμένον. ἐγγὺς δέ νίν που τῆσδʼ ἔφασκʼ εἶναι χθονός, ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις. ὤμοι, πόθʼ ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις. ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαιΠρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων; οὐχ ὡς δρομαία πῶλος ἢ Βάκχη θεοῦτάφῳ ξυνάψω κῶλον; ἄγριος δέ τιςμορφὴν ὅδʼ ἐστίν, ὅς με θηρᾶται λαβεῖν. Μενελέωςσὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένηντύμβου ʼπὶ κρηπῖδʼ ἐμπύρους τʼ ὀρθοστάτας, μεῖνον· τί φεύγεις; ὡς δέμας δείξασα σὸνἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης. Ἑλένηἀδικούμεθʼ, ὦ γυναῖκες· εἰργόμεσθα γὰρτάφου πρὸς ἀνδρὸς τοῦδε, καί μʼ ἑλὼν θέλειδοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους. Μενελέωςοὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν. Ἑλένηκαὶ μὴν στολήν γʼ ἄμορφον ἀμφὶ σῶμʼ ἔχεις. Μενελέωςστῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα. Ἑλένηἵστημʼ, ἐπεί γε τοῦδʼ ἐφάπτομαι τόπου. Μενελέωςτίς εἶ; τίνʼ ὄψιν σήν, γύναι, προσδέρκομαι; Ἑλένησὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος. Μενελέωςοὐπώποτʼ εἶδον προσφερέστερον δέμας. Ἑλένηὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους. ΜενελέωςἙλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή; ἙλένηἙλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν. ΜενελέωςἙλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον, γύναι. Ἑλένηἐγὼ δὲ Μενέλεῴ γε σέ· οὐδʼ ἔχω τί φῶ. Μενελέωςἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον.
1.21
566Ἑλένηὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας. Μενελέωςποίας δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων. Ἑλένηἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ. Μενελέωςὦ φωσφόρʼ Ἑκάτη, πέμπε φάσματʼ εὐμενῆ. Ἑλένηοὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μʼ ὁρᾷς. Μενελέωςοὐ μὴν γυναικῶν γʼ εἷς δυοῖν ἔφυν πόσις. Ἑλένηποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς; Μενελέωςἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι. Ἑλένηοὐκ ἔστιν ἄλλη σή τις ἀντʼ ἐμοῦ γυνή. Μενελέωςοὔ που φρονῶ μὲν εὖ, τὸ δʼ ὄμμα μου νοσεῖ; Ἑλένηοὐ γάρ με λεύσσων σὴν δάμαρθʼ ὁρᾶν δοκεῖς; Μενελέωςτὸ σῶμʼ ὅμοιον, τὸ δὲ σαφές μʼ ἀποστερεῖ. Ἑλένησκέψαι· τί σοὐνδεῖ; τίς δὲ σοῦ σοφώτερος; Μενελέωςἔοικας· οὔτοι τοῦτό γʼ ἐξαρνήσομαι. Ἑλένητίς οὖν διδάξει σʼ ἄλλος ἢ τὰ σʼ ὄμματα; Μενελέωςἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτʼ ἄλλην ἔχω. Ἑλένηοὐκ ἦλθον ἐς γῆν Τρῳάδʼ, ἀλλʼ εἴδωλον ἦν. Μενελέωςκαὶ τίς βλέποντα σώματʼ ἐξεργάζεται; Ἑλένηαἰθήρ, ὅθεν σὺ θεοπόνητʼ ἔχεις λέχη. Μενελέωςτίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις. ἙλένηἭρας, διάλλαγμʼ, ὡς Πάρις με μὴ λάβοι. Μενελέωςπῶς οὖν ἂν ἐνθάδʼ ἦσθά τʼ ἐν Τροίᾳ θʼ ἅμα; Ἑλένητοὔνομα γένοιτʼ ἂν πολλαχοῦ, τὸ σῶμα δʼ οὔ. Μενελέωςμέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα. Ἑλένηλείψεις γὰρ ἡμᾶς, τὰ δὲ κένʼ ἐξάξεις λέχη; Μενελέωςκαὶ χαῖρέ γʼ, Ἑλένῃ προσφερὴς ὁθούνεκʼ εἶ. Ἑλένηἀπωλόμην· λαβοῦσά σʼ οὐχ ἕξω πόσιν. Μενελέωςτοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δʼ οὔ. Ἑλένηοἲ ἐγώ· τίς ἡμῶν ἐγένετʼ ἀθλιωτέρα; οἱ φίλτατοι λείπουσί μʼ οὐδʼ ἀφίξομαιἝλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.
1.22
597ἌγγελοςΜενέλαε, μαστεύων σε κιγχάνω μόλιςπᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα, πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο. Μενελέωςτί δʼ ἔστιν; οὔ που βαρβάρων συλᾶσθʼ ὕπο; Ἄγγελοςθαῦμʼ ἔστʼ, ἔλασσον τοὔνομʼ ἢ τὸ πρᾶγμʼ ἔχον. Μενελέωςλέγʼ· ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον. Ἄγγελοςλέγω πόνους σε μυρίους τλῆναι μάτην. Μενελέωςπαλαιὰ θρηνεῖς πήματʼ· ἀγγέλλεις δὲ τί; Ἄγγελοςβέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰςἀρθεῖσʼ ἄφαντος· οὐρανῷ δὲ κρύπτεταιλιποῦσα σεμνὸν ἄντρον οὗ σφʼ ἐσῴζομεν, τοσόνδε λέξασʼ· ὦ ταλαίπωροι Φρύγεςπάντες τʼ Ἀχαιοί, διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοιςἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε, δοκοῦντες Ἑλένην οὐκ ἔχοντʼ ἔχειν Πάριν. ἐγὼ δʼ, ἐπειδὴ χρόνον ἔμεινʼ ὅσον με χρῆν, τὸ μόρσιμον σῴσασα, πατέρʼ ἐς οὐρανὸνἄπειμι· φήμας δʼ ἡ τάλαινα Τυνδαρὶςἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία. ὦ χαῖρε, Λήδας θύγατερ, ἐνθάδʼ ἦσθʼ ἄρα; ἐγὼ δέ σʼ ἄστρων ὡς βεβηκυῖαν μυχοὺςἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερονδέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖνἡμᾶς τόδʼ αὖθις, ὡς ἄδην ἐν Ἰλίῳπόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις. Μενελέωςτοῦτʼ ἔστʼ ἐκεῖνο· ξυμβεβᾶσιν οἱ λόγοιοἱ τῆσδʼ ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα, ἥ σʼ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.
1.23
625Ἑλένηὦ φίλτατʼ ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνοςπαλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα. ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι, περί τʼ ἐπέτασα χέραφίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ. Μενελέωςκἀγὼ σέ· πολλοὺς δʼ ἐν μέσῳ λόγους ἔχωνοὐκ οἶδʼ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν. Ἑλένηγέγηθα, κρατὶ δʼ ὀρθίους ἐθείραςἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω, περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν, ὦ πόσις, ὡς λάβω. Μενελέωςὦ φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην· ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θʼ, ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποιξυνομαίμονες ὤλβισαν ὤλβισαντὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σʼ ἐμοῦπρὸς ἄλλαν ἐλαύνειθεὸς συμφορὰν τᾶσδε κρείσσω. τὸ κακὸν δʼ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσινχρόνιον, ἀλλʼ ὅμως ὀναίμαν τύχας. Χορόςὄναιο δῆτα. ταὐτὰ δὴ ξυνεύχομαι· δυοῖν γὰρ ὄντοιν οὐχ ὃ μὲν τλήμων, ὃ δʼ οὔ. Ἑλένηφίλαι φίλαι, τὰ πάρος οὐκέτιστένομεν οὐδʼ ἀλγῶ. πόσιν ἐμὸν ἔχομεν ἔχομεν, ὃν ἔμενονἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν. Μενελέωςἔχεις, ἐγώ τε σέ· ἡλίους δὲ μυρίουςμόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ. ἐμὰ δὲ χαρμονὰ δάκρυα· πλέον ἔχειχάριτος ἢ λύπας. Ἑλένητί φῶ; τίς ἂν τάδʼ ἤλπισεν βροτῶν ποτε; ἀδόκητον ἔχω σε πρὸς στέρνοις. Μενελέωςκἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλινμολεῖν Ἰλίου τε μελέους πύργους. πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης; Ἑλένηἒ ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις, ἒ ἔ· πικρὰν δʼ ἐρευνᾷς φάτιν. Μενελέωςλέγʼ· ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων. Ἑλένηἀπέπτυσα μὲν λόγον, οἷον οἷον ἐσοίσομαι. Μενελέωςὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν.
1.24
666Ἑλένηοὐκ ἐπὶ βαρβάρου λέκτρα νεανίαπετομένας κώπας, πετομένου δʼ ἔρωτος ἀδίκων γάμων⋯ Μενελέωςτίς γάρ σε δαίμων ἢ πότμος συλᾷ πάτρας; Ἑλένηὁ Διὸς ὁ Διός, ὦ πόσι, παῖς μʼ⋯ ἐπέλασεν Νείλῳ. Μενελέωςθαυμαστά· τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι. Ἑλένηκατεδάκρυσα καὶ βλέφαρον ὑγραίνωδάκρυσιν· ἁ Διός μʼ ἄλοχος ὤλεσεν. ΜενελέωςἭρα; τί νῷν χρῄζουσα προσθεῖναι κακόν; Ἑλένηὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν, ἵνα θεαὶ μορφὰνἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις. Μενελέωςτὰ δʼ ἐς κρίσιν σοι τῶνδʼ ἔθηχʼ Ἥρα κακῶν—; ἙλένηΠάριν ὡς ἀφέλοιτο— Μενελέωςπῶς; αὔδα. ἙλένηΚύπρις ᾧ μʼ ἐπένευσεν— Μενελέωςὦ τλᾶμον. Ἑλένητλάμων, τλάμων· ὧδʼ ἐπέλασʼ Αἰγύπτῳ. Μενελέωςεἶτʼ ἀντέδωκʼ εἴδωλον, ὡς σέθεν κλύω. Ἑλένητὰ δὲ σὰ κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ- τερ, οἲ ʼγώ. Μενελέωςτί φῄς; Ἑλένηοὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχονδιʼ ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν. Μενελέωςὤμοι· θυγατρὸς δʼ Ἑρμιόνης ἔστιν βίος; Ἑλένηἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένειγάμον ἄγαμον ἐμόν. Μενελέωςὦ πᾶν κατʼ ἄκρας δῶμʼ ἐμὸν πέρσας Πάρις, τάδε καὶ σὲ διώλεσε μυριάδας τεχαλκεόπλων Δαναῶν. Ἑλένηἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίανἔβαλε θεὸς ἀπό τε πόλεος ἀπό τε σέθεν, ὅτε μέλαθρα λέχεά τʼ ἔλιπον— οὐ λιποῦσʼἐπʼ αἰσχροῖς γάμοις.
1.25
698Χορόςεἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονοςτύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν. ἌγγελοςΜενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς, ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δʼ ἔχω. Μενελέωςἀλλʼ, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων. Ἄγγελοςοὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς; Μενελέωςοὐχ ἥδε, πρὸς θεῶν δʼ ἦμεν ἠπατημένοι, νεφέλης ἄγαλμʼ ἔχοντες ἐν χεροῖν λυγρόν. Ἄγγελοςτί φῄς; νεφέλης ἄρʼ ἄλλως εἴχομεν πόνους πέρι; ΜενελέωςἭρας τάδʼ ἔργα καὶ θεῶν τρισσῶν ἔρις. Ἄγγελοςἡ δʼ οὖσʼ ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ; Μενελέωςαὕτη· λόγοις δʼ ἐμοῖσι πίστευσον τάδε. Ἄγγελοςὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλονκαὶ δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφειἐκεῖσε κἀκεῖσʼ ἀναφέρων· ὃ μὲν πονεῖ, ὃ δʼ οὐ πονήσας αὖθις ὄλλυται κακῶς, βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων. σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε, σὺ μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ. σπεύδων δʼ ὅτʼ ἔσπευδʼ οὐδὲν εἶχε· νῦν δʼ ἔχειαὐτόματα πράξας τἀγάθʼ εὐτυχέστατα. οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρωᾔσχυνας, οὐδʼ ἔδρασας οἷα κλῄζεται. νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλινκαὶ λαμπάδων μεμνήμεθʼ ἃς τετραόροιςἵπποις τροχάζων παρέφερον· σὺ δʼ ἐν δίφροιςξὺν τῷδε νύμφη δῶμʼ ἔλειπες ὄλβιον. κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶνκαὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς. ἐγὼ μὲν εἴην, κεἰ πέφυχʼ ὅμως λάτρις, ἐν τοῖσι γενναίοισιν ἠριθμημένοςδούλοισι, τοὔνομʼ οὐκ ἔχων ἐλεύθερον, τὸν νοῦν δέ· κρεῖσσον γὰρ τόδʼ ἢ δυοῖν κακοῖνἕνʼ ὄντα χρῆσθαι, τὰς φρένας τʼ ἔχειν κακὰςἄλλων τʼ ἀκούειν δοῦλον ὄντα τῶν πέλας.
1.26
734Μενελέωςἄγʼ, ὦ γεραιέ, πολλὰ μὲν παρʼ ἀσπίδαμοχθήματʼ ἐξέπλησας ἐκπονῶν ἐμοί, καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίαςἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοιςτάδʼ ὡς ἔχονθʼ ηὕρηκας οἷ τʼ ἐσμὲν τύχης, μένειν τʼ ἐπʼ ἀκταῖς τούς τʼ ἐμοὺς καραδοκεῖνἀγῶνας οἳ μένουσί μʼ, ὡς ἐλπίζομεν, κεἰ τήνδε πως δυναίμεθʼ ἐκκλέψαι χθονός, φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχηςἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα. Ἄγγελοςἔσται τάδʼ, ὦναξ. ἀλλά τοι τὰ μάντεωνἐσεῖδον ὡς φαῦλʼ ἐστὶ καὶ ψευδῶν πλέα. οὐδʼ ἦν ἄρʼ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸςοὐδὲ πτερωτῶν φθέγματʼ· εὔηθες δέ τοιτὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς. Κάλχας γὰρ οὐκ εἶπʼ οὐδʼ ἐσήμηνε στρατῷνεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλουςοὐδʼ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην. εἴποις ἄν· οὕνεχʼ ὁ θεὸς οὐκ ἠβούλετο; τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴθύοντας αἰτεῖν ἀγαθά, μαντείας δʼ ἐᾶν· βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε, κοὐδεὶς ἐπλούτησʼ ἐμπύροισιν ἀργὸς ὤν· γνώμη δʼ ἀρίστη μάντις ἥ τʼ εὐβουλία.
1.27
758Χορόςἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέριχωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂνφίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις. Ἑλένηεἶἑν· τὰ μὲν δὴ δεῦρʼ ἀεὶ καλῶς ἔχει. ὅπως δʼ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο, κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τιςτὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά. Μενελέωςἦ πόλλʼ ἀνήρου μʼ ἑνὶ λόγῳ μιᾷ θʼ ὁδῷ. τί σοι λέγοιμʼ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰςτὰ Ναυπλίου τʼ Εὐβοικὰ πυρπολήματαΚρήτην τε Λιβύης θʼ ἃς ἐπεστράφην πόλεις, σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σʼ ἂνμύθων, λέγων τʼ ἄν σοι κάκʼ ἀλγοίην ἔτι, πάσχων τʼ ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν. Ἑλένηκάλλιον εἶπας ἤ σʼ ἀνηρόμην ἐγώ. ἓν δʼ εἰπὲ πάντα παραλιπών, πόσον χρόνονπόντου ʼπὶ νώτοις ἅλιον ἐφθείρου πλάνον; Μενελέωςἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκαἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν. Ἑλένηφεῦ φεῦ· μακρόν γʼ ἔλεξας, ὦ τάλας, χρόνονσωθεὶς δʼ ἐκεῖθεν ἐνθάδʼ ἦλθες ἐς σφαγάς. Μενελέωςπῶς φῄς; τί λέξεις; ὥς μʼ ἀπώλεσας, γύναι. Ἑλένηφεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός. θανῇ πρὸς ἀνδρὸς οὗ τάδʼ ἐστὶ δώματα. Μενελέωςτί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς; Ἑλένηἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις. Μενελέωςἦ γὰρ γαμεῖν τις τἄμʼ ἐβουλήθη λέχη; Ἑλένηὕβριν θʼ ὑβρίζειν εἰς ἔμʼ, ἣν ἔτλην ἐγώ. Μενελέωςἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός; Ἑλένηὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος. Μενελέωςτόδʼ ἔστʼ ἐκεῖνʼ αἴνιγμʼ ὃ προσπόλου κλύω. Ἑλένηποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν; Μενελέωςτοῖσδʼ, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην. Ἑλένηοὔ που προσῄτεις βίοτον; ὦ τάλαινʼ ἐγώ. Μενελέωςτοὔργον μὲν ἦν τοῦτʼ, ὄνομα δʼ οὐκ εἶχεν τόδε.
1.28
793Ἑλένηπάντʼ οἶσθʼ ἄρʼ, ὡς ἔοικας, ἀμφʼ ἐμῶν γάμων. Μενελέωςοἶδʼ· εἰ δὲ λέκτρα διέφυγες τάδʼ οὐκ ἔχω. Ἑλένηἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην. Μενελέωςτίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις. Ἑλένηὁρᾷς τάφου τοῦδʼ ἀθλίους ἕδρας ἐμάς; Μενελέωςὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα; Ἑλένηἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς. Μενελέωςβωμοῦ σπανίζουσʼ ἢ νόμοισι βαρβάροις; Ἑλένηἐρρύεθʼ ἡμᾶς τοῦτʼ ἴσον ναοῖς θεῶν. Μενελέωςοὐδʼ ἄρα πρὸς οἴκους ναυστολεῖν σʼ ἔξεστί μοι; Ἑλένηξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος. Μενελέωςοὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν. Ἑλένημή νυν καταιδοῦ, φεῦγε δʼ ἐκ τῆσδε χθονός. Μενελέωςλιπών σε; Τροίαν ἐξέπερσα σὴν χάριν. Ἑλένηκρεῖσσον γὰρ ἤ σε τἄμʼ ἀποκτεῖναι λέχη. Μενελέωςἄνανδρά γʼ εἶπας Ἰλίου τʼ οὐκ ἄξια. Ἑλένηοὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως. Μενελέωςοὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας; Ἑλένηεἴσῃ. τὸ τολμᾶν δʼ ἀδύνατʼ ἀνδρὸς οὐ σοφοῦ. Μενελέωςσιγῇ παράσχω δῆτʼ ἐμὰς δῆσαι χέρας; Ἑλένηἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος. Μενελέωςδρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν. Ἑλένημίʼ ἔστιν ἐλπίς, ᾗ μόνῃ σωθεῖμεν ἄν. Μενελέωςὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο; Ἑλένηεἰ μὴ τύραννός σʼ ἐκπύθοιτʼ ἀφιγμένον. Μενελέωςἐρεῖ δὲ τίς μʼ; οὐ γνώσεταί γʼ ὅς εἰμʼ ἐγώ. Ἑλένηἔστʼ ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση. Μενελέωςφήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη; Ἑλένηοὔκ, ἀλλʼ ἀδελφή· Θεονόην καλοῦσί νιν. Μενελέωςχρηστήριον μὲν τοὔνομʼ· ὅ τι δὲ δρᾷ φράσον. Ἑλένηπάντʼ οἶδʼ, ἐρεῖ τε συγγόνῳ παρόντα σε. Μενελέωςθνῄσκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι. Ἑλένηἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν— Μενελέωςτί χρῆμα δρᾶσαι; τίνʼ ὑπάγεις μʼ ἐς ἐλπίδα; Ἑλένηπαρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ. Μενελέωςπείσαντε δʼ ἐκ γῆς διορίσαιμεν ἂν πόδα; Ἑλένηκοινῇ γʼ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δʼ ἂν οὔ. Μενελέωςσὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή. Ἑλένηὡς οὐκ ἄχρωστα γόνατʼ ἐμῶν ἕξει χερῶν.
1.29
832Μενελέωςφέρʼ, ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους; Ἑλένηθανῇ· γαμοῦμαι δʼ ἡ τάλαινʼ ἐγὼ βίᾳ. Μενελέωςπροδότις ἂν εἴης· τὴν βίαν σκήψασʼ ἔχεις. Ἑλένηἀλλʼ ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα⋯ Μενελέωςτί φῄς; θανεῖσθαι; κοὔποτʼ ἀλλάξεις λέχη; Ἑλένηταὐτῷ ξίφει γε· κείσομαι δὲ σοῦ πέλας. Μενελέωςἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε. Ἑλένηψαύω, θανόντος σοῦ τόδʼ ἐκλείψειν φάος. Μενελέωςκἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον. Ἑλένηπῶς οὖν θανούμεθʼ ὥστε καὶ δόξαν λαβεῖν; Μενελέωςτύμβου ʼπὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ. πρῶτον δʼ ἀγῶνα μέγαν ἀγωνιούμεθαλέκτρων ὑπὲρ σῶν. ὁ δὲ θέλων ἴτω πέλας· τὸ Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέοςοὐδʼ Ἑλλάδʼ ἐλθὼν λήψομαι πολὺν ψόγον, ὅστις Θέτιν μὲν ἐστέρησʼ Ἀχιλλέως, Τελαμωνίου δʼ Αἴαντος εἰσεῖδον σφαγάς, τὸν Νηλέως τʼ ἄπαιδα· διὰ δὲ τὴν ἐμὴνοὐκ ἀξιώσω κατθανεῖν δάμαρτʼ ἐγώ; μάλιστά γε· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί, εὔψυχον ἄνδρα πολεμίων θανόνθʼ ὕποκούφῃ καταμπίσχουσιν ἐν τύμβῳ χθονί, κακοὺς δʼ ἐφʼ ἕρμα στερεὸν ἐκβάλλουσι γῆς. Χορόςὦ θεοί, γενέσθω δή ποτʼ εὐτυχὲς γένοςτὸ Ταντάλειον καὶ μεταστήτω κακῶν. Ἑλένηοἲ ἐγὼ τάλαινα· τῆς τύχης γὰρ ὧδʼ ἔχω. Μενέλαε, διαπεπράγμεθʼ· ἐκβαίνει δόμωνἡ θεσπιῳδὸς Θεονόη· κτυπεῖ δόμοςκλῄθρων λυθέντων. φεῦγʼ· ἀτὰρ τί φευκτέον; ἀποῦσα γάρ σε καὶ παροῦσʼ ἀφιγμένονδεῦρʼ οἶδεν· ὦ δύστηνος, ὡς ἀπωλόμην. Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸςἐς βάρβαρʼ ἐλθὼν φάσγανʼ αὖθις ἐμπεσῇ.
1.30
865Θεονόηἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλαςθείου δε σεμνὸν θεσμὸν αἰθέρος μυχούς, ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα· σὺ δʼ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶστείβων ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί, κροῦσον δὲ πεύκην, ἵνα διεξέλθω, πυρός. νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάροςἐφέστιον φλόγʼ ἐς δόμους κομίζετε. Ἑλένη, τί τἀμὰ— πῶς ἔχει— θεσπίσματα; ἥκει πόσις σοι Μενέλεως ὅδʼ ἐμφανής, νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος. ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους, οὐδʼ οἶσθα νόστον οἴκαδʼ εἴτʼ αὐτοῦ μενεῖς· ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέριἔσται πάρεδρος Ζηνὶ τῷδʼ ἐν ἤματι. Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν, νῦν ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλειξὺν τῇδʼ, ἵνʼ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους, δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ· Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει, ὡς μὴ ʼξελεγχθῇ μηδὲ πριαμένη φανῇτὸ κάλλος, Ἑλένης οὕνεκʼ, ἀνονήτοις γάμοις. τέλος δʼ ἐφʼ ἡμῖν, εἴθʼ, ἃ βούλεται Κύπρις, λέξασʼ ἀδελφῷ σʼ ἐνθάδʼ ὄντα διολέσω, εἴτʼ αὖ μεθʼ Ἥρας στᾶσα σὸν σώσω βίον, κρύψασʼ ὁμαίμονʼ, ὅς με προστάσσει τάδεεἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃς⋯ τίς εἶσʼ ἀδελφῷ τόνδε σημανῶν ἐμῷπαρόνθʼ, ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ;
1.31
894Ἑλένηὦ παρθένʼ, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυκαὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμοναὑπέρ τʼ ἐμαυτῆς τοῦδέ θʼ, ὃν μόλις ποτὲλαβοῦσʼ ἐπʼ ἀκμῆς εἰμι κατθανόντʼ ἰδεῖν· μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιντόνδʼ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας, σῷσον δέ, λίσσομαί σε· συγγόνῳ δὲ σῷτὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε, χάριτας πονηρὰς κἀδίκους ὠνουμένη. μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲκτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς. ἐατέος δʼ ὁ πλοῦτος ἄδικός τις ὤν. κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖςκαὶ γαῖʼ, ἐν ᾗ χρὴ δώματʼ ἀναπληρουμένουςτἀλλότρια μὴ σχεῖν μηδʼ ἀφαιρεῖσθαι βίᾳ. ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δʼ ἐμοί, Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσειτῷδʼ ὃς πάρεστι κἀπολάζυσθαι θέλει. πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶςτὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτʼ ἄν; ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει· πότερον ὁ δαίμων χὡ θανὼν τὰ τῶν πέλαςβούλοιντʼ ἂν ἢ οὐ βούλοιντʼ ἂν ἀποδοῦναι πάλιν; δοκῶ μέν. οὔκουν χρή σε συγγόνῳ πλέοννέμειν ματαίῳ μᾶλλον ἢ χρηστῷ πατρί. εἰ δʼ οὖσα μάντις καὶ τὰ θεῖʼ ἡγουμένητὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς, τῷ δʼ οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν, αἰσχρὸν τὰ μέν σε θεῖα πάντʼ ἐξειδέναι, τά τʼ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή. τήν τʼ ἀθλίαν ἔμʼ, οἷσιν ἔγκειμαι κακοῖς, ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης· Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν· ἣ κλῄζομαι καθʼ Ἑλλάδʼ ὡς προδοῦσʼ ἐμὸνπόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους. ἢν δʼ Ἑλλάδʼ ἔλθω κἀπιβῶ Σπάρτης πάλιν, κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶνὤλοντʼ, ἐγὼ δὲ προδότις οὐκ ἄρʼ ἦ φίλων, πάλιν μʼ ἀνάξουσʼ ἐς τὸ σῶφρον αὖθις αὖ, ἑδνώσομαί τε θυγατέρʼ, ἣν οὐδεὶς γαμεῖ, τὴν δʼ ἐνθάδʼ ἐκλιποῦσʼ ἀλητείαν πικρὰνὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι. κεἰ μὲν θανὼν ὅδʼ ἐν πυρᾷ κατεσφάγη, πρόσω σφʼ ἀπόντα δακρύοις ἂν ἠγάπων· νῦν δʼ ὄντα καὶ σωθέντʼ ἀφαιρεθήσομαι; μὴ δῆτα, παρθένʼ, ἀλλά σʼ ἱκετεύω τόδε· δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπουςπατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδεκάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼςἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.
1.32
944Χορόςοἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι, οἰκτρὰ δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶλόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι. Μενελέωςἐγὼ σὸν οὔτʼ ἂν προσπεσεῖν τλαίην γόνυοὔτʼ ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂνδειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν. καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦςἐν ξυμφοραῖσι δάκρυʼ ἀπʼ ὀφθαλμῶν βαλεῖν. ἀλλʼ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε, αἱρήσομαι ʼγὼ πρόσθε τῆς εὐψυχίας. ἀλλʼ, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένονζητοῦντά γʼ ὀρθῶς ἀπολαβεῖν δάμαρτʼ ἐμήν, ἀπόδος τε καὶ πρὸς σῷσον· εἰ δὲ μὴ δοκεῖ, ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκιςἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῇ. ἃ δʼ ἄξιʼ ἡμῶν καὶ δίκαιʼ ἡγούμεθακαὶ σῆς μάλιστα καρδίας ἀνθάψεται, λέξω τάδʼ ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ· ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον, ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε, ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί. οἶδʼ οὕνεκʼ ἡμῖν οὔποτʼ ἀποδώσεις θανών· ἀλλʼ ἥδε πατέρα νέρθεν ἀνακαλούμενονοὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατονκακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.
1.33
969ὦ νέρτερʼ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ, ὃς πόλλʼ ἐδέξω τῆσδʼ ἕκατι σώματαπεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δʼ ἔχεις· ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν, ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασονκρείσσω φανεῖσαν τἀμά γʼ ἀποδοῦναι λέχη. εἰ δʼ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε, ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω. ὅρκοις κεκλῄμεθʼ, ὡς μάθῃς, ὦ παρθένε, πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳκἀκεῖνον ἢ ʼμὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος. ἢν δʼ ἐς μὲν ἀλκὴν μὴ πόδʼ ἀντιθῇ ποδί, λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ, κτανεῖν δέδοκται τήνδε μοι κἄπειτʼ ἐμὸνπρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδετύμβου ʼπὶ νώτοις τοῦδʼ, ἵνʼ αἵματος ῥοαὶτάφου καταστάζωσι· κεισόμεσθα δὲνεκρὼ δύʼ ἑξῆς τῷδʼ ἐπὶ ξεστῷ τάφῳ, ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί. οὐ γὰρ γαμεῖ τήνδʼ οὔτε σύγγονος σέθενοὔτʼ ἄλλος οὐδείς· ἀλλʼ ἐγώ σφʼ ἀπάξομαι, εἰ μὴ πρὸς οἴκους δυνάμεθʼ, ἀλλὰ πρὸς νεκρούς. τί ταῦτα; δακρύοις ἐς τὸ θῆλυ τρεπόμενοςἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος. κτεῖνʼ, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς· μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις, ἵνʼ ᾖς δικαία καὶ δάμαρτʼ ἐγὼ λάβω. Χορόςἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους· οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς.
1.34
998Θεονόηἐγὼ πέφυκά τʼ εὐσεβεῖν καὶ βούλομαι, φιλῶ τʼ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸςοὐκ ἂν μιάναιμʼ, οὐδὲ συγγόνῳ χάρινδοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι. ἔνεστι δʼ ἱερὸν τῆς δίκης ἐμοὶ μέγαἐν τῇ φύσει· καὶ τοῦτο Νηρέως πάραἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι. Ἥρᾳ δʼ, ἐπείπερ βούλεταί σʼ εὐεργετεῖν, ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δʼ ἐμοὶἵλεως μὲν εἴη, ξυμβέβηκε δʼ οὐδαμοῦ· πειράσομαι δὲ παρθένος μένειν ἀεί. ἃ δʼ ἀμφὶ τύμβῳ τῷδʼ ὀνειδίζεις πατρί, ἡμῖν ὅδʼ αὑτὸς μῦθος. ἀδικοίημεν ἄν, εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπωνἀπέδωκεν ἂν σοὶ τήνδʼ ἔχειν, ταύτῃ δὲ σέ. καὶ γὰρ τίσις τῶνδʼ ἐστὶ τοῖς τε νερτέροιςκαὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦςτῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δʼ ἔχειἀθάνατον εἰς ἀθάνατον αἰθέρʼ ἐμπεσών. ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαιἅ μου καθικετεύσατʼ, οὐδὲ μωρίᾳξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ. εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσʼ ὅμως, ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν. αὐτοὶ μὲν οὖν ὁδόν τινʼ ἐξευρίσκετε, ἐγὼ δʼ ἀποστᾶσʼ ἐκποδὼν σιγήσομαι. ἐκ τῶν θεῶν δʼ ἄρχεσθε χἱκετεύετετὴν μέν σʼ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν, Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένεινἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας. σὺ δʼ, ὦ θανών μοι πάτερ, ὅσον γʼ ἐγὼ σθένω, οὔποτε κεκλήσῃ δυσσεβὴς ἀντʼ εὐσεβοῦς. Χορόςοὐδείς ποτʼ εὐτύχησεν ἔκδικος γεγώς, ἐν τῷ δικαίῳ δʼ ἐλπίδες σωτηρίας.
1.35
1032ἙλένηΜενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα· τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴκοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας. Μενελέωςἄκουε δή νυν· χρόνιος εἶ κατὰ στέγαςκαὶ συντέθραψαι προσπόλοισι βασιλέως. Ἑλένητί τοῦτʼ ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδαςὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν. Μενελέωςπείσειας ἄν τινʼ οἵτινες τετραζύγωνὄχων ἀνάσσουσʼ, ὥστε νῷν δοῦναι δίφρους; Ἑλένηπείσαιμʼ ἄν· ἀλλὰ τίνα φυγὴν φευξούμεθαπεδίων ἄπειροι βαρβάρου τʼ ὄντες χθονός; Μενελέωςἀδύνατον εἶπας. φέρε, τί δʼ, εἰ κρυφθεὶς δόμοιςκτάνοιμʼ ἄνακτα τῷδε διστόμῳ ξίφει; Ἑλένηοὐκ ἄν σʼ ἀνάσχοιτʼ οὐδὲ σιγήσειεν ἂνμέλλοντʼ ἀδελφὴ σύγγονον κατακτενεῖν. Μενελέωςἀλλʼ οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂνφεύγοντες· ἣν γὰρ εἴχομεν θάλασσʼ ἔχει. Ἑλένηἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν. βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν; Μενελέωςκακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγεινἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν. Ἑλένηκαὶ μὴν γυναικείοις σʼ ἂν οἰκτισαίμεθακουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον. Μενελέωςσωτηρίας δὲ τοῦτʼ ἔχει τί νῷν ἄκος; παλαιότης γὰρ τῷ λόγῳ γʼ ἔνεστί τις. Ἑλένηὡς δὴ θανόντα σʼ ἐνάλιον κενῷ τάφῳθάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι. Μενελέωςκαὶ δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼςσωθησόμεσθα κενοταφοῦντʼ ἐμὸν δέμας; Ἑλένηδοῦναι κελεύσω πορθμίδʼ, ᾗ καθήσομαικόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας. Μενελέωςὡς εὖ τόδʼ εἶπας πλὴν ἕν· εἰ χέρσῳ ταφὰςθεῖναι κελεύσει σʼ, οὐδὲν ἡ σκῆψις φέρει. Ἑλένηἀλλʼ οὐ νομίζειν φήσομεν καθʼ Ἑλλάδαχέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους.
1.36
1067Μενελέωςτοῦτʼ αὖ κατορθοῖς· εἶτʼ ἐγὼ συμπλεύσομαικαὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει. Ἑλένησὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺςπλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας. Μενελέωςκαὶ μὴν ἐάνπερ ναῦν ἐπʼ ἀγκύρας λάβω, ἀνὴρ παρʼ ἄνδρα στήσεται ξιφηφόρος. Ἑλένησὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνονλαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος. Μενελέωςἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου. ἀτὰρ θανόντα τοῦ μʼ ἐρεῖς πεπυσμένη; Ἑλένησοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρονἈτρέως πλέων σὺν παιδὶ καὶ θανόνθʼ ὁρᾶν. Μενελέωςκαὶ μὴν τάδʼ ἀμφίβληστρα σώματος ῥάκηξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων. Ἑλένηἐς καιρὸν ἦλθε, τότε δʼ ἄκαιρʼ ἀπώλλυτο· τὸ δʼ ἄθλιον κεῖνʼ εὐτυχὲς τάχʼ ἂν πέσοι. Μενελέωςπότερα δʼ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴἢ πρὸς τάφῳ τῷδʼ ἥσυχοι καθώμεθα; Ἑλένηαὐτοῦ μένʼ· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ, τάφος σʼ ὅδʼ ἂν ῥύσαιτο φάσγανόν τε σόν. ἐγὼ δʼ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶπέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαιπαρῇδί τʼ ὄνυχα φόνιον ἐμβαλῶ χροός. μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς· ἢ γὰρ θανεῖν δεῖ μʼ, ἢν ἁλῶ τεχνωμένη, ἢ πατρίδα τʼ ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας. ὦ πότνιʼ ἣ Δίοισιν ἐν λέκτροις πίτνειςἭρα, δύʼ οἰκτρὼ φῶτʼ ἀνάψυξον πόνων, αἰτούμεθʼ ὀρθὰς ὠλένας πρὸς οὐρανὸνῥίπτονθʼ, ἵνʼ οἰκεῖς ἀστέρων ποικίλματα. σύ θʼ, ἣ ʼπὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ, κόρη Διώνης Κύπρι, μή μʼ ἐξεργάσῃ. ἅλις δὲ λύμης ἥν μʼ ἐλυμήνω πάροςτοὔνομα παρασχοῦσʼ, οὐ τὸ σῶμʼ, ἐν βαρβάροις. θανεῖν δʼ ἔασόν μʼ, εἰ κατακτεῖναι θέλεις, ἐν γῇ πατρῴᾳ. τί ποτʼ ἄπληστος εἶ κακῶν, ἔρωτας ἀπάτας δόλιά τʼ ἐξευρήματαἀσκοῦσα φίλτρα θʼ αἱματηρὰ δωμάτων; εἰ δʼ ἦσθα μετρία, τἄλλα γʼ ἡδίστη θεῶνπέφυκας ἀνθρώποισιν· οὐκ ἄλλως λέγω.
1.37
1107Χορόςσὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοιςμουσεῖα καὶ θάκους ἐνί- ζουσαν ἀναβοάσω, σὲ τὰν ἀοιδοτάταν ὄρνιθα μελῳδὸνἀηδόνα δακρυόεσσαν, ἔλθʼ ὦ διὰ ξουθᾶνγενύων ἐλελιζομέναθρήνων ἐμοὶ ξυνεργός, Ἑλένας μελέας πόνουςτὸν Ἰλιάδων τʼ ἀει- δούσᾳ δακρυόεντα πότμονἈχαιῶν ὑπὸ λόγχαις· ὅτʼ ἔδραμε ῥόθια πεδία βαρβάρῳ πλάτᾳὅτʼ ἔμολεν ἔμολε, μέλεα Πριαμίδαις ἄγωνΛακεδαίμονος ἄπο λέχεασέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμοςπομπαῖσιν Ἀφροδίτας.
1.38
1122Χορόςπολλοὶ δʼ Ἀχαιῶν δορὶ καὶ πετρίναιςῥιπαῖσιν ἐκπνεύσαντες Ἅι- δαν μέλεον ἔχουσιν, ταλαινᾶν ἀλόχων κείραντες ἔθειραν· ἄνυμφα δὲ μέλαθρα κεῖται· πολλοὺς δὲ πυρσεύσαςφλογερὸν σέλας ἀμφιρύτανΕὔβοιαν εἷλʼ Ἀχαιῶνμονόκωπος ἀνήρ, πέτραιςΚαφηρίσιν ἐμβαλὼνΑἰγαίαις τʼ ἐνάλοις δόλιονἀκταῖς ἀστέρα λάμψας. ἀλίμενα δʼ ὄρεα Μάλεα χειμάτων πνοᾷ, ὅτʼ ἔσυτο πατρίδος ἀποπρό, βαρβάρου στολᾶςγέρας, οὐ γέρας ἀλλʼ ἔριν, Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων, εἴδωλον ἱερὸν Ἥρας.
1.39
1137Χορόςὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον, τίς φησʼ ἐρευνήσας βροτῶνμακρότατον πέρας εὑρεῖνὃς τὰ θεῶν ἐσορᾷδεῦρο καὶ αὖθις ἐκεῖσεκαὶ πάλιν ἀντιλόγοιςπηδῶντʼ ἀνελπίστοις τύχαις; σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ· πτανὸς γὰρ ἐν κόλποις σε Λή- δας ἐτέκνωσε πατήρ. κᾆτʼ ἰαχήθης καθʼ Ἑλλανίανπροδότις ἄπιστος ἄδικος ἄθεος· οὐδʼ ἔχωτί τὸ σαφὲς ἔτι ποτʼ ἐν βροτοῖς· τὸ τῶν θεῶν δʼ ἔπος ἀλαθὲς ηὗρον.
1.40
1151Χορόςἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμῳλόγχαισί τʼ ἀλκαίου δορὸςκτᾶσθε, πόνους ἀμαθῶς θνα- τῶν καταπαυόμενοι· εἰ γὰρ ἅμιλλα κρινεῖ νιναἵματος, οὔποτʼ ἔριςλείψει κατʼ ἀνθρώπων πόλεις· ᾇ Πριαμίδος γᾶς ἔλαχον θαλάμους, ἐξὸν διορθῶσαι λόγοιςσὰν ἔριν, ὦ Ἑλένα. νῦν δʼ οἳ μὲν Ἅιδᾳ μέλονται κάτω, τείχεα δὲ φλογμὸς ὥστε Διός ἐπέσυτο φλόξ, ἐπὶ δὲ πάθεα πάθεσι φέρειςἀθλίοις συμφοραῖς αἰλίνοις.
1.41
1165Θεοκλύμενοςὦ χαῖρε, πατρὸς μνῆμʼ· ἐπʼ ἐξόδοισι γὰρἔθαψα, Πρωτεῦ, σʼ ἕνεκʼ ἐμῆς προσρήσεως· ἀεὶ δέ σʼ ἐξιών τε κἀσιὼν δόμουςΘεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ. ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους, δμῶες, κομίζετʼ ἐς δόμους τυραννικούς· ἐγὼ δʼ ἐμαυτὸν πόλλʼ ἐλοιδόρησα δή· οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν; καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς, ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενονἙλένην· θανεῖται δʼ, ἤν γε δὴ ληφθῇ μόνον. ἔα· ἀλλʼ, ὡς ἔοικε, πάντα διαπεπραγμέναηὕρηκα· τύμβου γὰρ κενὰς λιποῦσʼ ἕδραςἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός. ὠή, χαλᾶτε κλῇθρα· λύεθʼ ἱππικὰφάτνης, ὀπαδοί, κἀκκομίζεθʼ ἅρματα, ὡς ἂν πόνου γʼ ἕκατι μὴ λάθῃ με γῆςτῆσδʼ ἐκκομισθεῖσʼ ἄλοχος, ἧς ἐφίεμαι.— ἐπίσχετʼ· εἰσορῶ γὰρ οὓς διώκομενπαρόντας ἐν δόμοισι κοὐ πεφευγότας. αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸςλευκῶν ἀμείψασʼ ἔκ τε κρατὸς εὐγενοῦςκόμας σίδηρον ἐμβαλοῦσʼ ἀπέθρισαςχλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδακλαίουσα; πότερον ἐννύχοις πεπεισμένηστένεις ὀνείροις, ἢ φάτιν τινʼ οἴκοθενκλύουσα λύπῃ σὰς διέφθαρσαι φρένας; Ἑλένηὦ δέσποτʼ— ἤδη γὰρ τόδʼ ὀνομάζω σʼ ἔπος— ὄλωλα· φροῦδα τἀμὰ κοὐδέν εἰμʼ ἔτι. Θεοκλύμενοςἐν τῷ δὲ κεῖσαι συμφορᾶς; τίς ἡ τύχη; ἙλένηΜενέλαος— οἴμοι, πῶς φράσω;— τέθνηκέ μοι. Θεοκλύμενοςοὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δʼ εὐτυχῶ. πῶς δʼ οἶσθα; μῶν σοι Θεονόη λέγει τάδε; Ἑλένηκείνη τε φησὶν ὅ τε παρὼν ὅτʼ ὤλλυτο. Θεοκλύμενοςἥκει γὰρ ὅστις καὶ τάδʼ ἀγγέλλει σαφῆ; Ἑλένηἥκει· μόλοι γὰρ οἷ σφʼ ἐγὼ χρῄζω μολεῖν. Θεοκλύμενοςτίς ἐστι; ποῦ ʼστιν; ἵνα σαφέστερον μάθω. Ἑλένηὅδʼ ὃς κάθηται τῷδʼ ὑποπτήξας τάφῳ. ΘεοκλύμενοςἌπολλον, ὡς ἐσθῆτι δυσμόρφῳ πρέπει. Ἑλένηοἴμοι, δοκῶ μὲν κἀμὸν ὧδʼ ἔχειν πόσιν.
1.42
1206Θεοκλύμενοςποδαπὸς δʼ ὅδʼ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν; ἙλένηἝλλην, Ἀχαιῶν εἷς ἐμῷ σύμπλους πόσει. Θεοκλύμενοςθανάτῳ δὲ ποίῳ φησὶ Μενέλεων θανεῖν; Ἑλένηοἰκτρόταθʼ, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός. Θεοκλύμενοςποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον; ἙλένηΛιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις. Θεοκλύμενοςκαὶ πῶς ὅδʼ οὐκ ὄλωλε κοινωνῶν πλάτης; Ἑλένηἐσθλῶν κακίους ἐνίοτʼ εὐτυχέστεροι. Θεοκλύμενοςλιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα; Ἑλένηὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή. Θεοκλύμενοςὄλωλʼ ἐκεῖνος. ἦλθε δʼ ἐν ποίῳ σκάφει; Ἑλένηναῦταί σφʼ ἀνείλοντʼ ἐντυχόντες, ὡς λέγει. Θεοκλύμενοςποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν; Ἑλένηνεφέλης λέγεις ἄγαλμα; ἐς αἰθέρʼ οἴχεται. Θεοκλύμενοςὦ Πρίαμε καὶ γῆ Τρῳάς, ὡς ἔρρεις μάτην. Ἑλένηκἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας. Θεοκλύμενοςπόσιν δʼ ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί; Ἑλένηἄθαπτον· οἲ ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν. Θεοκλύμενοςτῶνδʼ οὕνεκʼ ἔταμες βοστρύχους ξανθῆς κόμης· Ἑλένηφίλος γάρ ἐστιν, ὅς ποτʼ ἐστίν, ἐνθάδʼ ὤν. Θεοκλύμενοςὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται— Ἑλένηἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν. Θεοκλύμενοςοὐ δῆτα. πῶς οὖν; τόνδʼ ἔτʼ οἰκήσεις τάφον; Ἑλένητί κερτομεῖς με, τὸν θανόντα δʼ οὐκ ἐᾷς; Θεοκλύμενοςπιστὴ γὰρ εἶ σὺ σῷ πόσει φεύγουσά με. Ἑλένηἀλλʼ οὐκέτʼ· ἤδη δʼ ἄρχε τῶν ἐμῶν γάμων. Θεοκλύμενοςχρόνια μὲν ἦλθεν, ἀλλʼ ὅμως αἰνῶ τάδε. Ἑλένηοἶσθʼ οὖν ὃ δρᾶσον; τῶν πάρος λαθώμεθα. Θεοκλύμενοςἐπὶ τῷ; χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω. Ἑλένησπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι. Θεοκλύμενοςμεθίημι νεῖκος τὸ σόν, ἴτω δʼ ὑπόπτερον. Ἑλένηπρός νύν σε γονάτων τῶνδʼ, ἐπείπερ εἶ φίλος— Θεοκλύμενοςτί χρῆμα θηρῶσʼ ἱκέτις ὠρέχθης ἐμοῦ; Ἑλένητὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω. Θεοκλύμενοςτί δʼ; ἔστʼ ἀπόντων τύμβος; ἢ θάψεις σκιάν; ἙλένηἝλλησίν ἐστι νόμος, ὃς ἂν πόντῳ θάνῃ— Θεοκλύμενοςτί δρᾶν; σοφοί τοι Πελοπίδαι τὰ τοιάδε. Ἑλένηκενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν. Θεοκλύμενοςκτέριζʼ· ἀνίστη τύμβον οὗ χρῄζεις χθονός. Ἑλένηοὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν. Θεοκλύμενοςπῶς δαί; λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων. Ἑλένηἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν. Θεοκλύμενοςτί σοι παράσχω δῆτα τῷ τεθνηκότι; Ἑλένηὅδʼ οἶδʼ, ἐγὼ δʼ ἄπειρος, εὐτυχοῦσα πρίν.
1.43
1250Θεοκλύμενοςὦ ξένε, λόγων μὲν κληδόνʼ ἤνεγκας φίλην. Μενελέωςοὔκουν ἐμαυτῷ γʼ οὐδὲ τῷ τεθνηκότι. Θεοκλύμενοςπῶς τοὺς θανόντας θάπτετʼ ἐν πόντῳ νεκρούς; Μενελέωςὡς ἂν παρούσης οὐσίας ἕκαστος ᾖ. Θεοκλύμενοςπλούτου λέγʼ οὕνεχʼ ὅ τι θέλεις ταύτης χάριν. Μενελέωςπροσφάζεται μὲν αἷμα πρῶτα νερτέροις. Θεοκλύμενοςτίνος; σύ μοι σήμαινε, πείσομαι δʼ ἐγώ. Μενελέωςαὐτὸς σὺ γίγνωσκʼ· ἀρκέσει γὰρ ἃν διδῷς. Θεοκλύμενοςἐν βαρβάροις μὲν ἵππον ἢ ταῦρον νόμος. Μενελέωςδιδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου. Θεοκλύμενοςοὐ τῶνδʼ ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν. Μενελέωςκαὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά. Θεοκλύμενοςἔσται· τί δʼ ἄλλο προσφέρειν νομίζεται; Μενελέωςχαλκήλαθʼ ὅπλα· καὶ γὰρ ἦν φίλος δορί. Θεοκλύμενοςἄξια τάδʼ ἔσται Πελοπιδῶν ἃ δώσομεν. Μενελέωςκαὶ τἄλλʼ ὅσα χθὼν καλὰ φέρει βλαστήματα. Θεοκλύμενοςπῶς οὖν; ἐς οἶδμα τίνι τρόπῳ καθίετε; Μενελέωςναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας. Θεοκλύμενοςπόσον δʼ ἀπείργει μῆκος ἐκ γαίας δόρυ; Μενελέωςὥστʼ ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις. Θεοκλύμενοςτί δή; τόδʼ Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει; Μενελέωςὡς μὴ πάλιν γῇ λύματʼ ἐκβάλῃ κλύδων. ΘεοκλύμενοςΦοίνισσα κώπη ταχύπορος γενήσεται. Μενελέωςκαλῶς ἂν εἴη Μενέλεῴ τε πρὸς χάριν. Θεοκλύμενοςοὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε; Μενελέωςμητρὸς τόδʼ ἔργον ἢ γυναικὸς ἢ τέκνων. Θεοκλύμενοςταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν. Μενελέωςἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν. Θεοκλύμενοςἴτω· πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν. ἐλθὼν δʼ ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ· καὶ σὲ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ, δράσαντα τῇδε πρὸς χάριν· φήμας δʼ ἐμοὶἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίαςἐσθῆτα λήψῃ σῖτά θʼ, ὥστε σʼ ἐς πάτρανἐλθεῖν, ἐπεὶ νῦν γʼ ἀθλίως ἔχονθʼ ὁρῶ. σὺ δʼ, ὦ τάλαινα, μὴ ʼπὶ τοῖς ἀνηνύτοιςτρύχουσα σαυτήν— Μενέλεως δʼ ἔχει πότμον, κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν πόσις. Μενελέωςσὸν ἔργον, ὦ νεᾶνι· τὸν παρόντα μὲνστέργειν πόσιν χρή, τὸν δὲ μηκέτʼ ὄντʼ ἐᾶν· ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον. ἢν δʼ Ἑλλάδʼ ἔλθω καὶ τύχω σωτηρίας, παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένῃοἵαν γενέσθαι χρή σε σῷ ξυνευνέτῃ. Ἑλένηἔσται τάδʼ· οὐδὲ μέμψεται πόσις ποτὲἡμῖν· σὺ δʼ αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε. ἀλλʼ, ὦ τάλας, εἴσελθε καὶ λουτρῶν τύχεἐσθῆτά τʼ ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰςεὐεργετήσω σʼ· εὐμενέστερον γὰρ ἂντῷ φιλτάτῳ μοι Μενέλεῳ τὰ πρόσφοραδρῴης ἄν, ἡμῶν τυγχάνων οἵων σε χρή.
1.44
1301ΧορόςὈρεία ποτὲ δρομάδι κώ- λῳ μάτηρ θεῶν ἐσύθη ἀνʼὑλάεντα νάπηποτάμιόν τε χεῦμʼ ὑδάτωνβαρύβρομόν τε κῦμʼ ἅλιονπόθῳ τᾶς ἀποιχομέναςἀρρήτου κούρας. κρόταλα δὲ βρόμια διαπρύσιονἱέντα κέλαδον ἀνεβόα, θηρῶν ὅτε ζυγίουςζευξάσᾳ θεᾷ σατίναςτὰν ἁρπασθεῖσαν κυκλίωνχορῶν ἔξω παρθενίωνμετὰ κούραν, ἀελλόποδες, ἃ μὲν τόξοις Ἄρτεμις, ἃ δʼἔγχει Γοργῶπις πάνοπλος, συνείποντο. Ζεὺς δʼ ἑδράνωναὐγάζων ἐξ οὐρανίωνἄλλαν μοῖραν ἔκραινε.
1.45
1319Χορόςδρομαῖον δʼ ὅτε πολυπλάνη- τον μάτηρ ἔπαυσε πόνον, μαστεύουσα πόνουςθυγατρὸς ἁρπαγὰς δολίους, χιονοθρέμμονάς γʼ ἐπέρασʼἸδαιᾶν Νυμφᾶν σκοπιάς· ῥίπτει δʼ ἐν πένθειπέτρινα κατὰ δρία πολυνιφέα· βροτοῖσι δʼ ἄχλοα πεδία γᾶςοὐ καρπίζουσʼ ἀρότοιςλαῶν δὲ φθείρει γενεάν· ποίμναις δʼ οὐχ ἵει θαλερὰςβοσκὰς εὐφύλλων ἑλίκων, πόλεων δʼ ἀπέλειπε βίος· οὐδʼ ἦσαν θεῶν θυσίαι, βωμοῖς δʼ ἄφλεκτοι πέλανοι· πηγὰς δʼ ἀμπαύει δροσερὰςλευκῶν ἐκβάλλειν ὑδάτωνπένθει παιδὸς ἀλάστωρ.
1.46
1338Χορόςἐπεὶ δʼ ἔπαυσʼ εἰλαπίναςθεοῖς βροτείῳ τε γένει, Ζεὺς μειλίσσων στυγίουςματρὸς ὀργὰς ἐνέπει· βᾶτε, σεμναὶ Χάριτες, ἴτε, τᾷ περὶ παρθένῳΔηοῖ θυμωσαμένᾳλύπαν ἐξαλλάξατʼ ἀλαλᾷ, Μοῦσαί θʼ ὕμνοισι χορῶν. χαλκοῦ δʼ αὐδὰν χθονίαντύπανά τʼ ἔλαβε βυρσοτενῆκαλλίστα τότε πρῶτα μακά- ρων Κύπρις· γέλασέν τε θεὰδέξατό τʼ ἐς χέραςβαρύβρομον αὐλὸντερφθεῖσʼ ἀλαλαγμῷ.
1.47
1353Χορόςὧν οὐ θέμις σʼ οὔθʼ ὁσίαʼπʼύρωσας ἐν θεῶν θαλάμοις, μῆνιν δʼ ἔσχες μεγάλαςματρός, ὦ παῖ, θυσίαςοὐ σεβίζουσα θεᾶς. μέγα τοι δύναται νεβρῶνπαμποίκιλοι στολίδεςκισσοῦ τε στεφθεῖσα χλόανάρθηκας εἰς ἱερούς, ῥόμβου θʼ εἱλισσομένακύκλιος ἔνοσις αἰθερία, βακχεύουσά τʼ ἔθειρα Βρομί- ῳ καὶ παννυχίδες θεᾶς. εὖ δέ νιν ἄμασινὑπέρβαλε σελάναμορφᾷ μόνον ηὔχεις.
1.48
1369Ἑλένητὰ μὲν κατʼ οἴκους εὐτυχοῦμεν, ὦ φίλαι· ἡ γὰρ συνεκκλέπτουσα Πρωτέως κόρηπόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένηοὐκ εἶπʼ ἀδελφῷ· κατθανόντα δʼ ἐν χθονὶοὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν.⋯ κάλλιστα δῆτʼ ἀνήρπασʼ ἐν τύχῃ πόσις· ἃ γὰρ καθήσειν ὅπλʼ ἔμελλεν εἰς ἅλα, ταῦτʼ ἐμβαλὼν πόρπακι γενναίαν χέρααὐτὸς κομίζει δόρυ τε δεξιᾷ λαβών, ὡς τῷ θανόντι χάριτα δὴ συνεκπονῶν. προύργου δʼ ἐς ἀλκὴν σῶμʼ ὅπλοις ἠσκήσατο, ὡς βαρβάρων τρόπαια μυρίων χερὶθήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος, πέπλους δʼ ἀμείψασʼ ἀντὶ ναυφθόρου στολῆςἐγώ νιν ἐξήσκησα, καὶ λουτροῖς χρόαἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου. ἀλλʼ, ἐκπερᾷ γὰρ δωμάτων ὁ τοὺς ἐμοὺςγάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν, σιγητέον μοι· καὶ σὲ προσποιούμεθαεὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθασωθέντες αὐτοὶ καὶ σὲ συνσῶσαί ποτε. Θεοκλύμενοςχωρεῖτʼ ἐφεξῆς, ὡς ἔταξεν ὁ ξένος, δμῶες, φέροντες ἐνάλια κτερίσματα. Ἑλένη, σὺ δʼ, ἤν σοι μὴ κακῶς δόξω λέγειν, πείθου, μένʼ αὐτοῦ· ταὐτὰ γὰρ παροῦσά τεπράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῇς. δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθοςπείσῃ μεθεῖναι σῶμʼ ἐς οἶδμα πόντιοντοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην· ἄγαν γὰρ αὐτὸν οὐ παρόνθʼ ὅμως στένεις. Ἑλένηὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχειτὰ πρῶτα λέκτρα νυμφικάς θʼ ὁμιλίαςτιμᾶν· ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσινκαὶ ξυνθάνοιμʼ ἄν· ἀλλὰ τίς κείνῳ χάριςξὺν κατθανόντι κατθανεῖν; ἔα δέ μεαὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῷ. θεοὶ δὲ σοί τε δοῖεν οἷʼ ἐγὼ θέλω, καὶ τῷ ξένῳ τῷδʼ, ὅτι συνεκπονεῖ τάδε. ἕξεις δέ μʼ οἵαν χρή σʼ ἔχειν ἐν δώμασιγυναῖκʼ, ἐπειδὴ Μενέλεων εὐεργετεῖςκἄμʼ· ἔρχεται γὰρ δή τινʼ ἐς τύχην τάδε. ὅστις δὲ δώσει ναῦν ἐν ᾗ τάδʼ ἄξομεν, πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω.
1.49
1412Θεοκλύμενοςχώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορονΣιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας. Ἑλένηοὔκουν ὅδʼ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον; Θεοκλύμενοςμάλιστʼ· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς. Ἑλένηαὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου. Θεοκλύμενοςαὖθις κελεύω καὶ τρίτον γʼ, εἴ σοι φίλον. Ἑλένηὄναιο· κἀγὼ τῶν ἐμῶν βουλευμάτων. Θεοκλύμενοςμή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα. Ἑλένηἥδʼ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν. Θεοκλύμενοςτὰ τῶν θανόντων οὐδέν, ἀλλʼ ἄλλως πόνος. Ἑλένηἔστιν τι κἀκεῖ κἀνθάδʼ ὧν ἐγὼ λέγω. Θεοκλύμενοςοὐδὲν κακίω Μενέλεώ μʼ ἕξεις πόσιν. Ἑλένηοὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον. Θεοκλύμενοςἐν σοὶ τόδʼ, ἢν σὴν εἰς ἔμʼ εὔνοιαν διδῷς. Ἑλένηοὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν. Θεοκλύμενοςβούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον; Ἑλένηἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ. Θεοκλύμενοςἀλλʼ εἶα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους· καθαρὰ γὰρ ἡμῖν δώματʼ· οὐ γὰρ ἐνθάδεψυχὴν ἀφῆκε Μενέλεως· ἴτω δέ τιςφράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμωνἀγάλματʼ οἴκους εἰς ἐμούς· πᾶσαν δὲ χρὴγαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαιςὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς ᾖ. σὺ δʼ, ὦ ξένʼ, ἐλθών, πελαγίους ἐς ἀγκάλαςτῷ τῆσδε πρίν ποτʼ ὄντι δοὺς πόσει τάδε, πάλιν πρὸς οἴκους σπεῦδʼ ἐμὴν δάμαρτʼ ἔχων, ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶστέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς. Μενελέωςὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός, βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν. ἕλκουσι δʼ ἡμῖν πρὸς λέπας τὰς συμφορὰςσπουδῇ σύναψαι· κἂν ἄκρᾳ θίγῃς χερί, ἥξομεν ἵνʼ ἐλθεῖν βουλόμεσθα τῆς τύχης. ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος. κέκλησθέ μοι, θεοί, πολλά χρήσθʼ ἐμοῦ κλύεινκαὶ λύπρʼ· ὀφείλω δʼ οὐκ ἀεὶ πράσσειν κακῶς, ὀρθῷ δὲ βῆναι ποδί· μίαν δέ μοι χάρινδόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.
1.50
1451ΧορόςΦοίνισσα Σιδωνιὰς ὦταχεῖα κώπα, ῥοθίοισι μάτηρεἰρεσίας φίλα, χοραγὲ τῶν καλλιχόρωνδελφίνων, ὅταν αὔραιςπέλαγος ἀνήνεμον ᾖ, γλαυκὰ δὲ Πόντου θυγάτηρΓαλάνεια τάδʼ εἴπῃ· κατὰ μὲν ἱστία πετάσατʼ αὔ- ραις λιπόντες εἰναλίαις, λάβετε δʼ εἰλατίνας πλάτας, ὦ ναῦται, ναῦται, πέμποντες εὐλιμένουςΠερσείων οἴκων Ἑλέναν ἐπʼ ἀκτάς.
1.51
1465Χορόςἦ που κόρας ἂν ποταμοῦπαρʼ οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦΠαλλάδος ἂν λάβοιςχρόνῳ ξυνελθοῦσα χοροῖςἢ κώμοις Ὑακίνθουνύχιον ἐς εὐφροσύναν, ὃν ἐξαμιλλησάμενοςτροχῷ τέρμονα δίσκουἔκανε Φοῖβος, τᾷ Λακαί- νᾳ γᾷ βούθυτον ἁμέραν· ὁ Διὸς δʼ εἶπε σέβειν γόνος· μόσχον θʼ, ἃν οἴκοιςἔλειπες, Ἑρμιόναν, ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν.
1.52
1478Χορόςδιʼ ἀέρος εἴθε ποτανοὶγενοίμεσθʼ ᾇ Λιβύαςοἰωνοὶ στοχάδεςὄμβρον λιποῦσαι χειμέριοννίσονται πρεσβυτάτᾳσύριγγι πειθόμεναιποιμένος, ὃς ἄβροχα πεδία καρποφόρα τε γᾶςἐπιπετόμενος ἰαχεῖ. ὦ πταναὶ δολιχαύχενες, σύννομοι νεφέων δρόμου, βᾶτε Πλειάδας ὑπὸ μέσαςὠρίωνά τʼ ἐννύχιον· καρύξατʼ ἀγγελίαν, Εὐρώταν ἐφεζόμεναι, Μενέλεως ὅτι Δαρδάνουπόλιν ἑλὼν δόμον ἥξει.
1.53
1495Χορόςμόλοιτέ ποθʼ ἵππιον οἶμονδιʼ αἰθέρος ἱέμενοιπαῖδες Τυνδαρίδαι, λαμπρῶν ἄστρων ὑπʼ ἀέλλαισιν· οἳ ναίετʼ οὐράνιοι, σωτῆρες τᾶς Ἑλένας, γλαυκὸν ἔπιτʼ οἶδμα κυανόχροά τε κυμάτωνῥόθια πολιὰ θαλάσσας, ναύταις εὐαεῖς ἀνέμωνπέμποντες Διόθεν πνοάς· δύσκλειαν δʼ ἀπὸ συγγόνουβάλετε βαρβάρων λεχέων, ἃν Ἰδαίων ἐρίδωνποιναθεῖσʼ ἐκτήσατο, γᾶνοὐκ ἐλθοῦσά ποτʼ ἸλίουΦοιβείους ἐπὶ πύργους.
1.54
1512Ἄγγελοςἄναξ, τὰ κάκιστʼ ἐν δόμοις εὑρήκαμεν· ὡς καίνʼ ἀκούσῃ πήματʼ ἐξ ἐμοῦ τάχα. Θεοκλύμενοςτί δʼ ἔστιν; Ἄγγελοςἄλλης ἐκπόνει μνηστεύματαγυναικός· Ἑλένη γὰρ βέβηκʼ ἔξω χθονός. Θεοκλύμενοςπτεροῖσιν ἀρθεῖσʼ ἢ πεδοστιβεῖ ποδί; ἌγγελοςΜενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός, ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν. Θεοκλύμενοςὦ δεινὰ λέξας· τίς δέ νιν ναυκληρίαἐκ τῆσδʼ ἀπῆρε χθονός; ἄπιστα γὰρ λέγεις. Ἄγγελοςἥν γε ξένῳ δίδως σύ· τούς τε σοὺς ἔχωνναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθῃς. Θεοκλύμενοςπῶς; εἰδέναι πρόθυμος· οὐ γὰρ ἐλπίδωνἔσω βέβηκα μίαν ὑπερδραμεῖν χέρατοσούσδε ναύτας, ὧν ἀπεστάλης μέτα. Ἄγγελοςἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμουςἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλησοφώταθʼ ἁβρὸν πόδα τιθεῖσʼ ἀνέστενεπόσιν πέλας παρόντα κοὐ τεθνηκότα. ὡς δʼ ἤλθομεν σῶν περίβολον νεωρίων, Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομενζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτραἔχουσαν. ἔργου δʼ ἔργον ἐξημείβετο· ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατοταρσόν τε χειρί, λευκά θʼ ἱστίʼ εἰς ἓν ἦνπηδάλιά τε ζεύγλαισι παρακαθίετο. κἀν τῷδε μόχθῳ, τοῦτʼ ἄρα σκοπούμενοι, Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροιπροσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοιπέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δʼ ὁρᾶν. ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνοςπροσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων· ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτεἈχαιίδος θραύσαντες ἥκετε σκάφος; ἆρʼ Ἀτρέως παῖδʼ ὀλόμενον συνθάπτετε, ὃν Τυνδαρὶς παῖς ἥδʼ ἀπόντα κενοταφεῖ; οἳ δʼ ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ, ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματαφέροντες. ἡμῖν δʼ ἦν μὲν ἥδʼ ὑποψίαλόγος τʼ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶνὡς πλῆθος εἴη· διεσιωπῶμεν δʼ ὅμωςτοὺς σοὺς λόγους σῴζοντες· ἄρχειν γὰρ νεὼςξένον κελεύσας πάντα συνέχεας τάδε.
1.55
1554καὶ τἄλλα μὲν δὴ ῥᾳδίως ἔσω νεὼςἐθέμεθα κουφίζοντα· ταύρειος δὲ ποὺςοὐκ ἤθελʼ ὀρθὸς σανίδα προσβῆναι κάτα, ἀλλʼ ἐξεβρυχᾶτʼ ὄμμʼ ἀναστρέφων κύκλῳκυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπωνμὴ θιγγάνειν ἀπεῖργεν. ὁ δʼ Ἑλένης πόσιςἐκάλεσεν· ὦ πέρσαντες Ἰλίου πόλιν, οὐκ εἶʼ ἀναρπάσαντες Ἑλλήνων νόμῳνεανίαις ὤμοισι ταύρειον δέμαςἐς πρῷραν ἐμβαλεῖτε, φάσγανόν θʼ ἅμαπρόχειρον ὤσει σφάγια τῷ τεθνηκότι; οἳ δʼ ἐς κέλευσμʼ ἐλθόντες ἐξανήρπασανταῦρον φέροντές τʼ εἰσέθεντο σέλματα. μονάμπυκον δὲ Μενέλεως ψήχων δέρηνμέτωπά τʼ ἐξέπεισεν ἐσβῆναι δόρυ. τέλος δʼ, ἐπειδὴ ναῦς τὰ πάντʼ ἐδέξατο, πλήσασα κλιμακτῆρας εὐσφύρῳ ποδίἙλένη καθέζετʼ ἐν μέσοις ἑδωλίοις, ὅ τʼ οὐκέτʼ ὢν λόγοισι Μενέλεως πέλας· ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούς τʼ ἴσοιἀνὴρ παρʼ ἄνδρʼ ἕζονθʼ, ὑφʼ εἵμασι ξίφηλαθραῖʼ ἔχοντες, ῥόθιά τʼ ἐξεπίμπλατοβοῆς κελευστοῦ φθέγμαθʼ ὡς ἠκούσαμεν.
1.56
1577ἐπεὶ δὲ γαίας ἦμεν οὔτʼ ἄγαν πρόσωοὔτʼ ἐγγύς, οὕτως ἤρετʼ οἰάκων φύλαξ· ἔτʼ, ὦ ξένʼ, ἐς τὸ πρόσθεν— ἢ καλῶς ἔχει— πλεύσωμεν; ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί. ὃ δʼ εἶφʼ· ἅλις μοι. δεξιᾷ δʼ ἑλὼν ξίφοςἐς πρῷραν εἷρπε κἀπὶ ταυρείῳ σφαγῇσταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων, τέμνων δὲ λαιμὸν ηὔχετʼ· ὦ ναίων ἅλαπόντιε Πόσειδον Νηρέως θʼ ἁγναὶ κόραι, σώσατέ μʼ ἐπʼ ἀκτὰς Ναυπλίας δάμαρτά τεἄσυλον ἐκ γῆς. αἵματος δʼ ἀπορροαὶἐς οἶδμʼ ἐσηκόντιζον οὔριοι ξένῳ. καί τις τόδʼ εἶπε· δόλιος ἡ ναυκληρία. πάλιν πλέωμεν· δεξιὰν κέλευε σύ, σὺ δὲ στρέφʼ οἴακʼ. ἐκ δὲ ταυρείου φόνουἈτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους· τί μέλλετʼ, ὦ γῆς Ἑλλάδος λωτίσματα, σφάζειν φονεύειν βαρβάρους νεώς τʼ ἄποῥίπτειν ἐς οἶδμα; ναυβάταις δὲ τοῖσι σοῖςβοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα· οὐκ εἶʼ ὃ μέν τις λοῖσθον ἀρεῖται δόρυ, ὃ δὲ ζύγʼ ἄξας, ὃ δʼ ἀφελὼν σκαλμοῦ πλάτηνκαθαιματώσει κρᾶτα πολεμίων ξένων; ὀρθοὶ δʼ ἀνῇξαν πάντες, οἳ μὲν ἐν χεροῖνκορμοὺς ἔχοντες ναυτικούς, οἳ δὲ ξίφη· φόνῳ δὲ ναῦς ἐρρεῖτο. παρακέλευσμα δʼ ἦνπρύμνηθεν Ἑλένης· ποῦ τὸ Τρωικὸν κλέος; δείξατε πρὸς ἄνδρας βαρβάρους· σπουδῆς δʼ ὕποἔπιπτον, οἳ δʼ ὠρθοῦντο, τοὺς δὲ κειμένουςνεκροὺς ἂν εἶδες. Μενέλεως δʼ ἔχων ὅπλα, ὅποι νοσοῖεν ξύμμαχοι κατασκοπῶν, ταύτῃ προσῆγε χειρὶ δεξιᾷ ξίφος, ὥστʼ ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲσῶν ναυβατῶν ἐρετμά. ἐπʼ οἰάκων δὲ βὰςἄνακτʼ ἐς Ἑλλάδʼ εἶπεν εὐθύνειν δόρυ. οἳ δʼ ἱστὸν ᾖρον, οὔριαι δʼ ἧκον πνοαί. βεβᾶσι δʼ ἐκ γῆς. διαφυγὼν δʼ ἐγὼ φόνονκαθῆκʼ ἐμαυτὸν εἰς ἅλʼ ἄγκυραν πάρα· ἤδη δὲ κάμνονθʼ ὁρμιατόνων μέ τιςἀνείλετʼ, ἐς δὲ γαῖαν ἐξέβησέ σοιτάδʼ ἀγγελοῦντα. σώφρονος δʼ ἀπιστίαςοὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς. Χορόςοὐκ ἄν ποτʼ ηὔχουν οὔτε σʼ οὔθʼ ἡμᾶς λαθεῖνΜενέλαον, ὦναξ, ὡς ἐλάνθανεν παρών.
1.57
1621Θεοκλύμενοςὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας· ἐκπεφεύγασιν γάμοι με. κεἰ μὲν ἦν ἁλώσιμοςναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους· νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον, ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι. τοιγὰρ οὔποτʼ ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν. Θεράπωνοὗτος ὤ, ποῖ σὸν πόδʼ αἴρεις, δέσποτʼ, ἐς ποῖον φόνον; Θεοκλύμενοςοἷπερ ἡ δίκη κελεύει με· ἀλλʼ ἀφίστασʼ ἐκποδών. Θεράπωνοὐκ ἀφήσομαι πέπλων σῶν· μεγάλα γὰρ σπεύδεις κακά. Θεοκλύμενοςἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν; Θεράπωνφρονῶ γὰρ εὖ. Θεοκλύμενοςοὐκ ἔμοιγʼ, εἰ μή μʼ ἐάσεις— Θεράπωνοὐ μὲν οὖν σʼ ἐάσομεν. Θεοκλύμενοςσύγγονον κτανεῖν κακίστην— Θεράπωνεὐσεβεστάτην μὲν οὖν. Θεοκλύμενοςἥ με προύδωκεν— Θεράπωνκαλήν γε προδοσίαν, δίκαια δρᾶν. Θεοκλύμενοςτἀμὰ λέκτρʼ ἄλλῳ διδοῦσα. Θεράπωντοῖς γε κυριωτέροις. Θεοκλύμενοςκύριος δὲ τῶν ἐμῶν τίς; Θεράπωνὃς ἔλαβεν πατρὸς πάρα. Θεοκλύμενοςἀλλʼ ἔδωκεν ἡ τύχη μοι. Θεράπωντὸ δὲ χρεὼν ἀφείλετο. Θεοκλύμενοςοὐ σὲ τἀμὰ χρὴ δικάζειν. Θεράπωνἤν γε βελτίω λέγω. Θεοκλύμενοςἀρχόμεσθʼ ἄρʼ, οὐ κρατοῦμεν. Θεράπωνὅσια δρᾶν, τὰ δʼ ἔκδικʼ οὔ. Θεοκλύμενοςκατθανεῖν ἐρᾶν ἔοικας. Θεράπωνκτεῖνε· σύγγονον δὲ σὴνοὐ κτενεῖς ἡμῶν ἑκόντων, ἀλλʼ ἔμε· ὡς πρὸ δεσποτῶντοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.
1.58
1642Διόσκοροιἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρῃ, Θεοκλύμενε, γαίας τῆσδʼ ἄναξ· δισσοὶ δέ σεΔιόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲἔτικτεν Ἑλένην θʼ, ἣ πέφευγε σοὺς δόμους· οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις, οὐδʼ ἡ θεᾶς Νηρῇδος ἔκγονος κόρηἀδικεῖ σʼ ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶντιμῶσα πατρός τʼ ἐνδίκους ἐπιστολάς. ἐς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνονκείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν· ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα, καὶ τοῖς θεοῖς παρέσχε τοὔνομʼ, οὐκέτι· ἐν τοῖσι δʼ αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοιςἐλθεῖν τʼ ἐς οἴκους καὶ συνοικῆσαι πόσει. ἀλλʼ ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος, νόμιζε δʼ αὐτὴν σωφρόνως πράσσειν τάδε. πάλαι δʼ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν, ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς· ἀλλʼ ἥσσονʼ ἦμεν τοῦ πεπρωμένου θʼ ἅμακαὶ τῶν θεῶν, οἷς ταῦτʼ ἔδοξεν ὧδʼ ἔχειν. σοὶ μὲν τάδʼ αὐδῶ, συγγόνῳ δʼ ἐμῇ λέγω· πλεῖ ξὺν πόσει σῷ· πνεῦμα δʼ ἕξετʼ οὔριον· σωτῆρε δʼ ἡμεῖς σὼ κασιγνήτω διπλῶπόντον παριππεύοντε πέμψομεν πάτραν. ὅταν δὲ κάμψῃς καὶ τελευτήσῃς βίον, θεὸς κεκλήσῃ καὶ Διοσκόρων μέτασπονδῶν μεθέξεις ξένιά τʼ ἀνθρώπων πάραἕξεις μεθʼ ἡμῶν· Ζεὺς γὰρ ὧδε βούλεται. οὗ δʼ ὥρισέν σοι πρῶτα Μαιάδος τόκος, Σπάρτης ἀπάρας, τὸν κατʼ οὐρανὸν δρόμον, κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε,— φρουρὸν παρʼ Ἀκτὴν τεταμένην νῆσον λέγω— Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται, ἐπεὶ κλοπαίαν σʼ ἐκ δόμων ἐδέξατο. καὶ τῷ πλανήτῃ Μενέλεῳ θεῶν πάραμακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον· τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες, τῶν δʼ ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι. Θεοκλύμενοςὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάροςνείκη μεθήσω σφῶν κασιγνήτης πέρι· ἐγὼ δʼ ἀδελφὴν οὐκέτʼ ἂν κτάνοιμʼ ἐμήν. κείνη δʼ ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ. ἴστον δʼ ἀρίστης σωφρονεστάτης θʼ ἅμαγεγῶτʼ ἀδελφῆς ὁμογενοῦς ἀφʼ αἵματος. καὶ χαίρεθʼ Ἑλένης οὕνεκʼ εὐγενεστάτηςγνώμης, ὃ πολλαῖς ἐν γυναιξὶν οὐκ ἔνι.
1.59
1688Χορόςπολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί· καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη, τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.